Ἀκολουθία ὁσ. ΙΩΑΝΝΟΥ τοῦ Ἐρημίτου καί τῶν σύν αὐτῷ 99 ΠΑΤΕΡΩΝ Κρήτης
Ψαλλομένη τῇ 7η Ὀκτωβρίου
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς
δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἰωάννου.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Λαμπρᾷ φωνῇ δεῦτε πάντων Κρητῶν ὁ σύλλογος, νῦν ἐν φωναῖς ᾀσμάτων, ἐν ναῷ
τοῦ Κυρίου, ὑψώσωμεν τὰς χεῖρας καὶ δόξαν Θεῷ, ἀναπέμψωμεν σήμερον, τῷ δόντι
ῥύστην καὶ μέγαν ἡμῖν φρουρόν, Ἰωάννην τὸν πανένδοξον.
Σήμερον τέρπεται πόλις ἡ Κυδωνία πιστῶς, κατέχουσα ἐν κόλποις, τὸν ἀσύλητον
πλοῦτον, τὸν μέγαν Ἰωάννην τὸν θαυμαστόν, κατὰ γῆν τε καὶ θάλασσαν, καὶ δι’
αὐτοῦ συγκαλεῖται πάντας ἡμᾶς, τοῦ δοξάσαι σὺν αὐτῇ τὸν Θεόν.
Ταῖς τῶν θαυμάτων ἀκτῖσι πᾶσαν φωτίζει τὴν γῆν, τοὺς ἐν θαλάσσῃ ὄντας,
βοηθεῖ καθ’ ἑκάστην, νοσήματα διώκει παύει ψυχῶν, καὶ σαρκὸς ἀῤῥωστήματα, παρὰ
Κυρίου τὴν χάριν ἀπειληφώς, Ἰωάννης ὁ πανένδοξος.
Ἕτερα, τῶν Ὁσίων Πατέρων.
Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Πατέρες πανάγιοι χορός, ἀσκητῶν γεγόνατε, ἐν ἐγκρατείᾳ βιώσαντες· καὶ νῦν
αὐλίζεσθε, ἐν μοναῖς Ὁσίων, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ἔνθα πέφυκε·
διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πατέρες πανεύφημοι σαρκός, τὰς ὁρμὰς μαράναντες, ἀγγελικῶς διηγάγετε, ζωῆς
τὸ στάδον, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθηράμενοι, ἀπαύστοις πρὸς τὸ θεῖον ταῖς
νεύσεσι· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Πάντα κατελίπετε τερπνά, Χριστὸν ἀγαπήσαντες, οὐ ψυχικῶς ἐκκολήθητε, ὀπίσω
ἔνδοξοι, ὡς Θηβαῖος Παῦλος, ᾧ καὶ προσηνέχθητε· ὡς θύματα ἁγνὰ καὶ εὐπρόσδεκτα·
διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα, τοῦ Ὁσίου Ἰωάννου. Ἦχος πλ. β΄.
Ὡς ἔνθεος ἡ ζωή σου, καὶ πανίερον σου τὸ τέλος, Ἰωάννης σοφέ· ἐν αὐτῷ γὰρ
πᾶσα, τῶν πιστῶν ἡ πληθὺς συναχθεῖσα, ὡς ἔβλεψεν ἄπνουν ἐν κλίνῃ σε, ῥήμασι
γοεροῖς ἀνεβόα· δὸς τελευταῖον λόγον τοῖς δούλοις σου Ἅγιε· δίδαξον ποῦ
καταλείπεις τὰ τέκνα σου Πάτερ, ἃ ᾤκτειρας, ὡς Πατὴρ ὄντως συμπαθὴς καὶ
φιλόστοργος. Ὅμως κᾂν ᾧδε τῷ τάφῳ καλύπτῃ, ἀλλ’ ἄνω σε πάντες πλουτοῦμεν
προστάτην, καὶ πρεσβευτὴν πρὸς Θεόν, οἱ πόθῳ τιμῶντές σε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν,
Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα (Κεφ. ι′.7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος
ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν
ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων
πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς
ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν.
Ἦχος α΄. Τοῦ Ὁσίου Ἰωάννου.
Περικυκλοῦντες τὴν λάρνακα τῶν λειψάνων σου, μοναστῶν φωστὴρ Ἰωάννη σοφέ,
καθάπερ πάλαι τὸν τάφον τοῦ Πατριάρχου Ἰακώβ, οἱ τούτου ἔγγονοι, οὐ δάκρυα
χέομεν, οὐδὲ θρήνοις κοπτόμεθα, ἀλλὰ χαρᾶς ἀπλέτου πληρούμεθα· ἅπαντες
πλουτοῦντες ἐξ αὐτῆς τὰς ἰάσεις, καὶ δοξάζοντες τὸν σὲ δοξάσαντα Κύριον.
Ὁ αὐτός.
Δεῦτε πιστοὶ συνελθόντες ἐνθέως, ἐν τῇ μνήμῃ σήμερον τοῦ θεοφόρου Πατρός,
ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, καὶ ἐν φωνῇ ἀγαλλιάσεως, βοήσωμεν λέγοντες·
χαίροις, ὁ τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος, καὶ ἐν αὐτῷ τὸν παλαιὸν
σὺν ταῖς ἐπιθυμίαις συσταυρώσας ἀνθρωπον· χαίροις, φωστὴρ τῆς Κρήτης
παμφαέστατε, καὶ τῆς οἰκουμένης ἀγαλλίαμα φαιδρόν· χαίροις, νοσούντων
ἐπίσκεψις, καὶ θλιβομένων χαρὰ καὶ ἀγαλλίασις· τοὺς ἐκτελοῦντας τὴν μνήμην σου
πιστῶς, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως λύτρωσαι, ταῖς πρὸς Θεὸν
ἱκεσίαις σου Πάτερ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἕτερα τῶν Ὀσίων. Ὁ αὐτός.
Εὐφραίνου ἐν Κυρίῳ στίφος τῶ μοναζόντων, ποίμνη δὲ χόρευε Χριστοῦ ἡ ἐν τῇ
Κρήτῃ, κατέχουσα ἐν κόλποις ὡς θησαυρὸν ὑπέρλαμπρον τῆς εὐσεβείας τοὺς Ἁγίους
Πατέρας καὶ σοφοὺς ἀσκητάς· ἀνύμνησον τῶν αὐτῶν κατορθωμάτων τοὺς ἀγῶνας, καὶ
κήρυξόν τε τὰ θαύματα, τὰ ὑπ’ αὐτῶν τελούμενα, ἀπαύστως καὶ εὐχαρίστως τῷ
Σωτῆρι ἀνακραξον· Κύριε δόξα Σοι.
Ἦχος πλ. δ΄.
Κύριε, Σοῦ τῇ ἀηττήτῳ δυνάμει, κραταιωθέντες οἱ Ὅσιοι, τοὺς ὑπὲρ φύσιν
ἀγῶνας, γενναίως ἐνεκαρτέρησαν, καὶ τοὺς στεφάνους αὐτῶν, τῆς ἀσκήσεως
ἐνεδύσαντο· διὰ τοῦτο εἰς αἰῶνας, δοξάζουσι τὴν δυναστείαν σου.
Δόξα ταῶν Ὁσίων. Ἦχος πλ. β΄.
Θεία χάρις ἀπῃώρητο ἐπὶ τῇ θήκῃ τῶν λειψάνων ὑμῶν, ἡγιασμένοι Ὅσιοι· διὸ καὶ
εἰς ὀσμὴν μύρου τῶν θαυμάτων ὑμῶν δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν
ἀρυόμενοι· ἀλλὰ Πατέρες πανσεβάσμιοι, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τῶν Σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρά τῶν Ὁσίων Πατέρων.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντα, τὰ τοῦ βίου ἀληθῶς, διὰ τὸν Χριστὸν ὦ Πατέρες, ἐγκατελίπετε, ὕλην τε
τὴν ῥέουσαν κατεφρονήσατε, καὶ πτωχείαν ἀμέτρητον, ἠνέσχεσθε ἵνα, ὄλβον
ἀναφαίρετον ἐν τῇ ἀλήκτῳ ζωῇ, λάβητε σὺν πᾶσι Ἁγίοις, ὅταν ἔλθῃ κρῖναι τὰ ἔργα,
πάντων ὁ Κριτὴς ὁ εὐδιάλλακτος.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Ἔνδον, τῆς καρδίας ἀληθῶς, ἔχοντες Πατέρες τὸν ζῆλον, τὸν ἐπουράνον, κόνιν
τέφραν, ὄναρ τε, πάντα τὰ γήϊνα, καὶ σκιᾶς ἀσθενέστερα, λελόγισθε εἶναι· ὅθεν
ἐμισήσατε ταῦτα πανόλβιοι· νῦν δὲ εἰς αἰώνια ὄντες, καὶ ἡμᾶς τὸν Κύριον τούτων,
καταξιωθῆναι ἱκετεύσατε.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύ-νην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Ὅσιοι Πατέρες εὐσταλῶς, τὴν τῆς ἐρημίας στενήν τε καὶ τεθλιμμένην ὁδόν,
χαίροντες διήλθετε καὶ εὐφραινόμενοι, πρὸς τὰ ἄφθαρτα ἔχοντες, τὸν νοῦν
ἐστραμμένον, καὶ πρὸς τὰ οὐράνια θεῖα σκηνώματα· ἔνθα νῦν, Ἁγίων τοῖς δήμοις,
συνεπαγαλλόμενοι, μνείαν καὶ ἡμῶν ποιεῖσθε πανσεβάσμιοι.
Δόξα. Ἦχος δ΄. Τοῦ Ὁσίου Ἰωάννου.
Ἐν τῇ καρδίᾳ σου Πάτερ, τὸ θεῖον πῦρ εἰσδεξάμενος, τὴν τῶν ἐντολῶν ἐργασίαν,
πυρσὸν ἀνῆψας ὑπέρλαμπρον· ὅθεν καταυγασθεὶς τὴν διάνοιαν, ὁλολαμπὴς
ἐχρημάτισας· οὐκ ἔδει γὰρ τεθεῖναι τὸν λύχνον ὑπὸ τὸν μόδιον, ἀλλ’ ὡς λυχνίαν
τὴν Κρήτην χρησάμενος, φέρων σεαυτὸν ἐπέθηκας, φαίνων πᾶσι, τοῖς ἐν τῇ Κρήτῃ
Ὅσιε Πάτερ· κἀντεῦθεν τοὺς ἐξ ἁπάσης γῆς καὶ θαλάσσης, πρὸς τὴν σὴν μάνδραν
ἐχειραγώγησας, καὶ ἐν ταῖς ἐν ἐνθέοις σου διδαχαῖς, τὴν τοῦ Εὐαγγελίου τρίβον
ὁδεύειν ὡδήγησας. Διὸ Πατέρων κλέος Ἰωάννη σοφέ, τῷ τῆς ζωαρχικῆς Τριάδος φωτὶ
παριστάμενος, ὑπὲρ τῶν σῶν δούλων πρέσβευε, τῶν ἐν τῷ βίῳ δεινῶν ῥυσθῆναι, καὶ
πρὸς φῶς καταντῆσαι τὸ ἀνέσπερον.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκα-λούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἰωάννου.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῖς ἐν Κρήτῃ εὐχέτης καὶ τοῦ κόσμου ὑπέρμαχος, καὶ
ἡγιασμένος ἐφάνης, θεοφόρε Πατὴρ ἡμῶν Ἰωάννη· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ,
οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει
προστρεχόντων σοι· δόξα τῷ ἀναδείξαντί σε ἱερόν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ
ἐν τοῖς πέρασι τοῦ κόσμου, προστάτην θερμὸν ἀναδείξαντι.
Δόξα, τῶν Ὁσίων Πατέρων.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ μεγαλόνησος, Κρήτη εὐφραίνεται, ὅτι ἐν ὄρεσιν, αὐτῆς
ἐνίκησαν, τὸν πολυμήχανον ἐχθρόν, Πατέρες οἱ θειότατοι, δάκρυσι νηστείαις τε,
προσευχαῖς καὶ δεήσεσιν· ὅθεν καὶ τὰ πνεύματα, σὺν Ἀγγέλοις ἀγάλλονται, τὰ
λείψανα τὰ θεῖα δὲ τούτων, ῥῶσιν χαρίζουσι τοῖς κάμνουσι.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου
καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς
Φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν,
Κάθισμα τοῦ Ὁσίου Ἰωάννου.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐν τῇ ἀσκήσει σου, πάντας ἐξέπληξας, τὴν ὑπερ-θαύμαστον, Πάτερ ὁρῶντάς σου,
διαγωγὴν καρτερικός, καὶ πρᾷος ἀναδέδειξαι, ὅσιος καὶ ἄκακος, καθαρὸς καὶ
ἀμίαντος, πύργος ἀκατά-σειστος, Ἰωάννη ἐν θλίψεσι· διὸ καὶ νῦν μεγίστην
λαμβάνεις, δόξαν παρὰ τοῦ στεφοδότου Χριστοῦ.
Δόξα, τῶν Ὁσίων Πατέρων.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐβαπτίσθητε τρισσῶς, τὸ τρίτον βάπτισμα σαφῶς, δι’ ὑδάτων καὶ πυρός, καὶ
θείου Πνεύματος τὸ πρίν, ἐκ τῶν δακρύων τὸ δεύτερον ἐν τῇ Κρήτῃ, ἀσκήσαντες
στεῤῥῶς, καὶ διανύσαντες, ἰσάγγελον ἐν γῇ, βίον μακάριοι· καὶ ὥσπερ θεῖα θύματα
τὸ τρίτον, ἐν τῷ σπηλαίῳ τυθέντες Χριστὸν τὸν Θεόν· Αὐτὸν ἀπαύστως,
ἐκδυσωπεῖτε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί Σε
θερμῶς· μὴ μὲ παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα· πλήν Σου
γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι· μὴ οὖν ἔχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθώς Σοι
ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.
Μετὰ τὴν β’ Στιχολογίαν,
Κάθισμα τοῦ Ὁσίου Ἰωάννου.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς ἱδρῶτας καὶ πόνους τοὺς σοὺς σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί,
πάσης κατανύξεως, τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους, καὶ δόξαν καὶ
αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, Ἰωάννη μακάριε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς
συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου
θεράποντι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα τῶν Ὁσίων Πατέρων. Ὅμοιον.
Τῷ φωτὶ τῆς Τριάδος περιφανῶς, πυρσευθέντες Πατέρες φωτοειδεῖς, τὸ σκότος
ἐλίπετε, ἡδονῶν τὸ βαθύτατον, καὶ φωστῆρες ἔργοις, ἐνθέοις πυρσεύ-οντες, τῶν
πιστῶν καρδίας, μακάριοι ὤφθητε· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν ὑμῶν μνήμην,
γεραίρομεν σήμερον, καὶ συμφώνως κραυγάζομεν· θεοφόροι πανόλβιοι, πρεσβεύσατε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν Σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ
ἐκύησας, Τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα διέποντα,
καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντα ἐκτρέ-φοντα· ὅθεν δυσωπῶ Σε, Παναγία Παρθένε,
καὶ πίστει κραυγάζω Σοι, τοῦ ῥυσθῆναι πταισμάτων μοι, ὅταν μέλλωμεν κρίνεσθαι·
Δέσποινα Παρθένε ἁγνή, τὴν Σὴν βόηθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι ὅσα
θέλεις Πανάμωμε.
Μετὰ τὸν Πολυέλεον,
Κάθισμα τῶν Ὁσίων Πατέρων.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν Κρητῶν προΐστασθε, σκέποντες τούτους, ἀπὸ πάσης θλίψεως, ἀπολυτρούμενοι
ἡμᾶς καὶ ἐκ φθορᾶς καὶ κακώσεως, Πατέρες θεῖοι, τῆς Κρήτης ὑπέρμαχοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ
Σέ· ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμει μὲ πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός
μου...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ
τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με
καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄.
Στ. Ἐλέησόν με ὁ Θεός...
Ἠγάπησας Ἰωάννη,
τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ
ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης, καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς
προσελάμβανες, καὶ τρανώτερον τοῦ μακαρίου ἔτυχες τέλους, πρεσβεύειν ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· ὁ Μικρὸς Παρακλητικὸς τῆς Θεοτόκου
καὶ τῶν Ἁγίων β΄.
Ὁ Κανὼν τοῦ Ὁσίου Ἰωάννου. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν
διοδεύσας.
Ἀγγέλων ἰσότιμος γεγονώς, καὶ τῷ θείῳ θρόνῳ Ἰωάννη παρεστηκώς, ἀρωγήν μοι
πέμψον ἀνυμνῆσαι, τὴν ἀϋλώδη σοφὲ πολιτείαν σου.
Γῆν τὴν φθειρομένην καταλιπών, γεώδη τε πάντα, καὶ γονέων τὸ εὐγενές, τῶν
γῆθεν ἀναλύσας νῦν τυγχάνεις, Ἀγγέλων μάκαρ ὁμοδίαιτος.
Δέμας ἐκδαμάσας Πάτερ τὸ σόν, ἐγκρατείας πόνοις ὡς ἀδούλωτον ἐντελῶς,
δέδωκας τῶν τῇδε τῷ Δεσπότῃ, οὐ γὰρ δεολεύειν γηΐνοις δεδίξασαι.
Θεοτοκίον.
Ἐλύθη τῆς Εὔας ἡ ἐν Ἐδέμ, ἀρὰ Θεοτόκε, τεξαμένης Σου τὴν χαράν, τὴν ὄντως·
διό Σε κατὰ χρέος, ὡς εὐεργέτην ἡμῶν μεγαλύνομεν.
Τῶν Ὁσίων Πατέρων. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα
μου.
Ἀκτῖνά μοι βράβευσον, φωτοειδῆ ἀκατάληπτε, Τριὰς ἡ φωτίζουσα τὴν κτίσιν
ἅπασαν, τὴν πανήγυριν, νῦν τῶν σεπτῶν Πατέρων, ὅπως δι’ αἰνέσεως ἐγκωμιάσαιμι.
Μονὴν τὴν αἰώνιον, ὑμεῖς θερμῶς ἐποθήσατε, καὶ θεῖα σκηνώματα Πατέρες
Ἅγιοι· ἔνθα πέφυκε, χορὸς ὁ τῶν Ἁγίων· ὅθεν ἀγαλλόμενοι ταῦτα κεκλήρωσθε.
Ἀνδρείως ἀντέστητε, τοῖς διαβόλου παλαίσμασι· διὸ νενικήκατε τῇ βοηθείᾳ
σοφοί, τοῦ παντάνακτος, Χριστοῦ τοῦ Ἀθλοθέτου· παρ’ Οὗ καὶ τὸν στέφανον καλῶς
εἰλήφατε.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς Ἄχραντε, πάσης ὀργῆς τε καὶ θλίψεως, καὶ πάσης κακώσεως, καὶ ἐκ
παντὸς πειρασμοῦ, τοὺς ἱκέτας Σου, Παρθένε Θεοτόκε, ἵνα Σου τὸν ἄσπορον τόκον
δοξάζομεν.
ᾨδὴ γ΄. Τοῦ Ὁσίου. Σὺ εἶ τὸ στερέωμα.
Ζῶν νεκρὸς λελόγισαι, τῇ ἐγκρατείᾳ τοῦ σώματος· διὸ θανὼν ζῇς μετὰ Ἀγγέλων,
εἰς αἰῶνας μακάριε.
Ἤστραψας τοῖς πέρασι, φωτοφανὴς ὥς τις ἥλιος, καὶ πανταχοῦ, τὰς τῶν σῶν
θαυμάτων, λαμπηδόνας ἐξέχεας.
Θησαυρὸν πολύτιμον, ἡ τῶν Κρητῶν κληρουχία σε, ἔχει σοφέ, καὶ τοῖς τῶν
λειψάνων, θαυμασίοις φαιδρύνεται.
Ἵνα τὴν οὐράνιον, κληρονομήσας ἀπόλαυσιν, Πάτερ σοφέ, τοῖς γηΐνοις πάντα,
τὰ γεώδη κατέλιπες.
Θεοτοκίον.
Κλίμακά Σε Πάναγνε, ὁ Ἰακὼβ ἐθεάσατο, δι’ ἧς Χριστός, τὴν καταφθαρεῖσαν,
φύσιν καταβὰς ἠλευθέρωσε.
Τῶν Ὁσίων Πατέρων. Τοὺς Σοὺς ὑμνολόγους.
Τῶν θείων ὑμῶν κατορθωμάτων, τὸ πλῆθος ἀδύνατον εἰπεῖν· ἐζῆτε γὰρ ὡς
Ἄγγελοι· διὸ ὑμᾶς ἐδόξασεν, ὁ Παντοκράτωρ Κύριος, ἐπουρανίοις χαρίσμασιν.
Ὡς θεῖοι φωστῆρες ὦ Πατέρες, ἐν Κρήτῃ ἐλάμψατε σοφοί, οὐ μόνον ἐν τοῖς
ὄρεσιν, ἀλλ’ ἐν παντὶ καὶ πάντοτε, τόπῳ καὶ χώρᾳ ἅπαντας, καταφωτίζοντες
πάνσεπτοι.
Λύσιν τῶν πολλῶν ἡμῶν σφαλμάτων, εὐχαῖς τῶν Ὁσίων ἡμῖν δός, δεσμῶν τῶν τῆς
σαρκὸς ἡμῶν, μετὰ τὴν λύσιν Κύριε, ὅπως ζωῆς τῆς κρείττονος, ἀξιωθῶμεν οἱ
τάλανες.
Θεοτοκίον.
Οὐ κέκτημαι δάκρυα τοῦ κλαῦσαι, τὰ πταίσματα οἴμοι τὰ ἐμά, τὰ τὴν ψυχήν μου
βλάπτοντα· διὸ εἰς Σὲ τὴν εὔσπλαγχνον, πᾶσαν ἐλπίδα πάναγνε, ὁ δυστυχὴς
ἀνατίθημι.
Κάθισμα τοῦ Ὁσίου Ἰωάννου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Τῆς σαρκὸς ἐκμαράνας τὰς ἡδονάς, καὶ τὰ πάθη νεκρώσας ζήλῳ Θεοῦ, ὅλον
καθιέρωσας, σεαυτὸν τῷ Κυρίῳ σου, ἀγχιστὰς καὶ πλοῦτον οὐδὲν λογισάμενος, πάντα
καταλείψας, τοῦ κόσμου τὰ ῥέοντα· ὅθεν ἀνεδείχθης, Ἰωάννη τρισμάκαρ, Κρητῶν
κλέος τίμιον, Ἀσωμάτων συνόμιλος, ὧν χοροῖς ἀγαλλόμενος, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα τῶν Ὁσίων Πατέρων.
Τοὺς δεσμοὺς διαῤῥήξαντες τῶν παθῶν, ἐκολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν
ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων πόνων, εὑρόντες ἀνάπαυσιν,
ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς· ὅθεν ἐπαξίως, συνευφραίνεσθε ἅμα,
ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, θεοφόροι Πατέρες
ἡμῶν, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην
ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· χαῖρε Κόρη καθέδρα βασιλική· κλίνη
πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουργόχροε, τιμαλφέστατον τέμενος,
ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη
χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα·
χαῖρε μόνη, ψυχῆς ἡμῶν ἡ εὐπρέπεια.
ᾨδὴ δ΄. Τοῦ Ὁσίου Ἰωάννου. Σύ μου Χριστέ.
Λαῖτμα σφοδρόν, πρὶν Ἐρυθραῖον ἐμέρισεν, ὁ Προφήτης, Μωϋσῆς ῥυόμενος, ἐκ
τῆς Αἰγύπτου τὸν Ἰσραήλ, Σταυροῦ τῇ δυνάμει· σὺ δ’ ὦ Ἰωάννη μακάριε, ἔβης ἐπὶ
θαλάσσης, πλέων ὡς δι’ ὁλκάδος, τοῦ Δεσπότου σου πίστει νευρούμενος.
Μαθητευθείς, τῷ μεθιστάναι διδάξαντι, τοῖς κτωμένοις πίστιν ὡς σινάπεως
κόκκον, τὰ ὄρη καὶ τοὺς βουνούς, Ἰωάννη μάκαρ, τὸ σῶμα πίστει καθώπλισας, καὶ
γέγονας ὁδίτης, ἀποντίστως θαλάσσης, ἐξιστῶν τοὺς ὁρῶντάς σε Ὅσιε.
Ναίων ποτέ, ὁ Ἰωνᾶς θείῳ νεύματι, ἐν θαλάσσῃ, τῷ κήτει ἐφέρετο, σῶμα
κτωμένῳ τε καὶ πνοήν, σὺ δὲ θεοφόρε, ἐφέρου νῦν ἐν τοῖς κύμασι, δι’ ἄπνοος
παλίου· θαυμαστὸς ἐν Ἁγίοις, Σὺ ὑπάρχεις Χριστὲ ὁ Θεὸς ἡμῶν.
Θεοτοκίον.
Ὅλην ἐν Σοί, νῦν τὴν ἐλπίδα μου τίθημι, Παναγία, σῶσόν με πρεσβείαις Σου, ἡ
τὸν Θεὸν τέξασα σαρκί, καὶ πρὸς τρίβους θείας, τὸν ἄθλιον καθοδήγησον, ἵνα Σοι
κατὰ χρέος, ἐκβοήσω τὸ Χαῖρε, τοῦ Ἀγγέλου Παρθένε σωζόμενος.
Τῶν Ὁσίων Πατέρων. Τὴν ἀνεξιχνίαστον.
Σεπτοὺς ἀντιλήπτορας καὶ βοηθούς, ἔχουσα ἡ Κρήτη πρὸς Κύριον, ὑμᾶς Πατέρες,
ὑπὲρ ἁπάντων πρεσβευτάς, ῥῶσιν λαμβάνει πάντοτε· ὅθεν καὶ γεραίρει ὑμῶν τὰ
λείψανα.
Ἰατρεῖον ἄσυλον παντοδαπῶν, νόσων τὰ ὑμέτερα λείψανα, οἱ ἐν τῇ Κρήτῃ,
κεκτημένοι εὐλαβῶς, σεπτῶς πανηγυρίζομεν, τὴν μνήμην ὑμῶν πανσεβάσμιοι.
Ἔνδον ἐν καρδίᾳ Πατέρες σεπτοί, ἔχοντες τὸν φόβον τῆς κρίσεως, τῆς
ἀδεκάστου, καθ’ ἑκάστην τὸν Κριτήν, πένθει ἐξευμενίζετε· ἄληκτον χαρὰν διὸ
εὕρατε.
Θεοτοκίον.
Ῥῦσαί με Πανύμνητε ἡ τὸν Θεόν, ἄχραντε Παρθένε κυήσασα· πάσης ἀνάγκης, καὶ
παντοίων πειρασμῶν, νόσου δεινῆς καὶ μάστιγος, φθόνου καὶ θυμοῦ τὸν ἱκέτην Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πύλην τὴν στενήν, καὶ ὁδὸν διελθὼν Ὅσιε, τὴν τεθλιμμένην τε καὶ δύσβατον
πύλην εὗρες, ἀκωλύτως τὴν οὐράνιον.
Ῥόδον ὡς λαμπρόν, ἡ Κρητῶν σε Πάτερ Ὅσιε, κληρουχία φέρει χαίρουσα,
ἐγκαυχωμένη, τοῖς ἐξαισίοις τῶν θαυμάτων σου.
Τίς ἐν συμφοραῖς, θεοφόρε ἀπεκέχρητο τὴν παναγίαν σου ἐπίκλησιν, καὶ οὐκ
εὐθέως ἐῤῥύσθη, τῇ προστασίᾳ σου;
Θεοτοκίον.
Ὑετὸν ἡμῖν, ἡ τεκοῦσα τὸν οὐράνιον, τὴν παναθλίαν μου ὑέτισον ψυχήν, τῇ
δρόσῳ Ἁγνή, τῶν θείων πράξεων.
Τῶν Ὁσίων. Ἐξέστη τὰ σύμπαντα.
Οἱ πόθῳ τὸ ὄνομα, ὑμῶν ἐπικαλούμενοι, οἱ ἐν τοῖς κινδύνοις, θεοφόροι,
πάντες εὐθέως τὴν παρ’ ὑμῶν ἀρωγήν, πλουσίως λαμβάνουσι· διὸ νῦν τοὺς ἱκετεύοντας,
τῶν δεινῶν ἐκλυτρώσασθε.
Μυρίζουσιν Ὅσιοι, τὰ λείψανα ὑμῶν ᾀεί, κρίνα τοῦ ἀγροῦ ὥσπερ Πατέρες·
βρύοντα μῦρα ἐν τῇ σορῷ, ὡς πηγή, ἀκένωτα· ὅθεν ἐξ αὐτῶν, πάντες ἀρυσώμεθα, ἵνα
λάβωμεν ἴασιν.
Ὁ βίος ὑμῶν ἔνθεος, τὰ ἔργα δὲ πανθαύμαστα, ἐξέστη τὰ σύμπαντα ὁρῶντα,
ἐνσάρκους ὄντας, ὑμᾶς ἐν γῇ ὡς βροτόν, ἄσαρκον νικῶντας τὸν ἐχθρόν, καὶ στεῤῥῶς
ἐμμένοντας, τῇ ἀσκήσει σεβάσμιοι.
Θεοτοκίον.
Νῦν κράζοντα δέξαι με, βοῶντα μὴ ἀπώσῃ με, Παρθένε Μαρία μὴ παρίδῃς, τοῖς
λυπηροῖς τε περιαντλούμενον, καὶ κατατρυχόμενον δεινῶς, τὸν πιστῶς
προστρέχοντα, τῇ Σῇ σκέπῃ Πανύμνητε.
ᾨδὴ στ΄. Τοῦ Ὁσίου Ἰωάννου. Ἱλάσθητί μοι Σωτήρ.
Λαμπρύνεται τῇ φαιδρᾷ, καὶ παμφαεῖ πανηγύρει σου, τὸ τῶν Κρητῶν μυστικῶς,
φιλέορτον σύναταγμα, Ἰωάννη πάνσοφε, καὶ τοῖς τῶν θαυμάτων, ἐξαισίοις
ἀγλαΐζεται.
Χερσὶ ποιμένος σοφέ, θηρίον ὥσπερ τετόξευσαι, καὶ βέλος ἀγροικικόν, οὐρανὸν
ἀνέῳξε, τὰς πύλας σοι Ὅσιε, ἀσκητὰ καὶ Μάρτυς, Ἰωάννη παμμακάριστε.
Ὡς μέγαν ὡς θαυμαστόν, προστάτην ἡμῶν τιμῶμέν σε, ὡς κορυφὴν ἀσκητῶν, καὶ
θεῖον ὡράϊσμα τῶν Μαρτύρων σέβωμεν, Ἰωάννη μάκαρ, Κυδωνίας τεῖχος ἄῤῥηκτον.
Θεοτοκίον.
Ὡς μόνην τῶν Σεραφείμ, ἐνδοξοτέραν ὑμνοῦμέν Σε, εὐλογημένη ἁγνή, Θεὸν γὰρ
ἐγέννησας, ἀσπόρως Θεόνυμφε, ὥσπερ αἱ χορεῖαι, Προφητῶν σαφῶς προήγγειλαν.
Τῶν Ὁσίων Πατέρων. Τὴν θείαν ταύτην.
Ἀκούσαντες Πατέρες θεόδοφοι, τὸ λέγον· ὅστις θέλει ὀπίσω μου, εὐθὺς
ἐδράμετε, κόσμου ἀφέντες τὸ ἀμφίβληστρον, τοὺς μαθητὰς Κυρίου ὅλως μιμούμενοι.
Χριστοῦ τῷ ἔρωτι Ἅγιοι, τρωθέντες οὐ προείλεσθ’ ἐν σώματι, ζῇν ἀλλ’ ἐν
πνεύματι· ὅθεν ὡς ἄλλοι ἀπόστολοι, τὸ ζῇν ἐν ἡμῖν, Χριστὸς ἐκραυγάζετε.
Οὐκ εἴχετ’ ὅλως φιλόϋλον, πῦρ ἐν ὑμῖν ἀλλ’ ὕδωρ ἁλλόμενον· λιταῖς οὖν
Κύριε, καὶ ἡμῖν ταῖς τῶν Ὁσίων σου, δὸς ἐκ τούτου, ἵνα μὴ διψήσωμεν.
Θεοτοκίον.
Σὲ μόνην φέρων Πανάχραντε, ἐλπίδα καὶ ἀσάλευτον στήριγμα, Σὲ ἀπροσμάχητον,
τεῖχος καὶ σκέπην καὶ φύλακα, καὶ Σὲ ἐπικαλοῦμαι τὴν ᾀειπάρθενον.
Κοντάκιον τῶν Ὁσίων Πατέρων. Ἦχος γ΄. Ἡ Παρθένος
σήμερον.
Ἑορτάζει σήμερον, ἀγαλλομένη ἡ Κρήτη, ἑορτὴν ὑπέρλαμπρον, τῶν θεοφόρων
Πατέρων, ἅπασαν, προσκαλουμένη πόλιν καὶ χώραν· χαίρει γάρ, ὡς κεκτημένη
θησαυρὸν μέγαν, σορὸν θείαν τῶν λειψάνων, ὑμῶν Πατέρες, Κρήτης τὸ καύχημα.
Ἕτερον τοῦ Ὁσίου Ἰωάννου. Ἦχος δ΄. Ὀ ὑψωθείς.
Τῶν ἀσκητῶν τὴν καλλονὴν καὶ προστάτην, Κυδωνιαίων οἱ πιστοὶ ὁμοφρόνως, νῦν
Ἰωάννην στέψωμεν γηθόμενοι, σήμερον ἀπαίρει γάρ, πρὸς τὰς θείας ἐπαύλεις,
δωρεὰν ἰάσεων, ἀπονέμων τοῖς πίστει, τὴν ἰερὰν πανήγυριν αὐτοῦ, ἐπιτελοῦσι, καὶ
πόθῳ γεραίρουσι.
Ὁ Οἶκος.
Τοὺς τοῦ Κυρίου ἀσκητάς, ἅπαντες, ὦ φιλέορτοι, συνελθόντες ᾀσματικῶς
ἀνευφημήσωμεν. Οὗτοι γὰρ τὸ τοῦ Σωτῆρος ἐλαφρὸν φορτίον ἐπ’ ὤμων ἀράμενοι, καὶ
τὴν γεηρὰν ἀπόλαυσιν ἀπωσάμενοι, τῷ τὰς ἡμῶν ἁμαρτίας ἐν Σταυρῷ καθηλώσαντι,
εὐθαρσῶς ἠκολούθησαν, καὶ τὰ πάθη νεκρώσαντες τοῦ σώματος, τὴν ψυχὴν
ἀπηφθάρτισαν, καὶ συμπολῖται τῶν τῷ Χριστῷ εὐαρεστησάντων ἐγένοντο· διὸ πρεσβεύουσι
τῷ Σωτῆρι διηνεκῶς, εἰρήνην σταθερὰν δωρηθῆναι τῷ κόσμῳ παντί, καὶ τὸ μέγα
ἔλεος, τοῖς τούτους ἐκ πόθου γεραίρουσι.
Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Πατέρων Ἰωάννου τοῦ Ἐρημίτου καὶ τῶν
συνασκησάντων αὐτῷ 98, τῶν ἐν τῇ νήσῳ Κρήτη ἀσκησάντων.
Τέλος εἴληφαν οἱ Πατέρες ἐν Κρήτῃ,
ὡς ἀστέρες λάμψαντες ἐν τῇ ἐρήμῳ.
Ἑβδομάτῃ Ὀκτωβρίου μῦσε χαριτώνυμος
Ἰωάννης.
Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Τοῦ Ὁσίου Ἰωάννου. Παῖδες Ἑβραίων.
Μέλη σαρκὸς καταμαράνας, τῆς ἀσκήσεως τοῖς πόνοις θεοφόρε, καὶ ψυχὴν πρὸς
ὁδόν, ἰθύνας Παραδείσου, εὐλογητὸς κραυγάζεις
νῦν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἄλσεσι Πάτερ διατρίβων, ὡς φιλέρημος τετόξευσαι ὡς ζῶον· καὶ τῶν γῆθεν
λυθείς ἀπαίρεις πρὸς τὰ ἄνω, ἔνθα φαιδρῶς ἀκούεται, ἦχος τῶν ἑορταζόντων.
Ῥάως πληροῖς τὰς ἱκεσίας, τῶν αἰτούντων σου παμμάκαρ Ἰωάννη, τὴν φαιδρὰν
ἀρωγήν, ἐν γῇ καὶ ἐν θαλάσσῃ, ὡς παῤῥησίαν κτώμενος, πρὸς Χριστὸν τὸν ζωοδότην.
Θεοτοκίον.
Κλίνην λυχνίαν καὶ παστάδα, Σὲ προέγραψε τῶν Προφητῶν τὸ στίφος, καὶ χρυσῆν
κιβωτόν· ἡμεῖς δὲ Σοὶ βοῶμεν· χαῖρε ἁγνὴ Πανάμωμε, τῶν πιστῶν ἡ σωτηρία.
Τῶν Ὁσίων Πατέρων. Οὐκ ἐλάτρευσαν.
Γέραν δόξαν τε τιμὴν καὶ πλοῦτον ῥέοντα, ἐγκατελίπετε, πρὸς τὸν Χριστὸν
ἀκλινῶς, ᾀεὶ ἀτενίζοντες καὶ πόθῳ ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
Βασιλεία ἡ οὐράνιος θεόφρονες, ὑμῖν δεδώρηται, ἀντὶ ἀγώνων πολλῶν, ἐν οἷς
διηγάγετε ζωῆς τὸ στάδιον· διὸ ψάλλετε· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
Ἀῤῥωστίας ψυχικῆς κατατρυχούσης με, δεινῆς μακάριοι, ταῖς ἱκεσίαις ὑμῶν,
ταχέως λυτρώσατε, ὅπως κἀγὼ μελῳδῶ· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥῦσαι Δέσποτα πρεσβείαις τῆς τεκούσης Σε, τὸν πανοικτίρμονα, καὶ ἀγαθὸν
Λυτρωτήν, ἐκ πάσης με θλίψεως, καὶ τοῦ ἀσβέστου πυρός, τὸν ἀνάξιον· ὅπως δοξάζω
πάντοτε, τὴν πολλήν Σου εὐσπλαγχνίαν.
ᾨδὴ η΄. Τοῦ Ὁσίου Ἰωάννου. Ἑπταπλασίως κάμινον.
Ὄρη βουνοὺς καὶ φάραγγας, διελθὼν Πάτερ Ὅσιε, μόνῷ τῷ Θεῷ εὐαρεστῶν
ἑκάστοτε, εἰς ὄρος κατήντησας τῶν ἀρετῶν καὶ γέγονας, μέγας βοηθὸς τῶν σὲ
τιμώντων παμμάκαρ, ἐκ πόθου καὶ βοώντων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Σμῆνος λιπὼν μακάριε, ἅτε σφόδρα φιλήσυχος, τῶν συνασκητῶν ἐπὶ τὰ λίαν
δύσβατα, ὀρέων διέδραμες τῆς νήσου διαιτώμενος, τοῖς ἀλσωδεστάτοις, καὶ
πτετρωδέσιν ἄντροις, κραυγάζων ἀσιγήτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Χαριεστάτην σήμερον, ἑορτὴν οἱ φιλέορτοι, ἐν τῇ πρὸς Θεόν, σοῦ μεταστάσει
Ὅσιε, τελοῦμεν δοξάζοντες, Χριστὸν τὸν σὲ δοξάσαντα, καὶ ἐν κατανύξει, ἀεννάως
βοῶμεν· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον.
Ἀπειρογάμως τέτοκας, τὸν Δεσπότην καὶ Κύριον, τὸν πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς
ἐκλάμψαντα, Ὃν νῦν ἐκδυσώπησον, ὡς παῤῥησίαν ἔχουσα, τῶν ἁμαρτιῶν μου τὸ
ἀμέτρητον πλῆθος κουφίσαι, καὶ εἰς πλάτος Παραδείσου εἰσάξαι, Παρθένε Θεοτόκε
εὐλογημένη Κόρη.
Τῶν Ὁσίων Πατέρων. Παῖδας εὐαγεῖς.
Ἵνα τὸν Χριστὸν μόνον, τὸν Κτίστην, τῶν ὅλων καὶ Βασιλέα πάσης κτίσεως,
κερδίσητε μακάριοι, τὰ πάντα ὥσπερ σκύβαλα, ἡγήσασθε ἑπόμενοι Παύλου τοῖς
ἴχνεσι, μεθ’ οὗ νῦν, τὸν Δεσπότην ὁρᾶτε, ἐν τῇ ἀθανάτῳ, μονῇ ἀκαταπαύστως.
Ἤρθητε Πατέρες εἰς τὸ ὕψος, τὸ μέγα τῶν ἀρετῶν ἐκτιναξάμενοι, ὕλην τὴν
ὀλέθριον· ὅθεν καὶ ὁ ὕψιστος, Θεὸς τὴν ἄνω οἴκησιν, ὑμῖν δεδώρηται· ὃν
χαίροντες, ἀπαύστως ὑμνεῖτε, μετὰ τῶν Ἀγγέλων, καὶ πάντων τῶν Ἁγίων.
Λάμψον θεαρχία ταῖς καρδίαις, τρισήλιε πάντων τῶν ὑμνούντων σε, καὶ ἡμᾶς
ἀξίωσον, τὴν ἀπεριόριστον, πανευλαβῶς καὶ ἄναρχον, σέβειν ἑκάστοτε, οὐσίαν, ἣν
καὶ νῦν προσκυνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Οἴμοι ὦ ψυχή μου παναθλία, τῷ ζόφῳ τῆς ἁμαρτίας ὅλη πάντοτε, ἀναίσθητος
κατάκεισαι! ἕως καιρὸς ἐπίστρεψον, καὶ τῷ Σωτῆρι βόησον· σῶσόν με Κύριε, Μητρός
Σου τῆς Πανάγνου πρεσβείαις, ἵνα Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τοῦ Ὁσίου Ἰωάννου. Ἐξέστη ἐπὶ τούτῳ.
Μεγίστας ἀντιδόσεις παρὰ Θεοῦ, Ἰωάννη παμμάκαρ ἀπείληφας, πόνων τῶν σῶν,
πᾶσι ἐν θαλάσσῃ τε καὶ ἐν γῇ, διηνεκῶς προΐστασθαι, καὶ λυτροῦσθαι τούτους ἐκ
συμφορῶν, εἰ μόνον ἐκ καρδίας, πιστῶς ἐπικαλοῦνται, σὲ τὸν ἀπαύστως
προστατεύοντα.
Ἐξέστησαν Ἀγγέλων αἱ στρατιαί, καθορῶσαι τὴν σὴν ὑπερθαύμαστον, διαγωγήν,
σάρκα γὰρ φερόμενος ὑλικήν, τοὺς ἀσωμάτους ἔφθασας, τῇ ὑπεραΰλῳ καὶ θαυμαστῇ,
Πάτερ ἀκτημοσύνῃ, ἢ Οὐρανῶν τὰς πύλας, ἀνεμποδίστως σοὶ ἀνέῳξε.
Τίς ἄρα οὐκ ἐξέστη Πάτερ βροτῶν, τῷ φρικώδει καὶ θείῳ θεάματι, μίᾳ ῥοπῇ,
πλῆθος ἀναλῦσαι συνασκητῶν, ἐν διαφόροις ὄρεσιν, ἐνδιατριβόντων καὶ πρὸς μονήν,
μίαν κατοικισθῆναι, σὺν σοὶ τῆς ἄνω δόξης· ὡς θαυμαστὸς εἶ ἐν Ἁγίοις Χριστέ.
Ηὐλίσθης πρὸς τὰ ἄνω Πάτερ σκηνάς, τοῖς τιμῶσί σε νέμων ἑκάστοτε, λύσιν
κακῶν, ἴασίν τε σώματος καὶ ψυχῆς· διὸ Κρητῶν ἀγλάϊσμα, κἀμοῦ τὸ δυσίατον τῶν
παθῶν, θεράπευσον καὶ δέξαι, τόν δὲ τὸν αἶνον ὥσπερ, τὴν τοῦ τοξεύσαντος
μετάνοιαν.
Θεοτοκίον.
Σωτῆρα ἡ τεκοῦσα καὶ λυτρωτήν, τῶν ἀνθρώπων Παρθένε πανάμωμε, ῥῦσαι ἡμᾶς,
πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ πρὸς τὰς θείας ἴθυνον, τρίβους Θεοτόκε Σοὺς
ὑμνητάς, ἵνα Σοι κατὰ χρέος, τὸ χαῖρε τοῦ Ἀγγέλου, ἐν πίστει μέλψωμεν
σωζόμενοι.
Τῶν Ὁσίων Πατέρων. Ἅπας γηγενής.
Ῥῶσιν τῆς ψυχῆς, Χριστὲ καὶ τοῦ σώματος πᾶσι τοῖς κάμνουσιν, δὸς ὁ διὰ
ἔλεος, πολὺ τὸν κόσμον φθορᾶς ῥυσάμενος, ταῖς ἱεραῖς δεήσεσι, τῶν θεραπόντων
σου, εὐμενής τε, φάνηθι τοῖς κράζουσιν, ἐκ καρδίας θερμῆς τὸ ἱλάσθητι.
Ὄρη καὶ βουνοί, πεδία καὶ φάραγγες, Κρήτης αἰνέσατε, σήμερον τὸν Κύριον,
τὸν δεδωκότα ἰσχὺν καὶ δύναμιν, τοῖς θεοφόροις ἄμαχον κατὰ τοῦ δράκοντος, τοῦ
δολίου· οὗ καὶ ἡμᾶς λύτρωσαι, ταῖς λιταῖς τῶν ὁσίων Σου Δέσποτα.
Τίς τῶν γηγενῶν, ἐξείπη τὰ θαυμάτα ὑμῶν σεβάσμιοι; ὄντως ἀναρίθμητα, ἐστι
καὶ θεία· ὅθεν ἀγάμενοι, τὴν ἱερὰν πανήγυριν ὑμῶν γεραίρομεν, μετὰ πόθου, λύσιν
ἐξαιτούμενοι, τῶν πολλῶν καὶ δεινῶν παραπτώσεων.
Τριαδικόν.
Ἡ ζωαρχική, Τριὰς ὁ Θεὸς ἡμῶν, σῶσον τοὺς δούλους Σου, καὶ ἐκ πάσης
θλίψεως, πάντας συντήρει καὶ διαφύλαττε, ταῖς ἱεραῖς δεήσεσι τοῦ οὐρανόφρονος,
Ἰωάννου, καὶ τῶν ὀπαδῶν αὐτοῦ, ὧν τὴν μνήμην γεραίρομεν σήμερον.
Θεοτοκίον.
Σῶσόν με Ἁγνή, Θεὸν ἡ κυήσασα τὸν Πανοικτίρμονα, κείμενον ἀνάστησον, εἰς
χάρος Δέσποινα τὸν ἀνάξιον, τῶν ἀνυποίστων θλίψεων καὶ τῆς κολάσεως, τοῦ
ἀσβέστου, πυρὸς μὲ ἐξάρπασον, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.
Ἐξαποστειλάριον τοῦ Ὁσίου Ἰωάννου. Γυναῖκες
ἀκουτίσθητε.
Τὸ θεῖον ἐγκαλλώπισμα, τῶν ἀσκητῶν τιμήσωμεν, Κρητῶν τὸν ἄσυλον πλοῦτον,
τὸν πάνσοφον Ἰωάννην, Κυδωνιῶν κραταίωμα, διπλοῦν γὰρ στέφος εἴληφε, δισσῶς
πολιτευσάμενος, ἀθλητικῶς καὶ ὁσίως· ὅθεν ἀξίως τιμᾶται.
Ἕτερον. Τῶν Ὁσίων Πατέρων.
Πατέρες παμμακάριστοι, τῆς Κρήτης τὸ κραταίωμα, Κυδωνιέων τὸ κλέος, καὶ
ἰατροὶ τῶν νοσούντων, τὰ πάθη θεραπεύσατε, ἐμῆς ψυχῆς καὶ σώματος, καὶ πρὸς
ζωὴν τὴν κρείττονα, καθοδηγήσατε πάντας, τοὺς ἑορτάζοντας πόθῳ.
Θεοτοκίον.
Παρθένε Παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν Σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ
σεπτῷ Ἰωάννῃ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς Σε, καὶ αἰωνίων
τεύξασθαι, τῶν ἀγαθῶν Παναγία, δύνασαι γὰρ ὅσα θέλεις.
Εἰς τούς Αἶνους, Προσόμοια τοῦ Ὁσίου Ἰωάννου. Ἦχος α΄.
Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, τὸν θαυμαστὸν προστάτην, Ἰωάννην
τὸν θεῖον, τῆς Κρήτης καὶ γὰρ οὗτος Χριστὸν τὸν Θεόν, τὸν Σωτῆρα καὶ Κύριον,
ὑπὲρ αὐτῆς ἱκετεύει ἐκ πειρασμοῦ, λυτρωθῆναι καὶ κολάσεως.
Ὑπὲρ ἡμῶν τῶν ἐν πίστει σοῦ τὴν πανένδοξον, καὶ θεοφόρον μνήμην,
ἐκτελούντων μὴ παύσῃ, παμμάκαρ Ἰωάννη τὸν Λυτρωτήν, ἱκετεύων καὶ Κύριον, τοῦ
λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ πυρὸς τοῦ αἰωνίζοντος.
Ἕτερα, τῶν Ὁσίων Πατέρων.
Τῶν οὐρανίων Ταγμάτων νῦν μιμησώμεθα, τάξεις τὰς οὐρανίους, καὶ στησώμεθα
μίαν, χορείαν μετὰ πόθου δεῦτε πιστοί, καὶ πιστῶς εὐφημήσωμεν, χορὸν τῶν θείων
Πατέρωνξ τὸν ἐκλεκτόν, τὸν τὴν Κρήτην ἐκλαμπρύναντα.
Ἡ ἑκατόμπολις Κρήτη τέρπεται σήμερον, τοὺς ἑκατὸν πλουτοῦσα, στερεοὺς
θείους πύργους, Πατέρας τοὺς Ἁγίους τοὺς ἐν αὐτῇ, θαυμαστῶς ἐναθλήσαντας, καὶ
ἐκλαμπρύναντας ταύτην ταῖς ἀρεταῖς, καὶ τοῖς θείοις κατορθώμασι.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ἁγίων Πατέρων ὁ χορός, θείᾳ ἐμπνεύσει εἰς Κρήτην συνελθών, ἐν μιᾷ
πίστει καὶ μιᾷ καρδίᾳ, διὰ σαρκὸς τὸν ἄσαρκον ἐχθρὸν ἐτροπώσαντο· καὶ τοὺς τῆς
νίκης στεφάνους, ἐν μιᾷ ῥοπῇ παρὰ τοῦ στεφοδότου Χριστοῦ ἐκομίσαντο· οὓς
εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· ὦ θεία παρεμβολή, θεηγόροι
ὁπλῖται, παρατάξεως Κυρίου· ἀστέρες πολύφωτου τοῦ νοητοῦ στερεώματος· τὰ
μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὸ καύχημα καὶ σέμνωμα τῆς Κρήτης, Κυδωνίας
ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου,
σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τῶν θείων Πατέρων θεῖον βλαστόν, ἀσκητῶν τὸ κλέος, καὶ τῆς Κρήτης τὴν
καλλονήν, τὸν θερμὸν προστάτην, τῶν ἐπικαλουμένων, τὸν μέγαν Ἰωάννην πάντες
ὑμνήσωμεν.
Τοὺς ἐν Κρήτῃ λάμψαντας θαυμαστῶς, Ἁγίους Πατέρας, εὐφημήσωμεν οἱ πιστοί·
τούτους γὰρ προστάτας, ἐνθέρμους πρὸς τὸν Κτίστην, ἔχομεν οἱ τιμῶντες αὐτοὺς ἐκ
πίστεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου