Δευτέρα 15 Ιουνίου 2015

Ἱερομάρτυρος ΓΡΗΓΟΡΙΟΥ τοῦ Ε'



Ἀκολουθία Ἱερομάρτυρος ΓΡΗΓΟΡΙΟΥ τοῦ Ε' Πατριάρχου ΚΠόλεως
Ψαλλομένη τῇ 10η Ἀπριλίου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ’ καί ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ Ἀθλοφόρος καλούμενος ἀξίως, ὅτε ὁ Δεσπότης σὲ μάκαρ Γρηγόριε, ὡς ἀγαθὸς προωρίσατο, Ποιμένα θεῖον τῆς Ἐκκλησίας σ’ ἀπεκατέστησε, τότε τὴν πολύφωτον αἴγλην εἰσδέδεξαι, τοῦ Παρακλήτου Πανάριστε, δι’ οὗ λαμπρύνας, ἅπαν τὸ ποίμνιον ἐνθεώτατα, ἀντεβραβεύθης Παναοίδιμε, ὡς οἰκονόμος αὐτοῦ ἀκριβέστατος, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὸ Ἔθνος ἡμῶν. [Δίς].

Ὁ τετρωμένος ἀγάπῃ τῇ τελείᾳ, ὅτε ὁ οὐράνιος ἔρως ἀνέφλεγε, Σοῦ τὴν ψυχὴν Ἱερώτατε, καὶ κατηπείγου, Πάτερ πορεύεσθαι εἰς τὸ στάδιον, τότε τὸν ᾀείμνητον Λόγον ἐξέφηνας, δοῦλος ὑπάρχω τοῦ Κτίσαντος, καὶ διὰ τοῦτο, ὑπὸ χειρῶν ἀνόμων κτανθήσομαι, ἵνα τῇ πράξει ἀληθέστατος, οἰκονόμος φανῶ τοῦ Θεοῦ ἡμῶν, Ὅν ἰκέτευε σῶσαι, καὶ λαμπρύναι τὸ Γένος ἡμῶν.

Συνεσταυρώθης Χριστῷ Ἱερομάρτυς, ὅτε τὸν θεόπνευστον Λόγον ἀνέκραξας, τὸ ἐμὸν Ἔθνος ἐκπτέτωκε, καὶ διὰ τοῦτο, θερμῶς ἐδίψῃς τὴν σωτηρίαν του. Ἐντεῦθεν Γρηγόριε, ἔρωτι θείῳ φλεχθεὶς, ὡς Μωϋσῆς τε διέδραμες, ἐκ γῆς πατρῴας, εἰς Πόλιν ἔφθασας Βασιελύουσαν, καὶ μαρτυρίου διαδήματι, ἐκοσμήθης Χριστῷ προσαγόμενος, Ὅν ἱκέτευε σῶσαι, καὶ ὑψῶσαι τὸ Γένος ἡμῶν.

Δόξα. Ἦχος α΄.
Ὤ τῆς γενναίας, καὶ ἀδαμαντίνου σου ψυχῆς ἀξιομακάριστε Γρηγόριε! Σὺ γὰρ πρὸς τὸν Θεὸν, καὶ τὸν πλησίον, ἀνένδοτον ἔχων τὴν ἀγάπην, ἔλεγες. Οὐκ ἔστι μοι ἄνεσις, ἕως οὗ ἴδω, τὸ ἐμὸν Ἔθνος ἐλεύθερον, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ τῆς πίστεως. Ὅθεν Θείῳ Πνεύματι φλεγόμενος ἐκ Τούτου, τοῦς δυσσεβεῖς Ἀγαρηνοὺς ἠρέθισας, κόσμου σὲ θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστὸν, Ὅν ἱκέτευε λυτρώσασθαι ἐκ τῆς δουλείας αὐτῶν, ἅπαν τὸ Γένος ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβεία Κύριε, πάντων τῶν Αγίων, καί τῆς Θεοτόκου, τήν  σήν  εἰρήνην δός ἡμῖν, καί  ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Δεῦτε τῶν εὐσεβῶν, οἱ Παίδες εὐφρανθῶμεν, ἐν τῆ τοῦ Ποιμενάρχου, μνήμη τοῦ πανενδόξου, δόξαν, Θεῷ προσφέροντες.

Στ. Τίμιος ἐναντίον Κυρίου...
Τέρπου ἡ Ὀδησσὸς, ἡ κεκτημένη σκῆνος, τοῦ νέου Ἱεράρχου, ὅ ἔπεμψε πανσόφως, ἐκ θαλαττίων κόλπων, πρὸς Σὲ ἡ Θεία Πρόνοια.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος...
Ἔθνη τὰ μισαρὰ, Ἑβραίων, καὶ τῆς Ἄγαρ, ἐν Ὀδησσῷ τὴν δόξαν, τοῦ Θείου Ποιμενάρχου, ἴδετε καὶ αἰσχύνθητε.

Στ. Οἱ Ἱερεῖς Σου Κύριε...
Ἵστασο πρὸς Θεὸν, πρέσβυς ὧ Πατριάρχα, ἵνα τὸ γένος σῶζῃ, Ἑλλάδος, δι’ ὅ θῦμα, ὑπὸ ἀνόμων γέγονας.

Δόξα. Ἦχος δ΄.
Ἱερομάρτυς Γρηγόριε, τὸν Δεσπότην Χριστὸν ἐνδυσάμενος, μισθὸν ἐκομίσω τῆς ἱερουργίας τοῦ Εὐαγγελίου Αὐτοῦ, τὸ τελειωθῆναι δι’ αἵματος. Διὸ θῦμα γενόμενος τοῦ οὐρανίου Πατρὸς, ὑπὸ χειρῶν ἀνόμων τῶν Ἀγαρηνῶν, δι’ ἀγχόνης ἐκτάνθης, καὶ ὑπὸ τῶν βδελυρῶν Ἰουδαίων συρθεὶς εἰς τὰς ὁδοὺς,  καὶ ῥύμας τῆς Πόλεως, ἐν τῶ βυθῷ τῆς θαλάσσης ἐῤῥίφθης Ἱερώτατε, καὶ Μάρτυς σεπτὸς ὑπὲρ τῆς πίστεως, καὶ τῆς ἐλευθερίας τοῦ Ἔθνους σου ἐδείχθης. Διὸ πρέσβευε ὑπὲρ τούτου τὸν Θεὸν, Ἀθλητὰ μακάριε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ γαστρός Σου τῆς Ἁγνῆς,…

 Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Εὐλογητὸς εἷ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὸν θεῖον Πατριάρχην ἐνισχύσας, οὐρανόθεν ἐκπέμψας αὐτῷ βοήθειαν, καὶ δι’ αὐτοῦ Ἑλλήνων Ἔθνος ἀνυψώσας, πρὸς προγόνων τὴν εὔκλειαν.
Ἕτερον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ Πελοπόννησος ἡ πολυθαύμαστος, γεννησαμένη σε, Μάρτυς Γρηγόριε, καὶ θρεψαμένη καλλοναῖς, αὐγάζεται τῆς δόξης σου· μᾶλλον δ’ ἡ περίδοξος Ἀθηνῶν πόλις τέρπεται, ἐν τοῖς κόλποις ἔχουσα, τὸ σεβάσμιον σκῆνός σου. Διὸ καὶ γεγηθυῖαι κραυγάζουσι, δόξα Θεῷ τῷ Παντοκράτορι.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακὸν τό Μακάριος ἀνὴρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ και ψάλλομεν Στιχηρά Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Παρανομίας ὁ Ἄναξ, Θεῖε Γρηγόριε, εἰς ὄνειδος ἀγχόνην, κατὰ σοῦ ἑτοιμάζει. Ὁ δὲ τῆς εὐσεβείας θεοφιλὴς Αὐτοκράτωρ εἰς Ὀδησσὸν, μετὰ μεγάλης τε δόξης, καὶ προπομπῆς, ὡς οἰκὸς ἐνταφιάζει σε.

Εἰ καὶ Ἑβραίοις ἐδόθης Παναγιώτατε, καὶ κατὰ γῆς ἐσύρθης, δι’ ἀγάπην σοῦ Ἔθνους, οἰκεῖς ἐν τοῖς ὑψίστοις χαρμονικῶς, Χερουβὶμ ἀναμέσον τε, τὸν ἐπινίκιον ὕμνον τῷ Ποιητῇ, καὶ Θεῷ ἀναμέλπων ᾀεί.

Στίφη βροτῶν ἀθροισθέντα, πανηγυρίσατε, ἡμέραν τὴν ἁγίαν, ἐν ᾖ γέγονε θῦμα, ὁ θεῖος Πατριάρχης ὑπὲρ ἡμῶν, Νέας Ῥῶμης Γρηγόριος, καὶ τὸν Δεσπότην τῶν ὅλων λαμπρᾷ φωνῇ, εὐπρεπῶς δοξολογήσατε.

Δόξα. Ἦχος α΄.
Ὁμοφρόνῳ Πνεύματι, πάντοθεν οἱ χριστοφόρων Ὁρθόδοξοι, ἐν Ὀδησσῷ γηθοσύνως ἀγόμενοι.

Ἦχος πλ. α΄.
Γονυπετοῦντες τὸ σεβάσμιον, καὶ διάσημόν σου σκήνος, εὐσεβοφρόνως ἀσπάζονται.

Ἦχος δ΄.
Οἱ δὲ Ὀρθόδοξοι τῆς Ὀδησσοῦ πολῖται, ἀθρόοι πάντες, ἐν τῇ κηδεύσει παραγενόμενοι.

Ἦχος πλ. β΄.
Τρανῶς τῷ ὄχλῳ τῶ ἑπομένῳ ἐκκραυγάζουσι, τὶ οὕτω σεσίγηται ἡ γλῶσσα πάντων ἡμῶν, ὦ θεόφρονες, καὶ παῤῥησίᾳ οὐ κράζει, μεγαλοφώνως προσφθεγγομένη· Ἱδοὺ ὁ ὑπέρμαχος Ἑλλάδος παραγίνεται;

Ἦχος γ΄.
Ἄρατε χεῖρας, καὶ πάντες εὐχαριστίας ἀπόδοτε, πρὸς τὸν Ἀρχιθύτην ἡμῶν Ποιμένα.

Ἦχος βαρύς.
Διὰ τούτου γὰρ ἡ ποθητὴ ἡμῶν, τῶν πιστῶν σωτηρία γέγονε, ὅν εὐφημῆσαι οὐκ ἰσχύομεν, καὶ ὄντως ἄξιον ὕμνον, ἀπονέμειν οὐ ῥᾴδιον.

Ἦχος δ΄.
Τούτου γὰρ ἡ πολιτεία, ὑπερβαίνει πᾶν ἐγκώμιον.

Ἦχος πλ. δ΄.
Διὸ πάνσεπτε Ἱεράρχα, πρέσβευε διηνεκῶς τῷ ἐν Ὑψίστοις Δεσπότη ἵνα σώζῃ ἀβλαβὲς ἐκ τῶν τυράννων, τὸ εὐσεβέστατον Ἔθνος Σου. Σὲ γὰρ πάντες προστάτην, ἐκείνῳ προσηνέγκαμεν.

Ἦχος α΄.
Ἀκαταπαύστως, καὶ ἀγλαοφανῶς μεγαλύνοντες.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβεία Κύριε,…

Φῶς ἱλαρὸν, τὸ Προκείμενον, τὰ Ἀναγνώσματα.
Παροιμιῶν τό Ἀνάγνωσμα [Κεφ. 10. 7&3, 13-16 & ἐκλογή].
Μνήμη δικαίου μετ' ἐγκωμίων, καί εὐλογία Κυρίου ἐπί κεφαλήν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὗρε σοφίαν, καί θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γάρ αὐτήν ἐμπορεύεσθαι, ἤ χρυσίου καί ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστί λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδέν πονηρόν, εὕγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δέ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γάρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δέ καί ἔλεον ἐπί γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνά γάρ ἐρῶ, καί μακάριος ἄνθρωπος, ὅς τάς ἐμάς ὁδούς φυλάξει. Αἱ γάρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καί ἑτοιμάζεται θέλησις παρά Κυρίου. Διά τοῦτο παρακαλῶ ὑμᾶς καί προΐεμαι ἐμήν φωνήν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγώ ἡ Σοφία κατεσκεύασα βουλήν καί γνῶσιν καί ἔννοιαν, ἐγώ ἐπεκαλεσάμην. Ἐμή βουλή καί ἀσφάλεια, ἐμή φρόνησις, ἐμή δέ ἰσχύς. Ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ, οἱ δέ ἐμέ ζητοῦντες εὐρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δέ ἀπαίδευτοι ἕνθεσθε καρδίαν. Εἰσακούσατέ μου καί πάλιν, σεμνά γάρ ἐρῶ, καί ἀνοίγω ἀπό χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ο λάρυγξ μου, ἐβδελυγμένα δέ ἐναντίον μού χείλη ψευδῆ. Μετά δικαιοσύνης πάντα τά ρήματα τοῦ στόματός μου, οὐδέν ἐν αυτοῖς σκολιόν, οὐδέ στραγγαλιῶδες, Πάντα εὐθέα ἐστί τοῖς νοοῦσι, καί ὀρθά τοῖς εὐρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπίς ὑμῶν, καί πλησθήσεσθε Πνεύματος.

Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα [Κεφ. ΜΓ 9-14].
Τάδε λέγει Κύριος` πάντα τά ἕθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τά ἐξ αύτῆς; Ἤ τά ἐξ ἀρχῆς, τίς ἀκουστά ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αύτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν έν ἡμῖν ἀλλότριος. ‘Υμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὄτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα [Κεφ. Γ 1-9].
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.

Εἰς τήν Λιτὴν, Ἰδιόμελα. Ἦχος α΄.
Χαῖρε, καὶ ἀγάλλου ἅπαν τὸ Γένος τῶν πιστῶν, τοιοῦτον σχὸν ἀθλητὴν, φιλογενῆ καὶ φιλόχριστον, παραδόντα τὸ αἷμα αὐτοῦ τοῖς Ἀγαρηνοῖς δι’ ἀγχόνης. Εὐφραίνου καὶ σκίρτα ἡ Ἐκκλησία τῶν πιστῶν, ἐν τοῖς κόλποις σου ἔχουσα, τὸν ἀληθῶς Ἱεράρχην, Νέον Ἱερομάρτυρα Γρηγόριον, ὡς πρεσβευτήν τῶν ψυχῶν ἡμῶν.

Ὅμοιον.
Θῦμα καθαρὸν, καὶ ἄμωμον ὁλοκάρπωμα, προσηνέχθης τῷ Θεῷ τῶν ὅλων, ὑπὲρ τῆς ἐλευθερίας τοῦ Ἔθνους σου, καὶ τῆς κινδυνευούσης θρησκείας τούτου, νέε Ἱερομάρτυς Γρηγόριε. Διὸ παῤῥησίαν ἔχων, πρὸς Αὐτὸν, ἴλεων ἡμῖν τοῖς ὑμνηταῖς σου ἀπέργασαι, ταῖς σαῖς εὐπροσδέκτοις δεήσεσιν.

Ὅμοιον.
Ἱερομάρτυς τοῦ Χριστοῦ, Πατριάρχα Γρηγόριε, πρόσδεξαι τὰς ἐξ ἀνάγνων χειλέων προσαγομένας σοι εὐφημίας καὶ δεήσεις, καὶ παράσχου ἡμῖν λύσιν τῶν ὀφλημάτων, ταῖς πρὸς Θεὸν μεσιτείαις σου. Ἔχεις γὰρ τὴν παῤῥησίαν ὡς θεράπων γνήσιος Αὐτοῦ, πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων, τὴν σεβάσμιον μνήμην σου.

Ὅμοιον.
Φαιδρύνεται λαμπρῶς ἡ Πατρὶς σου Ἐρύμανθος, καὶ ἅπαν τὸ γένος τῶν Ὀρθοδόξων, ἐπὶ τῆ σῇ μνήμῃ, νέε Ἱερομάρτυς τοῦ Χριστοῦ Γρηγόριε. Τῆς μὲν γὰρ γόνος ὑπάρχεις φύσει, τοῦ δὲ πολιοῦχος θέσει, καὶ φρουρὸς. Ἀλλά καὶ πᾶσα ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, αὐχοῦσα ἐπὶ τοῦτῳ ἀγάλλεται, νέον πρέσβυν σὲ κεκτημένη πρὸς Θεὸν, ἥν ἐν εἰρήνῃ, καὶ εὐσεβείᾳ, ταῖς πρὸς Αὐτὸν εὐπροσδέκτοις ἱκεσίαις σου διαφύλαττε.

Ἦχος β΄.
Τῆς Ἐρυμάνθου γόνος, καὶ βλάστημα κατὰ φύσιν ὑπάρχων Ἱερομάρτυς Γρηγόριε, νῦν δὲ υἱὸς κατὰ χάριν γεγένησαι τοῦ Προανάρχου Πατρὸς, καὶ σύγκληρος τοῦ Συνανάρχου Υἱοῦ, σύμμορφος δὲ τοῦ Παναγίου Πνεύματος, δι’ ἥν ἐδέξω γηθοσύνως ἀγχόνην, ὑπὸ τοῦ δυσσεβοῦς καὶ σκληροῦ Ἀμαλὴκ, διὰ τὴν σωτηρίαν τοῦ Ἔθνους σου, καὶ τὴν διατηρήσιν τῆς ἀμωμήτου θρησκείας τούτου. Διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, τὴν ᾀεισέβαστον μνήμην σου.

Ὅμοιον.
Διὰ τὸ Ἔθνος τῶν Ἑλλήνων ὁ Πατριάρχης Γρηγόριος, Βασιλεῖ παρανόμῳ παρίσταται σήμερον, μυστηριωδῶς ἐκφωνῶν: «Μὴ ὧ εὐσεβεῖς ταραχθῆτε. Ὁ γὰρ θάνατός μου, ἐκ ζυγοῦ μέλλει τοῦτο ἐκλυτρώσασθαι, ἵνα πρὸς τὴν εὔκλειαν τὴν ὰρχαίαν οἱ πιστοὶ ἐπανέλθωσιν».

Ἦχος γ΄.
Σήμερον ἡ κτίσις ὁρᾷ πράγμα φρικτὸν, καὶ ἀνήκουστον· ὅν γὰρ ἡ Ἐκκλησία κοινὸν Ποιμένα κεκτημένη ἐσέβετο, τοῦτον οἱ ἄνομοι, καὶ ἀσεβεῖς Ἰσμαηλῖται, διὰ ἀγχόνης ἐπὶ τοῦ ξύλου ἐκρέμασαν. Κύριε ἐπίβλεψον ἄνωθεν, καὶ μὴ ἀνέχου τοιούτου ὀνείδους, ἀλλὰ φώτισον αὐτοὺς, ὡς τὸ πάλαι τοὺς Βουλγάρους, ἵνα ἀσπαθῶσι τὴν Εὐαγγελικὴν ὁδὸν.

Ἦχος δ΄.
Γένος τὸ παμμίαρον, βδελυρὸν καὶ μισαρὸν, ἐπὶ τάς ῥύμας τῆς Νέας Ῥώμης ὁρᾶται σῦρον σῶμα σεβάσμιον, καὶ ἐν τῷ μυχῷ τῆς θαλάσσης, διὰ λίθον τοῦτο βυθίζον, ἵνα ἐκ παντὸς τρόπου τοῦτο ἀφανισθῆ. Ὅμως ὅπερ πράττουσι πρὸς τοῦτο, ῥυπαρῖαν οὐκ ἐπιδέχεται, ὡς ὁ πανταχοῦ ἐκτεινόμενος Ἥλιος, ἀλλὰ πρὸς τὰ ἔθνη δεικνύουσιν, οἵων δυσσεβῶν τέκνα πέλλουσιν.

Ἦχος πλ. δ΄.
Ἀρχιερέων καὶ Πατριαρχῶν τὸ κλέος, καὶ Νεομαρτύρων τὸ ἀγλάϊσμα, σὺ ὑπάρχεις, Νέε Ἱερομάρτυς Γρηγόριε. Καὶ γὰρ χρίσμασιν ἱερατικοῖς τὸ Πανάγιον Πνεύμα σὲ ἔχρισεν, Πατὴρ τε καὶ Υἱὸς, σῦν Αὐτῷ στέμμασι μαρτυρικοῖς σὲ ἐστεφάνωσε. Καὶ νῦν τῇ Παναγίᾳ Τριάδι παριστάμενος, ἱκεσίαν πρόσαγε ὑπὲρ τοῦ Ἔθνους σου.

Δόξα. Ὁ αὐτός.
Δεῦτε πιστοὶ ἐκπληττόμενοι, ἴδωμεν σήμερον, τὰ τῆς παντοδυνάμου χειρὸς μεγαλεῖα. Ὅν γὰρ ἐν μυχοῖς θαλαττίοις, δυσσεβεῖς καὶ παράνομοι ἔῤῥιψαν, πρὸς τὴν Ὀδησσὸν εὐοδοῖ, καὶ παραδόξως ἐκπέμπει ὁ Ποιητὴς τῆς Κτίσεως, ἐκεῖσε τοῦτον, οἱ εὐσεβέστατοι Ῥῶσσοι, ἐπαξίως κηδεύουσι, δόξαν ἀναπέμποντες τῷ Ποιητῇ τοῦ παντὸς, θησαυροῦ τοιούτου, αὐτοὺς ἀξίους ποιήσαντος.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε...

Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις Ἀσκητικῶν ἀληθῶς.
Χαίροις Ἀρχιερεῦ τοῦ Χριστοῦ, ποιμένων πάντων, ὁ Ποιμὴν ὁ πιστότατος, ὁ χαίρων, καὶ ἑκουσίως ὑπὲρ προβάτων τυθεὶς, τὴν ψυχὴν, ὡς λέγει, ὁ Θεάνθρωπος· πιστῶν χαίροις αὔχημα, εὐσεβούντων ἀγλάϊσμα, τῆς Ἐκκλησίας, ὁ φωστὴρ ὁ πανθαύμαστος, ὁ πρὸς ἅπασαν, σφαῖραν γῆς ἐκτεινόμενος, Μάρτυς ὁ πολυώδυνος, βροτὸς ὁ Ἀσώματος, ὁ ἐν τῷ κόσμῳ βιώσας, καὶ δείξας βίον ἰσάγγελον, τοῦ σώσαντος χαίροις, ἐκ δουλείας τὴν Ἑλλάδα, λύχνος ὁ ἄσβεστος.

Στ. Τίμιος ἐναντίον Κυρίου...
Τέρπου ἐνδεδυμένη λαμπρῶς, ἡ θεία Πόλις Κωνσταντίνου, τὴν σήμερον, ἡ πάλιν ἀξιωθεῖσα, μετὰ αἰῶνας πολλοὺς, ἐπὶ θρόνου πάλιν τοῦ χηρεύοντος, λαβεῖν τὸν Ὑπέρμαχον, εὐσεβείας Γρηγόριον, δι’ οὗ Ἑλλάς τε, τὰς ἁλύσσους ἀπέῤῥιψε, καὶ τὸ ἄπιστον, γένος Ἄγαρ κατήσχυνεν, ἅπασι χλευαζόμενον, εἰς γῆν κιλυνδούμενον, θρηνολογοῦντες, ὡς φθάσαν, εἰς ἀκροτάτην ἀπόγνωσιν, ἧς ῥῦσαι Θεέ μου, τοὺς ἐν πίστει προσκυνοῦντας, τὸ θεῖον Κράτος σου.

Στ. Οἱ Ἱερεῖς Σου ἐνδύσονται δικαιοσύνην...
Ἆρόν σου τὴν φωνὴν ὦ Πατρὶς, τοῦ Γρηγορίου καυχωμένη, εἰς πᾶσαν τὴν οἰκουμένην, τὰς ὑπὲρ νοῦν ἀρετὰς, τοῦ χρυσαυγεστάτου τούτου γόνου σου, ἐν αἷς ὑπὲρ ἄνθρωπον, ἐπὶ γῆς πεπολίτευται, καταλαμπρύνας τῆς σαρκὸς τὴν εὐτέλειαν, καὶ τὸν ἔνδοθεν, οὐχ’ ὁρώμενον ἄνθρωπον,  ὅλον ἀναδειξάμενον, πυρσὸν ἐξαστράπτοντα, πρόσῳ πολλῶν σεβασμίων, ἐν τοῖς σπινθήρσιν ὡς Ἥλιος, καὶ δόξῃ τῇ θείᾳ, ἐντρυφῶντα ἀεννάως, τὴν ἀνεκλάλητον.

Δόξα. Ἦχος πλ. δ΄.
Ὅτε παρέστης τῷ παρανόμῳ Βασιλεῖ, καὶ παρεδόθης εἰς ἀγχόνην παρ’ αὐτοῦ Ἱερομάρτυς Γρηγόριε, αἱ οὐράνιαι δυνάμεις, τοὺς στεφάνους σοὶ ἔπλεκον. Ὅτε δὲ ἐσύρθης ἐπὶ γῆς ὑπὸ τῶν δυσσεβῶν Ἱουδαίων, καὶ ἐν τῇ θαλάσσῃ ἐῤῥίφθης ὑπ’ αὐτῶν, ἀοράτως ἐκεῖναι τῇ κορυφῇ σου τούτους ἐτίθεντο, ἐκβοῶσαι ἀλλήλαις· δόξα Θεῷ τὸ Σὲ Ἱεράρχα διασώσαντι.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Ἀπολυτίκια ἐκ τοῦ Μικροῦ Ἑσπερινοῦ.
          Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Δεῦτε σήμερον πιστοὶ, ᾄσωμεν δόξᾳν τῷ Θεῷ, τῷ ἐκλυτρώσαντι ἡμᾶς, ἀπὸ ζυγοῦ Ἀγαρηνῶν, καὶ πρὸς τήν δόξαν εἰσάξαντι τῶν προγόνων, ἥν ἀναλαβεῖν Ἑλλήνων σύστημα, διψῶν ὁ Ἀθλητὴς, θεῖος Γρηγόριος, ἀναρτηθῆναι σήμερον ὑπέμεινεν, ἐπὶ ἀγχόνης ὡς ἔνοχος· ὅνπερ ἡ πᾶσα, Ἑλλὰς ὀφείλει, ἀκαταπαύστως ὑμνεῖν.
Δόξα. Ἦχος α΄.
Ἡ γῆ σὲ Ἀθλητὰ, οὐ κατέκρυψε Πάτερ, ἀλλ’ ἡ τῶν οὐρανῶν ὑπεδέξατο δόξα, ἠνοίγει σοι Παράδεισος, καὶ τρυφῆς ἡ ἀπόλαυσις, ἡ ἀνέκφραστος, δεδώρηταί σοι παμμάκαρ, ἡς τούς δούλους σου, τούς Σε σεπτῶς εὐφημοῦντας, τυχεῖν καθικέτευε.
Καί νῦν. Θεοτοκίον.
Μαρία ἡ τάς τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, Παρθενίαν καὶ Τόκον, Θεὸν τε, καὶ τὸν ἄνθρωπον, πίστιν τε, καὶ πιστεύουσαν, τοῖς ξενίζουσι, τούτοις καρδίαν ἀνθρώπου, ἡμᾶς ἔνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον Πανύμνητε.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Προετοιμάζου Ὀδησσὸς ἀποδεχθῆναι, τὸν Πατριάρχην, ὁν πρὸς σὲ Θεὸς ἐκπέμπει, ὅτι Τοὺτου γνήσιος λειτουργὸς ἐδείχθη, ἐκ βρέφους, μέχρις ὑστέρας ἀναπνοῆς, τὰ ἴχνη τῆς εὐσεβείας ἀκολουθῶν· οὗ τὸν βίον ἐθαύμασαν, καὶ Ἀσωμάτων χοροὶ, κράζοντες ἐκπληττόμενοι, ὄντως σκεῦος τοῦ Πνεύματος.
Ἕτερον. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτὴρ.
Ὁ μέγας τοῦ Χριστοῦ, Ἱερεὺς τε καὶ θύτης, ὡς θῦμα πρὸς σφαγὴν, ἀπαγόμενος πάντως, οὐδόλως ἐκραύγαζεν, οὔτε ἕλκουσιν ἤχθετο, ἐκμιμούμενος, τὸν ὡς ἀμνὸν σιωπῶντα, πρὸς τὸν κείραντα, καὶ ἑκουσίως παθόντα, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Δόξα. Ὅμοιον.
Ὡς φίλόν σε Χριστοῦ, ὡς θεράποντα θεῖον, ὡς Μάρτυρα πιστὸν, ὡς λαμπρὸν τροπαιοῦχον, ἐν ἄσμασι γεραίρομεν, οἱ πιστοὶ θείαν μνήμην σου, ἵνα λάβωμεν, ἁμαρτημάτων τὴν λύσιν, ταῖς πρεσβείαις σου, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις, καὶ βίου διόρθωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ μέγας ἐν σμικρῷ, κόσμος τοῦ Κοσμοπλάστου, Σὺ πέλεις Μαριὰμ, κορωνὶς χρησμῶν θείων, βυθὸς ὁ ἀνερμήνευτος, ἀκενώτου κενώσεως, ἐξεικόνισμα, τῆς ψυχικῆς εὐπρεπείας, θεοσφάγιστος, βίβλος τῶν θείων κριμάτων, Πηγὴ χαριτόβρυτε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μαινομένων τὸ πάλαι Ἀγαρηνῶν, ἐναντίον Ἑλλήνων τῶν εὐσεβῶν, γενναίως ἐκραύγαζεν, ὁ θεόφρων Γρηγόριος· Ὁμογενεῖς θαρσεῖτε, καὶ μὴ δειλιάσητε, τῶν ἀσεβῶν τὰ τέκνα, ἡμᾶς κὰν διώκωσιν, ἀλλ’ ὁ Παντοκράτωρ, ἐν Ὑψίστοις καλάμω, ἀπόφασιν ἔγραψεν, ἐκ ζυγοῦ τὸ ὀρθόδοξον, αὐτοῦ γένος λυτρώσασθαι, ἵνα ἴδη τὰ σύμπαντα, τἠν κραταιὰν αὐτοῦ δύναμιν, καὶ πιστῶσῃ, ὡς μόνον Αὐτὸν Παντοδύναμον.
Ἕτερον. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτὴρ.
Θαυμάσιος ποιμὴν, εὐσεβῶς ἀνεδείχθης, Μαρτύρων ὁ στεῤῥὸς, Ἱεράρχα Παμμάκαρ, ἐκπλήττει γὰρ ἅπαντας, ἡ ἀγχόνη σου πάνσεπτε, ἥν ὑπέμεινας, ὑπὲρ τοῦ Ἔθνους σου τότε, ὡς στεῤῥόψυχος, καὶ γνωσιώτατος λάτρης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Δόξα.
Βασάνων ἀλγεινὴν, ἀνδρικῶς ὑπομείνας, τὴν ἄπονον ζωὴν, ἐκομίσω Παμμάκαρ Γρηγόριε ἔνδοξε, ἀθλητῶν ἐγκαλλώπισμα. Ὅθεν σήμερον, ἡ τῶν πιστῶν Ἐκκλησία, ἑορτάζουσα, τὴν σὴν πανίερον μνήμην, ἐνθέως ἀγάλλεται.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς.
Καθάπερ μόνος ὁ Υἱός Σου Παρθένε, τὴν τετραγράμματον ἐπλούτησε κλῆσιν, τὴν Κτίσιν ἀκοινώνητον, ἁπάσῃ, καὶ φρικτήν, οὕτω Σὺ ἐπλούτησας, Μόνη Ἄχραντε Κόρη, Θεοτόκου ὄνομα, ἀληθῶς, καὶ κυρίως. Καὶ Σὺ γὰρ μόνη τέτοκας Θεὸν, ἐν ἀληθείᾳ ὑπὲρ πᾶσαν ἔννοιαν.

Οἱ Ἀναβαθμοὶ. Τό α’ἀντίφωνον  τοῦ δ’ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς Ἑαυτοῦ μαθηταῖς. Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων... [Ὅρα 6 Νοεμβρίου].
Ὁ Ν΄ Ψαλμὸς.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελλον. Στ. Ἐλεήμων, ἐλέησον με ὁ Θεὸς...
Μιμούμενος τὸν ἐπὶ ξύλου κρεμασθέντα Χριστὸν τὸν Θεὸν ἡμῶν, νέε Ἰερομάρτυς Γρηγόριε, ἐπὶ ξύλου ἀπαγχονισθεὶς, μετέωρος ἐκρέμασο, καὶ πρὸς Αὐτὸν ἀναδραμὼν, γηθοσύνως, τὸν τῆς νίκης στέφανον ἀνεδέξω, καὶ τοῖς ἀπ’ αἰῶνος Ἁγίοις συναγαλλόμενος, πρέσβευε ὑπὲρ τῶν πίστει, καὶ πόθῳ τελούντων, τὴν πανένδοξον μνήμην σου.

Ὁ Κανὼν τοῦ Ἁγίου. Ὠδὴ α΄. Ὠδὴν ἐπινικίον.
Συνάχθητε σήμερον, ἐκ τῶν περάτων, Ἑλλάδος οἱ γνήσιοι, καὶ πανηγυρίσατε περιχαρῶς σὺν ἡμῖν, ἐν τῇ πανσέπτῳ ἑορτῇ τοῦ Πατριάρχου ἡμῶν.

Σὲ θεῖε Γρηγόριε, Ἑλλὰς ἡ πᾶσα, γνωρίζει ὑπέρμαχον, καὶ σωτῆρα κράζει σε, θυσιασθέντα ὑπὲρ αὐτῆς πανηγυρίζουσα.

Πατρὶς ἡ Ἐρύμανθος, τοῦ Πατριάρχου, μεγάλως εὐφράνθητι, ἐπὶ τὴν πανένδοξον μνήμην γόνου τοῦ σοῦ, εἰς γὰρ τὴν ὑφήλιον, νῦν μακαρία σὺ εἶ.

Θεοτοκίον.
Τό φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων Ἄχραντε τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ τὰ μεγαλεῖά Σου.

Ὠδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Σμύρνη, καὶ Πάτμος, σὺν τῷ Ἄθωνι, πανταχοῦ ὑμεῖς ἐκφωνήσατε, τὰς ἀνεκφράστους ἀρετὰς τοῦ Πατριάρχου, δι’ ὦν ἔλαμψεν, ὡς ἄλλος παμφαέστατος Ἥλιος.

Ἐνδεδυμένος ὁ Γρηγόριος, τῶν Πατριαρχῶν τὸ πανάγιον ἄμφιον, ὡς ὁ Ἀαρὼν τῷ Θεῷ εὐηρέστησε, πληρωτὴς Εὐαγγελίου, δειχθεὶς ἀκραιφνέστατος.

Αἱ τρεῖς ἐν θρόνῳ ἀναβάσεις σου, θεῖε Πατριάρχα εἰκόνιζον, ὄντως τὴν σὴν προφητικῶς, τριημερονύκτιον ἀνάρτησιν, δι’ ἧς γένος Ὀρθοδόξων, τὸν ζυγὸν ἀπετείναξε.

Θεοτοκίον.
Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἁγνὴ, τὴν φρικτὴν τοὺ Υἱοῦ Σου ὅλως δέδοικα. Σπεῦσον, σῶσον πρὸ τοῦ τέλους, Ἀγαθὴ τὸν ἱκέτην Σου.

Καθίσματα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτὴρ.
Ἐπέλαμψεν ἰδοὺ, ἡ ἁγία ἡμέρα, τῆς θείας ἑορτῆς, τοῦ σοφοῦ Πατριάρχου, ἡρώων ἀπόγονοι, εὐσεβέστατοι Ἕλληνες, ταύτην σήμερον, περιχαρῶς ὁμοῦ πάντες, ἑορτάσωμεν, τῆς γὰρ ἡμῶν σωτηρίας, ἡ πρόξενος γέγονε.
Ἕτερον.
Ἀδάμας ὡς στεῤῥὸς, ὡς ἀκλόνητος πύργος, ὡς ἄκμων ἀκαμπὴς, προσβολαῖς τῶν ἀνόμων, ὑπήνεγκας Γρηγόριε, καὶ οὐδόλως εἰδέδεξαι, τὴν ἀσέβειαν, τὴν δὲ Ὀρθόδοξον πίστιν, ἀνεκήρυξας, ἐν τῷ σταδίῳ γενναίως, διὸ σὲ γεραίρομεν.
Δόξα.
Ὁ βίος σου λαμπρὸς, καί θεάρεστος ὤφθη, τὸ τέλος ἱερὸν, καὶ μακάριον ὄντως, τοῦ θείου δὲ λειψάνου σου, ἡ ἐπάνοδος γέγονε, μεγαλόδοξος, καὶ θαυμασία ἐν κόσμῳ, Ἱερώτατε, καὶ Ἁγιώτατε Πάτερ, ἥν πόθῳ ἑορτάζομεν.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, Παρθένος Ἀειπάρθενος, μετὰ τόκον διέμεινας. Ὅθεν δέομαι, ὡς Βασιλὶς τῶν Παρθένων, παρθενεύειν με, νοΐ, ψυχῇ, σώματί Σε, ἐνίσχυσον Δέσποινα.

Ὠδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ἀγάλλου Νέα Ρώμη, καὶ σὺ νὺν μεθ’ ἡμῶν, ὁ γὰρ λαμπρύνας θρόνον Πατριαρχῶν, ἐν ταῖς τοῦ Κτίστου θείαις, αὐλαῖς χοροβατῶν, ἡμᾶς νῦν περισκέπει, ἐξ ἀοράτων καὶ ὁρατῶν ἐχθρῶν.

Μετὰ τῶν κορυφαίων, Συνόδου τε τῆς σῆς, τὸν ἐν Ὑψίστοις καθικέτευε Δεσπότην, ὑπὲρ τῶν ἐκτελούντων, τὴν παναγίαν μνήμην σου.

Οἱ Ἄγγελοι τὸ πνεῦμα, κατέχοντες τὸ σὸν, σήμερον χορεύουσιν, ἐπὶ τῶν οὐρανῶν, ἡ δὲ χορεία τῶν Ὀρθοδόξων, ἐγκεκτημένη τὸ ἱερὸν καὶ θεῖον σκῆνός σου, στέμμασιν ἐπαίνων λαμπρῶς εὐφημεῖ.

Θεοτοκίον.
Παρθένε Παναγία, Ἀμόλυντε Σκηνὴ, μολυνθέντα πταίσμασι, καθάρισόν με νῦν, καὶ δός μοι χεῖρα βοηθείας, ἵνα κράζω· δόξα Σοι Ἀγνὴ Θεοδόξαστε.

Ὠδὴ ε΄. Τὸν φαεινὸν.
Συνεφρανθῶμεν οἱ Ὀρθόδοξοι ἅπαντες σήμερον, ὁ Πατριάρχης γὰρ ἡμῶν, κατήσχυνε τὸ ἄθεον φρύαγμα, τῆς Ἄγαρ, θυσία γενόμενος.

Ποιμὴν πιστότατος ὁ Γρηγόριος, τοῦ Ἀρχιποίμενος ἐνδέδεικται, κληρωσάμενος σήμερον, τῶν πρωτοτόκων ἐν οὐρανῷ τὰ οἰκήματα, τὴν Ἑλλάδα λυτρωσάμενος ἐκ τῆς δουλείας, διὸ φαιδρῶς μακαρίσωμεν.

Θεοτοκίον.
Λιμένα εὔδιον, καὶ ἀπόρθητον τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν Σου Πανύμνητε ἐν περιστάσεσι, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.

Ὠδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ἐν ἀγχόνῃ κρεμασθεὶς, ὁ σοφώτατος Ποιμὴν, τῆς Ἑλλάδος τὸν ζυγὸν, ἀπετείναξε χαμαὶ, καὶ ἔφερεν, εἰς τὴν ἀρχαίαν δόξαν, τὸ Ἔθνος αὐτοῦ.

Ἰουδαίων δυσσεβῶν, οἱ παράνομοι λαοὶ, εἰ καὶ σύρουσιν ἐν γῆ, Πατριάρχην τὸν κλεινὸν, δεικνύουσιν, οἵους τοιούτους, ἔσχον Προπάτορας.

Βασιλεὺς φιλευσεβὴς, ἐν τῇ πόλει Ὀδησσῷ, σὲ κηδεύει ὡς εἰκὸς, τὸν ὑπέρμαχον πιστῶν, ἀποδιδοὺς δόξαν τῷ Κτίστῃ, καὶ Τρισηλίῳ Θεῷ.

Θεοτοκίον.
Ἐκ παντοίων πειρασμῶν, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας εἰς Σὲ, Πανύμνητε, ταῖς Σαῖς πρεσβείαις, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀθροισθέντες ἅπαντες, γνήσιοι παῖδες, τῆς Ἑλλάδος σήμερον, ἐπὶ τὴν πόλιν Ἀθηνῶν, τὸν Πατριάρχην Γρηγόριον, ἄσμασι θείοις, λαμπρῶς ἑορτάσωμεν.
Ὁ Οἶκος.
Τὴν τῶν προγόνων ἐκποθῶν δόξαν, ὁ Πατριάρχης ἀναλαβεῖν τὸ Ἔθνος τὸ τῆς Ἑλλάδος, ἐν τῇ ἀγχόνῃ ἀναρτηθῆναι ὑπέμεινεν, ὑπὸ γένους ἀσεβοῦς, ἀθῶος ὡς ἔνοχος. Τοῦτον οὗν ὁ εὐσεβείας κλάδος Αὐτοκράτωρ δεξάμενος, ἐπαξίως ἐνταφιάζει ἐν πόλει τῆς Ὀδέσσης. Ὅθεν οἱ δι’ αὐτοῦ λυτρωθέντες Ἕλληνες ὑπὸ τοῦ σκληροῦ ζυγοῦ, καὶ σήμερον πάντες ἐν τῇ ἑορτῇ αὐτοῦ συναθροισθέντες, ἄσμασι θείοις, λαμπρῶς ἑορτάσωμεν.

Συναξάριον.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Ε΄ τοῦ νέου Ἱερομάρτυρος, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, καὶ Οἰκουμενικοῦ Πατριάρχου, τοῦ δι’ ἀγχόνης μαρτυρήσαντος ἐν αὐτῇ, τὸ ἔτος 1821, ὑπὲρ τῆς ἐλευθερίας τοῦ εὐσεβοῦς Πανελληνίου, ἐπὶ τῆς Βασιλείας τοῦ Ἀσιάτου Σουλτάνου Μαχμούτη.

Στίχοι.
Ἐν ἀγχόνη κὰν τέθνηκας Πατριάρχα,
ὅμως γε ἀεὶ ζῆς ἐν Ἐδὲμ τῇ θείᾳ.
Τῇ δεκάτῃ Πατριάρχης
θῦμα γέγον’ οὕνεκα Ἔθνους.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Ἡ κάμινος Σωτῆρ ἐδροσίζετο.
Παρίσταντο οἱ Ἄγγελοι ἄνωθεν, ὁρῶντές σε ὑψόθεν γηθόμενοι, θεόφρον Γρηγόριε, ὅτε καρτεροθύμως, ἐν τῇ ἀγχόνῃ ἐκρέμασο.

Αἱ τάξεις τῶν Μαρτύρων ἠγάλλοντο, ὡρῶσαι ἐν ὑψίστοις ἐρχόμενον, μετὰ θριάμβου τὸ Πνεῦμὰ σου, τὸν σὸν παμμάκαρ Γρηγόριε.

Ὁ θείος Πατριάρχης ἐκραύγαζεν, ὅς ἐν οὐρανοῖς νῦν ἀνέρχεται, ἄρατε οὗν τὰς πύλας, καὶ τοῦτον πάντες δεξώμεθα.

Θεοτοκίον.
Ἱκέτευε ὅν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνον τῇ φύσει ὑπάρχοντα, Θεογεννήτωρ σῶσαι, τὰς ψυχὰς τῶν ὑμνούντων Σε.

Ὠδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Τὴν πόλιν ὦ Ἕλληνες, νῦν τε τῆς Ὀδησσοῦ, κοινῶς περιέλθωμεν, ὅπως σὺν τοῖς ἐκεῖ, ἐν τῇ τοῦ Ποιμενάρχου πανσέπτῳ ἑορτῇ, λίαν εὐφρανθῶμεν, Θεῷ εὐχαρίστουντες.

Ζωὴν βιωσάμενος ἐν γῇ ἀγγελικὴν, ὁ θεῖος Γρηγόριος, οἰκεῖ ἐν οὐρανοῖς, καὶ ἐντρυφᾷ δόξῃ, ὄντως τε ἄψευδεῖ, ἐστεφανωμένος, ᾀειθαλεὶ στεφάνῳ.

Ὅν σκήνος ἐκήδευσεν εἰκότως τε τὸ σὸν, θεῖον Αὐτοκράτορα, ἐν πόλει Ὀδησσῶ, πρεσβεῖαις σαῖς φρούρει Γρηγόριε σοφὲ, ὅτι τῆς Ἑλλάδος, ὑπέρμαχος ὑπάρχει.

Θεοτοκίον.
Ὁ τόκος Σου ἔθλασε πανύμνητε Ἁγνή, τὴν κεφαλὴν τοῦ δράκοντος· κρημνίσας γὰρ δολερῶς τὴν Εὔαν ἀπάτῃ, συνέσυρεν ἅπαν τὸ γένος τῶν ἀνθρώπων, εἰς τὴν παρανομίαν.

Ὠδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις Γρηγόριον τὸν θεῖον.
Κατὰ τῶν νῦν δὲ ποθούντων, τὴν τυραννίαν Ἑλλάδος, τὴν ἀρὰν τὴν σὴν σοφὲ, βραδέως ἐκπέμψης, ὅπως βιοῦντες σὺν αὐτῇ, καὶ τῷ νῦν αἰῶνι, καὶ μέλλοντι, ὑποστῶσι τιμωρίας τὰς πρεπούσας, ὡς ἐχθροὶ τῶν εὐσεβῶν.

Μεγάλυνον ψυχή μου, τὸν τῆς Ἐκκλησίας ὑπέρμαχον φωστῆρα.
Ἄνωθεν πέμψον παμμάκαρ, τοῖς Βασιλεῦσι τοῦ Ἔθνους, τὴν εὐλογίαν νῦν τῆν σῆν, ὅπως μετὰ εἰρήνης, τοὺς χριστοφόρους εὐσεβῶν, λαοὺς ἑκάστοτε ποιμαίνουσιν, ὑπὲρ ὧν ἐν τῷ ξύλῳ κατεκρίθης, δι’ ἀγχόνης τε θανεῖν.

Μεγάλυνον ψυχή μου, τὸν ἐκ Δημητσάνης Γρηγόριον τὸν νέον.
Λοιπὸν, κλεινὲ Πατριάρχα, αἴτησαι λύσιν δοθῆναι, ἁμαρτημάτων τῶν πολλῶν, καὶ ἐμοὶ τῶ σῷ λάτρῃ, ὅπως σωζόμενος ὑμνῶ, τὸν μόνον ἕνα Θεὸν ἀχώριστον, ἐν τρισὶ τοὶς Προσώποις τε Πατέρα, καὶ σὺν Πνεύματι Υἱόν.

Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν Ἄνω Στρατευμάτων.
Ἁγνὴ τὸ φῶς ἡ τεκοῦσα, ἐσκοτισμένον με πάσαις, ταῖς προσβολαῖς τοῦ πονηροῦ, καὶ κακίαις ἁπασαις, καὶ παροργίζοντα Θεὸν, Πανάμωμε φώτισον, ὁδηγοῦσα πρὸς καλὰς ἐργασίας, ὠς αἰτία οὗσα, πάντων τῶν καλῶν.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.
Δόξαν δῶμεν οἱ πιστοὶ, τῷ ἐν προσώποις τοῖς τρισὶ, μόνῳ Θεῷ Παμβασιλεῖ, τῷ ἐκλυτρώσαντι ἡμᾶς, διά τῆς ἀναρτήσεως, Πατριάρχου τοῦ θείου, ἐκ τοῦ ζυγοῦ τῶν Ἀγαρηνῶν.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς Δημητσάνης ὁ γόνος, καὶ καύχημα τῆς Ἑλλάδος, Γρηγόριε Ἱερομάρτυς, τῆς Ὀδησσοῦ πολιοῦχε, τοὺς ἐκτελοῦντάς σε σκέπε, τὴν σὴν πανίερον μνήμην.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Χορεύει, καὶ ἀγάλλεται, τὸ γένος τὸ Ὀρθόδοξον, ἐν τῇ φαιδρᾷ πανηγύρει, τοῦ Ἐθνομάρτυρος τούτου, ὅστις εἰς κλῆρον ἔλαχε, τὸν τῆς ἀγχόνης θάνατον, ὑπὲρ Πατρίδος πασχοῦσης, καὶ πίστεως Ὀρθοδόξου.
Θεοτοκίον.
Μαρία Κυριώνυμε, Σῇ μεσιτείᾳ πάντοτε, μὴ διαλείπης χρωμένη, πρὸς τὸν ὅν ἔτεκες Κόρη, ὑπὲρ Σῶν δούλων Πάναγνε, τῶν ὑμνητῶν τοῦ τόκου Σου, καὶ γὰρ ἱσχύεις Παρθένε, ὅσα καὶ βούλει ποιῆσαι, ὡς Μήτηρ τοῦ Βασιλέως.

Αἴνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Σήμερον χεῖρας κροτούσα, πανηγυρίζει φαιδρῶς, ἡ τῶν πιστῶν χορεία, καὶ σεμνύνεται πᾶσα, τὴν μνήμην Γρηγορίου τοῦ ἱεροῦ, καὶ τιμᾷ τὴν ἀγχόνην αὐτοῦ, ἥν ἐδέξατο ἀσμένως ὑπὲρ Χριστοῦ, τοῦ Νυμφίου τ’ ὡς πολύαθλος.

Τῶν φιλεόρτων τὰ πλήθη, δεῦτε συνδράμωμεν, καὶ μνήμην τὴν φωσφόρον, Γρηγορίου τοῦ νέου, κροτήσωμεν ἐν ὕμνοις χαρμονικῶς, τὸν Σωτῆρα δοξάζοντες, τὸν θαυμαστώσαντα τοῦτον ἐν οὐρανοῖς, καὶ ἐν γῇ, ὡς μέγαν Ἥλιον.

Τῆς Ἀρχιφώτου Τριάδος, νῦν ἐλλαμπόμενος, θεουργικαῖς ἀκτίσι, Πατριάρχα γενναῖε, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων σου, τὴν παναοίδιμον μνήμην, καὶ ἐκ ψυχῆς, σεβαζόντων σου τὴν ἄθλησιν.

Ἡδέα κόσμου, καὶ κόσμον πάντα, κατέλιπες Γρηγόριε ἐμφρόνως, Μωϋσέως τῷ ξύλῳ, καὶ γὰρ τὴν κακουχίαν τῶν ἡδονῶν, Ἱεράρχα προέκρινας καὶ τὸ θανεῖν ὑπὲρ πίστεως ἤ τὸ ζῆν, καὶ Πατρίδος προετίμησας.

Δόξα. Ἦχος πλ. α΄.
Τὸν Οἰκουμενικὸν Πατριάρχην, καὶ νέον Ἱερομάρτυρα Γρηγόριον, τὸν ὑπὲρ τῆς ἐλευθερίας τοῦ Ἔθνους αὐτοῦ, καί τῆς κινδυνευούσης θρησκείας τοῦ Χριστοῦ, γενναίως ὑπεραθλήσαντα, δεῦτε εὐφημήσωμεν λέγοντες. Χαίροις, ὦ ψυχὴ ἀδαμάντινε, ὁ ἀνυψώσας καὶ δοξάσας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ διὰ τοῦ μαρτυρίου σου. Χαίροις, ὦ τοῦ Δεσπότου Χριστοῦ, γνησιώτατος μαθητὴς, καὶ Ἀρχιερεὺς ἱερώτατος. Χαίροις, ὁ ποιμὴν ὁ καλὸς, ὁ τυθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἀπαγχονισθεὶς δι’ αὐτὰ, ἐν τῆ Νέᾳ Ρώμῃ τῶν Ἑλλήνων, ὑπὸ τῶν ἀσεβῶν Ὀθωμανῶν, μείνας ἀπηωρημένος τριημερονύκτιον, καὶ ὑπὸ τῶν βδελυρῶν Ἰουδαίων συρθεὶς ἐν ταῖς ῥύμαις αὐτῆς, ἐν τῇ θαλάσσῃ ἐβυθίσθης ὑπ’ αὐτῶν τῶν δυσσεβῶν, ὅπως ἐξαφανισθῃ τό ἱερώτατον σῶμά σου. Χαίροις τῆς Ἑλλάδος τὸ καύχημα, καὶ τοῦ Πανελληνίου τὸ ἀγλάϊσμα. Διὸ ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ἐκτελούντων τὴν ᾀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομὲν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῤαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος ᾠδὴ γ΄ καὶ τῆς ἑορτῆς ἤ ἡ στ΄ ᾠδὴ τοῦ Ἁγίου.
Ἀπόστολος. Πρὸς Ἐβραίους Ἐπιστολὴ Παύλου: Ἀδελφοὶ, τοιοῦτος ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς, Ὅσιος, ἄκακος, ἀμίαντος... [Ὅρα 13/11].
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς, ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου... [Ὅρα 30/1].

Μεγαλυνάρια.
Βασιλεὺς παράνομος τὸν κλεινὸν, κρεμᾶ Πατριάρχην, ἐν τῷ ξύλῳ παραφρονῶν, Βασιλεὺς δὲ πάλιν, φιλευσεβὴς δὲ τοῦτον, δεχόμενος κηδεύει, εἰς γῆν Ὀρθόδοξον.

Τῆς Πελοποννήσου θείος βλαστὸς, καὶ τῆς Ὀρθοδόξου Ἐκκλησίας ὁ θησαυρὸς, καί τοῦ Πανελληνίου, τὸ καύχημα τὸ μέγα, Πατριαρχῶν τὸ κλέος, νέε Γρηγόριε.

Δεῦτε εὐφημήσωμεν οἱ λαοὶ, τὸν θεῖον Ποιμένα, καὶ ὑπέρμαχον τῶν πιστῶν, τὸν ὑπὲρ τοῦ Ἔθνους, καὶ τῆς Ὀρθοδοξίας, ἐν ξύλῳ ἠρτηθέντα, ὡς ὁ Δεσπότης Χριστὸς.

Τὸν φωστῆρα πάντες τὸν φαεινὸν, τὸν ἐκ Δημητσάνης, ἀπαστράψαντα αἰσθητῶς, ποιμένων τὴν δόξαν, καὶ κλέος τῶν Μαρτύρων, Γρηγόριον τὸν νέον, ὕμνοις τιμήσωμεν.

Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, καὶ τοῦ Πανελληνίου, ἀπροσμάχητον βοηθὸν, φύλακα καὶ ῥύστην, τῶν ἐπικαλουμένων, Γρηγόριον τὸν νέον, πάντες ὑμνήσωμεν.

Τοῖς Ἱερομάρτυσι καὶ σεπτοῖς, θεῖοις Ἱεράρχαις, συγχορεύων ἐν οὐρανοῖς, Γρηγόριε μάκαρ, Ὁσίοις καὶ δικαίοις, καί πάσι τοῖς Ἁγίοις, ἡμῶν μνημόνευε.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου