Ἀκολουθία Μεγαλ. ΓΕΩΡΓΙΟΥ τοῦ Τροπαιοφόρου καί Νεομ. ΛΑΖΑΡΟΥ τοῦ
Βουλγάρου
Ψαλλομένη τῇ 23η Ἀπριλίου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους ι΄ καὶ ψάλλομεν στ΄ τοῦ Ἁγίου Γεωργίου.
Ἦχος δ'. Αὐτόμελον.
Ὡς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον, εὐφημοῦμέν
σε, ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς
νίκης σου στέφανον, Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν
πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Ῥωμαλέῳ φρονήματι, πεποιθὼς ηὐτομόλησας, ὥσπερ λέων ἔνδοξε, πρὸς τὴν
ἄθλησιν, ὑπερορῶν μὲν τοῦ σώματος, ὡς φθείρεσθαι μέλλοντος, τῆς ἀφθάρτου δὲ
ψυχῆς, σοφῶς ἐπιμελούμενος, καὶ κολάσεων, πολυτρόποις ἰδέαις ἐπυρώθης, ὡς
χρυσὸς κεκαθαρμένος, ἑπταπλασίως Γεώργιε.
Τῷ Σωτῆρι συνέπαθες, καὶ θανάτῳ τὸν θάνατον, ἑκουσίως ἔνδοξε μιμησάμενος,
συμβασιλεύεις λαμπρότατα, πορφύραν ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καὶ τῷ
σκήπτρῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, καὶ στεφάνῳ τῆς νίκης διαπρέπων,
ἀπεράντους εἰς αἰῶνας, Μεγαλομάρτυς Γεώργιε.
Τῷ τῆς πίστεως θώρακι, καὶ ἀσπίδι τῆς χάριτος, καὶ Σταυροῦ τῷ δόρατι,
συμφραξάμενος, τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε, καὶ ὡς θεῖος ἀριστεύς,
τῶν δαιμόνων τὰς φάλαγγας, τροπωσάμενος, σὺν Ἀγγέλοις χορεύεις, τοὺς πιστοὺς
δέ, περιέπων ἁγιάζεις, καὶ διασῴζεις καλούμενος.
Ὡς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι, σὲ γινώσκομεν.
Ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν
Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν
μνήμην, τροπαιοφόρε Γεώργιε.
Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα,
περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν,
τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων
μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.
Καὶ δ΄ τοῦ Ἁγίου Λαζάρου τοῦ Βουλγάρου. Ἦχος πλ. δ΄. Ὦ
τοῦ παραδόξου θαύματος.
Λάζαρος πάλι ἐγήγερται, ἐκ τῶν νεκρῶν Ἰησοῦ, θεϊκῷ Σου κελεύσματι, ὡς φιλῶν
γνησίως Σε, καὶ ἐκ τούτου κλεΐζεται· ὁ δὲ νῦν θεῖος καὶ ἀξιάγαστος Λάζαρος,
μεῖζον τό κλέος ᾕρατο, ὅτι ἐνήθλησε, καρτερῶς καὶ θάνατον, ὑπὲρ τῆς Σῆς ἀγάπης
ὑπήνεγκε, Θεὸν κηρύττων Σε.
Οὐχ ὡς ποτὲ Ἄβελ πρόβατα, τῷ Ποιητῇ καὶ Θεῷ, εἰς θυσίαν προσήγαγες,
ἀθλοφόρε Λάζαρε, σεαυτὸν δὲ τρισόλβιε, διὰ παντοίων βασάνων ἄμωμον θῦμα προθύμως
καὶ ὁλοκάρπωμα, ὅ προσδεξάμενος, εἰς ὀσμὴν πανένδοξε, πνευματικῆς εὐωδίας
τέρπεται καὶ ἐπευφραίνεται.
Εἰρκτὴν ἀλύσεις, πανθαύμαστε, καὶ ξύλου θλίψεις δεινὰς, ἐν ποσὶ καὶ ἐν
στέρνοις σου καρτερῶς ὑπήνεγκας καὶ ἐφ’ ὅλου τοῦ σώματος, πυρακτωθέντων σιδήρων
ἔκκαυσιν, Χριστὸν κηρύττων Θεὸν τοῦ σύμπαντος·
καὶ τὸ μακάριον δι’ ἀγχόνης εἴληφας τέλος τοῦ σοῦ βίου καί ἠξίωσαι ζωῆς
τῆς κρείττονος.
Πάντας τὸ φρικτὸν τοῦ θαύματος, τοῦ ἐπὶ σοὶ Ἀθλητὰ, γεγονότος ἐξέπληξε, πῶς
καὶ γλώττης ἄνευθεν, ἄκωλύτως φθεγγόμενος, ὡράθης Μάρτυς, ἔνδοξε Λάζαρε,
κατακαυθείσης πυρὶ τὸ πρότερον, ἀλλὰ καὶ εὔφρανε τῶν πιστῶν τὸ σύστημα, τῶν δ’
ἀσεβῶν τὰς καρδίας βόλεσι, τῆς λύπης ἔτρωσε.
Δόξα. Τοῦ Ἁγίου Γεωργίου. Ἦχος πλ. β΄.
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν σταυρὸν γὰρ τοῦ
Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν
ἐκαλλιέργησας καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου
Πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ
πιστοῖς καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης
τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος, τό Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ
τὰ Ἀναγνώσματα.
Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. 43, 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει
ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός καὶ ὁ παῖς, ὃν ἐξελεξάμην,
ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ
τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος
ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν
πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' Αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν Αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 5, 15-23 & 6,
1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν
παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ'
αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ
σύνετε, μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα τοῦ Ἁγίου Γεωργίου. Ἦχος α'.
Ἀνατολίου.
Ὁ λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις
εὐφραίνει καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν
ἤγειρε καὶ συνεορτάζειν ἡμῖν τοῖς δι' αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος
παραγέγονε. Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ,
δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῷ
Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε, πίστει πόθον ἐνστησάμενος,
ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπῃ ἐκτήσω τὰ οὐράνια πανεύφημε. Παρρησίαν οὖν ἔχων,
εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε
ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ
εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ
σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ Ὅν ἐπόθησας, Αὐτὸς σε
δοξάζει μακάριε.
Ἦχος δ'.
Δεῦτε φιλομάρτυρες, ᾀσματικὴν ὑμνῳδίαν, τῷ ἀναστάντι ἐκ τάφου Χριστῷ
προσάξωμεν. Σήμερον γὰρ ἔαρ νοητὸν ἀνέτειλεν ἡμῖν, περκάζον ἄνθη τὰ λογικά, ἡ
παγκόσμιος μνήμη Γεωργίου τοῦ σοφοῦ Μεγαλομάρτυρος, οὗ τινος τὰ στίγματα
ἀνανεοῦντες, κομιζόμεθα ἰαμάτων πηγάς. Αὐτὸν καὶ νῦν ἱκετεύσωμεν, τοῦ
πρεσβεύειν ἀπαύστως τῷ Σωτῆρι Χριστῷ, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι καὶ ταῖς
ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς. Ἀνατολίου.
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν, ὅτι ἐν
ξύλῳ ὑψωθείς καὶ ἐν τάφῳ κατελθών, τὸν ᾍδην ἐσκύλευσε καὶ νεκροὺς συνήγειρε,
βοῶντας αὐτῷ· ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, Χριστῷ τῷ ἀναστάντι.
Στέφανον δόξης ἐπὶ κεφαλῆς σου ἀνεδήσω, στεφανηφόρε Γεώργιε· τὸν γὰρ
ἀόρατον ἐχθρόν, ὡς ὁ Παῦλος ἐκβοᾷ, ὁρῶν ἐκαρτέρησας, νικητὴς γενόμενος τῆς
πλάνης αὐτοῦ· ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, Χριστῷ τῷ ἀναστάντι.
ᾎσμα ᾀσμάτων χορεύοντες ἅμα, προσενέγκωμεν τῷ Χριστῷ φιλομάρτυρες, ὅτι τὸν
τύραννον ἐχθρόν, ὁ γενναῖος Ἀθλητής, πτερνίσας κατέβαλε· διὸ πάντες ᾄσωμεν
ἀπαύστοις φωναῖς· δόξα Σῶτερ τῇ φρικτῇ Σου ἀναστάσει, δι' ἧς ἔσωσας τὸν κόσμον.
Καὶ τοῦ Ἁγίου Λαζάρου. Ἦχος α΄.
Ὁ θαυμαστὸς τοῦ Χριστοῦ στρατιώτης καὶ νέος Μάρτυς Λάζαρος, σήμερον
συγκαλεῖται καὶ προτρέπει τῶν φιλεόρτων το σύστημα, αἶνον ἀναπέμψαι Θεῶ, τῷ
ἰσχῦν αὐτῷ θείαν δεδωκότι, καταβαλεῖν τὴν ἐπηρμένη τῶν τυράννων ὀφρὺν καὶ τῶν
δαιμόνων τροπώσασθαι τὰς φάλαγγας. Πάντες οὖν αὐτῷ ᾆσμα καινὸν ᾆσωμεν, τῷ τὴν
τοῦ ἀρχεκάκου καταργήσαντι δύναμιν, ἐν ἀσθενείᾳ σαρκὸς καὶ τῆς εὐπρέπειας
δωρησαμένῳ τὸ βασίλειον καὶ ἀναδήσαντι τῷ τοῦ κάλλους διαδήματι, τὸν νέον
Ἀθλοφόρον Αὐτοῦ.
Δόξα. Ἦχος πλ. δ΄. Τοῦ Ἁγίου Λαζάρου.
Ὡς ἀστὴρ ἐξ ἑώας ἀνατείλας φαεινότατος, Λάζαρε νέε τοῦ Χριστοῦ Ἀθλητὰ, τὸ
νοητὸν τῆς Ἐκκλησίας στερέωμα, ταῖς ἀκτῖσι καταυγάζεις τῶν ἄθλων σου. Διὸ
Περγάμου ἡ πόλις, σήμερον ἐπιτελοῦσα τὴν μνὴμην σου καὶ τὰς λαμπρὰς εὐφημοῦσα
ἀριστείας τῆς σῆς ἀθλήσεως, ἐνθέως εὐφραίνεται καὶ τὰ πανίερά σου λείψανα
προκείμενα ὁρῶσα και προσκυνοῦσα, τὴν τῆς δουλείας ἀπωθεῖται κατήφειαν καὶ
ἀγαλλομένη δοξάζει Χριστὸν, τὸν οὕτως εὐδοκήσαντα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγ. Γεωργίου.
Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθεὶς.
Ἀνευφημοῦσι λαοὶ ψαλμοῖς καὶ ὕμνοις, σοῦ τὴν παναοίδιμον μνήμην Γεώργιε· ὡς
εὐπρεπὴς γὰρ ἐξέλαμψε καὶ φωτοφόρος, πεποικιλμένῃ δόξῃ καὶ χάριτι· ὅθεν καὶ
σκιρτῶσι νῦν Ἀγγέλων τάγματα· ἐπικροτοῦσι δὲ Μάρτυρες, σὺν Ἀποστόλοις, τῶν σῶν
ἀγώνων Μάρτυς τὰ ἔπαθλα καὶ ἀνυμνοῦσι τὸν δοξάσαντα σὲ Σωτῆρα Χριστόν τὸν Θεὸν
ἡμῶν, Ὅν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Ἐνδεδυμένος Χριστοῦ τὴν πανοπλίαν, εὑρέθης Γεώργιε, τοῖς μὴ ζητοῦσί σε,
ὑπὲρ Χριστοῦ πυρπολούμενος καὶ μυκτηρίζων, θεῶν ματαίων πλάνην ψυχόλεθρον, τότε
καί στρατεύομαι τῷ Βασιλεῖ μου Χριστῷ, τοῖς παρανόμοις ἐκραύγαζες· οὐδὲ γὰρ
θῆρες, οὐδὲ τροχοί, οὐ πῦρ, οὐδὲ μάχαιρα, ἐμὲ χωρίσαι κατισχύσουσι, τῆς ἀγάπης
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὅν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Καταφρονήσας ὀργάνων πολυμόρφων, ποικίλων βασάνων τε καὶ καταπέλτου
φρικτοῦ, στεφανηφόρε Γεώργιε, τῆς εὐσεβείας μαρτυρικῶς τὸν δρόμον τετέλεκας·
ὅθεν τὴν ὑπέρλαμπρον μνήμην σου, ἄνθεσιν ᾀσματικοῖς περιστέφομεν καὶ τὰ σεπτά
σου περιπτυσσόμεθα πίστει λείψανα· ἀλλ' ὡς τῷ θρόνῳ παριστάμενος λαμπροφόρος,
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καθικέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ τοῦ Ἁγίου Λαζάρου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Στ. Θαυμαστὸς ὁ Θεὸς...
Τὸ σῶμα ἡ κώμη τὸ σεπτὸν, σῶμά σου κατέχουσα, Λάζαρε θεῖε γεραίρει σου,
τοὺς ἅθλους σήμερον, οὕς ἀνδρειοφόνως ὑποστὰς ἐδόξασας, Χριστὸν ἐν τοῖς τιμίοις
σου μέλεσιν, Ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Χριστῷ παρεστὼς ἐν οὐρανῷ μετὰ δόξης, Λάζαρε, ὡς ἀριστεὺς γενναιότατος, τῷ
πάντων Ἄνακτι καὶ ὡς στρατιώτης, πάνσεπτα ἀήττητος, κομίζῃ τῶν ἀγώνων τὰ ἔπαθλα
καὶ τὰ βραβεῖα νῦν καὶ τὰ γέρα τῆς ἀθλήσεως καὶ στεφάνους τῶν κατορθωμάτων σου.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Σιδήρων ἐπίθεσις τὰ σὰ μέλη, θεῖε Λάζαρε, πεπυρωμένων κατάφλεξε καὶ τοῦς
ὡραίους σου πόδας ποδοκάκῃ, ἀλγεινῶς ἐνέθλιψε καὶ ξύλου ἡ βαρύτης, ἀοίδιμε, τὰ
θεῖα στέρνα σου ὑπεπίασε καὶ στρέβλωσις, ὀφθαλμὸν σου καὶ τὴν κάραν ἔφθειρε.
Δόξα. Τοῦ Ἁγίου Λαζάρου. Ἦχος γ΄.
Τὰ μέλη πάντα, καρτερικῶς πολύαθλε καταφλεχθεὶς Λάζαρε, σιδήροις
σπινθηροβόλοις καὶ τὸν δι’ ἀγχόνης βίαιον δεξάμενος θάνατον, ὡς μέλος τίμιον Χριστῷ,
τῇ ἀθανάτῳ κεφαλῇ προσηρμόσθης καὶ ζωῆς αἰωνίου τετύχηκας· ἧς ἀξιωθῆναι καὶ
ἡμᾶς τοὺς ἀναξίους ὕμνητάς σου πρέσβευε δεόμεθα, ὡς ἔχων παῤῥησίαν πολλήν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπολυτίκιον τοῦ Ἁγ. Γεωργίου. Ἦχος δ'.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων
ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ
τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Τοῦ Ἁγ. Λαζάρου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθλητῶν νέων κλέος καὶ ἀρχαίων συνόμιλος καί γενναίος ὁπλίτης, τῆς Χριστοῦ
παρατάξεως, ἐφάνης ἐναθλήσας ἀνδρικῶς, πολύαθλε Λάζαρε ἐν γῇ· διό σε ἐν θείοις
ὕμνοις, ἐκ πόθου πάντες γεραίρομεν, ἔνδοξε, καὶ δόξαν προσάγομεν Θεῷ, τῷ ἐν
τοῖς ἄθλοις ἐνισχύσαντι, κατ’ ἐχθρῶν ὁρωμένων καὶ ἀοράτων, πανθαύμαστε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου Γεωργίου.
Ἦχος α'. Τὸν τάφον Σου Σωτὴρ.
Ἀνέτειλεν ἰδού, τὸ τῆς χάριτος ἔαρ, ἐπέλαμψε Χριστοῦ, ἡ Ἀνάστασις πᾶσι καὶ
ταύτῃ συνεκλάμπει νῦν, Γεωργίου τοῦ Μάρτυρος, ἡ πανέορτος καὶ φωτοφόρος ἡμέρα·
δεῦτε ἅπαντες, λαμπροφοροῦντες ἐνθέως, φαιδρῶς ἑορτάσωμεν.
Δόξα. Τοῦ Ἁγίου Λαζάρου. Ἦχος γ΄. Θείας πίστεως.
Βάσις γέγονας τῆς Ἐκκλησίας καὶ ἑδραίωμα τῆς εὐσεβείας, Νεομαρτύρων
προσθήκη καὶ καύχημα, ἥν διατήρει ταῖς θείαις πρεσβείαις σου, πρὸς τὸν Δεσπότην
τῶν ὅλων ἀκράδαντον· Μάρτυς Λάζαρε, ἀθέων Ἀγαρηνῶν τὸ φρύαγμα, θραῦων τὸ κατ’
αυτῆς ἐπαιρόμενον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα τοῦ Ἁγίου Γεωργίου.
Ἦχος γ'. Θείας πίστεως.
Πόθῳ ζέοντι τῷ τοῦ Δεσπότου πυρπολούμενος, ἀνδρειοφρόνως τὰ τῆς πλάνης
ταμεῖα κατέβαλες καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας, τροπαιοφόρε παμμάκαρ
Γεώργιε, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα. Τοῦ Ἁγίου Λαζάρου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀστὴρ ἐξανέτειλεν, ἐκ τῆς ἑώας πιστοὶ καὶ πλάνης διέλυσε, τὴν σκοτομήνην,
λαμπρῶν ἀγώνων φαιδρότητι, Λάζαρος οὗτος πέλει, Βουλγαρίας ὁ γόνος, ὅν νῦν ἐν
ἐτησίοις ὑμνῳδίαις τιμῶντες, θεόθεν δι’ αὐτοῦ φωτισμὸν ἐξαιτήσωμεν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα τοῦ Ἁγίου Γεωργίου. Ἦχος δ'.
Κατεπλάγη Ἰωσὴφ.
Γεωργήσας ἐμμελῶς, σπόρον τῶν θείων ἐντολῶν, διεσκόρπισας πτωχοῖς, πάντα
τὸν πλοῦτον εὐσεβῶς, ἀντικτησάμενος ἔνδοξε Χριστοῦ τὴν δόξαν· ὅθεν πεποιθώς,
πρός ἀγῶνας χωρεῖς καὶ πόνους τοὺς μακρούς, Μάρτυς Γεώργιε, καὶ κοινωνὸς
γενόμενος τοῦ πάθους, τοῦ ἀπαθοῦς καὶ ἐγέρσεως, τῆς βασιλείας Αὐτοῦ μετέσχες,
ὑπέρ ἡμῶν νῦν δεόμενος.
Δόξα. Τοῦ Ἁγίου Γεωργίου. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ὁ δεινὸς τύραννος Μάρτυς τοῦ Χριστοῦ, ὅτε τὸ ἄπνουν σε τὸ πρὶν,
ζῶντα ἑὼρακε τρανὼς καὶ ἄνευ γλώττης φθεγγόμενον καὶ λαλοῦντα· καί πᾶσα ἡ
πιστῶν αἶνον καὶ δόξαν Θεῷ, ἀνέπεμπε πληθὺς, ἐν κατανύξει ψυχῆς, τῷ θαυμαστῷ
ᾀεὶ δεικνυομένῳ, ἐν τοῖς Αὐτοῦ Ἀθληταῖς τε καὶ Μάρτυσιν, ὅτε τὸ μέγα καὶ ξένον
θαῦμα, τοῦτο πᾶσιν ἐγνώσθη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου