Ἀκολουθία Ἁγίου
ΓΕΩΡΓΙΟΥ Καρσλίδη.
Ψαλλομένη τῇ 4η Νοεμβρίου
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός
καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Διαθερμαίνεις καρδίας πιστῶν Γεώργιε, πρὸς μίμησιν
ἀγώνων, ὑπὲρ φύσιν σου Πάτερ, καὶ ζῆλον ἐπαυξάνεις πάντων ἡμῶν, πρὸς τῆς
κλίμακος ἄνοδον, τῶν ἀρετῶν ὧν ἐδείχθης ὑπογραμμός, καὶ κανὼν καὶ γνώμων Ὅσιε.
Ἀργυρουπόλεως γόνον, τοῦ Πόντου βλάστημα, καὶ
μυροβόλον κρίνον, Δράμας μέλψωμεν πάντες, Γεώργιον Καρσλίδην τὸν θεαυγῆ, ὡς τῆς
χάριτος σκήνωμα, Ὁσίων κέρας καὶ κλέϊσμα τιμαλφές, Ὁμολογητῶν τῆς πίστεως.
Τῆς διακρίσεως βάθρον καὶ διοράσεως, τὸν φωτοφόρον
λύχνον, ἐπαινέσωμεν ὕμνοις, Γεώργιον τὸν νέον ἐν ἀσκηταῖς, θεοσόφοις ἀμάρυγμα,
φωταγωγοῦν προστασίας αὐτοῦ βολαῖς, Ὀρθοδόξων τὰ συστήματα.
Σκληραγωγούμενος πόθῳ σεπτὲ Γεώργιε, εἰς Γεωργίας
Μάνδραν, σὴν ροπὴν τὴν ἁγίαν, κατέδειξας τοῖς πᾶσι καὶ μοναστῶν, ἀνεδείχθης
ὑπόδειγμα· διὸ καὶ χάριν ἀπείληφας ἐκ Θεοῦ, θεραπεύειν τὰ νοσήματα.
Ἀνεκομίσθη ἐκ τάφου χαριτοβρύτου σου, ἀρτίως σῶν
λειψάνων, ἡ σορὸς εὐωδίας, ἀῤῥήτου ἐμπιπλῶσα μοναζουσῶν, τοῦ πανσέπτου Σεμνείου
σου, ψυχὰς καὶ δῆμον ἁπάντων τῶν εὐσεβῶν, προσπιπτόντων σοι Γεώργιε.
Δεῦτε πιστοὶ συνελθόντες ἐγκωμιάσωμεν, ἐν τῇ σεπτῇ τῆς
Δράμας, Ἀναλήψεως Μάνδρᾳ, δομήτορα τὸν θεῖον ταύτης λαμπρῶς, θεοφόρον Γεώργιον,
ὅνπερ ἡ χάρις ἀνέδειξε τοῦ Θεοῦ, θαυμασίων ξένων χείμαῤῥον.
Δόξα. Ἦχος πλ. α´.
Τὸν διακριτικὸν Ὅσιον, τὸν ἔχοντα πάντοτε λόγον ἅλατι
ἠρτυμένον καὶ νουθετῶντα καὶ διδάσκοντα τοὺς αὐτῷ προσιόντας, Γεώργιον, τὸν τῆς
Ἀναλήψεως τοῦ Σεμνείου σεπτὸν δομήτορα, εὐσχημόνως τιμήσωμεν καὶ ἐν κατανύξει
αὐτῷ βοήσωμεν· ὁ πλήθους χριστωνύμων ἐξαγορεύσας τὰ παραπτώματα καὶ ὁδηγήσας
αὐτὸ πρὸς ἀρετῆς κτῆσιν καὶ τελείωσιν, ὁδήγησον καὶ ἡμᾶς εὐχαῖς σου πρὸς
σωτηρίαν, τοὺς μεγαλύνοντας τοὺς ἀτρύτους πόνους σου καὶ εὐλαβῶς προσκυνοῦντας
τὴν χαριτόβρυτον σορὸν τῶν πανιέρων λειψάνων σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ…
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β´ 1 -
11).
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν
ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς
ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου.
Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι
ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον
αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ
φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ
πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε
εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς
ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν
αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν
καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α´
1 - 10).
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε
περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι
εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ
γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς
ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν
σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ
ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι
τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς
γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ
πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ
παροδεύσῃ αὐτὸν λέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,
λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως
ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ´
1 - 9).
Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τὸν τῆς Ἀργυρουπόλεως γόνον καὶ Πόντου τὸ περίδοξον
βλάστημα, Γεώργιον, τὸν ἐξαιρέτως ἐν Δράμᾳ τιμώμενον Ὅσιον, ὡς νεόδμητον
ἔπαλξιν πίστεως τιμήσωμεν κράζοντες· ἀρετῶν πρόβολε καὶ χαρίτων θείων
κειμήλιον, ὁ Χριστῷ συναγαλλόμενος ἐν σκηναῖς οὐρανίαις, μὴ παύσῃ Αὐτὸν ἡμῖν
ἱλεούμενος τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Ἦχος β´.
Τὸν τῆς ὁμολογίας λαβόντα στέφανον καὶ δι᾿ ἀσκήσεως
συντόνου τὸν δόλιχον σταδιεύσαντα τοῦ βίου, Γεώργιον, τὸ νεοσμίλευτον τῆς
ἀρετῆς ἀνυμνήσωμεν ἄγαλμα· οὗτος γὰρ φυγὼν ἐχθρῶν τῆς μήνιος θείᾳ χάριτι καὶ τὸ
πνεῦμα ζωώσας ἀσκητικοῖς κατορθώμασι πνευματικὸς πατὴρ πολλῶν Δραμινῶν
ἐχρημάτισε· καὶ νῦν ἀνελθὼν εἰς πόλον δόξης Χριστῷ ὑπήντησε, τῷ παρέχοντι πᾶσιν
αὐτοῦ ἱκεσίαις τὸ πλούσιον ἔλεος.
Ἦχος γ´.
Σεμνύνεται τοῖς σοῖς σπαργάνοις ὁ ἁγιοφρούρητος Πόντος
καὶ χαίρει Δραμινῶν εὐσεβῶν ἡ ὁμήγυρις τῇ σῇ θεοφιλεῖ πολιτείᾳ καὶ θαυμασίων
σου τῷ πλήθει, Γεώργιε παμμακάριστε· σὺν αὐτοῖς σκιρτᾷ καὶ χορεύει Ἀναλήψεως
τοῦ Κυρίου ἡ Μάνδρα, ἣν ἰδίαις σου χερσὶν ἐδόμησας, κατέχουσα ἐν κόλποις τὴν
χαριτόβρυτον σορὸν τῶν λειψάνων σου· αὐτὴν καὶ ἡμεῖς πανευλαβῶς ἀσπαζόμενοι καὶ
πληρούμενοι θείας χαρᾶς καὶ εὐφροσύνης ἐξαιτούμεθα τὰς θεοπειθεῖς σου πρεσβείας
πρὸς βίον κρείττονα.
Ἦχος δ´.
Τὸ τῆς Ἀναλήψεως τοῦ Κυρίου Σεμνεῖον ἐν τῇ κώμῃ τῶν
Ταξιαρχῶν τῆς θεοσώστου Δράμας, ὅπερ χερσί σου ἐδόμησας, Γεώργιε, ἐργαστήριον
προσευχῆς καὶ νήψεως ἀνέδειξας· ἐν αὐτῇ καὶ ἡσύχως τὴν ψυχὴν παραδοὺς εἰς
χεῖρας Θεοῦ ζῶντος ἀπῆλθες Αὐτῷ συγχαίρειν εἰς τοὺς αἰῶνας καὶ πρεσβεύειν ὑπὲρ
τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος ὁ αὐτός.
Τὸν κρατήσαντα τὸν νοῦν εἰς τὸν ᾍδην καὶ ἀξιωθέντα τοῦ
ἀκτίστου φωτὸς ἀπολαῦσαι πεφωτισμένον πατέρα ὑπὸ τοῦ φωτὸς τοῦ Θαβωρίου,
Γεώργιον, τὸν ἀσκητὴν τῆς Δράμας, εὐφημήσωμεν πιστῶς βοῶντες· ὁ σοφῶς ἰθύνας
τοὺς σοὶ προστρέχοντας πρὸς φέγγος τὸ ἄδυτον διαλύων αὐτῶν τὴν σκοτόμαιναν τῆς
ἀπογνώσεως, πυρσεύμασι τῆς ἀσκητικῆς σου παῤῥησίας, φώτισον ἡμῶν τὰς τρίβους
πρὸς μέθεξιν τῆς ἀρετῆς καὶ τῆς θεώσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε,
εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος
πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, ὁσιωτάτων ἀσκητῶν
κατορθώματα, ἐρήμου τῆς Παλαιστίνης, καὶ τῆς Αἰγύπτου λαμπρῶς, ἀναζωγραφήσας
πάτερ Ὅσιε, τρισμάκαρ Γεώργιε, γόνε Ἀργυρουπόλεως, Ποντίων εὖχος, Ἐκκλησίας
ὡράϊσμα, Δράμας σέμνωμα, καὶ νεόφωτον πύρσευμα· Μάνδρας τῆς Ἀναλήψεως Χριστοῦ
ἐνθεώτατε, ἐξ οὐρανίου εὐκλειας ὁ περισκέπων ἀείποτε, τοὺς σοὶ προσιόντας, καὶ
τιμῶντάς σου τὴν μνήμην ψαλμοῖς καὶ ᾄσμασι.
Στίχος: Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἀγαπήσας Χριστόν, ἐκ τῆς νεότητος σου
χρόνων Γεώργιε, καὶ ὅλον ἀφιερώσας βίον Αὐτῷ σὸν σεπτόν, κλέϊσμα Ποντίων
πολυτίμητον· Αὐτοῦ θείᾳ χάριτι, φυλακὴν καθυπέμεινας, καὶ διεσώθης, ἐκ θανάτου
πανόλβιε, ἵνα στέφανον, λάβῃς ὁμολογίας σου, καὶ κατὰ πνεῦμα τέκνα σου ἐκ τοῦ
αἰωνίζοντος, σώσῃς θανάτου εὐχαῖς σου καὶ διδαχαῖς θεοπνεύστοις σου, σοφὲ
ποδηγέτα, εὐσεβῶν καὶ κατευθῦντορ αὐτῶν πρὸς θέωσιν.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Χαίροις, ὁ ταπεινὸς ἀσκητής, τῆς ἀσιτίας ἐραστὴς καὶ
τῆς νήψεως, εὐχῆς τῆς ἀδιαλείπτου ὁ φωτοφόρος ἀστήρ, Μάνδρας θεῖε κτίτορ
Ἀναλήψεως, τῆς Δράμας Γεώργιε, θείου Πνεύματος ὄργανον, καὶ ὁδοδείκτα, τῶν
πιστῶν πρὸς τελείωσιν, ἐκβοῶμέν σοι, φιλοσίων οἱ σύλλογοι· πρέσβευε οὖν
μακάριε, ὑπὲρ τῶν τιμώντων σε, καὶ ἐκτελούντων σὴν μνήμην τὴν σεβασμίαν καὶ
πάμφωτον, Χριστῷ τῷ Σωτῆρι, τῷ παρέχοντι εὐχαῖς σου ἡμῖν τὸ ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τὸν ἐν ἀσθενικῷ σώματι κρύπτοντα ὑγιεστάτην καρδίαν,
καὶ μνήμην διηνεκῆ ἔχοντα θανάτου, Γεώργιον, τοὐπίκλην Καρσλίδην, τὸν ἀοίδιμον,
μελισταγέσιν εὐφημήσωμεν ᾄσμασιν· οὖτος γὰρ τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβὼν
ἐπωμάδιον ἀγογγύστως διήνυσε τῆς ἀσκήσεως τὸ στάδιον καὶ Μονὴν τῇ Αὐτοῦ
Ἀναλήψει ἐν Δράμᾳ ἐδόμησεν· ἣν ἐργαστήριον εὐχῆς καὶ ὁσιότητος ἀνέδειξεν· ἐν
αὐτῇ καὶ τὸν ἀγῶνα καλῶς τελέσας μετέστη ἐκ τοῦ θανάτου πρὸς τὴν ζωήν, ἵνα
Χριστῷ συνεῖναι, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον
Λόγον.
Ἀναλήψεως Μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους
μύστην καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις Γεώργιον
πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος, βοῶντες· φρούρει θεόθεν
σημειοφόρε τοὺς ἱκέτας σου.
Δόξα. Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου
πολίτης.
Θείας χάριτος ῥεῖθρον θεοφόρον Γεώργιον, καὶ κρουνὸν
θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες· δομῆτορ Ἀναλήψεως Μονῆς, καὶ Δράμας
ἀντιλήπτορ καὶ φρουρέ, μὴ ἐλλίπῃς ἱκετεύων, τὸν μεγαλύναντά σε πάτερ Ὅσιε· Δόξα
τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σε ἀσκητῶν πυξίον
δείξαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ
προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος
α´. Χορὸς ἀγγελικός.
Ὁσίων ἀσκητῶν, ἐγκαλλώπισμα νέον, Γεώργιε σεπτέ,
Πόντου βλάστημα θεῖον, καὶ Δράμας διάκοσμε, ὁ δομήσας περίδοξον, Μάνδραν
μόχθοις σου, τῇ τοῦ Χριστοῦ Ἀναλήψει, διασκέδασον, ἡμῶν ἀχλὺν ἁμαρτίας, εὐχαῖς
σου Γεώργιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἀγγέλων χαρμονή, καὶ ἀγλάϊσμα θεῖον, πιστῶν καταφυγή,
καὶ θερμὴ προστασία, ἁγνὴ ἀειπάρθενε, Θεοτόκε πανύμνητε, ἐπιβράβευσον ἡμῖν
χαρὰν οὐρανίαν, τοῖς ἐν θλίψεσι, κατακειμένοις παντοίαις, τῇ θείᾳ σου χάριτι.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ´. Ταχὺ προκατάλαβε.
Θαυμάτων ἀκένωτος πηγὴ καὶ φρέαρ πολλῶν, ἰάσεων
ἄφθονος ἐδείχθη ἄρτι σεπτέ, ἡ θήκη λειψάνων σου, ἣν προσκυνοῦντες πόθῳ,
ἀρυόμεθα ὕδωρ, σῶν θεϊκῶν χαρίτων, ἀρωγῆς καὶ εὐνοίας, τῆς θείας σου πρὸς
πάντας ἡμᾶς, μάκαρ Γεώργιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ἡ κυήσασα τὸν τοῦ Ὑψίστου Υἱόν, ἁγνὴ
Ἀειπάρθενε ταῖς μητρικαῖς Σου λιταῖς ἡμῖν ἐπιβράβευε, πᾶσιν ἰσχὺν καὶ σθένος,
τοῖς ἐν ὕμνοις τιμῶσι, Σὲ ὡς Θεοῦ Μητέρα, καὶ προστάτιν καὶ ρῦστιν, ἡμῶν ἐκ
συμφορῶν ἀλγεινῶν, καὶ περιστάσεων.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´.
Τὴν ὡραιότητα.
Πόντος σεμνύνεται, σεπτοῖς σπαργάνοις σου, καὶ
Ἀναλήψεως, Μονὴ λειψάνοις σου, τοῖς πανιέροις ἀσκητὰ Γεώργιε θεοφόρε· ἣν χερσὶ
τιμίοις σου, ἄρτι Πάτερ ἐδόμησας, Δράμας ὁμηγύρεως, ποδηγὲ πρὸς τελείωσιν,
πιστῶν ἐν κατανύξει βοώντων· Χαῖρε Ὁσίων νέων εὖχος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς
χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ
ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς
κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαίρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ´
ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Εὐαγγέλιον (Λουκ. ι´ 1 - 15): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι
παρεδόθη ὑπὸ τοῦ πατρός μου… (Ζήτει τῇ Παρασκευῇ
τῆς Ε΄ ἑβδομάδος τοῦ Λουκᾶ).
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β´. Στ. Ἐλέησόν με, ὁ Θεός...
Τὸν ἀναλωθέντα τῇ ἀπλανεῖ λαοῦ ποδηγεσίᾳ καὶ συμπαθείᾳ
καὶ ἀγάπῃ πρὸς πάντα πλησίον, Γεώργιον, τὸν νεόφωτον τῆς Δράμας φωστῆρα, οἱ
πιστοὶ ἐγκωμιάσωμεν τρανῶς βοῶντες· Χριστοῦ φίλε γνήσιε, Ὁμολογητῶν πίστεως ὁ
λαβὼν τὸ διάδημα, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ αὐτοῦ δεόμενος ὑπὲρ
τῶν τιμώντων τὰ σεπτὰ ἀσκητικά σου παλαίσματα.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Γεώργιον, νεοφανῆ Δράμας ὑμνῶ ἀστέρα. Χ.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Γεώργιον Ὅσιον τὸν ἀσκητὴν τὸν θειότατον, ἀσκήσει τὸν
λάμψαντα ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ δομήσαντα, ἐν Ταξιάρχαις Δράμας, Μονὴν
ἀνυμνήσωμεν, τῆς Ἀναλήψεως.
Ἐκβλάστημα τίμιον τοῦ Πόντου ἀνευφημήσωμεν, πολύφορον
ἄσταχυν φέρον πολλῶν ἀρετῶν, ὁσιώτατον, Γεώργιον τοὐπίκλην, Καρσλίδην ὡς
πίστεως, ἄνθος ἡδύπνευστον.
Ὡς λύχνον νεόφωτον Θεοῦ σοφίας καὶ νήψεως, Γεώργιον
μέλψωμεν τὸν ταχινὸν Δραμινῶν, ἀντιλήπτορα, καὶ φύλακα καὶ ῥύστην, ἐκ πάσης
στενώσεως, καὶ περιστάσεως.
Θεοτοκίον.
Ῥεόντων ὑπέρτερον τὸν Σὸν ἱκέτην ἀνάδειξον, ἁγνὴ
Ἀειπάρθενε καὶ ζηλωτὴν ἀληθῆ, ἀφθαρτότητος, Κυρία Θεοτόκε, ἡ καθοδηγοῦσά με,
βίον πρὸς κρείττονα.
ᾨδὴ γ´. Τοὺς Σοὺς ὑμνολόγους.
Γεώργιε πάνσεπτε δομῆτορ Μονῆς Ἀναλήψεως ἐχθρόν,
πυκτεύων προσευχόμενος σκληραγωγὼν τὴν σάρκα σου, καὶ ἀσιτῶν προσείλκυσας
πλουσίως χάριν τοῦ Πνεύματος.
Ἰσχύσας τὸν πλάνον θριαμβεῦσαι Γεώργιε νήψει καὶ εὐχῇ,
ἐκ χρόνων σου νεότητος Κυρίῳ εὐηρέστησας, τῷ σὲ θαυμάτων δείξαντι παντοίων
βρῦσιν πολύῤῥυτον.
Ὁ Πόντος καυχᾶται σοῖς σπαργάνοις καὶ Δράμα σῇ θείᾳ
ἀρωγῇ, θεοειδὲς Γεώργιε Ὁσίων νέον κόσμημα, καὶ ἀσκητῶν ἀγλάϊσμα περιφανὲς καὶ
περίλαμπρον.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε Ὑψίστου τοῦ Λόγου Παρθένε ἀγαθή,
ναοὺς ἡμᾶς ἀνάδειξον ἀγάπης καὶ συνέσεως, τοὺς σπεύδοντας ἀείποτε τῇ ἀῤῥαγεῖ
προστασίᾳ Σου.
Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Εὐηρέστησας, τῇ σῇ ἀσκήσει, τῷ Παντάνακτι, Θεῷ
τρισμάκαρ, καὶ κατηύφρανας χοροὺς τῶν τιμώντων σε, τῇ θεαυγεῖ ἀσκητὰ πολιτείᾳ
σου, καὶ θαυμασίων σου πλήθει Γεώργιε· πάτερ Ὅσιε, τοὐπίκλην Καρσλίδη, πρέσβευε
Χριστῷ ὑπὲρ τῶν ὕμνοις μελῳδούντων σε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Εὐσυμπάθητε, Θεογεννῆτορ, καταφύγιον, ἐμπεριστάτων,
καὶ ἐν θλίψεσι δειναῖς παραμύθιον, στενόντων τῶν ἀνυμνούντων Σε πάντοτε, ἴσθι
προστάτις ἀκέστωρ καὶ πρόμαχος, καὶ κατεύθυνε τοὺς δούλους Σου πρὸς μετάνοιαν,
καὶ κτῆσιν ἀρετῆς καὶ ὁλοκλήρωσιν.
ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Νέον ἄστρον εὐσεβείας, θεοφόρε Γεώργιε, τὸ ἐξανατεῖλαν,
ἐκ τοῦ Πόντου καὶ ἀμαρύγμασι, τῶν σῶν ἀγώνων φαιδρύνας Δράμαν ἔλυσας, την
σκοτόμαιναν τῶν ταπεινῶς προστρεχόντων σοι.
Ἐλεημοσύνης κέρας, καὶ ἀγάπης Γεώργιε, λαμπηδὼν
ἰθύντωρ, ἀπλανὴς πιστῶν πρὸς μετάνοιαν, καὶ σωτηρίαν ἐπώφθης· ὅθεν χαίροντες,
ἑορτάζομεν τὴν ἀεισέβαστον μνήμην σου.
Ὁ χορὸς εὐσεβοφρόνων, Δραμινῶν καταφεύγει σοι, ἐν τοῦ
βίου ζάλαις, ἀσκητὰ Καρσλίδη Γεώργιε, καὶ μεγαλῦνον ἀγῶνας τοὺς πανσέπτους σου,
ἀπεκδέχεται τὴν ταχινὴν προστασίαν σου.
Θεοτοκίον.
Φέγγει θείων πρεσβειῶν Σου, ἀγαθὴ Μητροπάρθενε,
Κεχαριτωμένη πρὸς τὸν φωτοπάροχον Τόκον Σου, διασκεδάζεις τὴν ζόφωσιν τῶν
θλίψεων, τῶν τιμώντων Σε ὡς Θεοτόκον ἀείποτε.
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Ἀσκήσας Γεώργιε ὡς ἄσαρκος τὴν κλίμακα, ἀρετῶν ἀνῆλθες τοῖς Ἀγγέλοις, ἀεὶ
συγχαίρειν ἐν οὐρανίαις μοναῖς, Μονὴν Ἀναλήψεως ἐν γῇ, ὅτε ἐγκατέλιπες, ἣν
ἐδόμησας μόχθοις σου.
Νεκρώσας τὴν σάρκα σου Γεώργιε ἰσάγγελε, καὶ αὐτῆς
ἐπιθυμίας πάσας, σὸν πνεῦμα πόνοις ἀσκητικῆς ἀγωγῆς, ἐζώωσας νῦν ἐν οὐρανοῖς,
τὸ ἀγαλλιάσεως, ἀπολαῦον ἀτέρμονος.
Ἡγίασεν Ὕψιστος τὸ σκῆνός σου Γεώργιε, ὅπερ σοῖς
κατέτηξας ἀτρύτοις, πόνοις ἐν Δράμᾳ ἀρτίως ἐγκρατευτά, Ποντίων ἐκβλάστημα
σεπτόν, ἄνθη εὐωδέστατα, τὸ βλαστῆσαν θεώσεως.
Θεοτοκίον.
Δυνάμωσον δούλους σου ἀεί Σε μακαρίζοντας,
Κεχαριτωμένη Θεοτόκε, πατῆσαι πλάνου τοῦ ἀρχεκάκου Σατάν, παγίδας καὶ πᾶν αὐτοῦ
ταχύ, ἐπηρμένον φρύαγμα, ὑπερύμνητε Δέσποινα.
ᾨδὴ στ´. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ῥοαῖς ἱδρώτων ἀπαύστων σου καὶ ῥείθροις ἀειῤῥύτοις
δακρύων σου τῆς Ἀναλήψεως, Μονὴν ἐπίανας Ὅσιε Γεώργιε χερσί σου, ἥνπερ ἐδόμησας.
Ἀλεῖπτα θεῖε πρὸς θέωσιν χοροῦ μοναζουσῶν τοῦ Σεμνείου
σου καὶ ὁμηγύρεως, τῶν Δραμινῶν προστρεχόντων σοι, Γεώργιε χαρίτων ἐπώφθης
τέμενος.
Μακάρων πάντων ὁμόσκηνος ὑπάρχεις ἐν Ἐδὲμ τοῖς
σκηνώμασι, μάκαρ Γεώργιε, οὗ θαυμασίων ἀνέδειξε χειμάῤῥουν τὸ σὸν σκῆνος,
Χριστὸς δοξάζων σε.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε ἀνέρχεσθαι βαθμίδας ἀρετῶν καταξίωσον
τοὺς μακαρίζοντας, σὲ μελῳδίαις εὐσχήμοσιν, ὑπερευλογημένη Θεογεννήτρια.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τὸν γεωργὸν τῆς ἀρετῆς τὸν ἀκατάβλητον, ψυχὰς ἀρότρῳ
εὐσεβείας γεωργήσαντα, καὶ ἀγάπης μελωδήσωμεν εὐσχημόνως, ἐν τοῖς χρόνοις τοῖς
ἐσχάτοις καὶ δομήσαντα, Ἀναλήψεως Μονὴν ἐν Δράμᾳ κράζοντες, ὕμνοις πρέπουσι· Χαῖροις, μάκαρ Γεώργιε.
Ὁ Οἶκος.
Ἄγγελος σάρκα φέρων, καὶ τὸν νοῦν περιφέρων, εἰς
δώματα Γεώργιε πόλου, ἀνεδείχθης καὶ πάντων ῥευστῶν, ὑπερόπτης μάκαρ ἀσκητῶν
ἔκτυπον· διό σε μακαρίζοντες, κραυγάζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ἡ βάσις τῆς σωφροσύνης·
χαῖρε, ἡ λάμψις
ἀγαθωσύνης.
Χαῖρε, εὐσεβῶν Δραμινῶν ἀγαλλίαμα·
χαῖρε, ἀσκητῶν
θεοφόρων ὑπόδειγμα.
Χαῖρε, Πόντου εὐθαλέστατος καὶ περίδοξος βλαστός·
χαῖρε, κόσμου ὁ
ἀνύστακτος καὶ φανότατος πυρσός.
Χαῖρε, θεῖος δομῆτορ ἀναλήψεως Μάνδρας·
χαῖρε, πάνυ
ἀκέστωρ καὶ προστάτης τῆς Δράμας.
Χαῖρε, λαμπτὴρ ζωῆς ἐλεήμονος·
χαῖρε, ἀστὴρ
ἡμῶν ἀγαπήσεως.
Χαῖρε, τὴν πίστιν ὁ ὁμολογήσας·
χαῖρε, τὴν
χάριν τοῦ Θεοῦ ὁ ἑλκύσας·
Χαῖρε, μάκαρ Γεώργιε.
Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ Καρσλίδη.
Χριστοῦ ἔδειξας σὴν ψυχὴν γεώργιον,
ἀγάπη πιαινόμενον, Γεώργιε.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Στῦλε πίστεως ἀσάλευτε Γεώργιε πάντας ἐστήριζες ταῖς
νουθεσίαις ταῖς σαῖς, καὶ ποδηγεσίᾳ σου σεπτῇ τοῖς σπεύδουσι, πνευματέμφορε,
Γεώργιε διδάσκαλε, κεχαριτωμένε κόσμου.
Ὑμνῳδίαις σε εὐτάκτοις μεγαλύνομεν σεπτὲ Γεώργιε τῶν
Δραμινῶν ἀρωγόν, ταχὺν καὶ κοσμήτορα Χριστοῦ τῆς πίστεως, καὶ λειψάνων σου σορὸν τὴν χαριτόβρυτον, προσκυνοῦμεν θεοφόρε.
Μεγαλύνοντες καμάτους σου Γεώργιε πρὸς ὁλοκλήρωσιν
πανευλαβῶς τὴν σεπτήν, σορὸν τῶν λειψάνων σου κατασπαζόμεθα, ἣν ὡς ἄσυλον,
κατέχει Ἀναλήψεως, ἡ Μονὴ ἐν Δράμᾳ ὄλβον.
Θεοτοκίον.
Νίκας δίδου μου κατὰ τοῦ πολεμήτορος Θεογεννήτρια τῷ
σὲ ὑμνοῦντι πιστῶς, αὐτὸν ἡ νικήσασα διὰ τοῦ Τόκου Σου, τοῦ οἰκτίρμονος,
Χριστοῦ Ὧ δόξαν πέμπομεν, γεγηθότες καθ᾿ ἑκάστην
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ὥσπερ ῥόδα ἔαρος εὐώδη Γεώργιε θαυμαστὲ ἀνεκομίσθησαν,
ἄρτι σοῦ τὰ λείψανα, τάφος ἃ κατέκρυπτεν, ὡς ὄλβον πολυτίμητον ὁ θαυματόβρυτος,
καὶ ἃ νῦν καθηδύνουσι πάντας, τοὺς ἀσπαζομένους αὐτὰ μετ᾿ εὐλαβείας.
Ἄστρον νεαυγὲς χρηστοηθείας ἐν Πόντου τὸ ἀνατεῖλαν γῇ
Γεώργιε, Γεωργίαν ηὔγασας, χώραν μετανοίας σου, καὶ Δράμαν τὴν ἐξάκουστον ἐν ᾗ
ὡς ἄσαρκος, ἐβίωσας καὶ ἣν ἁγιάζεις, νῦν χαριτοβρύτῳ σορῷ τῶν σῶν λειψάνων.
Σμύλῃ τῶν σοφῶν νουθεσιῶν σου ἐσμύλευσας τὰς ψυχὰς τῶν
προστρεχόντων σοι, θαυμαστῶς Γεώργιε, ποδηγέτα ἄριστε, λαοῦ πρὸς τὴν μετάνοιαν
καὶ ὁλοκλήρωσιν, δομῆτορ Ἀναλήψεως Μάνδρας, τῆς σεπτῆς καὶ θείας Ταξιαρχῶν ἐν
κώμῃ.
Τόμε παρθενίας καὶ ἁγνείας χρυσόδετε Παναγία
Μητροπάρθενε τῶν παρθένων σύλλογον, φύλαττε ἀείποτε, καὶ τῶν μεγαλυνόντων σε
πιστῶν συστήματα, εἰς πάντας τοὺς αἰῶνας Κυρία, οὐρανῶν καὶ κόσμου διάσωσμα τὸ
θεῖον.
ᾨδὴ θ´. Ἅπας γηγενής
Ἔαρος ὀδμάς, ἐκχέει λειψάνων σου ἡ πανσεβάσμιος, θήκη
πνευματέμφορε, ἣν προσκυνοῦντες ἁγιαζόμεθα, Γεώργιε ἀείποτε τῆς Δράμας πρόμαχε,
ἀντιλῆπτορ, καὶ φρουρὲ ἀνύστακτε, ἣν ἡγίασας ῥείθροις δακρύων σου.
Ῥώμην καὶ ἰσχύν, καὶ δύναμιν ἅπασι πιστοῖς Γεώργιε, σὲ
τοῖς μακαρίζουσιν, ἀξιοχρέως βραβεύεις Ὅσιε, Ποντίων ἐγκαλλώπισμα καὶ νέον
σέμνωμα, καὶ ταμεῖον, χάριτος ἀδάπανον, θεοβράβευτε πάτερ ἀοίδιμε.
Ἄνωθεν ἡμᾶς, ἐπόπτευε Ὅσιε τοὺς ἀνυμνοῦντάς σε,
θεαυγὲς Γεώργιε καὶ περιφρούρει καὶ καθαγίαζε, μυράλειπτρον πανεύοσμον τῆς
θείας χάριτος, καὶ πυξίον, διαυγὲς χρηστότητος, Δραμινῶν ἐπαρχίας διάκοσμε.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, κρουνὲ ἀκεσώδυνε καὶ φρέαρ χάριτος,
χαῖρε κόσμου καύχημα, Θεογεννῆτορ καὶ καταφύγιον, ἐμπεριστάτων δούλων Σου χαῖρε
ἀλάνθαστε, κατευθῦντορ, χοϊκῶν πρὸς θέωσιν, οὐρανῶν ὑπερτέρα Πανάχραντε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μονῆς τῆς Ἀναλήψεως, θεόσδοτον δομήτορα, καὶ Δράμας
κόσμημα νέον, καὶ ἀρωγὸν καὶ προστάτην, Γεώργιον τὸν Ὅσιον, ἐκλάμψαντα ὡς
ἥλιον, τῆς ἀρετῆς ὑπέρφωτον, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, ἐγκωμιάσωμεν πόθῳ.
Θεοτοκίον.
Ἡ κατιδοῦσα Τόκου σου, τὴν ἔνδοξον Ἀνάληψιν, πρὸς
οὐρανίους ἐπάλξεις, ἐξ ὧν ἀφράστως κατῆλθε· δι᾿ ἄκραν ἀγαθότητα, καὶ ἐν γαστρί
Σου ᾤκησεν, Αυτὸς Θεογεννήτρια, ὑπὸ τὴν Σὴν προστασίαν, ἡμᾶς ἀνάλαβε πάντας.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ´ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ θαυμαστὲ Γεώργιε περικλεὲς ἀσκητά, Πόντου
Ἀργυρουπόλεως, τῆς ἐνδόξου βλάστημα, καὶ
νεόφυτον λείριον, τῆς εὐσεβείας καὶ διακρίσεως, τῇ εὐωδίᾳ τῆς σῆς ἀσκήσεως, καὶ
τῶν θαυμάτων σου, καθηδύνεις ἅπαντας τοὺς εὐλαβῶς, ἐκτελοῦντας μνήμην σου τὴν
ἀεισέβαστον.
Πάτερ ἱερὲ Γεώργιε ἀπὸ παιδὸς τὸν Χριστόν, ἀγαπήσας
σὴν ἔφεσιν, τῆς ψυχῆς κατηύθυνας, πρὸς Αὐτὸν ὁσιώτατε, καὶ ὑπακούων τῷ
προεστῶτί σου, παρὰ Κυρίου βραβεῖον εἴληφας, αἰωνιότητος, ταπεινὲ ἁπλούστατε
καὶ παμφαές, ἀσκητὰ ὁμόζηλε ἀΰλων τάξεων.
Πάτερ ἀρετῆς Γεώργιε χριστομιμήτου πυρσέ, ἀπαθείας καὶ
νήψεως, μυροβόλον κύμινον, καὶ ὡραῖον ὀσφράδιον, χρηστοηθείας καὶ ταπεινώσεως,
τῶν σῶν καμάτων ὡς ἀντιμίσθιον, εἴληφας Ὅσιε, χάριν τῶν ἰάσεων παρὰ Θεοῦ, σὲ
τοῦ θαυμαστώσαντος πλουσίως πάντιμε.
Πάτερ Δραμινῶν Γεώργιε ἀκέστορ καὶ ἀρωγέ, τῆς Μονῆς Ἀναλήψεως,
κτίτορ ἐνθεώτατε, καὶ τῆς χάριτος σκήνωμα, σορὸν λειψάνων τῶν πανιέρων σου, ἐν
κατανύξει κατασπαζόμενοι, νόσων λυτρούμεθα, καὶ χαρᾶς πληρούμεθα οἱ ἐν δεινοῖς,
καὶ τοῦ βίου θλίψεσι κατατρυχόμενοι.
Δόξα. Ἦχος πλ. α´.
Δεῦτε, φιλοσίων ἡ ὁμήγυρις, τὸν ἐν Ὁμολογηταῖς Ὅσιον
καὶ διδάσκαλον τῆς εὐσεβείας πνευματέμφορον, Γεώργιον, τὸν τῆς Ἀναλήψεως
Μάνδρας κτίτορα, ψυχῆς ἐν ἀγαλλιάσει εὐφημήσωμεν κράζοντες· ὁ κακουχίας καὶ
στενώσεις ἐν ταπεινώσει ὑπομείνας καὶ ὡς λαμπὰς παμφαεστάτη φωτίσας ἐν χρόνοις
δυσχειμέροις Ὁρθοδόξων τὰ συστήματα, φώτισόν μου τὴν διάνοιαν τοῦ μελετᾶν τὸν
νόμον Κυρίου καὶ ὁμολογεῖν καθ᾿ ἑκάστην τὸ τοῦ Κυρίου ὄνομα, τοῦ παρέχοντος
ἡμῖν εὐχαῖς σου τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε,
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος
ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ.
Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Κτίτορ Ἀναλήψεως τῆς μονῆς, τῆς σεπτῆς ἐν Δράμᾳ, ὁ
ἀσκήσει καὶ προσευχῇ, θεωθεὶς ἀρτίως, Γεώργιε ἀξίως, παντοίων ἰαμάτων, χάριν
ἀπείληφας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου