Ἀκολουθία Ἁγίας ΘΕΟΔΩΡΑΣ Βασιλίσσης τῆς Ἄρτης.
Ψαλλομένη τῇ 11η Μαρτίου
Ποίημα Μοναχοῦ Ἰὼβ (1841)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ψάλλομεν πρῶτον τά τοῦ
Τριῳδίου· εἶτα τῆς Ἁγίας, Προσόμοια δ’.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔλαμψεν ὡς ἥλιος, τὸ ἱερόν σου μνημόσυνον, Θεοδώρα ἀείμνηστε, θαυμάτων ταῖς
λάμψεσι, πάντων καταυγάζων, πιστῶν τὰς καρδίας, καὶ παθημάτων τὴν ἀχλύν,
διασκεδάζων σθένει τοῦ Πνεύματος· διὸ καὶ συνελθόντες σε, χρεωστικῶς
μακαρίζομεν, καὶ τὴν θείαν σου κοίμησιν, ἱερῶς ἑορτάζομεν.
Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνασα, ὁλοτρόπως ἐπόθησας, ἐκ
βρέφους ἀοίδιμε, τῷ ῥευστῷ τῆς δόξης, τ’ ἄρευστα κερδῖσαι, ὥσπερ τις ἔμπορος
καλός, ἀλλαξαμένη γῆς τὰ οὐράνια· διὸ καὶ δόξαν ἄληκτον, καὶ Βασιλείαν,
ἀσάλευτον, ὁ Χριστός σοι δεδώρηται, βασιλὶς ἀξιάγαστε.
Κόσμον τὸν βασίλειον, εὐσεβοφρόνως κοσμήσασα, μοναζόντων ἐν σχήματι,
νηστείαις καὶ δάκρυσιν, καὶ ταῖς ἐναρέτοις, πράξεσιν Ὁσία, τοῦτον ὡράϊσας
σαφῶς, καὶ τιμιώτατον ὄντως ἔδειξας· διὸ καὶ ὡς βασίλισσα, καὶ τῶν Ὁσίων
ὁμόσκηνος, τῷ Κυρίῳ παρίστασαι, Θεοδώρα ἀοίδιμε.
Πρόκειται τοῖς χρήζουσιν, ὡς ποταμὸς πελαγίζουσα, τῶν θαυμάτων τὰ ῥεύματα,
σορὸς ἡ τιμία σου, βασιλὶς Ἁγία, πάθη καὶ τὰς νόσους, ἐξιωμένη τῶν πιστῶν, καὶ
τῶν δαιμόνων πλήθη βυθίζουσα· διὸ καὶ τῶν λειψάνων σου, τὴν θείαν κόνιν κατέχοντες,
ὡς πηγὴν ἁγιάσματος, εὐσεβῶς σε γεραίρομεν.
Δόξα. Ἦχος πλ. β΄. Ἱεραρχῶν τὴν καλλονήν.
Τὴν βασιλίδων καλλονήν, μοναστριῶν τὸ κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ
ἀσθενῶν ἰατρεῖον τὸ ἄμισθον, συνελθόντες ὦ φιλέορτοι, πνευματικαῖς εὐφημίαις
τιμήσωμεν λέγοντες· χαίροις Ἀκαρνανίας αὖχος, τὸ μέγα καὶ σεπτόν, καὶ πλοῦτος
ἀδαπάνητος· χαίροις, λαμπὰς ἡ ἀείφωτος, Αἰτωλίαν ἅπασαν καταυγάζουσα θαύμασι·
χαίροις, ἡ τῶν καμνόντων ἐπίσκεψις καὶ ῥῶσις, καὶ τῶν λυπουμένων παρήγορος
ταχεῖα· καὶ νῦν Ὁσία παγγέραστε, μὴ παύσῃ πρεσβεύουσα Χριστῷ ἐκτενῶς, ὑπὲρ τῆς
ποίμνης σου ταύτης, καὶ πάντων ἡμῶν τῶν τιμώντων σου, Θεοδώρα τὴν κοίμησιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν
σύλληψιν· καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἐλογίζετο ἐν ἑαυτῷ, τὸ θαῦμα ἐκπληττόμενος·
ὅτι, πῶς ὁ ἐν ὑψίστοις ἀκατάλητπος ὤν, ἐκ Παρθένου τίκτεται; ὁ ἔχων θρόνον
οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός· ᾧ τὰ ἐξαπτέρυγα,
καὶ πολυόμματα ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ, ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε.
Θεοῦ ἐστὶ λόγος ὁ παρών. Τί οὖν ἵσταμαι καὶ οὐ λέγω τῇ Κόρῃ· χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ· χαῖρε, ἁγνὴ Παρθένε· χαῖρε, Νύμφη ἀνύμφευτε·
χαῖρε, μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,
Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν. Ἦχος β΄.
Τὴν τῆς ψυχῆς σου εὐγένειαν, διατηρήσασα ἄμωμον, ὥσπερ φοίνιξ ὑψώθης
ἀειθαλής, καὶ ὤφθης τοῦ Πνεύματος ἔσοπτρον, Θεοδώρα πανεύφημε. Νῦν δὲ πρὸς
νυμφῶνας, τοὺς οὐρανίους περιπολοῦσα, καὶ ἐπέχουσα τὸν μισθόν, τῆς ἐπὶ γῆς
ἀγαθῆς σου βιοτῆς, ῥῶσιν πρεσβείαις σου τοῖς κάμνουσι, δώρησαι καὶ στήριξον,
τὰς ψυχὰς τῶν τιμώντων σε.
Ὁ αὐτός.
Στησώμεθα ἀδελφοί, πνευματικὴν σήμερον χορείαν, καὶ χορεύσομεν γεγηθότως,
ἐπὶ τῇ ἐτησίῳ ἐνδόξῳ μνήμῃ, τῆς βασιλίδος Θεοδώρας, ἀνυμνοῦντες αὐτῆς, τοὺς
ἀσκητικοὺς ἀγῶνας, καὶ τὰ λοιπὰ εὐσεβῆ, καὶ λαμπρὰ προτερήματα· δι’ ὧν ἀπήλαυσε,
τῆς χαρὰς τῶν Ἀγγέλων· ἀλλ’ ὦ κλεινὸν τῶν Σερβίων γέννημα, καὶ σεπτὸν
Ἀκαρνανίας αὖχος, πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Τῶν Σερβίων τὸ γέννημα, καὶ τῆς Ἄρτης τὸ σέμνωμα, τῶν βασιλισσῶν τὸ ἀγλάϊσμα,
καὶ τῆς Ἀκαρνανίας ἁπάσης, τὸ μέγα σεμνολόγημα, Θεοδώρα ἀείμνηστε, σὲ ὑμνοῦντες
κατὰ χρέος, ἐνθέρμως σου δεόμεθα· συγγενοῦς οἰκειότητος, μὴ ἐπιλαθομένη, ἵλεων
ἔργασαι ἡμῖν, ταῖς λιταῖς σου τὸν Σωτῆρα, καὶ φύλαττε ἅπαντας, πανέντιμε
ἀχειρώτους, νόσων δεινῶν καὶ ἀλγηδόνων, καὶ πάσης κακώσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, βασιλικῆς ἐκ φυλῆς, μέσον κοιλάδων τῶν τοῦ βίου βλαστήσασα, ὡραία
καθάπερ φοίνιξ, καὶ τοὺς καρποὺς ἐν καιρῷ, τῷ Θεῷ καὶ Κτίστῃ προσενέγκασα·
ἀγάπην ἀθόλωτον, σωφροσύνην τὴν εὔκοσμον, δικαιοσύνην, καὶ ἀνδρείαν ἀήττητον, ἡ
κατάκοσμος, ἀρεταῖς καὶ πολύκαρπος· πάντιμε θεοδόξαστε, Ἁγίων ἀγλάϊσμα,
Ἀκαρνανίας τὸ καύχημα, σεμνὴ Θεοδώρα, ἡ τοῖς πᾶσιν αἰτουμένη, χάριν καὶ ἔλεος.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς
μου.
Χαίροις, περιστερὰ παγκαλής, ἡ πετασθεῖσα κοσμικῆς ἐκ συγχύσεως, καὶ θείοις
χοροῖς Ὁσίων, ἐν ταπεινώσει ψυχῆς, καὶ σκηναῖς Δικαίων καταπαύσασα· ἡ Πνεύματος
χάρισι, χρυσωθεῖσα τὰς πτέρυγας, καὶ κοσμηθεῖσα, ἀρεταῖς τὰ μετάφρενα, καὶ
οἰκήσασα, καλιὰν πρὸς οὐράνιον, ἔνθα περιχορεύουσα, καὶ δόξης μετέχουσα, τῆς
ἀνεκφράστου, καὶ θείας ἡμῶν μνημόνευε πάντοτε, ψυχῆς θυμηδίᾳ, τῶν τιμώντων σου
τὴν μνήμην, ἀξιοθαύμαστε.
Στ. Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου
Χαίροις, τηλαυγεστάτη λαμπάς, ἡ πιανθεῖσα τῷ ἐλαίῳ τῆς χάριτος· καὶ θείῳ
πυρὶ πλουσίως, ἀναπτομένη σεμνή, καὶ θαυμάτων φέγγει καταυγάζουσα, πιστῶν τὴν
διάνοιαν, καὶ τὸν καύσωνα παύουσα, παθῶν καὶ νόσων, καὶ τὴν ῥῶσιν ψεκάζουσα,
καὶ τοῖς κάμνουσιν, εὐρωστίαν παρέχουσα, πάνσεμνε θεοπόθητε, πηγὴ τῶν ἰάσεων, ὁ
ποταμὸς τῶν χαρίτων, μοναζουσῶν ἐγκαλλώπισμα, ἡμῶν ἡ προστάτις, τῶν τιμώντων
Θεοδώρα, τὴν θείαν μνήμην σου.
Δόξα. Ἦχος β΄.
Τῇ εὐκλεεῖ σου πανηγύρει Θεοδώρα, χαίρει ὁ οὐρανός· Ἀγγέλων γὰρ στραταρχίαι
σὺν ἡμῖν νῦν χορεύουσι, καὶ μυστικῶς περικυκλοῦσαι, συγκαλύπτουσι πτέρυξι τὴν
ἁγίαν σου λάρνακαν· ὅθεν τιμῶντές σου πιστῶς τῶν θαυμάτων τὴν πληθύν,
χαρμοσύνως ἐκβοῶσι· χαῖρε, ἡ τῶν οὐρανίων θαλάμων ἐπαπολαύουσα, καὶ Βασιλείας
Χριστοῦ· διὸ καὶ ἡμεῖς πιστῶς σοι κράζομεν· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰ
ςἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς
τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι
βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν
πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ήχος α΄.
Τὴν ἀνάκτων ἀλουργίδα πανσόφως κατέλιπες, καὶ πόνοις ἀσκητικοῖς σεαυτὴν
ἐπιδέδωκας, ἔμπλεως ἁγιασμοῦ γενομένη πανεύφημε· ὅθεν καὶ ἡμᾶς ἐκνικῆσαι νῦν
καταξίωσον, κόσμον καὶ τὴν σάρκα καὶ τὸν δεινὸν κοσμοκράτορα, καὶ βίον διανῦσαι
καθαρὸν καὶ φιλόθεον, τῶν τοῦ Θεοῦ δωρεῶν Θεοδώρα ἐπώνυμε, βασίλισσα σεμνὴ καὶ
Ὁσίων ἐγκαλλώπισμα, ταῖς πρὸς τὸν Σωτῆρα δεήσεσι καὶ πρεσβείαις σου.
Δόξα. Ὅμοιον.
Τῶν βασιλίδων τὸ κλέος, ἀσκητριῶν τε ἀγλάϊσμα, τῆς Ἀκαρνανίας τὸ αὖχος, καὶ
ἰαμάτων ῥεῖθρον ἀκένωτον, τῶν λυπουμένων καὶ πτωχῶν τὴν προστάτιν, τὴν ἀκτῖνος
δίκην, τὴν Αἰτωλίαν ἅπασαν καταφωτίζουσαν, ἐπώνυμον τὴν ὄντως δωρεῶν τῶν τοῦ
Θεοῦ, τὴν πάνσεπτον καὶ Ὁσίαν, Θεοδώραν τὴν Βασίλισσαν, δεῦτε οἱ Ἀρταῖοι πάντες
πιστῶς, συνελθόντες ὕμνοις τιμήσωμεν αὐτὴ γὰρ ἀενάως, ὑπὲρ ἡμῶν οὐ παύεται
πρεσβεύουσα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ Δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ
προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ Τόκου Σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ καὶ τὴν β’ Στιχολογίαν, τὰ Καθίσματα τοῦ
Τριωδίου.
Μετὰ τὸν Πολυέλεον, Καθίσματα τῆς Ἁγίας. Ἦχος γ΄. Τὴν
ὡραιότητα.
Τὸ τοῦ Νυμφίου σου, κάλλος ποθήσασα, τὴν ὡραιότητα, σαρκὸς ἐμίσησας, καὶ
ἀντὶ δόξης καὶ τρυφῆς ἐκτήσω τὴν ταπείνωσιν, ἥτις σὲ ἀνύψωσε, πρὸς οὐράνιον
ἄντυγα, ἔνθα καὶ τετύχηκας, καθαρῶς τῆς ἐφέσεως, καὶ κάλλους εὐπρεπείας καὶ
δόξης, ἀδιαδόχου Θεοδώρα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τῶν πταισμάτων μου, πληθὺς ἀμέτρητος, ἀλλὰ τὸ πέλαγος, τῆς εὐσπλαγχνίας
Σου, πᾶσαν διάνοιαν καὶ νοῦν, καλύπτει Θεονύμφευτε· ὅθεν Σου τὸ ἔλεος, νικησάτω
τὰ πταίσματα, ἔκτεινόν μοι Δέσποινα, δεξιὰν τῷ ἱκέτῃ Σου· ἐπίστρεψον πρός με
Κόρη μόνη, ἐλπὶς τῶν ἀπηλπισμένων.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς
μου.
Στ. Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνεν τὰ διαβήματά μου
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ
ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ
Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ
ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ
ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ
ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς
μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ
Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν,
ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν
ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα
τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ
μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Σήμερον κροτοῦσιν οὐρανῶν τὰ τάγματα ἐπὶ τῇ μνήμῃ σου, καὶ πάντες ᾄδουσιν
οἱ πιστοὶ πανένδοξε, τὴν πληθὺν τῶν θαυμασίων σου, ἣν ἐπλούτησας ἀξίως ἐν Θεῷ
τῷ ἐν ὑψίστοις.
Εἶτα οἱ Κανόνες· τοῦ Τριῳδίου καὶ τῆς Ὁσίας δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων: Δέχου τὸν ὕμνο(ν) ἐκ ψυχῆς, θεῖον δόμα.
ᾨδὴ α΄. Ἦχος β΄. Ἄτριπτον ἀσυνήθη.
Δύναμις τοῦ Ὑψίστου, παράσχου μοι τὴν δύναμιν οὐρανόθεν, λόγου διδοῦσα
ἄφθονον πηγήν, τὴν σεπτὴν βασίλισσαν ἐγκωμιάζοντι.
Ἔφυγες τὰ τοῦ βίου, ἐμφρόνως Θεοδώρα τερπνὰ ὡς ὄναρ, ὡς ἐκλεκτὴ δὲ νύμφη
καὶ καλή, οὐρανῶν Βασιλείαν οἰκεῖς βασίλισσα.
Χάριν σου Θεοδώρα, καὶ ἔλεος πηγάζει ὀστῶν ἡ θήκη· οἱ προσιόντες δ’ ἅπαντες
πιστοί, νοσημάτων ἴασιν ἀπολαμβάνομεν.
Ὅλον σου Θεοδώρα, ψυχῆς ἰδὼν τὸ κάλλος ὁ σὸς νυμφίος, ἐν κροσσωτοῖς
ἐκλάμπον ἀρετῶν, εἰς οὐράνιον παστάδα προσηγάγετο.
Θεοτοκίον.
Στάμνος Σε πάλαι Κόρη, ἐτύπου δεξαμένη τὸ θεῖον μάννα· τὸν γὰρ Θεὸν
βαστάσασα γαστρί, τῶν ἀνθρώπων εἰς ἀναγέννησιν τέτοκας.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὴν βασίλισσαν αἰνέσω Θεοδώραν. Ἰώβ μο(ναχός).
ᾨδὴ α΄. Ἦχος
δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὴν χάριν ὑμνοῦντί σου τῶν θαυμάτων ἀείμνηστε, θεόθεν μοι βράβευσον χάριν
τὴν ἄφθονον, καὶ καταύγασον, εὐχαῖς σου Θεοδώρα, νοός μου τὴν ζόφωσιν, λόγον
παρέχουσα.
Ἡ θεία τοῦ Πνεύματος, χάρις ἐν σοὶ κατοικήσασα, ναόν σε εἰργάσατο θεῖον
βασίλισσα, καὶ κατεύθυνε, ψυχῆς σου τὰς κινήσεις, τὰ θεῖα θελήματα, πράττειν
τοῦ κτίσαντος.
Νοός σου ταῖς αὔλαξι, σπόρον τὸν θεῖον εἰσδέδεξαι, καὶ τοῦτον ἐπηύξυσας,
ὄμβροις δακρύων σου, ὃν συγκλείσασα, ταῖς θείαις ἀποθήκαις, μισθὸν τὸν
οὐράνιον, εὗρες βασίλισσα.
Θεοτοκίον.
Βασίλισσα πέφυκας, τῶν οὐρανίων Δυνάμεων· τὸν Κτίστην γὰρ τέτοκας, τούτων
καὶ Κύριον, Ὃν ἱκέτευε, δουλείας με τοῦ πλάνου, ῥυσθῆναι Πανάμωμε, τὸν
ἀνυμνοῦντά Σε.
ᾨδὴ γ΄. Ἐν πέτρα με τῆς πίστεως.
Ὑφάνασα χιτῶνα τοῦ σωτηρίου, ἀμέμπτῳ πολιτείᾳ ἐξυφασμένον, προσῆλθες ὥσπερ
νύμφη Θεοῦ τῶν ὅλων, Ὁσίων τάγμασι σῶμα δουλώσασα, τῆς ψυχῆς τῷ κρείττονι
ἀξιώματι.
Τὴν ἄνω Βασιλείαν ἐπιποθοῦσα, τὴν κάτω φθειρομένην σοφῶς παρεῖδες· δραμοῦσα
δὲ πρὸς σύστημα Ναζηραίων, σεμνὴ βασίλισσα σπείρεις ἐν δάκρυσι, καὶ τρυγᾷς
αἰώνιον ἀγαλλίασιν.
Οἰκτείρας ὁ Δεσπότης βροτῶν τὴν φύσιν, βροτοῖς συνανεστράφη δι’
εὐσπλαγχνίαν, οὗ τὰς εὐεργεσίας μιμησαμένη, σεμνὴ βασίλισσα νόσῳ τοὺς
κάμνοντας, θεραπεύεις ἅπαντας ἐπιστασίᾳ σου.
Θεοτοκίον.
Τὸν ἄχρονον ἐν χρόνῳ Σὺ ἀπειράνδρως, ἐν κόσμῳ μόνη τέτοκας ὦ Παρθένε, τῆς φύσεως
τῶν νόμων ἐκνικηθέντων· Θεὸν γὰρ ἔτεκες σάρκα γενόμενον, τὸν ὑπερέκεινα δι’
ἀγαθότητα.
Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀξίας φθαρτῆς ὑπεριδοῦσα, καὶ πλούτου καὶ δόξης γεηρᾶς, ἐν ταπεινώσει
πνεύματος, τῷ Βασιλεῖ καὶ Κτίστῃ σου, προσέδραμες βασίλισσα, καὶ δόξαν εὗρες
τὴν ἄφθαρτον.
Στολῆς εὐανθοῦς καὶ βασιλείου, ἠλλάξω στολὴν μελεμβαφῆ, μοναστριῶν
συστήματι, σαυτὴν ἐμφρόνως μίξασα· ὅθεν θαλάμων ἔτυχες, τῶν οὐρανίων βασίλισσα.
Ἰσχὺν τὴν ἀνίκητον λαβοῦσα, Σταυροῦ Θεοδώρα κατ’ ἐχθρῶν, τῶν νοητῶν
ἐχώρησας, καὶ τούτους διολέσασα, νηστείαις καὶ δεήσεσι, νίκης τὸν στέφανον
εἴληφας.
Θεοτοκίον.
Λιμένα καὶ τεῖχός Σε καὶ σκέπην, Παρθένε κεκτήμεθα πιστοί· διό Σοι καὶ
προσπίπτοντες, δουλοπρεπῶς βοῶμέν Σοι· χαῖρε κατάρας λύτρωσις, καὶ εὐλογίας
ἀντίδοσις.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῆς ἐπικήρου καὶ φθαρτῆς βασιλείας, τὸ στασιῶδες καὶ βαρὺ καταλείψασα, τὸν
ἐλαφρὸν ἠγάπησας Κυρίου ζυγόν, ὅνπερ ἐπωμάδιον, Θεοδώρα λαβοῦσα, ὅλον σου κατέτηξας,
τὸ σαρκίον τοῖς πόνοις· διὸ τῆς ἄνω δόξης ἐντρυφᾷς, βασιλικῶς παρεστῶσα τῷ
κτίστῃ σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν ἀνομίαις συλληφθεὶς ὅλως οἴμοι! Κᾂν ἁμαρτίαις γεννηθεὶς ὁ πανάθλιος,
ὅλον τὸν βίον ἔζησα αἰσχρῶς ἐν κακοῖς· ὅθεν τὸ κριτήριον, ἐνθυμούμενος φρίττω.
Τίνα γὰρ ὑφέξομαι, δικαιοῦντά με λόγον; ἀλλὰ Παρθένε Μῆτηρ τοῦ Θεοῦ, Σύ με πρὸ
τέλους, ὡς οἶδας διόρθωσον.
ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ὑπόδικον σεαυτὴν τῷ Θεῷ παραστήσασα, ἐν δάκρυσι ἔβρεχες ὀδυνηροῖς σου τὸ
πρόσωπον, θείαν ἀγαλλίασιν, ἐξ οὐρανοῦ δεχομένη παναοίδιμε.
Μακάριος ὁ λαὸς ὁ γινώσκων προστάτιν σε, Θεοδώρα πάνσεμνε ἡ τῶν νοσούντων
ἐπίσκεψις· τούτοις γὰρ εἰς ἴασιν, ἐκ πηγῶν τοῦ σωτηρίου νέμεις φάρμακα.
Νεώσασα τὴν ψυχὴν ἐν πόνοις ἀσκήσεως, ὡς ὄμβροις τοῖς δάκρυσι τοῖς ἀενάοις κατήρδευσας,
ἄσταχυν βασίλισσα, τῶν ἰαμάτων βλαστάνοντα τὰ χαρίσματα.
Οὐ χρήματα οὔτε δόξης ἀπάτην ἠγάπησας, οὐ δόξαν βασίλειον οὐ τὴν τοῦ κόσμου
τερπνότητα, Θεοδώρα πάνσεμνε, ἀλλὰ τὴν μένουσαν δόξαν ἐπόθησας.
Θεοτοκίον.
Ὑμνοῦσί Σε οὐρανῶν αἱ Δυνάμεις Πανύμνητε· τὸν κτίστην γὰρ τέτοκας ὑπὲρ
αἰτίαν γενόμενον, ἄνθρωπον ἐν μήτρᾳ Σου, ἵνα θεώσῃ δι’ οἶκτον τὸ ἀνθρώπινον.
Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰατρεῖον τοῖς νοσοῦσιν ἡ σορὸς τῶν λειψάνων σου, ἀνεδείχθη πᾶσι ῥῶσιν
Θεοδώρα παρέχουσα· ὅθεν μετέχοντες πάντες τῶν χαρίτων σου, μεγαλύνομεν, τὸν ἐπὶ
γῆς σε δοξάσαντα.
Σκληροτάταις τὸ σαρκίον ἀγωγαῖς κατατήξασα, δάκρυσι καὶ πόνοις ἔζησας
ζητοῦσα τὸν Κύριον, ὃν δὲ ἐπόθεις εὑροῦσα χάριν ἔλαβες, τῶν θαυμάτων προχέειν
τὴν βρύσιν τοῖς χρήζουσι.
Σὺν τηρήσει θείων νόμων σὺ ἐν γῇ πεπολίτευσαι, σωφροσύνης στήλη, καὶ
δικαιοσύνης εἰκόνισμα, τῆς ἐγκρατείας κανών τε ἀκριβέστατος, μοναστρίαις
ὀφθεῖσα, σεμνὴ θεοδόξαστε.
Θεοτοκίον.
Ἀνεκφράστως συλλαβοῦσα, ἀποῤῥήτως γεγένηκας, τοῦ Πατρὸς τὸν Λόγον, τέλειον
ὀφθέντα Θεάνθρωπον, ὃν ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Κύριον, δογματίζοντες, Σὲ
Θεοτόκον κηρύττομεν.
ᾨδὴ ε΄. Ὁ φωτισμὸς τῶν ἐν σκότει.
Νεανικῶς πρὸς παράταξιν ὤφθης τῶν ἐναντίων, δάκρυσι τὸ θεῖον ἱλεουμένη·
ὅθεν λαμβάνεις παρ’ αὐτοῦ τὰς ἰάσεις, καὶ διανέμεις πᾶσι τοῖς χρήζουσι, χάριτι
θαυμάτων βασίλισσα πάνσεμνε.
Ἐκφαντικαῖς πρὸς Θεὸν θεωρίαις πάντων γηΐνων, φεύγεις ἡδυπάθειαν Θεοδώρα,
ἐν ταπεινώσει πρὸς αὐτὸν ἐκβοῶσα· σὺ εἶ Θεός μου σὺ καὶ κραταίωμα, σύ μου κατ’
ἐχθρῶν ἀῤῥαγὲς ἀμυντήριον.
Καταβληθεὶς δυναστείᾳ του πλάνου ἐθανατώθην, κεῖμαι δὲ πρὸς βάραθρον
ἀπωλείας· ἀνάστησόν με πεπτωκότων ἡ στάσις, τῆς Θεοδώρας σεπταῖς δεήσεσιν,
ἥνπερ ἐν σημείοις ἐδόξασας Κύριε.
Θεοτοκίον.
Χαῖρε σεμνὴ ὁ Ἀρχάγγελος ἔφη ἀρᾶς τῆς πάλαι, λύσασα τὴν λύπην κυοφορίᾳ·
χαῖρε θανάτου τὴν πικρᾶν τυραννίδα, καθελοῦσα τῆς ζωῆς τὸν αἴτιον, σάρκα δι’
ἡμᾶς γεγονότα γεννήσασα.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Νοός σου καθαρότητι ψυχῆς σου τὴν εὐγένειαν, ἄμωμον τηροῦσα Θεοδώρα,
ἔσοπτρον θεῖον ὤφθης τοῦ Πνεύματος, πᾶσι ταῖς αὐγαῖς φωτοβολαῖς, τῶν
κατορθωμάτων σου, πρὸς σὴν μίμησιν ἕλκουσα.
Ἀνύστακτον φέρουσα τὴν ψυχικὴν λαμπάδα σου, ὅλον σου τὸν βίον θεαρέστως,
ἤνυσας ὄντως θεομακάριστε, πάντων ἀλογήσασα τερπνῶν, εἶχες γὰρ τὸ ἔλαιον, ἐν
ἀγγείῳ τοῦ Πνεύματος.
Ἰστίῳ τοῦ Πνεύματος τὴν κοσμικὴν διέπλευσας, θάλασσαν ἀβρόχως Θεοδώρα,
δόξης ματαίας μὴ ποντισθεῖσα βυθῷ, μᾶλλον πρὸς λιμένα δὲ ζωῆς, εὔδιον ὁρμήσασα,
τὸ οὐράνιον πάνσεμνε.
Θεοτοκίον.
Νοεῖν οὐ δεδύνηνται τὴν ἄφραστον λοχείαν Σου, τάξεις τῶν Ἀγγέλων Θεοτόκε·
μόνη γὰρ ὤφθης ἅγιον σκήνωμα, ᾧπερ ἐνοικήσας ὁ Θεός, σάρκα ἀνελάβετο, καὶ θεοῖ
με δι’ ἔλεον.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ψαλμικῶς ὥσπερ φοίνιξ ἐξήνθησας, ἄνθος ἀρετῶν τῷ οἴκῳ τοῦ Κυρίου σου, τῶν
σῶν θαυμάτων φαίνουσα, τὸν καρπὸν Θεοδώρα τοῖς κάμνουσι.
Ὑπερήρθης δυσὶν ὥσπερ πτέρυξι, ταῖς τῶν ἀγαθῶν θεωρίαις καὶ πράξεσι, καὶ
πρὸς νυμφῶνας ἔδραμες, οὐρανῶν Βασιλείας βασίλισσα.
Χαρισμάτων ἐπλήσθης τοῦ Πνεύματος, θείαις ἐργασίαις τὸν βίον κοσμήσασα, ἐν
αἷς χαρίτων πέλαγος, τοῖς πιστοῖς Θεοδώρα γεγένησαι.
Θεοτοκίον.
Ὑψωθεὶς λογισμῷ τῆς θεώσεως, πάλαι ὁ Πρωτόπλαστος εὗρε τὸν θάνατον, ἐκ Σοῦ
δὲ Θεὸς δὲ πάναγνε, τὸν βροτὸν ἐνδυθείς με ἐθέωσε.
Ἕτερος. Ἐβόησε προτυπῶν.
Ἐν ὕδασι φυτευθεῖσα τοῖς λόγοις τοῦ Πνεύματος, Θεοδώρα ὥσπερ φοίνιξ ὑψώθης
κατάκοσμος, ἀρετῶν τοὺς πόνους, ὡς καρποὺς τῷ Θεῷ προσενέγκασα.
Σταλάζει σου γλυκασμὸν Θεοδώρα τὰ λείψανα, ψυχικὴν τὴν πικρίαν τῶν
νοσούντων διώκοντα, καὶ πιστῶς εὐφραίνει, ἀνυμνεῖ τὸν σὲ μεγαλύναντα.
Ὡς εὔσταχυ τῆς ψυχῆς σου τὸ λήϊον πέφυκε! Τῶν θαυμάτων τὴν πληθὺν Θεοδώρα
τοῖς χρήζουσιν, ὥσπερ σῖτον νέμον, τὸν στηρίζοντα ψυχὰς τῶν τιμώντων σε.
Θεοτοκίον.
Θεότητος ἐν γαστρί Σου τὸ πῦρ ἀπειρόγαμε, συλλαβοῦσα θαυμαστῶς οὐκ ἐφλέχθης
ἀλλ’ ἔμεινας, ὥσπερ ἧς πρὸ τόκου, ἀδιάφθορος ὅλη καὶ ἄφλεκτος.
Κοντάκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ πόλις Ἄρτα, τὸν σὸν πάνσεπτον, ναὸν Ὁσία, ἰαμάτων ἰατρεῖον
ὑπάρχοντα, τοῖς προσιοῦσιν αὐτῷ μετὰ πίστεως, καὶ αἰτουμένοις τὴν σεπτήν σου
ἀντίληψιν· ὦ βασίλισσα Θεοδώρα ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι
ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὴν ὑπὲρ φύσιν ἀληθῶς ἐν γῇ βιώσασαν, τὴν οὐρανόφονα πιστοὶ σεμνὴν
βασίλισσαν, εὐφημήσωμεν ἐν ὕμνοις εὐσεβοφρόνως· ὡς γὰρ ἔχουσα τὸν βίον
ἀπαράμιλλον, καὶ θαυμάτων τὴν ἐνέργειαν ἀπείληφεν· ὅθεν κράζομεν· χαῖρε δόσις θεόσδοτος.
Ὁ Οἶκος.
Ἄγγελος ἐξ ἀνθρώπων ἀνεφάνης Ὁσία, ζηλώσασα τὸν βίον Ἀγγέλων· διὸ σὺν
προθυμίᾳ ψυχῆς, προσερχόμενοί σου τῇ σορῷ πάνσεμνε, τιμῶμέν σε κράζοντες καὶ
ᾄδοντες ἐν λόγοις ταῦτα·
Χαῖρε, ἀκτὶς σκοτουμένων βίῳ·
χαῖρε, ῥανὶς καυσουμένων νόσῳ.
Χαῖρε, μετανοίας τὸν τύπον ἐγγράφουσα·
χαῖρε, ἁμαρτίας τὸν ῥύπον
ἐκπλύνουσα.
Χαῖρε, βρύσις ἀνεξάντλητος, ἰαμάτων χορηγός·
χαῖρε, κλῆσις περιλάλητος,
μοναζόντων φωτισμός.
Χαῖρε, ὅτι λιμένα σωτηρίας ἐμφαίνεις·
χαῖρε, ὅτι χειμῶνα τῶν παθῶν
ἀναστέλλεις.
Χαῖρε, κρατὴρ δακρύων ἀείροος·
χαῖρε, δοτὴν θαυμάτων ἀκάματος.
Χαῖρε, Χριστὸν ἐκζητήσασα πίστει·
χαῖρε, χρυσοῦ μυσαχθεῖσα τὴν φύσιν.
Χαῖρε, δόσις θεόσδοτος.
Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Θεοδώρας, τῆς Βασιλίσσης Ἄρτης.
Κἄν σου βασιλίς, κρύπτει τὸ σῶμα τάφος,
Χριστὸς πᾶσι φαίνει σε, θαυματουργίαις.
Ἐνδεκάτῃ κρύψε Θεοδώραν λάας κλεινήν.
Αὐτῆς ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ἡλίου αὐγάς, ἐκμιμεῖται ὦ σεμνὴ θαυμάτων χάρις, τῶν νοσημάτων πᾶσαν
κάκωσιν, ἐκ τῶν ἀνθρώπων ἐκπλύνουσα, πᾶσαν καχεξίαν τε νόσων, ὥσπερ σκότος
ἐλαύνουσα, ταῖς φωτοβόλοις πρὸς Θεὸν εὐχαῖς σου πάντοτε.
Στησώμεθα νῦν, οἱ πιστοὶ πνευματικὴν χορείαν πάντες, καὶ Θεοδώρας
ἀνυμνήσωμεν, τὰ εὐσεβῆ προτερήματα, τοὺς ἀσκητικοὺς αὐτῆς πόνους, τὴν νηστείαν
τὰ δάκρυα, δι’ ὧν ἄνωθεν ζωῆς ἔσχεν ἀπόλαυσιν.
Θυσία δεκτή, προσενήνεξαι Θεῷ καὶ ὁλοκαύτωσις, διὰ νηστείας καὶ δεήσεως,
προκαθαρθεῖσα τῷ σώματι· ὅθεν σε οὐρανίῳ τραπέζῃ, ὡς βασιλίδα δέχεται, ὁ
Βασιλεὺς καὶ ποιητὴς καὶ πάντων Κύριος.
Εἰς νοῦν σου σεμνή, τὴν ἀπαραίτητον ἔχουσα θανάτου, μνήμην ἀκατάπαυστον
ἔστενες, πάντα τὸν βίον σου δάκρυσι, τὸν Θεὸν ἱλεουμένη καί, μετανοίαις
προσπίπτουσα, τῷ Ποιητῇ τοῦ οὐρανοῦ καὶ γῆς βασίλισσα.
Θεοτοκίον.
Ὁ μέγας Μωσῆς, προετύπου Σε Ἁγνὴ πυρὶ καὶ βάτῳ· τὸ πῦρ γὰρ καῦσιν
ἀπεβάλλετο, μέσον τηροῦν βάτον ἄφλεκτον· οὐδέ Σε πῦρ τὸ θεῖον φλέγει, ἐν μήτρᾳ
Σου κατασκηνῶσαν, εἰς τὴν βροτῶν ξένην καὶ ἄῤῥητον ἀνάπλασιν.
Ἔτερος. Οὐκ ἐλάτρευσαν.
Ἐπιχρώσασα πορφύραν ὡς πολύτιμον, ῥάκος ἐν δάκρυσι, νηστείαις τε καὶ
εὐχαῖς, ταύτην κατεστόλισας· καὶ νῦν παρίστασαι, ὡς βασίλισσα, τῷ Βασιλεῖ καὶ
Κτίστῃ σου, μακαρία Θεοδώρα.
Οὐχ ὑψώθης τὴν καρδίαν οὐ μετέωρον, ἔσχες τὸ ὄμμα σου, ἐν βασιλείᾳ κενῇ·
μᾶλλον δὲ ἀνύψωσας, ψυχῆς τὴν φύσιν τῆς σῆς, πρὸς τὸν Κύριον, καὶ βασιλεύεις
ἔνδοξε, σὺν Αὐτῷ εἰς τοὺς αἰῶνας.
Δειμαμένη Γεωργίῳ θείῳ Μάρτυρι, σεμνεῖον τίμιον, τούτῳ ἐνέθου σαυτήν, ὡς
ὄλβον πολύτιμον, ὕπνον τε ἐφύπνωσας, τὸν φυσίζωον, τὸν τοῖς δικαίοις πρέποντα,
Θεοδώρα θαυμασία.
Θεοτοκίον.
Ὠριμώτατον ἐδρέψατο ἡ βρότειος, καρπὸν τῷ τόκῳ Σου, φύσις Παρθένε ἁγνή, ἐξ
οὗ οἱ μετέχοντες, ζωὴν εὑρίσκομεν· ὅθεν ἅπαντες, χρεωστικῶς ὑμνοῦμέν Σου, τὴν
φρικτὴν κυοφορίαν.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἵλεων ἔργασαι ἡμῖν, τὸν Δεσπότην δυσωποῦσα Θεοδώρα, δυσχερῶν τῶν τοῦ βίου
ἐξαιρούμενη ἡμᾶς, καὶ νόσων καὶ πάσης κακώσεως, πάντας ἀχειρώτους φυλάττουσα
εὐχαῖς σου.
Ὄλβιος χάρις σῶν ὀστῶν, ἡ πηγάζουσα πιστοῖς τῶν ἰαμάτων, τὰ ἀκένωτα ῥεῖθρα
πάντα δυσώδη παθῶν, ταχέως ῥύπον ἀποπλύνουσα, τῶν μετ’ εὐσεβείας ἐν ταύτῃ
προσιόντων.
Νόμῳ θανάτου σιωπᾷς, ἀφανείᾳ τῇ σορῷ σου κεκρυμμένη, ἀλλ’ ἡμεῖς ὑμνοῦντες
τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ τὸ τῶν ἰάσεων πέλαγος, τούτου ἀπαντλοῦμεν βασίλισσα
θεόφρον.
Θεοτοκίον.
Στάμνε τοῦ μάννα μυστική, ἀπειρόγαμε Ἁγνὴ εὐλογημένη, ἡ τὸν Θεὸν ὥσπερ
μάννα σχοῦσα ἐν τῇ γαστρί, πικρίας παθῶν με ἐξάγαγε, γλυκασμόν μοι δοῦσα τὴν
ἄνω Βασιλείαν.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Ῥῶσιν τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἀντλήσατε προσιόντες πάντες οἱ πιστοί·
πρόκειται γὰρ βρύουσα, θαύματα ὡς νάματα, θεῖα σορὸς τοῖς χρήζουσι τῆς
βασιλίδος ἡμῶν, τὰ πνεύματα καὶ πάθη σοβοῦσα, καὶ τὰς ὀλεθρίους ἐξιωμένη
νόσους.
ᾌδει σου πιστῶς Ἀκαρνανία, βασίλισσα Θεοδώρα τὰ τεράστια, πᾶσαί τε
συντρέχουσι, πόλεις ἐν τῇ θήκῃ σου, χάριτος σῆς μετέχουσαι καὶ ἀνυμνοῦσαι
Χριστόν, τὸν δείξαντα ἡμῖν σε προστάτιν, καὶ τῶν αἰτουμένων βοήθειαν ἑτοίμην.
Νομίμῳ βιοῦσα συζυγίᾳ, καὶ παίδων ἐναλλομένη τοῖς βλαστήμασι, βλάβην οὐχ
ὑπέμεινας, τὴν ἐκ ματαιότητος, ἀλλ’ ἀντὶ τούτων ἔκρινας μόνον κερδῆσαι Χριστόν·
διὸ καὶ τῆς ἐφέσεως ἔστης, χαίρουσα ἐν τούτῳ Ὁσία εἰς αἰῶνας.
Θεοτοκίον.
Ἵνα τὰ ἐπίγεια τοῖς ἄνω, συνάψῃ ὁ πάντων Κτίστης τε καὶ Κύριος, σάρκα
προσελάβετο, Κόρη ἐξ αἱμάτων Σου, καὶ ὁ Θεὸς ὡς ἄνθρωπος ὤφθη δι’ ἔλεον· διό
Σου τὸ μυστήριον φόβῳ, ἀνυμνολογοῦμεν Ἁγνὴ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.
Δυναμωθεῖσα ἄνωθεν ἐξ ὕψους τὴν χάριν, τῶν ἰαμάτων ἔλαβες τοῦ ἰᾶσθαι, ἀνθρώπων
ἀσθενείας, πλείστοις στεναγμοῖς καὶ δάκρυσιν ἀρυσαμένη, τὴν ἐκ Θεοῦ προχέουσαν
βρύσιν νοητήν, ἥνπερ νῦν Θεοδώρα παρέχοις πᾶσι τοῖς κάμνουσι.
Ὁ θησαυρός σου θεῖος ἐν τῇ γῇ κεκρυμμένος, τῶν ἰαμάτων πᾶσι τοῖς
προστρέχουσι, τὸν πλοῦτον διανέμει, οὕτω γὰρ Θεὸς ἐδόξασεν ἀντιδοξάζειν, ὁ κατ’
ἀξίαν πάντας δοξάζοντας εἰδώς, ὅς σε καὶ Βασιλείας τῆς ἄνω μέτοχον ἔδειξε.
Μεταναστεύεις πάσης ὑλικῆς προσπαθείας, καὶ εἰς ἀκρώρειαν τὴν ὑπερκόσμιον,
αὐλίζῃ Θεοδώρα· βέλη νοητὰ ἐκφεύγεις δὲ τῶν τεκταινόντων, δι’ ἁμαρτίας θάνατον
τῇ θείᾳ ψυχῇ· ὅθεν καὶ οὐρανῶν ἡ παστάς σε νύμφην προσήκατο.
Ἁπάσης ῥῦσαι καταδυναστείας τοῦ πλάνου, τοὺς σὲ ὑμνοῦντας λόγοις ἐτησίως
τε, τιμῶντάς σου τὴν μνήμην, νέμουσα πταισμάτων ἄφεσιν καὶ νόσων λύσιν, ταῖς
πρὸς Θεόν σου θείαις ἐντεύξεσι σεμνή· ἔχεις γὰρ πρὸς Αὐτὸν παῤῥησίαν τελεῖν
παράδοξα.
Θεοτοκίον.
Μετὰ καὶ τόκον ἄφθορος Ἁγνὴ διαμένεις· κόσμου γὰρ γεννᾷς ἄσπιλε ἀπείρανδρε,
Παρθένε τὸν ἐργάτην, ῥῶσιν ἀσθενοῦσι νέμοντα ἰώμενόν τε, ὅσους ὁ ὄφις πάλαι τοῦ
φθόνου θανατοῖ, καὶ πρὸς οὐρανὸν ἐπανάγοντα δι’ ἀγαθότητα.
Ἕτερος. Ἅπας γηγενής.
Ὤφθης ὡς φωστήρ, τῇ πόλει σου λάμπουσα θαυμάτων χάρισι, καὶ
καταφαιδρύνουσα, πιστῶν καρδίας θείοις πυρσεύμασι, βασιλισσῶν ἀγλάϊσμα Ὁσίων
σύσκηνε, συνελθόντες τιμῶμεν τὴν μνήμην σου.
Βάθρον καὶ κρηπίς, καὶ στήριγμα πέφυκας σεμνὴ τῆς ποίμνης σου· ὅθεν καὶ
κυκλοῦσά σου, πιστῶς τὴν θήκην μοναστριῶν ἡ πληθύς, ἣν εἰς Χριστὸν ὡδήγησας
ὕμνοις γεραίρει σε, καὶ κροτεῖ τὰς χεῖρας ἐν τῇ μνήμῃ σου, Θεοδώρα Χριστὸν
μεγαλύνουσα.
Μύρον νοητόν, οὐράνιον ἔσχηκας ἐν τῇ καρδίᾳ σου, νῦν καὶ πᾶσαν αἰσθησιν,
ἀεὶ μυρίζον σου παναοίδιμε· χαίρουσα τοίνυν Πνεύματι βίον ἐβίωσας, ὃν βιοῦσι
πάντες οἱ ποθήσαντες, σὺν Ἀγγέλοις Θεοῦ τὰ οὐράνια.
Θεοτοκίον.
Ὄρος νοητόν, Μαρία θεόνυμφε ἐδείχθης χάριτι, λίθος τε ἀκρόγωνος, ἐξ οὗ
ἐτμήθη Χριστὸς ὁ Κύριος, ἡμᾶς συνάψας Ἄχραντε τοὺς διεστῶτας τὸ πρίν· ὅθεν
πάντες νῦν Σε μεγαλύνομεν, προσκυνοῦντες τὸν ἅγιον τόκον Σου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐν δάκρυσι ἐζήτησας, τὸν νοερὸν Νυμφίον σου, καὶ τοῦτον εὗρες Ὁσία,
παράκλησιν νέμοντά σοι· τοῦτον καὶ νῦν ἱκέτευε, ἀῤῥωστημάτων ἴασιν, πάντων
κακῶν τε λύτρωσιν, πᾶσι πιστοῖς τοῦ διδόναι, πρεσβείαις σου Θεοδώρα.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον
γεγενημένη · ἐν ᾧ Πατὴρ εὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον,
ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐπιποθήσασα μόνα τὰ ἐλπιζόμενα, πάσης τοῦ νῦν αἰῶνος, κατεφρόνησας δόξης,
καὶ πλούτου καὶ ἀξίας βασιλικῆς, Ναζηραίων δὲ σχήματι, κατακοσμήσασα σῶμα τῶν
ἀρετῶν, Θεοδώρα στήλη γέγονας. (Δίς).
Κόσμου τερπνοῦ διημείψω τὰ διαμένοντα, καὶ παριδοῦσα βίου, τὴν πολύπλοκον
πλάνην, δακρύων σου θαλάσσῃ πρὸς οὐρανῶν, τοὺς λιμένας διέπλευσας, ἔνθα χορὸς
τῶν δικαίων καὶ ἀσκητῶν, Θεοδώρα καταπαύσασα.
Λελαμπρυσμένη παρέστη σοι ἡ βασίλισσα, τῶν ἀρετῶν τῷ κάλλει, καὶ ἀσκήσεως
πόνοις, φοροῦσα πορφυρίδα βασιλικήν, βασιλείαν ἀσάλευτον, τὴν παρὰ σοῦ δεχομένη
Λόγε Θεοῦ, καὶ ζωὴν τὴν αἰωνίζουσαν.
Δόξα. Ἦχος πλ. α΄.
Ὡς ἀλάβαστρον μύρου τὰ δάκρυα προσενήνοχας, τῷ Βασιλεῖ καὶ Θεῷ καὶ πράξεις
τὰς θείας, Θεοδώρα ἀείμνηστε· εἰς ἀμοιβὴν δὲ εἴληφας χάριν ἄφθονον, βασιλὶς
ἀξιάγαστε· ὅθεν καὶ δαιμόνων τὰς φάλαγγας ἀεὶ ἀποδιώκουσα, τὰς νόσους παύεις
τῶν αἰτούντων σε, δοξάζοντός σε τοῦ Θεοῦ ἀπείροις θαύμασι· διὸ ἐν οὐρανίοις
θαλάμοις νῦν κλῆρον ἔχουσα, τὸν Χριστὸν καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε,
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος
ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ.
Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις Ἀμβρακίας ἡ καλλονή, χαίροις μακαρία μοναζόντων ὁ φωτισμός, χαίροις
βασιλίδων, ἀγλάϊσμα τὸ μέγα, Ὁσία Θεοδώρα, ὦ θεῖον δώρημα.
Βασίλισσαν ἅπαντες τὴν σεπτήν, καὶ Ὁσίων ἅμα, τὴν περίσεμνον καλλονήν, τὸ
μυρίπνοον ἄνθος, καὶ κρίνον τῶν Σερβίων, τὴν θείαν Θεοδώραν ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου