Ἀκολουθία Ὁσίου ΜΕΛΕΤΙΟΥ τοῦ ἐν Κιθαιρώνι
Ψαλλομένη τῇ 1η
Σεπτεμβρίου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Θεωρὸς ἐγένου τὸ νοΐ, νοερῶν δυνάμεων, ὡς πρακτικὸς θεῖα λόγια,
διατιθέμενος, ἐν σῇ καρδίᾳ, ἐν ᾗ καὶ ἀνάβασιν, ὡς κλίμακα ἐστήριξας Ὅσιε, θεῖε
Μελέτιε, καὶ πρεσβεύεις πρὸς τὸν Κύριον, ὑπὲρ πάντων ἡμῶν τῶν ὑμνούντων σε.
Μελέτιε Ὅσιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑφ’ οὗ
ῥωννύμενος, τὴς σαρκὸς τὰ πάθη, τῷ λόγῳ ὑπέταξας, τὸ χεῖρον ὑποτάξας τῷ
κρείττονι, ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Πάτερ Μελέτιε φωστήρ, καθωράθης ἥλιος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων
λάμψεσι καὶ ἐνθέων ἔργων, καὶ διδασκαλίαις σου, καρδίας τῶν πιστῶν κατελάμπρυνας,
δι’ ὅ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πάθη θεραπεύεις χαλεπά, ἀπελαύνεις δαίμονας, ἐκ τῶν πιστῶν θείᾳ χάριτι
μάκαρ Μελέτιε, μοναστῶν τὸ κλέος, ἀσκητῶν τὸ καύχημα, καὶ χάριτος Θεοῦ τὸ
θησαύρισμα, πρὸς Ὅν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῇ ἀπαύστῳ καὶ θερμῇ
πρεσβείᾳ σου.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιποθήσας, καὶ ἐπιμελῶς ταύτην
ἐξασκήσας, ὄργανον ἐγένου τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ Αὐτοῦ λαβὼν τῶν
θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν μὲν τῶν κάτω ἡδέων,
ἐφίεσθαι δὲ τῶν ἄνω ὑπερκοσμίων, ἔνθεν τῷ θείῳ φωτὶ καθαρώτερον λαμπόμενος,
φώτισον καὶ ἡμῶν τῆς ψυχῆς τὰ ὄμματα, Μελέτιε θεῖε, ψαλμικῶς κραυγαζόντων, ὅπως
μὴ ὑπνώσωμεν ἐν ἀμαρτίαις εἰς θάνατον.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, ὦ Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην Σου.
Ἀπόστιχα. Ἦχος γ΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Ὤφθης ἐκ μητρικῶν, σπαργάνων θεοφόρε, ἡγιασμένον σκεῦος, πάτερ ἡμῶν καὶ
οἶκος, τοῦ Παναγίου Πνεύματος.
Στ. Ὑπομένων ὑπέμεινα...
Πρέσβευε ἐκτενῶς, ὑπὲρ τοῦ σοῦ ποιμνίου, Μελέτιε τρισμάκαρ, ῥυσθῆναι τῶν
παγίδων, ἐχθροῦ τοῦ πολεμήτορος.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας
μου...
Ἔλλαμψας ἐν ἡμᾶς, τοὺς πίστει ἐκτελοῦντας, τὴν μνήμην σου θεόφρον, καὶ σῴζε
τοὺς οἱκέτας, ἐκ πασῶν τῶν θλίψεων.
Δόξα. Τριαδικόν.
Ὦ Τριὰς Ἁγία, Πατὴρ, Υἱὸς καὶ Πνεῦμα, ἐκλύτρωσαι τοὺς δοῦλους, πρεσβείαις
Μελετίου, ἐχθροῦ τοῦ πολεμήτορος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα ἀγαθή, τὰς Σὰς ἀχράντους χεῖρας, πρὸς τὸν Υἱόν Σου ἆρον, διδόναι
μοι τὴν λύσιν, καὶ τῶν κακῶν διόρθωσιν.
Ἀπολυτίκιον. Ἦχος α΄.
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς
πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων
ἐν σώματι, Μελέτιε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος δ΄.
Ὡς ἔσαρκος Ἄγγελος, καὶ ὑπηρέτης Χριστοῦ, ὡς ἔνθεος ἄνθρωπος καὶ ἀσκητῶν
καλλονή, Μελέτιε Ὅσιε, χάριτας θεοδότους, ἐκομίσω διώκειν, πνεύματα πονηρίας,
καὶ νοσοῦντας ἰᾶσθαι, δι’ ὅ καὶ ἡ σεπτή σου σορὸς βρύει ἰάματα.
Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος β΄.
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ
θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε,
φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου,
καὶ σῶσον ἡμᾶς.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα
ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ’
ἑκάστην ἡμέραν, βοήσωμεν τῷ κτίστῃ Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν
ἐπιούσιον ἄρτον δίδου ἡμῶν, παρορῶν ἡμῶν τὰ πταίσματα.
Τῆς Παναγίας Τριάδος τὸ ἐνδιαίτημα, τῶν μοναστῶν τὸ κλέος, τὴν πηγὴν τῶν
θαυμάτων, Μελέτιον τὸν μέγαν ὑμνήσωμεν νῦν, ἱεροῖς μελωδήμασι, καὶ τῷ Δεσπότῃ
βοήσωμεν ταῖς αὐτοῦ, ἱκεσίαις Σῶτερ σῶσον ἡμᾶς.
Νοῦν πρὸς Χριστὸν Πάτερ ἔχων, ἔβλεπες ἄνω ἀεί, καὶ ἐν γῇ παρῴκεις, ἀλλ’
οὐδὲν ἐκωλύουν, νοΐ καθαρωτάτῳ, καὶ ἀκλινῶς τὸν Θεὸν ἐνοπτρίζεσθαι· ὅν νῦν
τρανώτατα βλέπων ὑπὲρ ἡμῶν, καθικέτευε Μελέτιε.
Σῷζε τὸ ποίμνιον Πάτερ ἀδιαλώβητον, ὅπερ πολλοῖς ἱδρῶσι συνεστήσω καὶ
πόνοις, καὶ θραῦσον τῶν σκανδάλων τοῦ πονηροῦ τὰ δεινὰ μηχανήματα· πάσας τε
τούτου βιαίας στραγγαλιάς, ἁγιώτατε Μελέτιε.
Ἕτερα. Πανεύφημοι Μάρτυρες.
Ὁ θεῖος Μελέτιος πιστοί, ἀρετῶν λαμπρότησι, τῶν μοναστῶν τὰ συστήματα,
εὐφραίνει ἅπαντα, τῷ οἰκείῳ βίῳ, καὶ θαυμάτων χάρισι πλουτίζει τοὺς πιστούς,
πλοῦτον ἄσυλον· ὅν ἱκετεύσωμεν, τοῦ πρεσβεύειν πρὸς τὸν Κύριον, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ὁ θεῖος Μελέτιος φωστήρ, τοῦ Ἁγίου Πνεύματος, καταυγασθεὶς τὴν διάνοιαν,
φωτοειδέστατα ἐν νυκτὶ τοῦ βίου, λαὸν περιούσιον, πρὸς φῶς καθοδηγῶν τὸ
ἀνέσπερον, τούτῳ ἑπομένοι, τῶν παθῶν τὸ σκότος φύγωμεν καὶ ἡμέρας υἱοὶ
χρηματίσωμεν.
Ὁ θεῖος Μελέτιος Χριστοῦ, μελετήσας ἄριστα, νόμον Θεοῦ τὸν σωτήριον, ξύλῳ
παρείκασται, τῷ πεφυτευμένῳ, ἐν αὐλαῖς Θεοῦ ἡμῶν, ὑδάτων μυστικῶν τῶν τοῦ
Πνεύματος, καταρδευόμενος ἀειζῴων καὶ παρέχοντι καρπὸν ὤριμον εὐπρόσιτον.
Πάτερ Μελέτιε φωστήρ, καθωράθης ἥλιος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων
λάμψεσι, καὶ ἐνθέων ἔργων, καὶ διδασκαλίαις σου, καρδίας τῶν πιστῶν
κατελάμπρυνας, δι’ ὅ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί, φησὶ τὸν θεῖον λόγον·
συνελθόντες οὖν φιλέορτοι, χαρμονικῶς καὶ ἡμεῖς ὕμνοις Μελέτιον ἐγκωμιάσωμεν
τὸν πράξει καὶ θεωρίᾳ καλῶς ἐμμελετήσαντα τὰς τοῦ Χριστοῦ θείας ἐντολάς.
Πραότητος γὰρ τύπος καὶ ταπεινότητος ὁ βίος αὐτοῦ· ἀνεδείχθη τοῖς μιμουμένοις
τὰ ἄθλα τῶν κατορθωμάτων αὐτοῦ· οὗτος γὰρ πίστιν ὡς θυρεὸν κτησάμενος, ἐλπίδι
καὶ ἀγάπῃ τοῦ πνεύματος, τοῖς ἀσωμάτοις ἐν σώματι προσωμίλησε. Πρεσβεύων σὺν
αὐτοῖς ὑπὲρ ἡμῶν, τῶν πιστῶν τιμώντων τὴν θείαν αὐτοῦ κοίμησιν, δωρηθῆναι
ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν, ὁ αὐτὸς. Τῆς Ἰνδίκτου. Βυζαντίου.
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ
ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον,
φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων
τῶν Ἁγίων σου.
Εἴσοδος, Φῶς
ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 61, 1-10).
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς
ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις
ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν
ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς
πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν
δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα
Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ
πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ
γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ
ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε,
λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ
αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς,
ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι,
καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν
δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις,
καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ
σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς,
ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ,
καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.
Λευϊτικοῦ τὸ Ἀνάγνωσμα (Κεφ. 26, 3-10 καὶ ἐκλογὴ).
Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου
πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν
καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει
τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός
καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ
κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ
ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ
πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ
ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ
αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ
φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ
οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός,
καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ
προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ
ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως
ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν,
καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου
ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ
φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν·
καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς
κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ
ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς
γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη
μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι
ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ·
λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β΄.
Ἀσκητικὸν γυμνάσιον συγκροτήσας ἐπὶ γῆς Ὅσιε Μελέτιε, τῶν παθῶν τὰς
προσβολάς, ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας· κλῖμαξ θεία καὶ σεπτή,
εἰς οὐρανούς ἀνάγουσα τοῖς πᾶσιν ἐγνωρίσθη ὁ θεόληπτος βίος σου· εὐσεβείας γὰρ
καρποὺς ἐν αὐτῷ ἐνδειξάμενος, θεραπεύεις δι’ αὐτῶν τὰς ψυχὰς τῶν πιστῶς
ἐκβοώντων σοι· χαίροις τῆς ἑώας ἀστὴρ χρυσαυγέστατε, καὶ τῶν μοναζόντων
λαμπαδούχε καὶ ποιμήν. Χαίροις ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα καὶ τῆς
Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων ὁ μέγας ὁδηγὸς, τῶν πιστῶν
τὸ καύχημα, καὶ τῆς οἰκουμένης ἀγαλλίαμα.
Ὅμοιον.
Ὡς θείᾳ πανοπλίᾳ χρησάμενος, τῇ προσευχῇ ἀνδρείως ἀντέστης, κατὰ τοῦ
διαβόλου Μελέτιε ἔνδοξε. Καὶ τὰς ἐκείνου δυνάμεις καταβαλών, καὶ τῷ ξίφει τοῦ
Παναγίου Πνεύματος, τὰς δρακοντίας ἐκείνου κάρας ἀποτεμών, ὑπέρλαμπρον
ἀνήγειρας τρόπαιον. Δι’ ὅ καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανῷ, πρέσβευε τῷ ἐνισχύσαντί
σε Χριστῷ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχάς ἡμῶν.
Ὅμοιον.
Δι’ ἐγκρατείας τὰ πάθη μαράνας τοῦ σώματος, τῇ συντόνῳ δεήσει, καὶ τὸν
δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, μάκαρ ἐναποπνίξας, ὑπερβαλλόντως
Μελέτιε, τῷ Θεῷ εὐηρέστησας· ὅν καθικέτευε, ὡς ἔχων παῤῥησίαν πολλήν, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα, πάντα τὰ ἐν τῷ κόσμῳ τερπνὰ
ὑπερεῖδες, ὡς σκύμβαλα ἡγούμενος θεόληπτε· ἐντεῦθεν καὶ καρπῷ οὐχ εἵλου καθάπερ
Ἀδάμ, ἀλλὰ τὸν ὄφιν ἐναποσεισάμενος ἐγκρατείαις, ἀγγελικῶς τὸν βίον διήνυσας.
Καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεούμενος ὑπὲρ
ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένε Μελέτιε τὴν μνήμην σου.
Καὶ νῦν, ὁ αὐτὸς. Τῆς ἰνδίκτου. Βυζαντίου.
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ
ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον,
φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων
τῶν Ἁγίων σου.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πατὴρ ὁ προάναρχος, λόγος Υἱὸς ὁ συνάναρχος καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν σοὶ
κατεσκήνωσεν, ἡ μία Θεότης, Μελέτιε θεῖε, τῶν ἀσκητῶν ἡ καλλονή, καὶ τῶν
δικαίων τὸ ἐγκαλλώπισμα, Τριάδος ἐνδιαίτημα, καὶ τῶν πιστῶν πρέσβευε ἔνθερμος
ἥν, καὶ νῦν καθικέτευε ὑπὲρ τῶν ἀνυμνούντων σε.
Στ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Πᾶσα ἡ τοῦ Πνεύματος, χάρις σοι Πάτερ ἐξέλαμψε, καὶ λαμπρῶς κατεφώτισεν,
ἐντεῦθεν διέλυσας, τῶν παθῶν τὸ σκότος, καὶ τῆς ἀπαθείας ἡμέρας φθάσας καθαρῶς,
καθαρωτάτῳ φωτὶ ὡμιλήσας, ἐν ᾧ ἐνδιατώμενος, μὴ ἐπιλάθῃ τῶν δούλων σου, τῶν
πιστῶς ἐκτελούντων σου, τὴν σεβάσμιον κοίμησιν.
Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος...
Ἄστρον σὲ λαμπρότατον, ὁ Ποιητὴς καὶ Θεὸς ἡμῶν, τῇ ἑσπέρᾳ ἀπέστειλε, ταύτην
καταυγάζοντα, πράξεσιν ἐνθέοις, Μελέτιε μάκαρ, ζόφον παθῶν ἐκ τῶν ψυχῶν,
ἀποσοβοῦντα καὶ προσκαλούμενον, πρὸς βίον φαεινότατον, τῆς εὐφροσύνης δι’ ὅπερ
σὲ ἐπαξίως γεραίρομεν, καὶ τιμῶμεν τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. δ΄.
Μόνην τὴν τῶν οὐρανῶν πολιτείαν ἐμελέτησας Μελέτιε, σεαυτὸν σὺν τῷ κόσμῳ
ἐσταύρωσας, τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις καὶ τὴν σύνδουλον σάρκα
ἐνέκρωσας, τῆς ψυχῆς ὡς βασιλίσσης κηδόμενος νοῦς ὅλος ἐν σαρκὶ καθορόμενος
γέγονας· ἡδέσθησάν σε διὰ ταῦτα καὶ βασιλεῖς, καὶ τὸ πρόσωπόν σου δαυϊτικῶς
ἐλιτάνευσαν οἱ πλούσιοι τοῦ λαοῦ· καὶ νῦν ἐν οὐρανοῖς γεγονώς, τοῖς Ἀγγέλοις
συναυλιζόμενος, καὶ Θεὸν καθορῶν, ὑπὲρ τῆς ποίμνης σου πρέσβευε,
περιφρουρεῖσθαι ἀλώβητον πάντοτε, καὶ ῥυσθῆναι αὐτὴν ἐν ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν, ὁ αὐτὸς. Ἰωάννου Mοναχοῦ.
Σὺ Βασιλεῦ, ὁ ὢν καὶ διαμένων, καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν
αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου Φιλάνθρωπε τῇ γῇ Σου εὐφορίαν,
εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ Βασιλεῖ συμπολέμει, κατὰ ἀθέων
βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου, καὶ τὸν πανάγιον
τόπον ἐμίαναν Σῶτερ· ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς
Θεοτόκου· νίκη γὰρ Σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς ἔνσαρκος Ἄγγελος, καὶ ὑπηρέτης Χριστοῦ, ὡς ἔνθεος ἄνθρωπος καὶ ἀσκητῶν
καλλονή, Μελέτιε Ὅσιε, χάριτας θεοδότους, ἐκομίσω διώκειν, πνεύματα πονηρίας,
καὶ νοσοῦντας ἰᾶσθαι, δι’ ὅ καὶ ἡ σεπτή σου σορὸς βρύει ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος β΄.
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ
θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε,
φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου,
καὶ σῶσον ἡμᾶς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα τοῦ Ὁσίου. Ἦχος πλ.
δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ Αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν
οὐκ ἐπέστρεψας ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις τὰ πάθη ἐνέκρωσας, καὶ
ναὸν ἡτοίμασας σαὐτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι
νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Μελέτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Κάθισμα τῆς Ἰνδίκτου.
Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν
προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν
πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου, εἰς πάντα τὰ ἔργα σου. Ὅθεν τὰς εἰσόδους,
εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ
πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς
δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.
Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα τοῦ Ὁσίου. Ἦχος πλ.
α΄. Τὸν Συνάναρχον Λόγον.
Ἐγκρατείᾳ τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας,
τοῦ ἐχθροῦ τὰς προσβολὰς Πάτερ μακάριε· καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν αἰώνιον
ζωήν, ὡς ἄξιος κληρονόμος· διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐγκρατείας ἄσκησιν, καὶ πολιτείαν, σὺ ἐκτήσω Ὅσιε, ἐμμελέτησας εὐλαβῶς,
νόμον Θεοῦ τὸν σωτήριον, ὅν ἱκετεύων μὴ παύσῃ ὑπὲρ ἡμῶν, Μελέτιε Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸ σύνθρονον καὶ ὁμοούσιον
φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα τοῦ Ὁσίου. Ἦχος πλ. δ΄.
Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας ἐλαίῳ τὴν τῆς ψυχῆς, ἐκπληρώσας λαμπάδα πνευματικῶς, ποθὼν τοῦ
Νυμφίου σου, τὴν ἀείφωτον ἔλευσιν, προσευχαῖς ἀγρύπνοις, ἐτήρησας Ὅσιε, καὶ
νυμφῶνι Τούτου, εὐφραίνῃ μακάριε· ὅθεν ἐπαξίως, τὴν τρυφὴν ἐκομίσω, ταύτην ἀείζωον,
τῶν θαυμάτων ἐνέργειαν, θεοφόρε Μελέτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Ἦχος δ´. Κατεπλάγη Ἰωσὴφ.
Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς,
ἀναβοῶντες ἐκτενῶς, ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς
εὐχαῖς τῆς τεκούσης Σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων Σοι, ἐνιαυτὸν
εὐπρόσδεκτον προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ
τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.
Οἱ Ἀναβαθμοί, τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου...
Στίχ. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ...
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στίχ. Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Πάλιν ἡμῖν ἡ ἐτήσιος μνήμη, τοῦ θεοσόφου Μελετίου ὡς φαεινοτάτη λυχνία
ἐξέλαμψε, καταυγάζουσα τὰς καρδίας τῶν πιστῶν, καὶ φωτίζουσα τὰς διανοίας, τῇ
αἴγλῃ τῶν θείων θαυμάτων αὐτοῦ, διανέμοντος πᾶσιν τὴν χάριν, ἥν παρὰ Θεοῦ
ἐκομίσατο καὶ πρεσβεύει ὐπέρ πάντων, τῶν πιστῶς ἐκτελούντων τὴν πανσέβαστον
μνήμην αὐτοῦ.
Οἱ Κανόνες. Ὁ Κανὼν τῆς Ἰνδίκτου. Ποίημα Ἰωάννου
Μοναχοῦ. Καί ὁ Κανὼν τοῦ Ὁσίου. Ποίημα Νικολάου Μητροπολίτου Κορίνθου.
Ἀκροστιχίς: Δὸς χάριν
ὑμνῆσαί σε Πάτερ ἀξίως.
Ὠδὴ α΄.
Δεῦτε τῶν μονοτρόπων ἱερὰ συστήματα, τιμήσωμεν ἱεραῖς μελῳδίαις, τὸ
ἡμέτερον κλέος Μελέτιον.
Ὅλος καθωσιώθης, Πάτερ ἐκ νεότητος τῷ Κτίστῃ σου, σεαυτὸν προσενέγκας,
καλλιέρημα τέλειον καὶ ἄμωμον.
Σάββα τοῦ θεοφόρου γένει καὶ πατρίδι σεμνυνόμενος, πολιτείας τῆς τούτου καὶ
τῆς δόξης ἐγένου συμμέτοχος.
Θεοτοκίον.
Χαῖρε χαρὰ δικαίων, χαῖρε τῶν Ὁσίων ἐγκαλλώπισμα, χαῖρε πάντων ἀνθρώπων,
ἱλαστήριον Ἄχραντε Δέσποινα.
Καταβασία.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας
ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ
τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ
Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ’. Σὺ τὸ στερέωμα.
Ἄξιος γεγένησαι, σὺ ὁπαδὸς Χριστοῦ Ὅσιε, τὸν γὰρ Σταυρόν, ἧράς σου ἐπ’
ὥμων, καὶ Αὐτῷ ἠκολούθησας.
Ῥῆμα τὸ σωτήριον, ἐνωτισθεὶς στοργὴν ἅπασαν, τὴν κοσμικὴν ἔῤῥιψας καὶ
μόνον, τὸν Σωτῆρα ἠγάπησας.
Ἴαμά σοι γέγονεν, ἡ μετὰ πίστεως πρόσψαυσις, τοῦ ἱεροῦ πέπλου, τῆς ἐμφύτου
δυσμαθείας Μελέτιε.
Θεοτοκίον.
Νόμῳ ἁμαρτίας με, περιτρεπόμενον στήριξον· νόμῳ Θεοῦ ἡ φύσεως νόμους, ἐν τῷ
τίκτειν καινίσασα.
Καταβασία.
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου
παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην
Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Κάθισμα τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Συνελθόντες τὰ πλήθη τῶν μοναστῶν, τῆς ἡμῶν ξυναυλίας τὸν ἀρχηγόν,
ὑμνήσωμεν σήμερον, ἱεροῖς μελωδήμασι. Τὸ τῶν Ἁγίων κλέος, τὸν νοῦν τὸν
οὐράνιον, τοῦ Παναγίου Πνεύματος, τὸ ἅγιον τέμενος τὸν ἀσκήσει λάμψαντα,
λαμπρότατον ἥλιον καὶ τὸ ζοφῶδες νέφον τῆς πλάνης ἐλάσαντα. Οὗ καὶ τῶν
λειψάνων, τὴν σορὸν προσκυνοῦντες, καὶ κατασπαζόμενοι, ὁμοφρόνως βοήσωμεν·
Θεοφόρε Μελέτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν τῆς Ἰνδίκτου. Ὅμοιον.
Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς· καὶ νῦν
προσδεχόμενος, τὰς αἰτίας τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν
ποίμνην σου. Οἱ οἰκτιρμοὶ γὰρ ὄντως, εἰς πάντα τὰ ἔργα σου· ὅθεν τὰς εἰσόδους, εὐλογῶν
καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον, ἐφ’ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν
ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός. Σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ
εἶναι παρήγαγες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπερήφανον ἔπαρσιν, Πάτερ τοῦ ἀλάστορος καταβέβληκας, ταπεινώσει
συμφραξάμενος, καὶ μελέταις θείαις δυναμούμενος.
Μυστηρίων γενόμενος, θείων ἐν μεθέξει Πάτερ τὰ μέλλοντα, ὡς παρόντα
προτεθέασαι, ὡς ἐγγὺς τὰ πόῤῥῳ κατεμάνθανες.
Νυσταγμὸν τοῖς βλεφάροις σου, καὶ τοῖς ὀφθαλμοῖς σου ὕπνον οὐκ ἔδωκας, ἕως
οἶκον τοῦ Θεοῦ ἡμῶν, σεαυτὸν παμμάκαρ ἀπετέλεσας.
Θεοτοκίον.
Ἡ Παρθένος συνέλαβεν, ἐν γαστρὶ καὶ τέτοκεν τὸν Ἐμμανουήλ, ὡς προφήτης
προηγόρευσεν, Ἠσαΐας πάλαι προδηλότατα.
Καταβασία.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου
τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά Σου τὴν θεότητα.
ᾨδὴ ε´. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Σοφίας γεγονὼς ἐνδιαίτημα, τῆς ἐνθέου σοφίας κοσμόφρονας, ἄφρονας Πάτερ
ἀπέδειξας.
Ἀπέφυγες τὸν κόσμον δι’ ἔρωτα τῆς ἀγνείας, ἀλλὰ παίδων πέφυκας Πατήρ,
μυρίων ἐν πνεύματι.
Ἰδεῖν ὡς θεμιτὸν κατηξίωσαι, θεομάκαρ Θεὸν τὸν ἀόρατον, τὸν νοῦν σαφῶς
καθηράμενος.
Θεοτοκίον.
Σοφία ἡ τὸ πᾶν οὐσιώσασα, οὐσιώθη ἐκ σοῦ Θεονύμφευτε, τὸ καθ’ ἡμᾶς ὡς
ηὑδόκησε.
Καταβασία.
Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη
Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ
δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς
ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐμάκρυνας, φυγαδεύων Ὅσιε, καὶ ηὐλίσθης, ὄρεσιν ἐν ἐρήμοις, τὰς κοσμικὰς
ὑπέκκλινας ὀχλήσεις, ἀλλ’ ὁ Θεὸς καὶ Σωτὴρ πρὸς ὅν ἤλπισας, καὶ ἦράς σου τοὺς
ὀφθαλμοὺς πολιστὴν τῶν ὀρέων σε ἔδειξε.
Ποικίλους σοι, πειρασμοὺς ἐξήγειρε, τῶν δικαίων ὁ πολέμιος Πάτερ, ἀλλὰ τῆς
σῆς, εὐανδρίας τὸν τόνον, ὑποχαλάσαι οὐδ’ ὅλως ἐξίσχυσεν, αὐτὸς δὲ μᾶλλον τῇ
πληγῇ τῶν ποδῶν σου, δεινῶς συμπεπόδισται.
Ἀνέτειλας τοῖς ἐν γῇ ὡς ἥλιος, τῷ πυρσῷ τῆς εὐσεβείας φωτίζων, καὶ ἀρετῶν
διασπείρων τὸ φέγγος, καὶ σωφροσύνης διδάσκων φαιδρότητα, Μελέτιε σαῖς
προσευχαῖς, καὶ νῦν τὴν οἰκουμένην εἰρήνευσον.
Θεοτοκίον.
Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν
στήριγμα σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ σῇ κραταιούμεθα, καὶ πόθῳ σὲ καὶ τὸν ἐκ
σοῦ, σαρκωθέντα ἀφράστως δοξάζομεν.
Καταβασία.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας
Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν
τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος
Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
Κοντάκιον τῆς Ἰνδίκτου. Ποιηθὲν τῶ 1813 ἔτει ὑπὸ τοῦ
ἀοιδίμου Πατριάρχου Κωνσταντινοπόλεως, Κυρίλλου ς´. Ἦχος γ´. Ἡ Παρθένος
σήμερον.
Ὁ ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ Αὐτοῦ
ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ Σου νίκας· ἔτους δέ, τάς τε εἰσόδους καὶ
τάς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν σου θέλημα.
Τοῦ Ὁσίου. Ἦχος γ΄. Ἠ Παρθένος σήμερον.
Ἐξ ἐῴας ἔνδοξε, πρὸς τὴν ἑσπέραν φοιτήσας, ὥσπερ ἄλλος ἥλιος, τῶν ἀρετῶν
τὰς ἀκτῖνας, ἥπλωσας, καὶ συνηγάγω πρὸς τὴν σὴν θάλψιν, ἅπαντας, τοὺς ἐν ψύχει
παθῶν χειμαζομένους, ὅθεν νῦν σε συνελθόντες, ἀνευφημοῦμεν, Μελέτιε Ὅσιε.
Ὁ Οἶκος.
Τῇ μελέτῃ καλῶς ἐμμελετῶν τοῦ κτίσαντος, ὡς αὐτοῦ μαθητὴς ἐκγυμνασθεὶς
μακάριε, δωρεῶν ἀύλων Πνεύματος κατηξιώθης· ὅθεν εἵλκυσας πολλοὺς πρὸς τὴν σὴν
μίμησιν, καταλιπόντας βίου τὸν τάραχον, καὶ ἀσκητικὴν ἀνθελομένους ζωήν· ὦν
παιδοτρίβης ὑπῆρξας θεῖος, καὶ πρακτικὸς ὑφηγητής, εἰ πολὺ μέρος αὐξήσας, οἱ
καὶ πίστει κροτοῦσι τὴν σὴν μνήμην γηθοσύνως, ἀνευφημοῦντες Μελέτιε Ὅσιε.
Συναξάριον.
Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.
Στίχοι·
Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,
Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Μελέτιος ὁ Νέος, ὁ ἐν τῷ ὄρει Μυουπόλεως ἀσκήσας, ἐν
εἰρήνῃ τελειοῦται.
Στίχοι·
Σαυτὸν καθάρας, Μελέτιε τρισμάκαρ,
ὤφθης δοχεῖον Πνεύματος τοῦ Ἁγίου.
Νόμους μελετῶν, Μελέτιος Κυρίου,
Πέφυκε δένδρον, ἀρετῶν καρποφόρων.
Ἑξέπτη Μελέτιος, ἐν εἰσοδίοις
Λυκάβαντος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ᾿. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Ἔστης τοῦ δρόμου καὶ τοῦ πόθου, τὸ ἀκρότατον κατείληφας παμμάκαρ, ἐφετῶν ᾧ
κραυγάζεις ἀπαύστως σὺν Ἀγγέλοις· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ῥύεται Πάτερ Ἠσαΐας, ἄκροις χείλεσιν, ἄνθρακος θείου θίξας σὺ δὲ ὅλος, ὅλῳ
πυρὶ προσομιλῆσας τῷ τριλαμπεῖ ὁλόφωτος διαλάμπεις εἰς αἰῶνας.
Ἄρτι τὰ ἔπαθλα τῶν πόνων, καὶ βραβεῖα τῶν τόνων σου ἐπέχων, μὴ ἐλλείπῃς τοῦ
σοῦ ποιμνίου προσταστεύων, εὐλογητὸς εἶ κράζοντος, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ξένον θαῦμα τὸ Σὸν Παρθενομῆτορ, ἄνανδρος γὰρ τίκτεις, ὅν Πατὴρ πρὸ αἰώνων,
ἀποῤῥήτως γεννᾷ καὶ τρέφεις τὸν τροφέα, μητροπρεπῶς βαστάζεις δέ, τὸν
βαστάζοντα τὴν κτίσιν.
Καταβασία.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς,
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ
ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι,
πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἴασαι θεοφόρε, τὸ ἀσθενὲς τῆς ψυχῆς μου, καὶ σαρκὸς κατεύνασον, τὰ κύματα
ἐν βίῳ, ὅπως ἀνυμνῶ σε εἰς πάντας τοὺς αἰῶνας.
Ὡς εὐκλεής, ὅλος σου ὁ βίος, ὡς αἰσία ἡ τελευτῇ σου μάκαρ, ὡς μεγίστῃ ἡ
χάρις ἧς κατηξιώθης, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Νοῦς ὁ Πατὴρ ἀγέννητος, λόγος ὁ Υἱὸς γεννητός, καὶ Πνεῦμα τὸ Πανάγιον,
ἐκπορευτὸν ἐκ τοῦ Πατρός, εἵς Θεὸς τὰ Τρία, ὑμνεῖτε εἰς αἰῶνας.
Θεοτοκίον.
Ἱσοσθενῇ ὁμότιμον, ὄντα τῷ Πατρὶ τὸν Υἱὸν τίκτει ὑπὲρ λόγον, καθ’ ἠμᾶς
Θεοτόκε, ἐκ Πνεύματος Ἁγίου.
Καταβασία.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος
ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ
εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον
εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Καλῶς ἠγωνισμένος, Πάτερ, καὶ τὸν δρόμον τετελεκὼς τῆς ἀσκήσεως, τετηρηκώς
τε τὴν πίστιν, δέχου τὸ στέφος λοιπόν.
Λαμπρὰ καὶ χαρμοσύνης, πλήρης σου ἡ μνήμη, τῶν μοναστῶν τὰς χορείας
εὐφραίνουσα, καὶ τῶν πιστῶν τὰς καρδίας καταφωτίζουσα.
Τριαδικόν.
Αἰώνιε Παντάναξ, Πάτερ Λόγε Πνεῦμα, τοὺς εἰς σὲ προστρέχοντας, πίστει
περίσωζε, ταῖς Μελετίου πρεσβείαις τοῦ σοῦ θεράποντος.
Θεοτοκίον.
Ὡραῖος ὁ καρπός Σου, ἔφυ Θεοτόκε, οὐχὶ φθορᾶς τοῖς μετέχουσι πρόξενος, ἀλλὰ
ζωῆς τοῖς ἐν πίστει Σε μεγαλύνουσιν.
Καταβασία.
Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ
τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον τῆς Ἰνδίκτου. Τοῖς Μαθηταῖς.
Θεὲ Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν
ὅλων, δημιουργὲ Παντοκράτορ, Σοὶ προσπίπτομεν πάντες, καὶ Σὲ καθικετεύομεν· τὸ
παρόν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τούς Βασιλεῖς καὶ
ἅπαντα, τὸν λαόν Σου Οἰκτίρμον.
Τοῦ Ὁσίου. Γυναῖκες ἀκουτίσθητε.
Ὁ μέγας καὶ πανθαύμαστος ἐν ἀσκηταῖς Μελέτιος χοροὺς Ὁσίων ἀγείρει, εἰς τὴν
σεπτὴν αὐτοῦ μνήμην, πιστῶς συνεορτάσαι νῦν, ταῖς τῶν Ἀγγέλων τάξεσι, καὶ τὸν
Δεσπότην ὑμνῆσαι, τὸν Βασιλέα τῆς δόξης, αἶνον Τρισάγιον μέλπων.
Καὶ πάλιν τῆς Ἰνδίκτου, ὅμοιον.
Σοφίας καὶ προγνώσεως, πηγὴ ὑπάρχων Κύριε, τὸν ἐνεστῶτα νῦν κύκλον,
εἰρηνικῆς διανύσαι, ἀξίωσον τοὺς Σοὺς δούλους, τοῖς Βασιλεῦσι τρόπαια, ὡς
ἀγαθὸς δωρούμενος, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων.
Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐπλήσθη ἡ ἔρημος, παρὰ σοῦ παναοίδιμε, ἐδιώχθη πνεύματα πονηρότατα, καὶ
μοναχῶν οἰκητήρια, γεγένηται τίμια, δοξαζόντων τὸν Θεόν, ἐν τοῖς ἔργοις
Μελέτιε, φιλοπόνως τε, τὸ γλυκύτατον μέλι τῆς ἐνθέου ἀρετῆς ἐργαζομένων τὸν
βίον σου. (Δίς).
Τῶν παθῶν τὰ ζιζάνια, ὦ Μελέτιε Ὅσιε, ὁ ἐχθρὸς ἐπίγεται ἐγκατασπεῖραί μοι,
ταῦτα βοᾷ σοι τὸ ποίμνιον τὸ σόν, ἀλλ’ ἀγρύπνοις σου ἱκεσίαις καθαραῖς, ἀβλαβῆ
με συντήρησον, ὅπως ἄξιος, τῷ Σωτῆρι τῶν ὅλων σῖτος θείας, ἀποθήκης χρηματίσω
δι’ ἀρετῆς τελειούμενος.
Ἰατρὸν ἐμπειρότατον, νοσημάτων γινώσκουσα τῶν ψυχῶν μακάριε, ἥν
συνήθροισας, ποίμνην βοᾷ σου, θεράπευσον, τὰ τραύματα Ὅσιε, ἅ τὰ βέλη τοῦ
ἐχθροῦ, τὰ δεινὰ ἐνεποίησε, τῇ καρδίᾳ μου, ὑγιῆ με καὶ σῶσον ἱκετεύων, τὸν
Δεσπότην συντηρῆσαι, παντοίας βλάβης ἀμέθεκτον.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν τῆς Ἑλλάδος παμφαῆ καὶ τηλαυγῆ φωστῆρα, τῶν μοναστῶν τὸ κλέος, τῶν
ἀρετῶν τὸ λαμπρὸν ἐνδιαίτημα, ἐφυμνίοις εὐφημήσωμεν τῶν Ὀρθοδόξων οἱ δῆμοι
κροτοῦντες καὶ λέγοντες· χαίροις τῶν θαυμάτων ὁ ποταμός, καὶ τῶν ἰαμάτων τὸ
πέλαγος. Χαίροις ὁ νοῦς ὁ οὐράνιος, ὁ τὴν ὑλώδη σύνθεσιν διαπτὰς ὡς αἰθέριος.
Χαίροις τὸν ἐν ἀνάγκαις, καὶ νόσοις καὶ κινδύνοις, καὶ δυσημερίαις, βεβαία
προστασία. Χαίροις θεόφρον Μελέτιε, τρανῶς νῦν καθορῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν,
ὅνπερ μὴ παύσῃ πρεσβεύων ὑπὲρ παντὸς τοῦ λαοῦ, τοῦ δοξάζοντος τὴν σεβάσμιον
μνήμην σου.
Καὶ νῦν. Ἦχος πλ. δ´. Γερμανοῦ.
Ὁ ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ
χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν Σου εὐλόγησον, τὸν δὲ πιστὸν
Βασιλέα ἐν τῇ δυνάμει Σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχύν, ὡς
μόνος Ἀγαθὸς καὶ Φιλάνθρωπος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τυπικά καὶ ἐκ τῶν Κανόνων τῆς Ἰνδίκτου καὶ τοῦ Ὁσίου,
ᾨδὴ γ´ καὶ ς´.
Ἀπόστολος πρὸς Τιμόθεον. Tέκνον Τιμόθεε, παρακαλῶ πρῶτον... (Ζήτει Σαββάτῳ λγ´).
Καὶ ἕτερον Ἀπόστολον τοῦ Ὁσίου. Πρὸς Κολασσαεῖς: Ἀδελφοί, ἐνδύσασθε ὡς ἐκλεκτοί... (Ζήτει Κυριακὴ λ´).
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Ναζαρέτ...
Καὶ τοῦ Ὁσίου, ἐκ τοῦ κατὰ Mατθαῖον. Εἶπεν ὁ Κύριος. Πάντα μοι παρεδόθη... (Ζήτει
Ἰανουαρίῳ κ´).
Μεγαλυνάριον τοῦ Ὁσίου Μελετίου.
Δεῦτε νῦν τιμήσωμεν οἱ πιστοί, ἀσκητῶν τὸ κλέος, μοναζόντων τὴν καλλονήν,
τὸν ὑπὲρ Κυρίου, θανόντα ἐν ἀσκήσει, συζῶντα δ’ ἐν Ἀγγέλοις, Χριστοῦ Μελέτιον
Κοινωνικὸν τῆς Ἰνδίκτου.
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε. Ἀλληλούϊα.
Καὶ τοῦ Ὀσίου: Εἰς μνημόσυνον αἰώνιον...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου