Ἀκολουθία Ὁσίας ΜΑΤΡΩΝΗΣ τῆς Χιοπολίτιδος
Ψαλλομένη τῇ 20η Ὀκτωβρίου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν ψάλλομεν τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους ς´ καὶ ψάλλομεν Στιχηρὰ
τοῦ Ἁγὶου Ἀρτεμίου γ´ (ζήτει εἰς τὸ Μηναῖον) καὶ τῆς Ὁσίας γ´.
Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τοὺς σοὺς ἀγῶνας Ματρῶνα πανολβία, καὶ κατορθώματα τίς ἐξειπεῖν πρεπωδῶς,
καὶ ἀνυμνῆσαι δυνήσεται; βροτείαν φύσιν, καὶ γὰρ παρήνεγκε παναοίδιμε, Ἀγγέλων
ἠγάσθητε, ταῦτα πληθὺς καὶ Θεόν, τὸ ἀσθενὲς τὸ τῆς φύσεως ἐνδυναμοῦντα, μεγάλως
ᾔνεσε καὶ ἐδόξασεν, ἀλλ᾿ οἱ τρυφῶντες τῶν καλῶν τῶν σῶν ἐκ πόθου πάντες σὲ
μέλπομεν, τὸ πρὸς δύναμιν χρέος, ὡς εἰκὸς ἀφοσιούμενοι
Τῆς ἐγκρατείας πυρὶ πῦρ θεοφόρε, παθῶν ἐναπέσβεσας, καὶ πῦρ ἀνήφθη σοι, τοῦ
θείου πάνσεμνε ἔρωτος, ὃς πᾶσαν ὕλην, φιλοκοσμίας ἐναπετέφρωσε, καὶ ὅλην σὲ
ἔπεισε μετατεθῆναι ἐκ γῆς, πρὸς οὐρανὸν τῷ φρονήματι, καὶ ἰσαγγέλως, ἐν γῆ
βιωταὶ μικροῦ πανθαύμαστε· καὶ νῦν Ἀγγέλοις συγχωρεύουσα, ὧν καὶ τὸν βίον
ἐζήλωσας, σὺν αὐτοῖς ἐκδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Χριστὸν ἐξ ὅλης ποθήσασα καρδίας, καὶ τούτου τῷ ἔρωτι τρωθεῖσα πάνσεμνε,
ἐνεγκαμένην κατέλιπες, καὶ κόσμου σχέσιν, καὶ τὰ τερπνὰ τοῦ βίου ἀοίδιμε· βοῶσα
νυμφίε μου, σὲ ἐπεπόθησα, καὶ τετρωμένη τῷ ἔρωτι, τῷ σῷ ὀπίσω, σοῦ διὰ βίου
παντὸς ἐφέψομαι· ὃς καὶ ὡς νύμφην ἀδιάφθορον εἰς οὐρανίους μετέστησε, σὲ
Ματρῶνα νυμφῶνας· ὃν ἡμῖν ἵλεων ἔργασαι.
Δόξα. Ἦχος πλ. β´.
Ἀσκητικὴν ὀδεύσασα ὁδόν, παθῶν σαρκὸς ἐνέκρωσας ὁρμάς, ὦ Ματρῶνα θεόσοφε·
τοῦ κόσμου γὰρ ὅλως τὴν ἡδύτητα ἀπειπαμένη θεόφρον, μόνον τὸ ἀόρατον κάλλος
ἐπόθησας, καὶ παστάδα τὴν ἐν γῇ καταλιποῦσα προθύμως, οὐρανίων μετὰ τέλος
παναοίδιμε θαλάμων ἠξίωσαι· ἐν ὃς νοητῶς τῷ σῷ νυμφίῳ Χριστῷ, μετὰ τῶν φρονίμων
παρθένων, ὡς παρθένος ἀδιάφθορος συγχαίρεις, καὶ γέγηθας ἀκορέστως, ὡραιότητος
αὐτοῦ κατατρυφώσα τῆς ἀκηράτου· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε...
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καί τά
Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας·
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν,
ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτὴν. Ἦχος α΄.
Ἀραμένη τὸν σταυρὸν ἐπὶ τῶν ὤμων, προθύμως τῷ καλοῦντι Χριστῷ ἠκολούθησας,
καὶ διὰ βίου, πόνοις τῆς ἀσκήσεως συσταυρωθεῖσα αὐτῷ, ἀξιοπρεπὼς συνδοξάζῃ
σεμνή· καὶ τῶν ἀπ᾿ αἰῶνος Ἁγίων τοῖς τιμίοις συνηδομένη ἀοίδιμε πνεύμασιν,
ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ἐν τῇ πέτρα τῇ στεῤῥᾷ τῆς εἰς τὸν Χριστὸν πεποιθήσεως, τὸν τῆς ἀσκήσεως
πανθαύμαστε πηξαμένη οἶκον, προσβολαῖς οὐ σεσάλευσαι τῶν ἐναντίων ταῖς
προσρήξεσιν, ἀλλ᾿ ἀκράδαντος ἔμεινας, ἐν ὅλῳ τῷ βίῳ ἀτίνακτος·διὸ ᾔσχυνας τῇ
καρτερία σου ἀξιάγαστε τὸν ἀόρατον ὄφιν, ταῖς αὐτοῦ ἀνάλωτος ἐνέδραις ὀφθεῖσα
ἐπιβουλαῖς· καθ᾿ οὗ ταῖς σαῖς πρεσβείαις τοὺς εὐφημοῦντας σὲ ἐνίσχυσον.
Ὁ αὐτός.
Αὔραις θείου Πνεύματος, οἷα τις νοητὴ ναῦς, κυβερνώμενη θεόφρον, ἀκινδύνως
τὸ τοῦ βίου πολυτάραχον διέπλευσας πέλαγος· πόνοις τε καὶ ἱδρῶσι τοῖς
ἀσκητικοῖς, καὶ ἱστίῳ πτερουμένη θεωριῶν θείων ἀοίδιμε· διὸ πρὸς λιμένα
καταντήσασα πανολβία τῆς τοῦ Χριστοῦ Βασιλείας, ὑπὲρ ἡμῶν αὐτὸν ἱλέωσαι.
Δόξα. Ἦχος πλ. α’.
Μῆτερ Ὁσία, ἐκρότησε στῖφος Ἀγγέλων ἐν σοι, φάλαγξ δὲ ἀνῴμωξε τοῦ Σατάν,
φύσιν γὰρ ὑπερέβησαν βροτείαν, οἱ σοι ἆθλοι ἀοίδιμε, καὶ οἱ σοι πόνοι, σώματος
τοὺς ὅρους ὑπερηκόντησαν διὸ ὄντως ἰσαγγέλως ἐν γῇ, σαρκὸς καὶ τοι μετασχοῦσα
θνητότητος βεβιωκυῖα, ὤφθης Ἀγγέλων συνόμιλος ἐν οὐρανοῖς παναοίδιμε, ἵλεων οὖν
ἡμῖν Χριστὸν ἀπέργασαι.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν Σε...
Εἰς τὸν Στίχον. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Κράτος κατ᾿ ἐχθρῶν τῶν ἀφανῶν, ᾔρω πανολβία καὶ νίκην, λαμπρὰν νικήσασα, τὰς
ἐκείνων φάλαγγας, καὶ ἐπηρμένην ὀφρύν, τοῦ πτερνίσαντος ἔνδοξε, εἰς γῆν
καθελοῦσα· ὅθεν νῦν ἀπάρασα, πρὸς οὐρανίους σκηνάς, νίκης τὰ βραβεῖα κομίζῃ,
τῆς ἀνεκλαλήτου καὶ θείας, δόξης καὶ τρυφῆς ἐπαπολαύουσα.
Στίχ. Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον...
Κλίμαξ πρὸς οὐράνιον σαφῶς, ἄνοδον ὑπῆρξάν σοι πόνοι, οἱ τῆς ἀσκήσεως·
τούτοις χρησαμένη γάρ, καὶ ὄγκον τὸ τῆς σαρκὸς ὦ Ματρῶνα λεπτύνασα, ψυχῆς τε τὰ
πτίλα βάρους ἐκτεινάξασα, τοῦ τῶν παθῶν εὐχερῆ εὗρες κομιδῇ τὴν ἐκεῖσε, πτῆσιν
καὶ Ἀγγέλοις ἐγένου, μετὰ τὴν ἐντεῦθεν ἄρσιν σύσκηνος.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Κλέος ἀναφαίρετον ἡ σή, κέκτηται σὲ πόλις Ματρῶνα, καὶ ὄλβον ἄσυλον, τῶν
σῶν ἀπολαύουσα, καλῶν ἑκάστοτε, καὶ καρποὺς τῶν ἰάσεων, ᾀεὶ δρεπομένη, ἐκ᾿ τῆς
ὑπερτίμου σου σοροῦ καὶ λάρνακος· ἥνπερ σαῖς πρεσβείαις παντοίας, ῥῦσαι
ὡρωμένων ἐχθρῶν τε, καὶ τῶν ἀοράτων ἐπιθέσεως.
Δόξα. Ἦχος πλ. δ´.
Τὸ κατ᾿ εἰκόνα Μῆτερ, καθαρὸν τηροῦσα Θεοῦ, καὶ ὁμοιῶσιν, ἔμψυχος ὤφθης
στήλη ζωῆς τῆς ἐνθέου, καὶ θεῖον ἐκφράγισμα· διὸ μιμητὰς τοῦ σοῦ βίου δεῖξον
καὶ ἡμᾶς, τοὺς ἐκ πόθου σου μέλποντας, τοὺς ἄθλους, τὰ σκάμματα, καὶ τὴν πρὸς
τοὺς δαίμονας ἀνένδοτον πάλην καθ᾿ ὧν παράσχου καὶ ἡμῖν, σαῖς πρεσβείαις, τὴν
νίκην ἀοίδιμε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...
Ἀπολυτίκιον τῆς Ὁσίας.
Ἐν σοί, Μῆτερ, ἀκριβῶς...
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν
Σοφίαν καὶ Λόγον.
Τὴν ῥοώδη ἀπείπω Μῆτερ σκηνήν, τῆς ἀσκήσεως ᾔρω χρηστὸν ζυγόν, Ματρῶνα
ἀοίδιμε, καὶ ὀπίσω εἰσέδραμες, τοῦ Νυμφίου τοῦ κάλλει, ὡραίου καὶ ἔκραζες,
ἀποθάνω ὡς ἴδω, τὴν σὺν ὡραιότητα· ὅθεν σὺν Ἀγγέλοις ἐντρυφᾷν ἠξιώθης, τῆς
αἴγλης καὶ λαμπρότητος, τῆς Τριάδος θεόληπτε· δι’ ὅ πίστει βοῶμέν σοι·
πρόσδεξαι ὕμνους ἡμῶν ὦ σεμνή, τῶν πταισμάτων ἄφεσιν ἀμείβουσα, ταῖς πρὸς Θεὸν
σοῦ πρεσβείαις δεόμεθα.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μῆτερ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι,
καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα· τὴν ψυχὴν
καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος· οἴμοι τί ποιήσω; ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ
Ἄγγελοι, τὴν ψυχήν μοι χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα,
βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος
δοῦλός σου.
Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης
σήμερον.
Τὰ φρικτά σου σκάμματα, Μῆτερ Ματρῶνα, εὐφημεῖν οὑ δύναται, φύσις βροτεία
πρεπωδώς· πῶς οὖν ἡμεῖς εὐπορήσαιμεν, ὕμνοις ἀξίοις τὸ χρέος ἀφοσιώσασθαι.
Δόξα. Ὅμοιον.
Ὁ σηκὸς ὁ πάνσεπτος, σοῦ θείου σκήνους, ἐκπηγάζει θαύματα, καὶ τὰ πανίερα
ὀστᾶ, τοῖς εὐλαβῶς ἐξαιτοῦσί σου, τὴν θείαν χάριν, Ματρῶνα ἣν εἴληφας.
Καὶ νῦν. Θεοτοκίον.
Χρυσωθεῖσα πνεύματι, κιβωτὸς ὤφθης ἡ τὸν κόσμον σῴζουσα, τῆς καταιγίδος τῆς
πικράς, καὶ εἰς λιμένα ἀπάγουσα, τῆς σωτηρίας, τοὺς θέλοντας σῴζεσθαι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἐξιστᾶ τὰ σὰ σεμνή, πᾶσαν βροτείαν ἀκοήν, καὶ διάνοιαν καὶ νοῦν, ἐκπλήττει
μέγεθος τῶν σῶν, ἀγωνισμάτων Ματρῶνα καὶ παλαισμάτων, ἐκ πρώτης ἡλικίας γάρ,
ἀκολουθοῦσα Χριστῷ, προθέσει ὁλικῇ, ἀσκητικαῖς ἀγωγαῖς, τὰς τῆς σαρκὸς
ἐνέκρωσας, ἁπάσας, ἐπαναστάσεις πανθαύμαστε, καὶ διαβόλου, τὴν ἐπηρμένην, ὀφρὺν
καθεῖλες καὶ ᾔσχυνας.
Θεοτοκίον.
Τὸ μυστήριον τῆς σῆς, κυοφορίας Προφητῶν, θείῳ Πνεύματι χοροί, μεμυημένοι
Μαριάμ, ποικιλοτρόπως ἐτράνωσαν τοῦτο Κόρη, λυχνίαν τε καὶ στάμνον ὀνομάσαντες,
καὶ ῥάβδον καὶ χρυσοῦν θυμιατήριον, καὶ κιβωτὸν καὶ τράπεζαν, καὶ πλάκα· ὅρος
δασὺ καὶ κατάσκιον, καὶ κεκλεισμένην, Παρθένε πύλην, τῷ Θεῷ τηρουμένην.
Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ´ ἦχου.
Προκείμενον. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Στίχ. Καὶ ἔστησε ἐπὶ πέτραν τοὺς πόδας
μου...
Εὐαγγέλιον. Εἶπεν ὁ Κύριος· πάντα μοι παρεδόθη...
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Τροπάριον. Ἦχος β΄. Ἐλεῆμων, ἐλέησὸν με ὁ Θεός…
Σήμερον ἡ Παρθένος, συγκαλεῖ Ματρῶνα ἅπαντας, πρὸς λαμπρὰν ἑστίασιν τῶν
αὐτῆς παλαισμάτων· αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ ἐκείνης πρὸς τοὺς
πόνους ἀνένδοτον, Σατᾶν ἡ ἰσχὺς τεθριάμβευται, καὶ δαιμόνων ἡ πληθὺς
διωλόλυξεν, ἡμεῖς δὲ τῷ ἐνδυναμώσαντι αὐτήν, δόξαν δῶμεν πάντες Χριστῷ, ὃς
φύσεως τὸ χαῦνον δυναμοῖ οἰκείῳ σθένει.
Οἱ Κανόνες· τῆς Θεοτόκου εἰς στ΄, τοῦ Ἁγίου
Αρτεμίου εἰς δ΄ καὶ τῆς Ὁσίας εἰς δ΄, οὗ ἡ ἀκροστιχίς: Ματρῶναν ὑμνῶ τῆς Χίου τὴν προστάτιν. Νικήτας.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ματρῶναν τιμήσωμεν, τὴν ἱερὰν ὦ θεόφρονες, καμάτους γεραίροντες τοὺς ὑπὲρ
φύσιν αὐτῆς, καὶ τὰ σκάμματα, καὶ τὴν πρὸς ἀοράτους, ἀνένδοτον ἔνστασιν,
ἐχθροὺς ἀλάστορας.
Ἀβέβαιον ἄστατον, ἅπαν εἰδυῖα πανθαύμαστε, τερπνὸν τὸ ὁρώμενον, μόνα
ἐπόθησας, τὰ ἀόρατα, Ματρῶνα καὶ ἐμφρόνως, τὰ ἄνω Βασίλεια, κτήσασθαι ἔσπευσας.
Τηρῆσαι ποθήσασα, τὸ κατ᾿ εἰκόνα ἀλώβητον, καὶ τὸ καθ᾿ ὁμοίωσιν θεόσοφε,
πάσης ἔσπευσας, ἐξ ἁπαλῶν ὀνύχων, κακίας ὑπέρτερον, δείξαι τὸ φρόνημα.
Ῥᾳστώνην μισήσασα, πᾶσαν τοῦ βίου καὶ εὔκλειαν, συντόνως ἐβάδισας τῆς
ἀρετῆς τὴν ὁδόν, καὶ ἀνέδραμες, πρὸς ὃν θερμῶς ἐπόθεις· ὃν ἵλεων ἔργασαι τοῖς
εὐφημοῦσί σε.
Ὡς κρίνον σὲ εὔοσμον, ὡς ῥόδον εὔχρουν ὑπέρτιμε, Θεὸς μέσον εὕρηκε, τῶν
ἀκανθῶν καὶ αὐτοῦ, κατηγλάϊσε, ταῖς χάρισι Ματρῶνα, καὶ Χίοις σε ἔδειξε δόξαν
καὶ καύχημα.
Θεοτοκίον.
Ναὸς καὶ παλάτιον, εὐρυχωρότατον πέφηνας, Θεοῦ Παναμώμητε, μόνη χωρήσασα,
καθαρότητος, ἁγνὴ περιουσία, χωρεῖν, ὃν οὐ δύναται, εὗρος οὐράνιον.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους, Θεοτόκε.
Ἀσμάτων καὶ κρότων πανολβία, τὰ σὰ ὄντως ἄξια τελεῖ, Θεὸν γὰρ τοῖς σοῖς
μέλεσι, τοῖς ἱεροῖς ἐδόξασας καὶ τούτῳ θῦμα γέγονας, καὶ ἱερὸν καλλιέρημα.
Νυκτὸς ἀποστέρξασα τὰ ἔργα, ἡμέρας ἐγένου καὶ φωτός, τέκνον Ματρῶνα γνήσιον
τοῦ βίου εὐσχημόνως ὁδόν, ὡς ἐν ἡμέρᾳ τέμνουσα, καὶ φῶς πρὸς ἄδυτον σπεύδουσα.
Ὕδατος στενώσασα καὶ ἄρτου, ἐνδείᾳ Ματρῶνα κομιδῇ, γαστέρα πᾶσαν ἔφεσιν,
τὴν ταύτης ἐχαλίνωσας· διὸ εὐρυχωρότατον, ἐν οὐρανοῖς πλάτος ἔφθασας.
Μεγάλως ἀσκήσασα καὶ πόνοις, μεγάλοις τιμήσασα Χριστόν, μεγάλα ὄντως
εὕρηκας, ἐν οὐρανίοις τὰ ἔπαθλα, καὶ τὰ βραβεῖα ἔνδοξε, τῶν ὑπὲρ φύσιν καμάτων
σου.
Θεοτοκίον.
Νεκρὸς χρηματίζων οὐ γινώσκω, κακίας τῷ κάρῳ συσχεθείς, καὶ μέθη
ἀπογνώσεως, βεβαπτισμένος Δέσποινα· ἀλλ᾿ ἡ νεκροὺς ζῳώσαντα τεκοῦσα, αὕτη μὲ
ζώωσον.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀγλαΐαις ἐκλάμψασα ἀρετῶν, κατηγλάϊσας κόσμον ταῖς ἀστραπαῖς, τῶν θείων
θαυμάτων σου, ὦ Ματρῶνα θεόπνευστε, καὶ ῥαθύμων ἐγείρεις, ψυχὰς εἰς ἐγρήγορσιν,
ἐντολῶν τοῦ Κυρίου, καὶ ζῆλον τὸν ἔνθεον, μέγα παρασχοῦσα, πρὸς ἐκμίμησιν
ὄντως, ὑπόδειγμα πάνσοφε, σεαυτὴν οἷς ὑπέρτερον, τῆς τοῦ θήλεως φύσεως, τὸ
φρόνημα ἀνέδειξας σεμνή, καὶ ἀνδρικὰ διήνυσας πανεύφημε, ἔνσαρκος ἀσθενείᾳ, ἐπὶ
γῆς ἀγωνίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ πολύφωτον ὄχημα τοῦ Θεοῦ, τοῦ νοός μου τὰ νέφη τὰ σκοτεινά, Δέσποινα,
διάλυσον, τῷ φωτὶ τοῦ προσώπου σου· καὶ μετανοίας φέγγει, τὰ ὄμματα φώτισον,
τῆς ζοφερᾶς ψυχῆς μου, παθῶν ἀμαυρότητι, τὰ πεπωρωμένα, καὶ τυφλώττοντα πάντῃ,
τῶν φαύλων μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἵνα πίστει κραυγάζω σοι· Θεοτόκε
Ἀειπάρθενε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν κακῶν μου δοῦναί μοι τὴν ἄφεσιν, σὲ γὰρ
ἔχω ὁ δοῦλός σου, ὀξυτάτην βοήθειαν.
ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Ὢ τῆς ὑπερφυεστάτης, καὶ γενναίας ἐνστάσεως! ἐν θηλείᾳ φύσει, ἢν ἀῤῥενωπῷ
τῷ φρονήματι, πρὸς τὰς ἀρχὰς ἐπεδείξω παναοίδιμε, ἐξουσίας τε καὶ τοὺς δεινοὺς
κοσμοκράτορας.
Τέμνεις ξένην ὁδὸν βίου, καὶ σαφῶς ὑπερκόσμιον, μέσον Κόσμου Μῆτερ, τῆς
ἐπιμιξίας μηδ᾿ ὅλως γε, τῆς τῶν πολλῶν δυνηθείσης, ἐκχαυνῶσαί σου τὸ ἀνένδοτον,
καὶ πρὸς τὰ κρείττονα εὔτονον.
Ἡ κρατίστη πρὸς τὸ θεῖον, καὶ ἀνένδοτος νεῦσίς σου, ὅλην θεοφόρε, σὲ
θεοειδῆ ἀπεργάσατο, καὶ τηλαυγῆ τοῖς ὁρῶσι, τὰ γνωρίσματα, τὰ τῆς χάριτος, τῆς
θείας ὄντως παρέχουσαν.
Σαρκὸς κτείνασα τὰ πάθη, τὴν ψυχὴν δὲ ζῳώσασα· εὐχὴ τὸν θανόντα, σῇ
ζωοποιεῖε καὶ προστράγματι. Καὶ τοῦτο ἄρα τὸ θαῦμα, ἐναπέδειξεν, ἥν
πεπλούτηκας, παρὰ Θεοῦ χάριν ἔνδοξε.
Θεοτοκίον.
Χαλινὰ τοῦ θείου νόμου, πάντα ῥήξας ὁ δείλαιος, ἀκρατῶς ἐλαύνω, πρὸς κακίας
οἴμοι τὰ βάραθρα, οἷα δυσύνιος ἵππος, ἀλλὰ σὺ σεμνή, τῷ τοῦ σοῦ Υἱοῦ χρηστῷ
ζυγῷ μὲ ὑπόταξον.
ᾨδή ε’. Νῦν ἀναστήσομαι.
Ἰδοὺ προσώζεσαν οἱ τῆς ἐμῆς, μώλωπες ψυχῆς, κατεσάπησαν ὦ παναοίδιμε, οὓς
ὑπέστην ἐκ πολλῆς τῆς ἀφροσύνης, ἀλλὰ σὺ ταῖς ἱεραῖς σοῦ σεμνή, προσευχαῖς με
ἴασαι.
Οὐδὲν ὁ πόλεμος ὁ τοῦ ἐχθροῦ, πρὸς τὸ ἐμβριθές, τοῦ σοῦ φρονήματος, οὐδὲν ἡ
ἐνστασις, οὐδὲν πᾶσα, ἡ αὐτοῦ πανστρατιά τε, καὶ παράταξις, ἱστὸς πάντα γὰρ
ἀράχνης ἠλέγχθη σοι.
Ὑπερφυῶς τῆς σῆς ψυχῆς, ὁ πρὸς τὸν Θεόν, ἔρως θεόσοφε κρατήσας ἔπεισε,
πᾶσαν ἔφεσιν σαρκὸς ἐναποστέρξα, καὶ τὸ πῦρ τῶν πειρασμῶν, ὑπελθεῖν λίαν
ἐκθυμώτατα.
Τὴν τῶν παθῶν σεμνὴ πυρκαΐαν, ἔσβεσας τοῖς σοῖς δάκρυσιν ὅθεν σε, δρόσος
τοῦ Πνεύματος ἐπανέψιυξε, καὶ φῶς, ἐν τῇ ψυχῇ σου, ἐπανῆψε νοητόν, ἐμπιπλὼν θείας
εὐφροσύνης σε.
Θεοτοκίον.
Ἡ ῥῆσις δέδεκται, πέρας ἐν σοι ἡ προφητικὴ ἐν παρθενίᾳ γὰρ ἁγνὴ συνέλαβες,
παραδόξως οὐρανοῦ τὸν συνοχέα, καὶ ἐκύησας σαρκί, γενεὰν οὗ τίς διηγήσεται;
ᾨδὴ ς΄. Ἐβόησε προτύπων.
Νεφέλην σέ, δροσερὰν ἡ τοῦ Πνεύματος ἔδειξε, χάρις Μῆτερ, νοσημάτων
ἑξαιροῦσαν καύσωνας, καὶ παθῶν ὁμίχλην, πρεσβειῶν σου τῷ φέγγει σκεδάζουσαν.
Πεπλήρωται, καὶ ἐν σοι ψαλμικὼς προαγόρευσις. Βασιλεῖ γάρ, τῷ τῶν ὅλων
παρθένος ἐξόπισθεν, τῆς Ἀειπαρθένου, οὖν σεμναῖς ἀπηνέχθης νεάνισι.
Ῥοῦν ἔστησας, ἀνιάτων παθῶν ταῖς πρεσβείαις σου, τοῖς τῷ τάφῳ, προσιοῦσι τῷ
σῷ μετὰ πίστεως· καὶ ψυχῶν Ματρῶνα, σηπεδόνα δεινῶν ἀπεξήρανας.
Θεοτοκίον.
Ὁ ἄχρονος, ὑπὸ χρόνον ἐκ σοῦ κόρη γίνεται, καὶ ὁρᾶται, ὁ Ἀγγέλοις αὐτοῖς
ἀθεώρητος, φύσεως βροτείας ὑπελθὼν φιλανθρώπως τὸ φύραμα.
Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Οὐδαμῶς τὸ θῦλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας
ὄντως καὶ ἄθλους· ᾔσχυνας διὸ τὸν μέγαν νοῦν θεοφόρε, εὔφρανας, τὸ γυναικεῖον
μεγάλως γένος· τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἦττης ὄνειδος.
Ὁ Οἶκος.
Τοὺς γενναίους ἁγνὴ ἀγῶνας, οὓς διήνυσας, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς
τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας πυκτεύουσα, τίς ἀξίως θαυμάσειε; καὶ
γὰρ ὑπερβαίνει πάντα λόγον καὶ διάνοιαν τὰ σὰ προτερήματα· πῶς σὰρξ οὖσα καὶ
αἷμα, γῆ καὶ σποδός, οὑ πρὸς τὴν κάτω ἔβλεψας φύσιν, οὑ τῇ τῶν ὁρωμένων
ἐθέλχθης ἠδύτητι, ἀλλ᾿ ἀπεῖδες ὅλῳ τῷ νοΐ πρὸς τὸν οὐρανόν, καὶ μόνον τὸ
ἀμήχανον ἐκεῖνο κάλλος ἐπόθησας, καὶ τοῖς σοῖς ὑπερφύεσιν ὡς ἀληθῶς
σπουδάσμασιν, Ἀγγέλων εὔφρανας συστήματα· ἀνθρώπους ἐξέπληξας· δαίμονας
ᾔσχυνας· τὸ θῆλυ γένος τετίμηκας, τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς
ἥττης ὄνειδος.
Συναξάριον.
Τῇ 20η τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς
Θαυματουργοῦ.
Στίχοι·
Λιπούσα κόσμον ἐμπλέων ἀκοσμίας.
Χριστῷ προσεισὶ νυμφικὼς ἡ παρθένος.
Εἰκάδι Ματρώνης δέμας γαῖα κάλυψε
θανούσης.
Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Σοῦ ἐπὶ πέτραν τὴν στεῤῥάν, τῆς ἐπὶ τὸν Κτίστην ἐλπίδος, στήσασα πόδας τῆς
ψυχῆς, κατηύθυνας τὰ σὰ διαβήματα, εἰς ὁδὸν τὴν σωτήριον, ἐντολῶν τῶν τοῦ
Δεσπότου Ὁσία Μῆτερ.
Τῆς Ἰουδὶθ τὰ κατὰ σέ, καθυπερτεροῦντα ὁρᾶται· οὐχ᾿ Ὁλοφέρνην κτείνεις γάρ,
ἀλλ’ αὐτοῦ τοῦ τὴν Εὔαν πτερνίσαντος, ξίφει τέμνεις ἀσκήσεως κεφαλήν, καὶ θριαμβεύεις
αὐτοῦ τὴν ἧτταν.
Ἄκλυστος πέφηνας λιμήν, τοῖς ἐν τῇ θαλάσσῃ τοῦ βίου, ναυτιλλομένοις καὶ
πολλῶν, συμφορῶν ποντουμένοις τῷ κλύδωνι, εἰς γαλήνην μετάγουσα, πειρασμῶν τὴν
καταιγίδα σῇ ἀντιλήψει.
Θεοτοκίον.
Τὴν τῆς προμήτορος Ἁγνή, πτῶσιν θεραπεύεις τῷ τόκῳ, καὶ ἀπογόνους τὰ αὐτῆς,
πρὸς τὴν πάλην καὶ νίκην διήγειρας, τοῦ ἐκείνην πτερνίσαντος, ἁμαρτίας ἐνηδύνου
φυγούσας γεῦσιν.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ἵνα τῆς πατρίδος ἐπιτύχῃς, τῆς ἄνω τὴν κάτω Μῆτερ καταλέλοιπας, καὶ τοῖς μὴ
προσήκουσι, ξένη ξένοις ἔκρινας, χριστομιμήτως πάνσοφε συναναστρέφεσθαι· τὸν
Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νοῒ καθαρῷ τε καὶ τελείῳ, τὸν μόνον ἐν τοῖς Ἁγίοις παμμακάριστε,
ἐπαναπαυόμενον, Κύριον ζητήσασα, καὶ τούτου μεθ᾿ ἡμέραν τε καὶ νύκτωρ ἔνδοξε, ὁρῷσα
τὸ ἀμήχανον κάλλος, ἐμελπες ὑμνεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νικάται καὶ πίπτει σοῖς ἀγῶσιν, ὁ πάλαι φυσῶν μεγάλα τύραννος, καὶ
κατεπεφρόνηται, ὁ γῆν καταλήψεσθαι, μεγαλαυχῶν καὶ θάλασσαν, ὢ θείας χάριτος,
τῆς σὲ ἐνισχυσάσης Ματρῶνα! ὢ προθέσεώς σου καὶ γνώμης τῆς ἀτρέπτου!
Θεοτοκίον.
Ἰδού σοι παρθένοι μέχρι τέλους, αἰῶνος ὦ μητροπάρθενε ἐφέπονται, καὶ τῷ σῷ
προσάγονται, τόκῳ θεονύμφευτε, καὶ σὲ τὴν τούτου πρόξενον πόθῳ γεραίρουσι, μεθ᾿
ὧν καὶ ἡ θεόφρων Ματρῶνα, πόνοις προσηνέχθη ἀσκητικοῖς ἐκείνῳ.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Κρήνη σὴ σορός, καὶ τάφος γνωρίζεται θαυμάτων ἔνδοξε, καὶ τῶν ἰαμάτων δέ,
πηγὴ τυγχάνει οὖσα ἀκένωτος, πρὸς ὃν οἱ καταφεύγοντες, παντοίων ῥύονται,
νοσημάτων, εἰς δόξαν καὶ αἴνεσιν τοῦ τὸ σὸν μεγαλύνοντος ὄνομα.
Ἤδη πρὸς αὐτά, τὰ ἄνω σκηνώματα, μεταχωρήσασα, ὑπὲρ δι᾿ ἐσόπτρου σοι, ὠρατο
πάλαι, καὶ ἐν αἰνίγματι, νῦν καθορᾷς τρανώτερον καὶ καθαρώτερον, πανολβία ἤδη
λελυμένων σοι, τῶν ἐσόπτρων τὸ κάλλος τοῦ κτίσαντος.
Τέλους οἵου, σύ, Ματρῶνα τετύχηκας, πλοῦτον συλλέξασα, ἐναρέτων πράξεων, ὡς
ναῦς Ὁσία τίς μυριάγωγος, καὶ ἐν λιμένι, φθάσασα τῆς ἀναπαύσεως, προσωρμίσθης,
ἐκ τῆς γῆς ἀπάρασα, ὡς ἐκ ζάλης φυγοῦσα καὶ κλύδωνος.
Ἄθλους σοὺς σεμνή, καὶ τὰ ὑπὲρ ἄνθρωπον θεία παλαίσματα, ἔγωγε τετόλμηκα ὁ
σὸς ὁ ἱκέτης ἁγνὴ πανεύφημε, γλώσσῃ ῥυπώσῃ χείλεσι, βεβήλοις ᾄσαι νῦν, ἀλλ᾿
αὐτή μοι, σύγγνωθι καὶ δίδου μοι συμπαθῶς τὰ τοῦ πόθου ἐπίχειρα.
Θεοτοκίον.
Στόμα τὸ ἐμόν, αἰνέσεως πλήρωσον τῆς σῆς ὦ Δέσποινα, καὶ ὡς ἄλλο δεῖξόν με,
τὸν σὸν οἰκέτην ἁγνὴ ψαλτήριον, ἐπὶ τῆς γῆς δεκάχορδον, διπλῆς αἰσθήσεως, τῆς
πεντάδος, τῇ καθάρσει ἵνα σε, μεγαλύνω ᾀεὶ Παναμώμητε.
Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.
Τῆς ψυχῆς τὸ τριμερές, εἰς ἀπαθείας ἄβυσσον, κατέδυσας ὦ Ματρῶνα, καὶ
ἁβρόχως τῆς ζωῆς, διαγαγοῦσα πέλαγος, πρὸς γῆν τῆς ἐπαγγελίας τῆς ἄνω
κατήντησας.
Θεοτοκίον.
Ἀκρασίας τῷ καρπῷ, ὁ ὄφις δελεάζων με, ἡδοναῖς θέλγει τοῦ βίου, καὶ
παραβάτην ἐντολῶν, τῶν θείων ἀπεργάζεται, ἀλλὰ σὺ τῷ Θεῷ μεε, Παρθένε
κατάλλαξον.
Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου
θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! πῶς καὶ γυναῖκες ὀφρύν, τοῦ μεγάλα, αὐλήσαντος,
καθαιροῦσιν ὄφεως! πῶς ἰσχὺν ἐνεδύσατο, τὴν κατ᾿ ἐκείνου, τὸ ἀσθενέστατον, τῷ
ὄντι φῦλον! πῶς εἰς ἀγῶνας χωρεῖ, τοὺς ὑπὲρ ἄνθρωπον, ἡ τὸ πρὶν εὐόλισθος,
φύσις διό, Χριστὸν μεγαλύνομεν τὸν τούτου πρόξενον.
Ὢ τῆς γενναίας ἐνστάσεως, καὶ παλαισμάτων τῶν σῶν, ὦ Ματρῶνα θεόληπτε, δι᾿
ὧν ἐκνικήσασα, τὴν δαιμόνων παράταξιν, τὸ κατ᾿ ἐκείνων ἔστησας τρόπαιον, καὶ
στεφανίτις ὤφθης ἀναίμακτος, τῆς προαιρέσεως, τὸ σεπτὸν μαρτύριον διὰ παντός,
ὑπελθοῦσα πάνσοφε, στεῤῥῶς τοῦ βίου σου.
Στῦλον πυρὸς προηγούμενον, θεοφιλέσι ψυχαῖς, πρὸς οὐράνιον ἄνοδον, σὲ
καλοῦμεν ἔνδοξε, καὶ νεφέλην σκιάζουσαν, τῶν πρεσβειῶν σου νοτίσι καύσωνα,
παθῶν παντοίων ἐναπελαύνουσαν, ἄγαλμα ἔμψυχον, καὶ σεπτὸν κειμήλιον καὶ ἱερόν,
τοῖς πιστοῖς θησαύρισμα, μῆτερ ἀείμνηστε.
Σὲ ὄλβον ἔσχεν ἀσύλητον, ἡ σὴ Ματρῶνα πατρίς, καὶ σεπτὸν ἀγαλλίαμα, καὶ
λιμένα ἄκλυστον, καὶ στεῤῥὸν περιτείχισμα, καὶ κατ᾿ ἐχθροῦ παντὸς ἀμυντήριον,
ψυχῆς καὶ σώματος φυλακτήριον, ἢν καὶ περίσωζε, διὰ τέλους πάνσεμνε ταῖς σαῖς
εὐχαῖς, πᾶν τὸ πρὸς ἐπήρειαν ἀποτειχίζουσα.
Δόξα. Ἦχος πλ. δ´.
Ἄσμασί τε καὶ κρότοις, ἐπὶ γῆς σεμνὴ ἡμᾶς τοὺς σὲ γεραίροντας, ἄμειψαι
οὐρανόθεν Ὁσία, ἐκμειλίσουσα τὸν Δεσπότην ἡμῖν τῶν πταισμάτων τὴν λύσιν
πρυτανεύουσα, καὶ τὰς ἐναντίας περιστάσεις ἐναπείργουσα, ἵνα ἤρεμον ἐπὶ γῆς
βιοῦντες βίον, ἐν εἰρήνῃ τὸν σὲ ἐν δόξῃ στέψαντα Χριστόν, μεγαλύνωμεν.
Καὶ νῦν.
Δέσποινα πρόσδεξαι...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τά Τυπικά, οἱ
Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσίας ᾨδὴ γ´. καὶ ς´.
Ὁ Ἀπόστολος ἐκ τῆς πρὸς Κορινθίους β´ Ἐπιστολῆς: Ἀδελφοί, ὄφελον ἀνείχεσθέ μοι μικρὸν τῆς ἀφροσύνης,
ἀλλὰ καὶ ἀνέχεσθέ μου...
Εὐαγγέλιον τό τῶν Δέκα Παρθένων.
Μεγαλυνάρια.
Χαίροις, ὦ Ματρῶνα Νύμφη Χριστοῦ, χαίροις τῶν παρθένων τῶν φρονίμων ἡ
εὐκλεής, προσθήκη Ὁσία, ἡ ἐν φαιδρᾷ λαμπάδι Χριστῷ προσυπαντήσασα τῷ Νυμφίῳ
σου.
Χαίροις ὁ τῆς Χίου θεῖος βλαστός, χαίροις τυφλωττόντων βακτηρία καὶ ἰατρός,
χαίροις ἡ τὴν νῆσον τῆς Χίου ῥυσαμένη, τῶν ἀντιμαχομένων, Ματρῶνα ἔνδοξε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου