Ἀκολουθία Ὁσίου ΔΑΝΙΗΛ τοῦ Θασίου
Ψαλλομένη τῇ 12η
Σεπτεμβρίου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν δ΄ Ἰδιόμελα τῆς ἑορτῆς
τῆς Γεννήσεως τῆς Ὑπεραγίας Θεοτόκου, ἥς τὴν Ἀπόδοσιν ἐπιτελοῦμεν.
Ἦχος πλ. β'. Σεργίου.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς
Ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν
φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν
τὴν Μητέρα Αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα
Σοι.
Ὁ αὐτὸς.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ
βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε, καὶ ἡ κατὰ ἀνατολὰς πύλη
ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον τοῦ Ἱερέως τοῦ Μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα
Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων
ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀγόνου παραδόξως
τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τὸν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου
γαστρός· ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθὼν κεκλεισμένην
διεφύλαξε· καὶ πάντας σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτός, πᾶσι τοῖς ἀνθρώποις,
σωτηρίαν ἀπειργάσατο.
Ὁ αὐτὸς. Στεφάνου Ἁγιοπολίτου.
Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται, καὶ πύλη παρθενικὴ θεία προέρχεται.
Σήμερον καρπογονεῖν ἡ χάρις ἀπάρχεται, ἐμφανίζουσα τῷ κόσμῳ Θεοῦ Μητέρα, δι᾿ ἧς
τὰ ἐπίγεια, τοῖς οὐρανοῖς συνάπτεται, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μοναστὴς ἀληθέστατος, καὶ ἀστὴρ διαυγέστατος, καὶ πηγὴ γενόμενος
κατανύξεως, ἀγάπης ὤφθης ἀνάπλεως, Δανιὴλ πανόσιε, νήσου Θάσου ὁ φωστήρ, ἐξ
αὐτῆς γὰρ ἀνέτειλας καὶ ἐφώτισας, μοναζόντων τὰ πλήθη φοιτητῶν σου, καὶ
ὡδήγησας πρὸς πόλον, θαυματουργίαις λαμπόμενος.
Ὡς ἀστέρα πολύφωτον, ἐκ τῆς Θάσου πανόλβιε, Δανιήλ σε ἔγνωμεν, ἀνατείλαντα,
καὶ πᾶσαν νῆσον φωτίσαντα, σημείοις καὶ θαύμασι, καὶ ἰάσεσι παθῶν. Ἐπιτελοῦμεν
τὴν μνήμην σου, τὴν σεβάσμιον, ἰατρόν σε πλουτοῦντες ἀσθενούντων, καὶ καλὸν
ἡμῶν προστάτην, καὶ πρεσβευτὴν ἑτοιμότατον.
Ἀγρυπνίαν παννύχιον, καὶ ἐγκράτειαν ἄφατον, προσευχὴν ἀθόλωτον, βίον
ἔνθεον, πίστιν ἐλπίδα ἀνόθευτον, ἐκτήσω πανόλβιε, Δανιὴλ θαυματουργέ, καὶ
μεγίστην συμπάθειαν, μάκαρ ἔσχηκας, καὶ θανὼν καὶ πρὸ τέλους ἀπαστράψας, ἐν
σημείοις παραδόξοις. Διὸ τελοῦμεν τὴν μνήμην σου.
Ἕτερα. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ Δανιὴλ θεσπέσιε, τὰ ἐν τῷ κόσμῳ τερπνά, ὡς οὐδὲν λογισάμενος,
ἐβδελύξω ἅπαντα, ὡς ἐχέφρων ἀοίδιμε, καὶ τὸν μονήρη βίον κατέλαβες, Θεῷ
λατρεύειν τῷ ποθουμένῳ σοι, Ὅν καὶ ἐδόξασας, ἐν ποικίλοις θαύμασι, μονὴν σοφέ,
θείαν συστησάμενος ἐν τῇ πατρίδι σου.
Μάκαρ Δανιὴλ πανάριστε, τὴν ἀνωτάτῳ θερμῶς, ἐκζητῶν ἐκ νεότητος, σοφίαν
ἐπόθησας, καὶ οὐράνιον πάνσοφε, καταλαβὼν δέ, ταύτην πανόλβιε, ἐντεύξει θείᾳ,
οὐκ ἐγκατέκρυψας, ἀλλ’ ἐπλεόνασας, τὸ δοθέν σοι τάλαντον ποιμαντικῶς, ὅθεν
ἐπιτελοῦμέν σου, μνήμην τὴν εὔσημον.
Δεῦρο πρὸς ἡμᾶς δεόμεθα, τοὺς φοιτητάς σου σοφέ, Δανιὴλ ἀξιΰμνητε καὶ γενοῦ
τοῖς δούλοις σου, θλιβομένοις ἀντίληψις, καὶ ἀσθενοῦσι παρέχων ἴασιν, ὡς παῤῥησίαν
ἔχων πρὸς Κύριον, τὸν σὲ δοξάσαντα, εἰς τὴν νῆσον ἅπασαν, καὶ βοηθός, πάρεσο
λυτρούμενος, παντοδαπῶν συμφορῶν.
Δόξα. Ἦχος α΄.
Ἐν τῇ πανδήμῳ καὶ πανευσήμῳ πανηγύρει, τῆς σεβασμίας σου μνήμης Δανιὴλ
Ὅσιε, ἐν ψαλμοῖς καὶ ὕμνοις χορεύοντες, οἱ τῆς Θάσου οἰκήτορες, δοξάζομεν
παντοδαπῶς τὸν Δεσπότην Χριστὸν θεοπρεπῶς, τὸν ὑπὲρ τῶν πολλῶν σου καμάτων, καὶ
ἀνενδότου ἀσκήσεως, τὴν τῶν θαυμάτων καὶ ἰαμάτων σοι χάριν δωρήσαντα, Θάσου τὸ
καύχημα, καὶ ἡμῶν τὸ ἥδυσμα. Ὅθεν συνελθόντες σήμερον, χορείαν ἐπικροτοῦμεν, ἐν
ᾠδαῖς καὶ ὕμνοις εὐφημοῦντές σε λέγομεν· ἀξιΰμνητε Πάτερ, ἱκέτευε δωρηθῆναι
ἱλασμόν, πᾶσι τοῖς πόθῳ τιμῶσι, τὴν παναοίδιμον μνήμην σου, καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Τῆς ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν καί τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας·
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν,
ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει
κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτὴν. Ἦχος α΄.
Φαιδρύνεται σήμερον, ἡ θεόσωστος Θάσος, τῇ παγγεράστῳ μνήμῃ σου Δανιὴλ
ὁσιώτατε, καὶ ἡ τῶν Ὀρθοδόξων Ἐκκλησία λαμπρῶς καταυχάται ὑμνοῦσά σε, πιστῶν δὲ
τὰ πλήθη, τῶν σῶν θαυμάτων ἀρυόμενα πανηγυρίζει. Ἀλλ’ ὦ συμπαθέστατε Πάτερ,
πρέσβευε ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, εὐρωστίαν, καὶ
ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ὁ αὐτός.
Ἐπίβλεψον ἐξ ὕψους ἁγιώτατε Πάτερ, ἐν τῇ δοξολογίᾳ τῶν ψαλλόντων σοι, καὶ
τὰς ἐκτενεῖς ἡμῶν δεήσεις πρόσδεξαι, Δανιὴλ παμμακάριστε, καὶ προσάγαγε αὐτάς,
ἐν τῷ ἐπουρανίῳ θρόνῳ τοῦ Παντάνακτος, ὅπως ταῖς εὐπροσδέκτοις μεσιτείαις σου,
σῴσῃ τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Κατὰ χρέος σε μακαρίζομεν Δανιὴλ ἀξιάγαστε, ὡς λύχνον τῆς πίστεως, καὶ
Ἄγγελον ἐν σώματι· ὁ βίος γὰρ ὁ σὸς ἔντιμος πέφυκε, καὶ ἡ κοίμησις σὺν τοῖς
Ἁγίοις. Ἐν ἔργοις γὰρ ἀγαθοῖς ἐξέλαμψας, ὡς ποιμὴν μοναζόντων θεόσοφος, καὶ ἐν
θαύμασιν ἐδοξάσθης, ὠς πιστὸς δοῦλος καὶ φίλος Χριστοῦ, ὅθεν σοι προσπίπτοντες
ἱκετεύομεν δεόμενοι, οἱ τῆς Θάσου λαοί, πρέσβευε ὑπὲρ ἡμῶν Ἅγιε πρὸς Κύριον,
καταπέμψαι ἱλασμὸν ἁμαρτιῶν, ὑγείαν καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Τρυφὴν νῦν τὴν ἀκήρατον, καὶ αἰώνιον ἀπόλαυσιν, κομίζῃ πανόλβιε, τὰς
ἐπικαρπίας τῶν ἀμέτρων σου πόνων, καὶ ὧν ἀρετῶν ἐθησαύρισας, Δανιὴλ
παμμακάριστε. Διὸ καί ὕμνον ἀπὸ χειλέων πηλίνων προσαγόμενον δέξαι, μετ’
εὐμενείας Ὅσιε Πάτερ, καὶ παράσχου πλουσίας τὰς ἀντιδόσεις, τοῖς τελοῦσι τὴν
μνήμην σου, παρὰ τοῦ ἔχοντος τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες οἱ τῆς νήσου οἰκήτορες, θίασον πνευματικὸν συγκροτήσαντες,
Δανιὴλ τὸν ἰσάγγελον, τὸν ἐν τῇ νήσῳ ἡμῶν, ἀγγελικῶς τὸν βίον διανύσαντα, καὶ
ὑπὲρ ἄνθρωπον βιοτεύσαντα, ἐπαξίως εὐφημήσωμεν. Σήμερον γὰρ Ἄγγελοι ἐπὶ τῇ
μνήμῃ αὐτοῦ, σὺν ἡμῖν πανηγυρίζουσιν. Οὗτος γὰρ ὁ τρισόλβιος, ὑπὲρ φύσιν
ἀγωνισάμενος, ἐκ παιδικῆς ἡλικίας ἄχρι τέλους ἐκαρτέρησε, καὶ πρὸς αἰωνίους
μονὰς κατέπαυσε, τὰ γέρα τῶν πόνων αὐτοῦ κομισάμενος, ὅθεν καὶ ἡμεῖς
συνελθόντες, τὴν θείαν αὐτοῦ μνήμην ἑορτάσωμεν, ὅπως ταῖς πρεσβείαις αὐτοῦ,
ῥυσθῶμεν πειρασμῶν καὶ θλίψεων, καὶ εὕρωμεν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Θεοπρεπῶς σου τὸν βίον διανύσας, τὸν ξένον γενόμενον Χριστὸν μιμούμενος,
δι’ εὐσπλαγχνίαν ἀμέτρητον, κατηξιώθης, Μονὴν συστῆσαι Δανιὴλ Ὅσιε· ὅθεν καὶ
συνήθροισας, τῶν φοιτητῶν τὴν πληθύν, ὀσμῇ σεπτῆς πολιτείας σου, προσάξας
τούτους, οἶά περ δῶρα Χριστῷ ἀοίδιμε, καὶ νῦν τῷ θρόνῳ παριστάμενος, τοῦ
Σωτῆρος μὴ παύσῃ δεόμενος ὑπέρ πάντων τῶν πόθῳ, σοῦ τὴν μνήμην ἑορταζόντων.
Στ. Τίμιος ἐναντίον Κυρίου...
Ὁ τὴν ἐν Θάσῳ μονὴν καταλαμπρύνας, τῷ βίῳ σου Ὅσιε, Δανιὴλ πάνσοφε,
κεκαθαρμένος τῷ σώματι, καὶ ἀγλαΐαις, τῶν ἀρετῶν σου πάντας ἐφαίδρυνας, ὅλος
γὰρ οὐράνιος ἐν γῇ ἐτέλεσας, καὶ ἀρετῶν διὰ πράξεως, ἐκτελουμένων, εὗρες
πορείαν τὴν πρὸς οὐράνια· ὅθεν σε πάντες νῦν γεραίρομεν, ἐπιτελοῦντες τὴν
πάνσεπτον μνήμην σου, δυσωποῦντες πρεσβεύειν, διασῴζεσθαι τὴν νῆσόν σου.
Στ. Μακάριος ἀνὴρ...
Ὁ τὴν ἐν Θάσῳ ἀσκῶν διατελέσας, διάνοιαν ἤσκησας, Δανιὴλ Ὅσιε, πρὸς
ἐποπτείαν οὐράνιον, κατανοῆσας τὰ θεῖα κάλλη καὶ πανακήρατα, ὅθεν καὶ ὁ Κύριος
τούτων ἠξίωσε, καὶ τῆς χορείας ἐποίησεν, Ὁσίων πάντων, ὧν καὶ τὸν βίον ἐν γῇ
ἐζήλωσας. Διὸ αὐλίζῃ τὰ οὐράνια, σὺν Ἀγγέλοις Θεῷ παριστάμενος, ὅν ἱκέτευε
μάκαρ, ὑπὲρ τῶν ἀνευφημούντων σε.
Δόξα. Ἦχος πλ. δ΄.
Εὐφράνθητι νῆσος τῆς Θάσου, καὶ ἀγάλλεσθε οἱ ἐν αὐτῇ οἰκοῦντες, καὶ δεῦτε
πανηγυρίσωμεν ἐν πνεύματι, τὴν παμφαῆ πανήγυριν, Δανιὴλ τοῦ Ὁσίου Πατρὸς ἡμῶν,
καὶ κοινοῦ προστάτου καὶ πολιούχου. Οὗτος γὰρ ὁ τοῦ Χριστοῦ μιμητής, ἀρετῶν
χάρισιν ὡραϊζόμενος, ἔλλαμψεν ἀστέρον δίκην, ἐκ τῆς Θάσου ἀνίσχων, καὶ τοὺς
πιστοὺς καταυγάζων, σελασφόροις ἀρετῶν αὐτοῦ λαμπηδόσιν. Ἀλλ’ ὧ Πάτερ θεόσοφε,
καὶ ἡμᾶς τοὺς ἐκ πόθου τελοῦντας τὸ ἱερόν σου μνημόσυνον, δυσωποῦμεν
πρεσβεύειν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Ποιμὴν ἀληθέστατος, καὶ μοναστῶν ἀρχηγός, ἐδείχθης πανόσιε, τῆς ἐν τῇ Θάσῳ
μονῆς, Δανιὴλ ἀξιΰμνητε· ὅθεν καὶ ἰαμάτων, ἐκομίσω τὴ χάριν, νέμων τοῖς
προσιοῦσι, τὰς ἰάσεις ἀφθόνως, τοῖς πόθῳ σου τὴν μνήμην τελοῦσι πανόλβιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου, Σωτήρ.
Ὡς ἥλιος φαιδρά, ἡ ἁγία σου μνήμη, ἀνέτειλεν ἡμῖν, Δανιὴλ θεομάκαρ,
φωτίζουσα ἅπαντας, τούς αὐτὴν ἑορτάζοντας, ἥν ἐκ πίστεως, ἐπιτελοῦντες βοῶμεν,
σκέπε, φύλαττε, πειρατηρίων τοῦ βίου, ἡμᾶς ταῖς πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα ὅμοιον.
Εὐφραίνου ἐν Χριστῷ, νῆσος Θάσος, ἰδοὺ γάρ, ἐπέφανέ σοι νῦν, Δανιήλ τοῦ
Ὁσίου, ἡ μνήμη ἡ πάντιμος, τοὺς πιστοὺς καταυγάζουσα, ὅθεν σκίρτησον, μετὰ
χαρᾶς ἐκβοῶσα, δόξα, αἴνεσις, Σὺ τῶν Ὁσίων ὐπάρχεις, Χριστὲ καὶ κραταίωμα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ
προσταχθέν.
Ἀγαλλιάσθω ἡ σεμνὴ νῆσος τῆς Θάσου, καὶ εὐφραινέσθω ἡ πληθὺς πᾶσα Θασίων,
ὡς προστάτην θερμότατον πλουτήσασα μέγαν, καὶ κρήνην πολλῶν θαυμάτων καὶ
δωρεῶν, παντοίων ἀῤῥωστημάτων ἀπαγωγήν, Δανιὴλ τὸν θαυμάσιον. Διὸ συμφώνως αὐτῷ
βοῶμεν ἀρυόμενοι· Χαίροις Πάτερ τρισόλβιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου...
Στ. Μακάριος ἀνήρ...
Εὐαγγέλιον τοῦ Ὁσίου Ἀντωνίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὁ τὴν χάριν τῶν ἰαμάτων θεόθεν δεξάμενος, καὶ τὴν Θάσον πᾶσαν φωτίσας
διδάγμασι, Δανιὴλ ἱερώτατε, τῶν μοναστῶν ἀκροθίνιον. Παῤῥησίαν ὡς ἔχων πρὸς
Κύριον, ἐκτενῶς ἱκέτευε δεόμεθα, ἐλεηθῆναι τοὺς σὴν μνήμην ἐπιτελοῦντας,
ἐτησίως ἐν ᾄσμασιν.
Οἱ Κανόνες τῆς ἑορτῆς καὶ τοῦ Ἁγίου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην.
Τριὰς Ἁγία καὶ Μονάς ὑπέρθεε, χάριν μοι βράβευσον, τοῦ ὑμνῆσαι θείου,
Δανιὴλ παλαίσματα, κατὰ τοῦ κοσμοκράτορος, τοῦ προστάτου τῆς Θάσου, τοῦ ἀσκητοῦ
καὶ παμμάκαρος, καὶ τῶν μοναστῶν προεξάρχοντος.
Ἀπὸ νεότητος Σταυρὸν ἀράμενος, χαίρων ἐπ’ ὤμων σου, καὶ ἐν γῇ ἐρήμῳ, καὶ
ἀβάτῳ ᾤκησας, Μονὴν δὲ συστησάμενος, μοναζόντων ἀγέλην, Θεῷ προσῆξας διδάγμασι,
καὶ σαῖς παραινέσεσιν Ὅσιε.
Χαρᾶς αἰτία ἡ σὴ μνήμη Ὅσιε, πνευματικῆς ἀληθῶς, γέγονεν ὡς ὅτι, ἐν τῇ Θάσῳ
ἔλαμψας, ἡλίου δίκην θαύμασι, τοῦ Θεοῦ σε ἀξίως, δοξάσαντος καὶ λαμπρύναντος,
μάκαρ Δανιὴλ ἀξιάγαστε.
Θεοτοκίον.
Ἴασαι Κόρη τὴν ψυχήν μου δέομαι, τὴν ἀσθενοῦσαν δεινῶς, δραστικῷ φαρμάκῳ,
τοῦ Υἱοῦ Σου Πάναγνε, εἰς Σὲ γὰρ τὴν ἐλπίδα μου, ἀνατίθημι πᾶσαν, καὶ Σὲ
μεσίτην προβάλλομαι, πρὸς τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν.
Ὠδὴ γ΄. Ὀ στερεώσας κατ’ ἀρχάς.
Καταφρονήσας τῶν τῆς γῆς ἠδέων, τὰς οὐρανίους ἀπολαύσεις ἐκληρώσω πανσόφως,
καὶ ἐξέβλυσας κρουνοὺς διδασκαλίας Ὅσιε, καθοδηγῶν τοὺς πάντας, ὦ Δανιὴλ πρὸς
οὐράνια.
Ἔχοντες ὄντως πρὸς Θεόν, μεσίτην ἡμῶν καὶ πρέσβυν, σὲ τιμῶμεν Δανιὴλ
θεομάκαρ, καὶ τὴν μνήμην σου σοφέ, τελοῦμεν τὴν σεβάσμιον, ἁγιασμὸν καὶ ῥῶσιν,
ψυχῆς καὶ σώματος δρέποντες.
Ῥῦσαι τρισμάκαρ ψυχικῆς, δεόμεθα ἀπωλείας, καὶ ἐχθρῶν ἐπιφορᾶς ἡμᾶς πάντας,
Δανιὴλ θαυματουργέ, τῆς Θάσου τὸ ἀγλάϊσμα, Πνεύματος γὰρ τὴν χάριν, παρὰ
Χριστοῦ σὺ πεπλούτηκας.
Ἐπλήγημεν σωματικῶς, καὶ ψυχικῶς θεοφόρε, μὴ ἑάσῃς οὖν δεινῶς ἀπολέσθαι,
ἀλλὰ ἴασαι ἡμᾶς, σὲ γὰρ ἐπιγραφόμεθα, προστάτην τε καὶ πρέσβυν, πρὸς τὸν Θεὸν
ἀνεπαίσχυντος.
Θεοτοκίον.
Ἀνερευνήσας ἐμαυτόν, εὐρίσκω πάντας ἀνθρώπους, ὑπερβάντα ταῖς κακίαις
Παρθένε, καὶ ποῦ φύγω ὁ δεινός, εἰμὴ πρὸς Σὲ τὴν εὔσπλαγχνον, ὅτι οὐκ ἔχω ἄλλην
Δέσποινα, πλήν Σου βοήθειαν.
Κοντάκιον τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς μοναζόντων ποδηγέτην καὶ διδάσκαλον, καὶ νήσου Θάσου πολιοῦχον
εὐφημοῦμέν σε, Δανιήλ, ἐπιτελοῦντες σεπτήν σου μνήμην, ὡς οὖν ἔχων παῤῥησίαν
πρὸς τὸν Κύριον, ἐκδυσώπει ἡμᾶς, ῥύσασθαι κακώσεως, ἵνα κράζωμεν· Χαίροις Πάτερ πανόσιε.
Ὁ Οἶκος.
Ἄνθρωπος μὲν τῇ φύσει, ἐχρημάτισας μάκαρ, ἀλλ’ ὤφθης συμπολίτης Ἀγγέλων· ὡς
γὰρ ἄσαρκος ἐπὶ γῆς βιοτεύων, σαρκὸς πάσαν τὴν πρόνοιαν ἀπέῤῥιψας, διὸ καὶ παρ’
ἠμῖν ἀκούεις·
Χαῖρε, τῆς Θάσου βλαστὸς καὶ γόνος·
χαῖρε, τῆς νήσου ἁπάσης πόνος.
Χαῖρε, Ἁγίου Πνεύματος οἰκητήριον·
χαῖρε, τῆς Τριάδος φαιδρὸν ἐργαστήριον.
Χαῖρε, λύχνε διακρίσεως, ἀπαστράπτων τηλαυγῶς·
χαῖρε, ἄστρον διοράσεως, καταυγάζον φαεινῶς.
Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῶ·
χαίροις, ὅτι κατεμάρανας τῆς σαρκὸς τὰς ἡδονάς.
Χαίροις, μοναζόντων πρόξενος σωτηρίας·
χαίροις, τῶν ῤαθυμούντων τρόπος παρηγορίας.
Χαίροις, ζυγὸν τοῦ Χριστοῦ ὁ βαστάσας·
χαίροις, αὐλαῖς οὐρανίοις σκηνώσας.
Χαίροις Πάτερ πανόσιε.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν σοφέ, τῶν Ἀσωμάτων οἱ χοροί, σὲ ὁρῶντες ἐπὶ γῆς, βιοῦντα ὡς ἐν
Οὐρανοῖς, καὶ ἐκδιδάσκοντα τὴν ποίμνην σου, θεομάκαρ, πορεύεσθαι ἀεί, πρὸς τὰς
εὐθείας ὁδούς, εἰς δόξαν καὶ τιμήν, τοῦ φιλανθρώπου Θεοῦ, Ὅς διὰ τοῦτο
πλείστοις σε χαρίσμασι, καὶ θαυμασίοις ἐδόξασε. Καὶ νῦν πρεσβεύεις, εἰς τὸ
σῳθῆναι τοὺς τιμῶντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Τὸ τοῦ Χριστοῦ, ὄντως σεπτὸν Εὐαγγέλιον, περιφέρων ἐν τῇ διανοίᾳ σου, καὶ
τῇ τοῦ Πνεύματος ὁπλισθείς, Δανιὴλ δυνάμει, ἐν ταῖς ἐρήμοις κατῴκησας, ἰσάγγελον
τὸν βίον, καθαρῶς ἐκτελέσας. Διὰ τοῦτο τιμῶμεν τὴν μνήμην σου.
Ὄντως Θεῷ, εὐχαῖς συντόνοις ἑνούμενος, καὶ ἀγρύπνοις στάσεσι, δακρύων τε
τοῖς ὀχετοῖς, ὅλως ἀγνισθεὶς καὶ λελαμπρυσμένος, ταῖς ἱεραῖς ἀναβάσεσιν, εἰς
ὕψος θεωρίας ἐφίπτασαι, τὰ ἄνω, Δανιὴλ κατοπτεύων θεάματα.
Νοῦς τῷ νοΐ, ἐνατενίζων γενόμενος, ἐλαμπρύνθης, φωτισμῷ τοῦ Πνεύματος,
ποιμὴν γενόμενος μοναστῶν, ὁδηγήσας τούτους, πρὸς πολιτείαν ἰσάγγελον. Διό σου
τὴν φωσφόρον, ἑορτὴν ἐπιτελοῦμεν, Δανιήλ, οἱ τῆς Θάσου οἰκήτορες.
Θεοτοκίον.
Διὰ παντός, μὴ διαλίπῃς με σκέπουσα, Σὲ γὰρ ἔχω μόνην καταφύγιον, ἐν
πειρασμοῖς ὑπερασπιστήν, καὶ ῥύστην ἐν κινδύνοις, ἐν συμφοραῖς παραμυθίαν,
προστάτην ἐν ἀνάγκαις, εὐθυμίαν ἐν λύπαις, καὶ χαρὰν ἐν ταῖς θλίψεσι, Δέσποινα.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ῥῦσαι πάσης ἀνάγκης, τοὺς εἰς σὲ προστρέχοντας, Δανιὴλ Ὅσιε, καὶ
ἐξαιτουμένους, τὴν θερμήν σου τρισμάκαρ ἀντίληψιν, καὶ καρδίας τούτων, πλῆσον
χαρᾶς καὶ εὐφροσύνης, ἵνα πόθῳ τελοῦμεν τὴν μνήμην σου.
Ἵνα σε κατὰ χρέος, ἑορτάζωμεν πάντες, Δανιὴλ Ὅσιε, ἀπέλασον τὸ νέφος, τῶν
ἐν βίῳ δεινῶν περιστάσεων, καὶ τῇ σῇ πρεσβείᾳ, ἁμαρτιῶν ἡμῖν τὴν λύσιν, πρὸς
Χριστοῦ δωρηθῆναι δεόμεθα.
Σωτηρίας ἐξ ὕψους, καὶ θερμῆς προστασίας ἀξίωσον δέομαι, τῷ κατακειμένῳ,
Δανιὴλ ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῇ σῇ πρεσβείᾳ, ἐπιτυχεῖν τῆς ἄνω δόξης, τῷ σὲ
πίστει καὶ πόθῳ γεραίροντι.
Θεοτοκίον.
Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀπροσμάχητον τῶν εὐφημούντων σε, ἡ παντὶ τω
γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα,
τὴν ψυχήν μου διάσωσον Πάναγνε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁδήγησον πρὸς ὁδούς, τῆς σωτηρίας δεόμεθα, τοὺς πόθῳ σε καὶ χαρᾷ,
γεραίροντας Ὅσιε, Δανιὴλ πανάριστε, καὶ δοξολογοῦντας, τὴν σεβάσμιόν σου
κοίμησιν.
Ὁλολαμπέσι δωρεαῖς, παγχρύσοις μάκαρ τοῦ Πνεύματος, σὺ στολισθεὶς τὴν
ψυχήν, Δανιὴλ κατηύγασας, τὴν Θάσον πανόλβιε, ἐκδιδάσκων πάντα, μοναζόντων τὰ
συστήματα.
Νέος ἐδείχθης φωστήρ, τῆς νῆσου Θάσου πανόλβιε, διὸ συμφώνως ἡμεῖς,
γηθόμενοι σήμερον, τελοῦμεν τὴν μνήμην σου, Δανιὴλ παμμάκαρ, ταῖς πρεσβείαις
σου φρουρούμενοι.
Θεοτοκίον.
Ἡ Μήτηρ τοῦ Λυτρωτοῦ, καὶ τῶν κτισμάτων Βασίλισσα, αἰχμαλωσίᾳ δεινῇ,
ληφθέντα με λύτρωσαι, Μαρία Πανάμωμε, καὶ τῆς Βασιλείας τοῦ Υἱοῦ Σου
καταξίωσον.
Κοντάκιον καὶ Οἶκος τῆς ἑορτῆς.
Συναξάριον.
Τῆ ΙΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ
Θασίου, τοὺς ἐν τῇ νήσῳ ἀσκήσαντος κατὰ τὸ ωμ΄ (840) .
Στίχοι·
Ὁρμὰς παθῶν ἐπέσχε Δανιὴλ νέος,
ὡς πρὶν Δανιήλ, τῶν λεόντων τὰς
μύλας,
Ἀμφὶ δύο καὶ δεκάτην Δανιὴλ βίοτον
λίπε τόνδε.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ῥυσθῆναι ἱκέτευε, Χριστὸν τὸν μόνον ὄντα φιλάνθρωπον, ἀπὸ πάσης ἀνάγκης καὶ
ἐπηρείας τοῦ κοσμοκράτορος, τοὺς μετὰ πόθου τελοῦντας τὴν μνήμην σου,
θαυματουργὲ Δανιήλ, τῆς Θάσου θεῖος βλαστός.
Μακάριος γέγονας, τῇ θείᾳ αἴλγῃ καταλαμπόμενος, Δανιὴλ θεομάκαρ, ἐναποστίλβων
ἡλίου λαμπρότερον· διὸ γηθόμενοι, πάντες τελοῦμέν σου, τὴν θείαν μνήμην σοφέ,
εὐχαριστοῦντες Θεῷ.
Ἁγίων λαμπρότησιν, ἁγιασθεὶς Πάτερ κατεσκήνωσας, ἐπιπέμπων τοῖς πᾶσιν,
ἁγιασμόν τε καὶ ἀπολύτρωσιν, τοῖς εὐφημοῦσί σε νῦν καὶ κραυγάζουσιν· Εὐλογητὸς
ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἀῤῥήτως συνέλαβες, Παρθενομῆτορ ἐν τῇ νυδύϊ Σου, τὸν Θεοῦ Θεὸν Λόγον καὶ
ἀπεκύησας, μόνη Μητρόθεε, δι’ οὗ σῳθέντες ἐν πίστει κράζομεν· Εὐλογητὸς ὁ Θεὸς
τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Εἰς τὸ ταπεινώσεως, βάθος φθάσας ἀοίδιμε, ἥν αὐτὸ τὸ πνεῦμα, ἔκτισεν ἐν
σπλάγχνοις σου, ἐντεῦθεν ἠξίωσαι, εἰς ὕψος τελειότητος, ἀνελθεῖν σοφέ, ὡς
ἐφικτὸν ἀνθρώποις καὶ τῶν Πνεύματος πλησθῆναι χαρισμάτων ποικίλων, καὶ Ἄγγελον
φανῆναι ἄϋλον ἐν τῇ ὕλῃ.
Νεοφανῆ ἀστέρα σε, ἐκ τῆς Θάσου αὐγάζοντα, σὲ ἐπεγνωκότες, οἱ πιστοὶ
προστρέχομεν, πρὸς τὴν ἀκαταίσχυντον, σὴν προστασίαν τὴν σταθηράν. Μὴ οὖν ἡμᾶς
παρίδῃς, ἀλλ’ ἴασαι καὶ σῷσον, τοὺς σὲ δοξολογοῦντας, καὶ πιστῶς ἐκβοῶντας·
Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἡ σὴ σεπτὴ πανήγυρις, Δανιὴλ ἱερώτατε, πάντας συγκαλεῖται, ὑψηλῷ κηρύγματι,
πρὸς θείαν ἐστίασιν, καὶ πρὸς εὐωχίαν πνευματικήν, φαιδρῶς προτειθεμένην, τὰς
ἀφθόνους ἰάσεις, τὰς ἐκ τῶν σῶν λειψάνων, χεομένας τρισμάκαρ, ἐν ᾗ
δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τριαδικόν.
Γεώδης φύσις Δέσποτα, ἀνυμνεῖν Σε οὐ δύναται, τὸν ὑπὸ τῶν ἄνω, ἀΰλων
Δυνάμεων, ἀπαύστως ὑμνούμενον, τριαδικοῖς ἐν ᾄσμασιν, ἀλλὰ ταῖς λιταῖς, τοῦ
ἱεροῦ Δανιὴλ νῦν, ἀξίωσον σὺν τούτῳ, αἰωνίως βοᾶν Σοι· Τριάδα τὴν Ἁγίαν,
ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Νενεκρωμένην Πάναγνε, τὴν ψυχήν μου τοῖς πταίσμασι, καὶ κατεφθαρμένην,
ἰοβόλοις δήγμασι, Θεὸν τὸν δυνάμενον, ζωοποιεῖν τὰ σύμπαντα, ἡ ἀπειρογάμως ὑπὲρ
φύσιν τεκοῦσα, ἀνάστησον βοῶσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Σὲ πάντες μεγαλύνομεν ἱερέ, τοὺς σεπτούς σου ἀγῶνας γεραίροντες καὶ ἀρετάς,
καὶ τὰ κατορθώματα Δανιήλ, καὶ τὰς διδασκαλίας σου, ἅς ἐγκατατρυφῶντες
διηνεκῶς, ἀγόμεθα πρὸς πόθον, τὸν θεῖον καὶ τροποῦμεν, τῶν ἐναντίων τὰ
βουλεύματα.
Ὀσμῆς καὶ εὐφροσύνης πνευματικῆς, πλήρης μνήμη σου ἔλαμψε σήμερον ἡ ἱερά,
κατευωδιάζουσα τὰς ψυχάς, καὶ διανοίας πάνσοφε, τῶν μετ’ εὐλαβείας πνευματικῆς,
καὶ πόθου ἐπιτελούντων αὐτὴν Δανιὴλ μάκαρ, οὕς διαφύλαττε πρεσβείαις σου.
Τὸν δρόμον ἐκτελέσας ἀσκητικῶς, τῆς σαρκὸς τῇ ἐνδείᾳ ἐμίσησας, ὡς παροικῶν,
ἐν τῷδε τῷ βίῳ, νῦν δὲ πρὸς φῶς, μεταβέβηκας ἄδυτον, Δανιὴλ πανθαύμαστε
δυσωπῶν, ἀπαύστως τὸν Σωτῆρα, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ εὐφημούντων σε
τρισόλβιε.
Θεοτοκίον.
Ῥαθύμως διανύων μου τὴν ζωήν, τοῦ Υἱοῦ Σου Ἁγνὴ τὸ κριτήριον τὸ φοβερὸν
δέδοικα ὁ ἄθλιος, ἐννοῶν· διὸ μὲ ἀκατάκριτον, τήρησον πρεσβείαις Σου ἱεραῖς,
ἁγία Θεοτόκε, ἐλπίς ἀπηλπισμένων, ἁμαρτανόντων ἡ διόρθωσις.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοὺς πόθῳ ἑορτάζοντας, σὴν μνήμην Πάτερ Ὅσιε, Δανιὴλ ἀξιΰμνητε, τῆς Θάσου
τερπνὸν βλάστημα, ἐκ πάσης περιστάσεως, καὶ συμφορᾶς διάσῳζε, καὶ τῶν
πταισμάτων ἄφεσιν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ἡμῖν δοθῆναι δυσώπει.
Θεοτοκίον. Τῆς Ἑορτῆς.
Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ὀρθοδόξων τὰ πλήθη δεῦτε συνδράμωμεν, καὶ ἐν ᾠδαῖς ᾀσμάτων, εὐφημήσωμεν
πάντες, τῆς νήσου τὸν προστάτην Θάσου θερμόν, Δανιὴλ τὸν πανάριστον, μὴ
διαλίπῃς βοῶντες ὑπὲρ ἡμῶν, τοῦ πρεσβεύειν πρὸς Κύριον.
Ἀγγελικῶς ἐν τῷ βίῳ πολιτευσάμενος, ἐν οὐρανοῖς ἀλήκτως βιοῦν κατηξιώθης,
ἐκεῖθεν δὲ τὴν νῆσόν σου ἐφορῶν, καταπέμπεις ἰάματα, σωματικῶν ἀλγηδόνων καὶ
ψυχικῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Τὸ τριμερὲς τῆς ψυχῆς σου καθάρας Ὅσιε, ἐκ κοσμικῶν θορύβων, Δανιὴλ
θεομάκαρ, Τριάδος ὑπερθέου οἶκος τερπνός, ἀνεδείχθης ἀοίδιμε, καθαγιάζων τοὺς
πάντα πόθῳ τὴν σὴν ἐπιτελοῦντας πανήγυριν.
Τῇ ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, ἀπενέκρωσας
Πάτερ, εὐχαῖς καὶ ἀγρυπνίαις· ὅθεν ἐν σοί, ἡ τοῦ Πνεύματος δύναμις, ἐπισκιάσασα
ἔδειξε νοητόν, σὲ φωστῆρα Δανιὴλ σοφέ.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐξέλαμψεν ἡμῖν, τῇ τῆς Παρθένου γεννήσει, ἡ εὔσημος μνήμη Δανιὴλ
τοῦ παμμάκαρος, προστάτου ἡμῶν καὶ πολιούχου· ἀσκητικῶς γὰρ οὗτος τὸν βίον
διανύσας, χαρισμάτων τοῦ Πνεύματος ἠξίωται. Διόπερ χρεωστικῶς αὐτὸν
γεραίροντες, εὐφημοῦμεν ἐν ὕμνοις, ὅπως ταῖς εὐπαῤῤησιάστοις αὐτοῦ πρεσβείαις,
λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά καὶ οἱ Μακαρισμοί καὶ ἐκ τοῦ ἐκ Κανόνος ἡ γ΄
καὶ στ΄ ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ ἁγίου Ἀντωνίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου