Δευτέρα 15 Ιουνίου 2015

Ὁσίου ΜΑΡΚΟΥ τοῦ Ἀθηναίου



Ἀκολουθία Ὁσίου ΜΑΡΚΟΥ τοῦ Ἀθηναίου.
Ψαλλομένη τῇ 5η Μαρτίου


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῇ ὑπὲρ φύσιν ἀσκήσει Μάρκε μακάριε, ἰσάγγελος ἐδείχθης, ἐν σαρκὶ βιοτεύων, καὶ θείων χαρισμάτων παρὰ Θεοῦ, ἀληθῶς κατηξίωσαι· διὸ τελοῦμεν τὴν μνήμην σου τὴν σεπτήν, τὸν Σωτῆρα μεγαλύνοντες.

Τῇ βαθυτάτῳ ἐρήμῳ Μᾶρκε ἐχώρησας, καταλιπὼν τὰ πάντα, θεολήπτῳ καρδίᾳ, καὶ μένεις ἀγνοούμενος τοῖς ἐν γῇ, ὡς οὐράνιος ἄνθρωπος· ἀλλὰ Χριστὸς μετὰ τέλος τὸ θαυμαστόν, τοῖς ἐν κόσμῳ σὲ ἐγνώρισεν.

Ὁδηγηθεὶς παραδόξως ὁ Σεραπίων σοφέ, ὡς θησαυρὸν σὲ εὗρεν, ἐν ἀβάτῳ ἐρήμῳ, καὶ ὅλως ἐξεπλάγη Μᾶρκε ἐν σοί, καθορῶν σε ὡς ἄσαρκον, μετὰ σαρκὸς διανύοντα τὴν ζωήν, καὶ Χριστὸν ἔνθους ἐδόξασε.

Ἐξ Ἀθηνῶν ὥσπερ ἄστρον ὤφθης πολύρωτον, καὶ καταυγάζεις πάντας, τῇ στεῤῥᾷ σου ἀσκήσει, ὡς πλήρης χαρισμάτων τῶν θεϊκῶν, Πάτερ Μᾶρκε ἰσάγγελε· διὸ παθῶν μου τὸ σκότος τὸ χαλεπόν, ταῖς πρεσβείαις σου ἀπέλασον.

Δόξα. Ἦχος α΄.
Τὸν ἐν ἀσκήσει ὡς ἄσαρκον φανέντα, ὡς ὑπερβάντα τοὺς ὅρους τῆς φύσεως, ἐν τῇ ἑνώσει τοῦ κρείττονος, Μᾶρκον τὸν Ὅσιον, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· τοῦ γὰρ θείου πυρός, τὴν ἐνέργειαν δεξάμενος, τὴν ὕλην τῆς φθορᾶς ἠνάλωσε, ἀσκητικοῖς καμάτοις· καὶ τῷ θείῳ φωτὶ προσομιλῶν, τοῖς ἀΰλοις συνήφθη Ἀγγέλοις, θεωθεὶς ἐν μεθέξει· μεθ’ ὧν καὶ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρημον κατοικεῖν, ὦ Μᾶρκε ᾑρετίσω, ἐν ᾗ σαρκὸς τὰ πάθη, νεκρώσας τῆς ἀφθάρτου, ζωῆς ὤφθης συμμέτοχος.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔφριξε κατιδών, ὦ Μᾶρκε τὴν ζωήν σου, ὁ θεῖος Σεραπίων, καὶ πᾶσι τοῖς ἐν κόσμῳ, γνωστὰ τὰ σὰ πεποίηκε.

Στ.:Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Πλήρης θείου φωτός, ὦ Μᾶρκε μετετέθης, πρὸς τὴν ἀγήρω λῆξιν, τῶν σῶν ἀμέτρων πόνων, ληψόμενος τὰ ἔπαθλα.

Δόξα. Τριαδικόν.
Δύναμιν ἐσχηκώς, ἀήττητον καὶ θείαν, ἐκ Σοῦ Τριὰς Ἁγία, ὁ θεοφόρος Μᾶρκος, κατήσχυνε τὸν δράκοντα.

Καὶ νῦν. Θεοτοκίον.
Δόξῃ Σου τῇ λαμπρᾷ, ἐν τῇ ἐρήμῳ Κόρη, ὁ Μᾶρκος ἀτενίζων, ἀσκήσεως τοὺς πόνους, ὡς ἄσαρκος ὑπήνεγκε.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ πόλεως ἤνθησας τῶν Ἀθηνῶν τῆς λαμπρᾶς, καὶ βίον ἰσάγγελον ἐπολίτευσω ἐν γῇ, τρωθεὶς θείῳ ἔρωτι· ὅθεν ἐν τῇ ἐρήμῳ, ὁ Ἀββᾶς Σεραπίων, εὗρέ σε νεύσει θείᾳ, ὁσιώτατε Μάρκε, διὸ τῆς πολιτείας σου τὸν τρόπον ἀγάμεθα.

Δόξα. Ἕτερον.
Ὡς Ἄγγελος ἔζησας ἐν τῇ ἐρήμῳ σοφέ, καὶ ὤφθης ἀνάπλεως τῶν ἐκ Θεοῦ δωρεῶν, ὦ Μᾶρκε Πατὴρ ἡμῶν· ὅθεν ἐν σοὶ ἐξέστη, Σεραπίων ὁ θεῖος, καὶ ἤγγειλε τοῖς ἐν κόσμῳ, τὴν ἁγίαν ζωήν σου, μεθ’ οὗ ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐν σαρκὶ ὡς ἀσώματος, τὴν ζωήν σου διήνυσας, στεῤῥοτάτοις σκάμμασι τῆς ἀσκήσεως, καὶ ἀγνοούμενος ἔμεινας, τοῖς πᾶσι καὶ ἄγνωστος, Πάτερ Μᾶρκε τοῖς ἐν γῇ, μετὰ τέλος τὸ θεῖον δέ, τὴν ἰσάγγελον, πολιτείαν σου στόματι ἁγίῳ, Σεραπίων ὁ θεόφρον, τοῖς ἐν τῷ κόσμῳ ἐκήρυξε.

Ὁλικῶς ἀρνησάμενος, τὴν πατρίδα σου Ὅσιε, καὶ τὸν κόσμον ἅπαντα θείῳ ἔρωτι, ἐν γῇ ἐρήμῳ προσέδραμες, καὶ χαίρων ὑπέμεινας, ἀνενδότῳ λογισμῷ, καὶ ἀνδρείῳ φρονήματι, πᾶσαν κάκωσιν, τῆς ὁσίας ἀσκήσεως εὐτόνως, καὶ καθεῖλες Πάτερ Μᾶρκε, τοῦ πονηροῦ τὰ βουλεύματα.

Ἐν γυμνότητι σώματος, καὶ ἐν ψύχει καὶ καύσωνι, καὶ παννύχοις στάσεσι καὶ δεήσεσιν, ἀγωνιζόμενος Ὅσιε, εἰς ἔρημον ἄβατον, εὐηρέστησας Θεῷ, παρ’ οὗ χάριν ἀπείληφας, Πάτερ ἄφθονον, καὶ στολὴν ἀφθαρσίας ἠμφιάσω, τὴν φορὰν ὡς ἀπεβάλου, Μᾶρκε Ὁσίων ἀγλάϊσμα.

Ὁδηγίᾳ τῇ ἄνωθεν, Σεραπίων ὁ Ὅσιος, προσελθών σοι Ἅγιε ἐξεπλήττοντο, ὁρῶν ζωήν σου τὴν ἄσαρκον, καὶ ἔνθους ἐδόξασε, τὸν Δεσπότην τοῦ παντός, καὶ τροφῆς ὡς ἐγεύσατο, τῆς πεμφθείσης σοι, οὐρανόθεν ὦ Μᾶρκε θεοφόρε, τῆς ἐν σοὶ χάριτος θείας, Πάτερ ἠγάσθη τὸ μέγεθος.

Ὡς οὐράνιος ἄνθρωπος, καὶ ἐπίγειος Ἄγγελος, τὸν ἀγῶνα Ὅσιε τῆς ἀσκήσεως, θεοπρεπῶς ἐκτετέλεκας, καὶ χαίρων ἀνέδραμες, ἀπὸ γῆς εἰς οὐρανόν, τὸ δὲ θεῖόν σου λείψανον, εἰς τὸ σπήλαιον, ὁ θεόφρων κηδεύσας Σεραπίων, τῆς λαμπρᾶς σου πολιτείας, τὰς ἀριστείας ἐκήρυξε.

Ἀθηνῶν ὤφθης βλάστημα, καὶ φυτὸν εὐθαλέστατον, τοῦ Ἁγίου Πνεύματος ἐνδιαίτημα, τῶν ἀσκητῶν ἀκροθίνιον, ἐρήμου πολίτης δέ, ὡς Ἀγγέλων μιμητής, τῇ συντόνῳ ἀσκήσει σου, Μᾶρκε Ὅσιε· διὰ τοῦτο τῆς ἄνω Βασιλείας, κληρονόμος ἀνεδείχθης, καὶ πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Τῇ ἀγάπῃ τοῦ Χριστοῦ, πτερωθεὶς τὴν διάνοιαν, ἐν ἐρήμῳ κατοικεῖν ᾑρετίσω, Μᾶρκε Πάτερ μακάριε· ὢ τῆς σῆς ἐφέσεως, καὶ τῶν ὑπὲρ φύσιν καμάτων σου!  Μόνος γὰρ μόνῳ τῷ Θεῷ, πλείστοις χρόνοις προσομιλῶν, ὑπερφυῶν δωρεῶν ἠξιώθης, παριδὼν τοὺς ὅρους τῆς φύσεως· ὅθεν Ἄγγελοι ἐθαύμασαν, καθορῶντες τοὺς ἀγῶνάς σου, καὶ δαίμονες ἔπτηξαν, τῆς σῆς ἀνδρείας τὸ εὔτονον, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν σὴν μνήμην γεραίρει, βοῶσα· Κύριε, πρεσβείαις τοῦ Ὁσίου σου, δώρησαι ἡμῖν τὰ ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 21-30).
Φόβος Κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέψει τὴν ὀργήν. Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνην· ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ. Ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια. Ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολὰς καὶ Κύριος χορηγήσει σοι αὐτήν. Σοφία γὰρ καὶ παιδεία, φόβος Κυρίου καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης. Μὴ ἀπειθήσῃς φόβῳ Κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. Μὴ ὑποκριθῇς ἐν στόμασι ἀνθρώπων καὶ ἐν τοῖς χείλεσί σοι πρόσεχε. Μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11).
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ ἀυτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμέινατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῶ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Τῆς θαυμαστῆς πολιτείας σου, τὰ ἐξαίρετα τρόπαια, πᾶσαν ἀκοὴν καταπλήττουσι, Μᾶρκε Πατὴρ ἡμῶν· ἔξω κόσμου καὶ σαρκὸς ἐπολιτεύσω γάρ, ὡς προέκρινας Χριστῷ ἀκολουθῆσαι, ἀνενδότῳ σπουδῇ· καὶ ἐν ἐρήμῳ τόπῳ σκηνώσας, σκήνωμα θεῖον γέγονας, τῆς ἐνεργείας τοῦ Πνεύματος, ταῖς πρὸς τὸ κρεῖττον ἀναβάσεσιν. Ἀλλὰ πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Τὴν κοσμικὴν ἀπειπάμενος σχέσιν, καὶ τῆς πατρίδος φυγών, ὑπερκόσμιος ὤφθης τῇ ἀσκήσει, Μᾶρκε θεόληπτε· καὶ Ἀγγέλοις ἀμιλλώμενος, σαρκικῶν βαρημάτων, τὸ ἄχθος ἀπέῤῥιψας, δι’ ἄκρας ἐγκρατείας, καὶ ἡσυχίας ἀληθοῦς· καὶ ἐν νοὸς καθαρότητι, οὐρανίων ἐμφάσεων, τὸ κάλλος ἐδέξω· οὗ ἐντρυφῶν μυστικῶς, καὶ θεωριῶν θείων ἀπολαύων, τῆς ἐρήμου τὸ σκληρὸν ῥᾶον ὑπέμεινας, τῆς μελλούσης ζωῆς, τὰς ἀμοιβὰς ἀπεκδεχόμενος· ἧς νῦν ἐν μεθέξει γεγονώς, ἀπαύστως ὑπὲρ ἡμῶν Μᾶρκε Ὅσιε.

Ἦχος γ΄.
Ἐν γῇ ἐρήμῳ αὐλισθείς, τὸν Θεὸν μόνον προσδεχόμενος, τὸν ἀσφαλῶς σε κατευθύνοντα, Μᾶρκε θεόσοφε, πάσης συναφείας ἀνθρωπίνης, πόῤῥω ἐγένου, οὐρανίῳ φρονήματι· καὶ Ἀγγέλοις ὁμιλῶν, θείων ἐλλάμψεων κατηξίωσαι· ὅθεν ὁ θεῖος Σεραπίων, τῶν ἐν σοὶ θησαυρῶν τὸν πλοῦτον ἀγάμενος, ὡς ἄγγελον ἑώρασε, τῆς ἀϋλίας ἐν ὕλῃ, τοὺς καρποὺς προσφέροντα, καὶ τῷ Κυρίῳ ἐβόα· Κύριε, δόξα Σοι.

Ἦχος δ΄.
Ἄρτον ἀπ’ οὐρανοῦ δεχόμενος, ὧν ἔτυχας παρὰ Θεοῦ δωρεῶν ἐδήλους, τὴν πλουσίαν χορηγίαν, Μᾶρκε παμμάκαρ· ὑφ’ ἓν γὰρ πάντα παρωσάμενος, τὰ τῆς ὕλης τερπνά, ὡς ἐν Παραδείσῳ ἐβίους, ἐν ἀπερήμῳ ὄρει· καὶ νῦν ἐν αἰωνίοις ὄρεσιν ἡδόμενος, Ἀγγέλων Τάξεσι, σὺν αὐτοῖς ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, τὸν ζυγὸν τοῦ Κυρίου ἀράμενος, τῆς τῶν παθῶν δουλείας, τὴν ψυχὴν ἀμέτοχον ἐτήρησας, τῇ συντονωτάτῃ ἀσκήσει· τῶν γὰρ φθαρτῶν ὁλοτρόπως ἐκδημήσας, ὅλον τὸν πόθον Θεῷ ἀνέτεινας, πρὸς ἀφθαρσίαν ἐπειγόμενος, ἀνεπιστρόφῳ νοΐ καὶ τῆς ἀπαθείας τὴν στολὴν ἐξύφανας, δι’ ἄκρας ἐγκρατείας, ἐν τῷ νυμφῶνι τῆς ζωῆς ἀνεκλήθης, ἄσβεστον τὴν λαμπάδα σου τηρήσας. Ἀλλ’ ὡς ἀσκητῶν ἀκρότης, Μᾶρκε θεόφρον, τῆς χαρᾶς αὐτοῦ καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀσκητῶν ἡ κρηπίς, ὁ τῶν Ἀγγέλων μιμητὴς καὶ συνόμιλος· ἐν γῇ γὰρ ἐρήμῳ Πάτερ, κατασκηνώσας στεῤῥῶς, ἄσαρκος ὡράθης μετὰ σώματος, καὶ θείων ἐλλάμψεων, κοινωνὸς ἐχρημάτισας, τὰ ὑπὲρ λόγον, οὐρανόθεν μυούμενος, ὡς τοῦ Πνεύματος, καθαρώτατον σκήνωμα, Μᾶρκε θεομακάριστε, ὁ φοίνιξ ὁ εὔκαρπος, ἀσκητικῆς πολιτείας, καὶ ἡσυχίας τῆς κρείττονος· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄρτον, ἀπ’ οὐρανοῦ θαυμαστῶς, Μᾶρκε θεόφρον ὑπ’ Ἀγγέλου δεχόμενος, ὑπέφαινες τὴν πλουσίαν, ἀνταμοιβὴν ἐκ Θεοῦ, τῶν συντονωτάτων παλαισμάτων σου, καὶ ταῦτα θεώμενος, Σεραπίων ὁ Ὅσιος, ἔνθους ἀνύμνει, τὸν λαμπρῶς σε δοξάσαντα, ὡς θεράποντα, ἀληθῶς οἰκειότατον· ὅθεν αὐτὸν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε, καὶ τὴν ἁγίαν σου μνήμην, ἐπιτελούντων ἐν ᾄσμασι, πταισμάτων τὴν λύσιν, καὶ εἰρήνην δωρηθῆναι, καὶ μέγα ἔλεος.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Δρόμον, τῆς σῆς ὁσίας ζωῆς, καλῶς τελέσας πρὸς ζωὴν ὑπερκόσμιον, μετέστης ἐν εὐφροσύνῃ, καὶ τοῖς Ἀγγέλων χοροῖς, συνετάγης Πάτερ ὡς ἰσάγγελος· τὸ θεῖον δὲ σκῆνός σου, Σεραπίων ὁ ἔνθεος, σεπτῶς κηδεύσας, τοῖς ἐν κόσμῳ ἐγνώρισε, Μᾶρκε Ὅσιε, τὴν λαμπρὰν πολιτείαν σου· ὅθεν σὺν τούτῳ πρέσβευε, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὡς ἂν οἱ σὲ εὐφημοῦντες, καὶ τὴν σὴν μνήμην γεραίροντες, ζωῆς τῆς ἀλήκτου, μετασχοίημεν ἐλέει, τοῦ πανοικτίρμονος.

Δόξα. Ἦχος δ΄.
Ἀσκητικὴν ἑλόμενος ζωήν, Μᾶρκε Ὁσίων ἐγκαλλώπισμα· καὶ ἐν ὄρει ὑψηλῷ ἀνελθών, μετάρσιος ὤφθης τῷ νοΐ, πάντων τῶν χαμαὶ συρομένων ἀφιστάμενος, καὶ θεϊκαῖς θεωρίαις ἐντρυφῶν· καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, καὶ θέσει θεούμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ πόλεως ἤνθησας τῶν Ἀθηνῶν τῆς λαμπρᾶς, καὶ βίον ἰσάγγελον ἐπολίτευσω ἐν γῇ, τρωθεὶς θείῳ ἔρωτι· ὅθεν ἐν τῇ ἐρήμῳ, ὁ Ἀββᾶς Σεραπίων, εὗρέ σε νεύσει θείᾳ, ὁσιώτατε Μάρκε, διὸ τῆς πολιτείας σου τὸν τρόπον ἀγάμεθα.

Δόξα. Ἕτερον.
Ὡς Ἄγγελος ἔζησας ἐν τῇ ἐρήμῳ σοφέ, καὶ ὤφθης ἀνάπλεως τῶν ἐκ Θεοῦ δωρεῶν, ὦ Μᾶρκε Πατὴρ ἡμῶν· ὅθεν ἐν σοὶ ἐξέστη, Σεραπίων ὁ θεῖος, καὶ ἤγγειλε τοῖς ἐν κόσμῳ, τὴν ἁγίαν ζωήν σου, μεθ’ οὗ ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Λιπὼν τὰ ἐπὶ γῆς, θεολήπτῳ καρδίᾳ, ἐσκήνωσας σοφέ, ἐν ἐρήμῳ ἀβάτῳ, καὶ βίον τὸν ἰσάγγελον, μετὰ σώματος ἔζησας Μᾶρκε Ὅσιε· ὅθεν συνήφθης Ἀγγέλοις, μεθ’ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸς ὁ Ποιητής, καὶ Θεὸς τῶν ἁπάντων, τεχθεὶς ὑπερφυῶς, ἐξ ἀχράντου γαστρός Σου, χοροὺς Ὁσίων εἵλκυσε, Θεοτόκε πανύμνητε, ἐν οἷς ἔλαμψεν, καὶ ὁ θεόληπτος Μᾶρκος, μεγαλύνων Σου, τὴν ἀκατάληπτον δόξαν, ζωῆς καθαρότητι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁδηγηθεὶς τῇ τοῦ Θεοῦ προμηθείᾳ, πρὸς σὲ ἀφῖκται Σεραπίων ὁ θεῖος, καὶ τῆς ζωῆς τὸ τρόπον σου ἐθαύμασεν· ὅθεν καὶ κηδεύσας σου, Πάτερ Μᾶρκε τὸ σκῆνος, τὰ λαμπρά σου τρόπαια, ἀνεκήρυξε πᾶσι· μεθ’ οὗ δυσώπει πάντοτε Χριστόν, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε Παρθένε Μαρία, ἡ τὸν Θεὸν ἀπεριγράπτως τεκοῦσα, ἐκ τῆς φθορᾶς τὸν κόσμον λυτρωσάμενον, ῥῦσαί με λιτάζω Σε, τῆς παθῶν τυραννίδος, καὶ τὸν νοῦν μου λάμπρυνον, μετανοίας τῷ φέγγει, ἵνα ἐχθροῦ ἐκφύγω τὴν ὁρμήν, ὑμνολογῶν τὴν θερμὴν προστασίαν Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν ἐρήμῳ σκηνώσας νοὸς στεῤῥότητι, ἀπενέκρωσας πάσας τὰς τῆς σαρκὸς ἡδονάς, δι’ ἀγώνων καρτερῶν Μᾶρκε μακάριε, καὶ τῶν ἐνθέων δωρεῶν, σκεῦος τίμιον φανείς, παρέχεις ἑνὶ ἑκάστῳ, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ, τῶν αἰτημάτων τὴν ἐκπλήρωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός Σου ὁ ὑπερούσιος, οὐσιωθεὶς τὴν μορφήν μου δι’ ἀγαθότητα, ἀνεμόρφωσεν αὐτὴν καὶ ἀνεκαίνισε, καὶ Σὲ ἀνέδειξεν ἡμῖν, ὡς Μητέρα ἑαυτοῦ, προστάτιν καὶ θείαν σκέπην, Θεογεννῆτορ Παρθένε· διὸ ἀπαύστως Σὲ δοξάζομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν:. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἐρημικῶν ἀγώνων τοῖς ἄνθραξι, τὴν τοῦ ἐχθροῦ μανίαν φλέξας, ὡς πυρσὸς ἀειφανής, τὰς καρδίας ἡμῶν πυρσεύεις, πρὸς θείαν ἐγρήηγορσιν, Μᾶρκε θεόσοφε· ὡς καθάρας γὰρ τὸν νοῦν, φωτισμοῦ ἐπληρώθης, καὶ παθῶν σκεδάζεις τὸν ζόφον, καὶ πρεσβεύεις Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Εἶτα, οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὸν θεοφόρον Μᾶρκον ὑμνέω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν μου καταύγασον, τῇ Σῇ ἐλλάμψει Φιλάνθρωπε, καὶ λόγον μοι δώρησαι, ὅπως ὑμνήσω Χριστέ, θείοις ᾄσμασι, τὸν θεοφόρον Μᾶρκον, τὸν Σὲ μεγαλύναντα, βίου λαμπρότητι.

Ὁ Μᾶρκος ὁ Ὅσιος, τῶν Ἀσωμάτων ὁ σύσκηνος, ἡμᾶς συνεκάλεσεν, ἐπὶ τῇ μνήμῃ αὐτοῦ, τὴν ἰσάγγελον, ζωὴν αὐτοῦ ὑμνῆσαι· συνέλθωμεν ἅπαντες, τοῦτον γεραίροντες.

Ναμάτων τοῦ Πνεύματος, ἐμφορηθεὶς Μᾶρκε Ὅσιε, σπουδαίως κατέλιπες, τὴν σὴν πατρίδα σοφέ, καὶ ἐχώρησας, ἐν γῇ ἐρήμῳ χαίρων, ζωὴν τὴν ἰσάγγελον, Πάτερ ἑλόμενος.

Θεοτοκίον.
Θεοῦ ἐνδιαίτημα, καὶ φωτοφόρον ἀνάκτορον, ἐδείχθης Πανάμωμε, τοῦ παρελθόντος ἐκ Σοῦ· ὅθεν ἔργασαι, κἀμὲ ἐκδυσωπῶ Σε, δοχεῖον καὶ σκήνωμα, τῆς θείας χάριτος.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Εἰς ἔρημον προσχωρήσας, ἠρήμωσας πάσας τοῦ ἐχθροῦ, τὰς μεθοδείας Ὅσιε, τῇ καρτερᾷ ἀσκήσει σου, καὶ Ἄγγελος ἐν σώματι, ὡς ἀληθῶς Μᾶρκε πέφηνας.

Ὁ νοῦς σου φωτὶ τοῦ Παρακλήτου, λαμπόμενος Μᾶρκε μυστικῶς, παθῶν τὸ σκότος ἔλυσε, καὶ πρὸς τὸ φῶς σε ἴθυνε, ζωῆς τῆς ὑπὲρ ἔννοιαν, ἀσκητικοῖς σου παλαίσμασι.

Φωστὴρ ἰσαγγέλου πολιτείας, ἐκ πόλεως τῆς τῶν Ἀθηνῶν, Ὅσιε Μᾶρκε ἔλαμψας, καὶ καταπλήττεις ἅπαντας, ἐρημικοῖς σου σκάμμασι, καὶ ὑπὲρ φύσιν παλαίσμασι.

Θεοτοκίον.
Ὁ θρόνος τοῦ πάντων Βασιλέως, καθέδρα Θεοῦ ἡ ὑψηλή, Θεογεννῆτορ Δέσποινα, ἀνύψωσόν με δέομαι, παθῶν ἐκ καταπτώσεως, πρὸς ἀρετῶν τὴν ἀκρώρειαν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν τοῦ σώματος πρόνοιαν ὁλικῶς, ἀρνησάμενος πόθῳ τῷ θεϊκῷ, ὡς ἄσαρκος ἔζησας, ἐν ἐρήμῳ μακάριε, καὶ οὐρανίῳ ἄρτῳ, τραφεὶς θείῳ νεύματι, ἐγνώσθης μετὰ τέλος, ὁ πρὶν ἀγνοούμενος· ὅθεν καὶ τελέσας, τὸν ἀγῶνα ὁσίως, τῆς ἄνω λαμπρότητος, ἀνεδείχθης συμμέτοχος, Πάτερ Μᾶρκε θεόσοφε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, παρθένος πανάφθορος, μετὰ τόκον διέμεινας, καὶ τῆς φθορᾶς τὰ ῥεῖθρα, εἰς τέλος ἐξήρανας, πηγάσασα τῷ κόσμῳ, τὸ ὕδωρ τὸ ἄφθαρτον· ὅθεν ὡς Μητέρα, τοῦ Θεοῦ τῶν ἁπάντων, ὑμνοῦμέν Σε ἄχραντε, καὶ ἀπαύστως δοξάζομεν, καὶ πιστῶς ἐκβοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ θείᾳ πρεσβείᾳ Σου.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Ῥώμῃ κρατυνόμενος τῇ θεϊκῇ, ἔφερες σαρκός σου τὴν γύμνωσιν, ἀνδρείως Πάτερ, καὶ ἐχθροῦ τὰς μηχανάς, εἰς τέλος ἀπεγύμνωσας, Μᾶρκε προσευχαῖς καὶ δεήσεσιν.

Ὄρος ὑψηλότατον καταλαβών, ἐν ἐρήμῳ τόπῳ κατώκησας, ἐν τῷ σπηλαίῳ, καὶ δοχεῖον καθαρόν, Μᾶρκε σαυτὸν ἐτέλεσας, τῆς Τριαδικῆς ἐπιλάμψεως.

Νέκρωσιν ἐνδέδυσαι ζωοποιόν, Πάτερ τῇ γυμνώσει τοῦ σώματος, τῆς ἀφθαρσίας, τὴν ὑπέρλαμπρον στολήν, Μᾶρκε περιποιούμενος, πόνοις ἐγκρατείας καὶ σκάμμασι.

Θεοτοκίον.
Μόνη ὑπὲρ ἔννοιαν τὸν Ποιητήν, Κόρη συλλαβοῦσα γεγέννηκας· Σὲ γὰρ Προφῆται, προεκήρυξαν σαφῶς, τύποις τε καὶ αἰνίγμασι, θείῳ φωτιζόμενοι Πνεύματι.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀγγέλων μιμούμενος, ζωὴν τὴν ὑπερκόσμιον, ἔζησας ὡς ἄσαρκος ἐν κόσμῳ, ἄγνωστος Πάτερ, ἐν γῇ ἐρήμῳ στεῤῥῶς, καὶ μετὰ τὸ τέλος σου σοφέ, διὰ Σεραπίωνος, πᾶσι γνώριμος γέγονας.

Ῥημάτων ὡς ἤκουσε, τῶν σῶν Μᾶρκε μακάριε, ὁ σοφὸς καὶ θεῖος Σεραπίων, ὁ ἐκ Θεοῦ σοι, ἀποσταλεὶς θαυμαστῶς, ἔνθους ἐμεγάλυνε Χριστόν, τὸν σὲ ἐνισχύσαντα, ἐνεγκεῖν τὰ ἐπίπονα.

Κυρίῳ ἑπόμενος, Μᾶρκε στεῤῥῷ φρονήματι, ἤνεγκας ἐρήμου τὰς κακώσεις, καὶ ἐπιθέσεις τῶν ἀοράτων ἐχθρῶν, οὓς ἀντιτυπίᾳ τῶν σεπτῶν, πόνων σου κατήσχυνας, καὶ εἰς τέλος κατέβαλες.

Θεοτοκίον.
Ὁ οἶκος ὁ πάμφωτος, ἐν ᾧ σαρκὶ κατώκησεν, ὁ Θεὸς καὶ Κτίστης τῶν ἁπάντων, ἀνακαλούμενος, κόσμον ἅπαντα, ἡ Θεογεννήτωρ Μαριάμ, θεόις μελῳδήμασιν, ἀνυμνείσθω ἑκάστοτε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νόμῳ, τῷ θείῳ πειθόμενος, τοῦ κόσμου τὰ τερπνὰ καταλέλοιπας, Μᾶρκε μακάριε, καὶ τὸν σταυρόν σου ἀράμενος, ἐν ἀπερήμῳ τόπῳ, χαίρων ἐσκήνωσας.

Ὑπὸ Θεοῦ ὁδηγούμενος, ὁ θεῖος Σεραπίων κατέλαβε, Πάτερ τὴν ἔρημον, καὶ ἐφευρών σε ἐδόξασεν, ὦ Μᾶρκε θεοφόρε, τὸν σὲ δοξάσαντα.

Μέλη τὰ σὰ ἀπενέκρωσας, νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσι, Μᾶρκε μακάριε, καὶ πρὸς ζωὴν τὴν αἰώνιον, ἀνέδραμες ἐν δόξῃ, ἀγαλλιώμενος.

Θεοτοκίον.
Νοός μου λῦσον τὴν ζόφωσιν, ἡ φῶς τὸ ὑπερούσιον τέξασα, σαρκὸς ταχύτητι, καὶ ἐπηρείας με λύτρωσαι, ἐχθροῦ τοῦ ἀοράτου, Παρθένε ἄχραντε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν ἐρήμῳ Ὅσιε, στεῤῥῶς ἀσκήσας, καὶ τραφεὶς ὡς Ἄγγελος, ἀπ’ οὐρανοῦ ὑπερφυῶς, Ἀγγέλων ὤφθης ἰσότιμος, Μᾶρκε  παμμάκαρ, Ὁσίων ἀγλάϊσμα.
Ὁ Οἶκος.
Τὰ ἐν κόσμῳ ἐμφρόνως κατέλιπες, καὶ Χριστῷ ἀκλινῶς ἠκολούθησας, ἀρνησάμενος σαυτόν, ἀνενδοιάστῳ λογισμῷ, καὶ θεολήπτῳ γνῶμῃ· καὶ ἐν βαρείᾳ ἐρήμῳ θεόθεν ὁδηγηθείς, ἠγωνίσω ἐν αὐτῇ ὑπερφυέσι πόνοις, μόνος μόνῳ Θεῷ συγγινόμενος, καὶ τὰς θείας δωρεὰς παρ’ Αὐτοῦ δεχόμενος· ἄρτῳ γὰρ οὐρανίῳ ἐτρέφου, καὶ τὸ τῆς ἐρήμου ἐπίπονον καὶ σκληρόν, ὡς τρυφὴν ἡγοῦ, τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι καὶ μεθέξει· ὅθεν προσελθών σοι θαυμαστῶς ὁ θεῖος Σεραπίων, ἐξέστη ἐν σοί· καὶ τὸ σεπτόν σου σῶμα κηδεύσας ἀνύμνει σε, Μᾶρκε παμμάκαρ, Ὁσίων ἀγλάϊσμα.

Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ ἀσκητοῦ, τοῦ Ἀθηναίου.
Φὺς ἐξ Ἀθηνῶν ὦ Μᾶρκε θεοφόρε,
ὡς ἄγγελος ἔζησας ἐν τῇ ἐρήμῳ.
Πέμπτῃ Μᾶρκος θεουδὴς γαῖαν ἔλιπε πολυβότειραν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐλλαμπόμενος ταῖς μυστικαῖς ἐλλάμψεσι τοῦ θείου Πνεύματος, σκότος δαιμόνων βαθύ, εἰς τὸ τέλος διέλυσας, Μᾶρκε καὶ ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὡς κατεῖδέ σε ὁ Σεραπίων Ὅσιε ἔκθαμβος γέγονε, τῇ θεωρίᾳ τῇ σῇ· ὡς ἄλλον γὰρ Ἄγγελον, Πάτερ ἑώρα σε, καὶ ἐκραύγαζεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Γυμνὸς ἤνυσας ἐν πλείστοις Πάτερ ἔτεσι τὸν θεῖον βίον σου, καθυπομένων στεῤῥῶς, ἡλίου τὸν καύσωνα, καὶ παγετὸν τῆς νυκτός· ὅθεν χάρις σε, ἡ θεία περιέθαλπεν, ὡς θεράποντα Κυρίου.

Θεοτοκίον.
Ἐξ αἱμάτων Σου σάρκα λαβὼν ὁ ἄναρχος Θεὸς καὶ Κύριος, ἐκ Σοῦ ἐν χρόνῳ ἡμῖν, ἐτέχθη ὡς ἄνθρωπος, μὴ ὑποστὰς τροπήν, καὶ διέσωσε, Παρθενομῆτορ Δέσποινα, τοὺς ὑμνοῦντάς Σου τὸν τόκον.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥήσεων τῶν σῶν Σεραπίων, ὡς ἤκουσε φθεγγομένου σου μακάριε, τὰ τῆς ἰσαγγέλου σου, πολιτείας σκάμματα, ἐγνώρισε καὶ ᾔνεσε, βοῶν τὸν Κτίσαντα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἄγγελος ἐν σώματι ἐδείχθης, Ἀγγέλων τὴν πολιτείαν μιμησάμενος, Μᾶρκε παμμακάριστε, Ἀσωμάτων σύσκηνε· ἔνθεν διακονοῦντάς σοι, Ἀγγέλους ἔσχηκας, ὡς πάροικος, ἐν κόσμῳ καὶ ξένος, καὶ ἐπουρανίων, ἐπάθλων ἠξιώθης.

Σκεῦος ἐκλογῆς ἐρήμου ὤφθης, ὡς ἄνωθεν ὁ Σωτήρ σε κατωνόμασε, Μᾶρκε παναοίδιμε, ἀρετῶν θησαύρισμα, καὶ πρὸς Αὐτὸν ἀνέδραμες, ἐν εὐφροσύνῃ βοῶν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἵνα Σε δοξάζω Θεοτόκε, τὴν δόξαν καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν, πάσης ἀδοξίας με, λύτρωσαι τοῦ χείρονος, καὶ πρὸς τὸ κρεῖττον ἴθυνον, τὸν νοῦν μου ψάλλοντα· τὴν Δέσποινα, τοῦ κόσμου ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, ὡς τοῦ Θεοῦ Μητέρα.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μέγας ἀληθῶς, ἐν πόνοις ἀσκήσεως, Μᾶρκε γενόμενος, ὡς ἐν κόσμῳ πάροικος, καὶ τῆς ἐρήμου πολίτης ἔνθεος, μεγάλων κατηξίωσαι ἐπάθλων Ὅσιε, τοῦ Δεσπότου, θρόνῳ παριστάμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος.

Ὁ περιφανής, καὶ πλήρης ἐλλάμψεως, τοῦ Θείου Πνεύματος, στῦλος τῆς ἀσκήσεως, Μᾶρκος ὁ θεῖος ἐν δόξῃ ἔδραμεν, ἐκ γῆς πρὸς τὰ οὐράνια, ὡς τοῦτον ἔβλεψε, Σεραπίων, ὁ τούτου τὸ λείψανον, ἐν σπηλαίῳ κηδεύσας ἐν δάκρυσιν.

Ὕψωσον σοφέ, πρὸς μόνον τὸν Ὕψιστον, τὰς θείας χεῖράς σου, ὑπὲρ τῶν ὑμνούντων σε, καὶ θαυμαζόντων τὴν πολιτείαν σου, καὶ ἐκτελούντων Ὅσιε, τὴν θείαν μνήμην σου, καὶ τὸν ὕμνον, τοῦτον Μᾶρκε πρόσδεξαι, καὶ πταισμάτων μοι αἴτει τὴν ἄφεσιν.

Θεοτοκίον.
Ὕψος ἀληθῶς, Ἀγγέλοις ἀπόῤῥητον καὶ ἀκατάληπτον, ὤφθης σωματώσασα, τὸν μόνον Ὕψιστον, Ἀειπάρθενε, τὸν τὴν ἡμῶν ὑψώσαντα, φύσιν δι’ ἔλεος· ὅθεν Κόρη, κἀμοῦ τὴν διάνοιαν, πρὸς οὐράνιον ὕψωσον ἔρωτα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς ὡς Ἄγγελος, ἐβίωσας ἐν σώματι, ἐν γῇ ἐρήμῳ θεόφρον, πάντα λιπὼν τὰ ἐν κόσμῳ, καὶ ἄρτον Μᾶρκε Ὅσιε, ἀπ’ οὐρανοῦ δεχόμενος, τοὺς ὅρους ὑπερβέβηκας, τῆς ἀνθρωπίνης οὐσίας, καὶ τῷ Κυρίῳ ἡνώθης.

Θεοτοκίον.
Θεογεννῆτορ Δέσποινα, Κυρία πάσης κτίσεως, ὡς τὸν Σωτῆρα τεκοῦσα, καὶ Κύριον τῶν ἁπάντων, τῆς δεσποτείας ῥῦσαί με, ἐχθροῦ τοῦ παναλάστορος, καὶ τῷ φωτί με λάμπρυνον, τῆς ἀληθοῦς μετανοίας, τὸν ταπεινόν σου ἱκέτην.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν τῇ ἐρήμῳ οἰκῶν, ἐν σαρκὶ ὡς ἀσώματος, Μᾶρκος ὁ μακάριος, ὑπὲρ φύσιν ἠγώνισται· τῆς ἀνθρωπίνης γὰρ ἔξω φύσεως, ὤφθης ἀσκήσεως τοῖς παλαίσμασιν· ὢ τῆς δυνάμεως, τῆς σῆς ἀγαπήσεως! Δι’ ἧς βροτοί, Σῶτερ ἠξιώθησαν, τῶν ὑπὲρ ἔννοιαν.

Ὢ τοῦ παραδόξου θαύματος! Πῶς ἐν τῇ ἐρήμῳ σκληρᾷ, πολλοῖς χρόνοις μονώτατος, τὴν ζωήν σου ἤνυσας, ἐν ἀγῶσι καὶ σκάμμασιν; ἀλλ’ ἢ τῷ πόθῳ, τοῦ Παντοκράτορος, Μᾶρκε θεόφρον, πάντων κατίσχυσας· ὅθεν οὐράνιος, δόξα σε ἐδέξατο ἔνθα ἡμῶν, πάντοτε μνημόνευε, τῶν εὐφημούντων σε.

Θάμβους ἀληθῶς πεπλήρωνται, ἡνίκα Μᾶρκε σοφέ, ἐν ἐρήμῳ μονώτατον, Σεραπίων εὕρατο, σὲ τὸν πρὶν ἀγνοούμενον, καὶ πολιτείας σου τὰ παλαίσματα, τοῖς ἐν τῷ κόσμῳ σαφῶς ἐγνώρισεν· ὅθεν ὑμνοῦμέν σε, ὡς Θεοῦ θεράποντα θεοειδῆ, καὶ τὴν θείαν μνήμην σου, πανηγυρίζομεν.

Ὅσιε Μᾶρκε μακάριε, τῇ ἀγαπήσει Χριστοῦ, συγκραθεὶς κόσμον ἔλιπες, πρὸς τὰ ὑπερκόσμια, νουνεχῶς ἐπειγόμενος· καὶ ἐν ἐρήμῳ πᾶσιν ἀγνώριστος, τὴν ἐν ἀσκήσει, ζωήν σου ἤνυσας· ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας ἐν οὐρανοῖς, τῶν ὑπὲρ κατάληψιν, καταξιούμενος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῇ ἰσαγγέλῳ ζωῆς, τῶν Ἀγγέλων τὰς τάξεις εὔφρανας, καὶ τῶν πιστῶν τὰς καρδίας ῥυθμίζεις, τῇ ἐν σοὶ ἐνεργείᾳ, τοῦ θείου ἔρωτος Ὅσιε· τῶν θεσμῶν γὰρ τῆς ὕλης, ἐπιλαθόμενος, πρὸς ἀΰλους ἀγῶνας ἀπεδύσω, ἐν ὑλικῷ σώματι, στεῤῥοτάτῳ φρονήματι· καὶ ἐν τῇ δυνάμει τοῦ Χριστοῦ, ἀριστεύσας Πάτερ Μᾶρκε, τῶν οὐρανίων ἀγαθῶν κληρονόμος γέγονας, τελέσας τὸν δρόμον. Αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Βλάστημα ὑπάρχων τῶν Ἀθηνῶν, ἄνθος τῆς ἐρήμου, διὰ βίου ἀγγελικοῦ, Μᾶρκε ἀνεδείχθης, καὶ κόσμῳ διαπνέεις, τῶν ἀρετῶν σου Πάτερ, ὀσμὴν τὴν κρείττονα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου