Δευτέρα 15 Ιουνίου 2015

Μαρτύρων ΔΑΔΑ, ΜΑΞΙΜΟΥ καί ΚΥΝΤΙΛΛΙΑΝΟΥ


Ἀκολουθία Μαρτύρων ΔΑΔΑ, ΜΑΞΙΜΟΥ καί ΚΥΝΤΙΛΛΙΑΝΟΥ
Ψαλλομένη τῇ 13η Ἀπριλίου

ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια  γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τῶν Μαρτύρων.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τριάδα τὴν ἄκτιστον οἱ τρεῖς, ἐν σταδίῳ Ἅγιοι, ὁμολογήσαντες Μάρτυρες, ἐθανατώθητε, καὶ ζωῆς ἀγήρω νῦν κατηξιώθητε, χειμάῤῥουν τῆς τρυφῆς κληρωσάμενοι, διὸ πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
ήττητοι Μάρτυρες ῥοαῖς, τοῦ χυθέντος αἵματος, πλάνης ξηράναντες ῥεύματα, ῥεῖθρα προχέετε, ἰαμάτων πᾶσι, τοῖς πιστῶς προστρέχουσι, καὶ ῥῶσιν νοσημάτων λαμβάνουσι, διὸ πρεσβεύσατε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
παντες τιμήσωμεν πιστοί, ὑμνῳδίαις σήμερον, Δάδαν τὸν θεῖον καὶ Μάξιμον, καὶ Κυντιλλιανόν, τοὺς στεῤῥοὺς ὁπλῖτας, τοὺς πανσόφους Μάρτυρας, τοὺς ὄντως Παραδείσου οἰκήτορας, καὶ νῦν πρεσβεύοντας, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ΟΡΘΡΟΣ

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Θεῖον αἶνον Μάρτυσι νῦν προσφέρω. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Θεῷ Παντοκράτορι ἐν παῤῥησίᾳ, καλλίνικοι Μάρτυρες παρεστῶτες πάντοτε, καθικετεύσατε, ἁμαρτημάτων ἱλασμὸν καταπεμφθῆναι ἡμῖν.
στέφθητε Μάρτυρες, κάλλει τῷ θείῳ, ἀγῶνα τελέσαντες καὶ τὸν πολυμήχανον ἐχθρὸν νικήσαντες, ὅθεν ὑμᾶς περιχαρῶς ὑμνολογοῦμεν ἀεί.
σχύϊ τοῦ Πνεύματος τοῦ Παναγίου, ἰσχὺν διωλέσατε, τοῦ δολίου δράκοντος θεομακάριστοι, καὶ ἀθανάτων δωρεῶν νῦν ἀπολαύετε.

Θεοτοκίον.
πλήρης κεκένωται δι’ εὐσπλαγχνίαν καὶ σὰρξ ἐχρημάτισεν, ἐπανάγων ἄχραντε, πρὸς τὸ ἀρχαῖον ἡμᾶς κάλλος, τοὺς πίστει ἐπὶ γῆς ἀνευφημοῦντάς Σε.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
παγωγῇ βιαίᾳ Ἅγιοι, ἐν Χριστῷ δεσμῶται γενόμενοι, δέσιν ἀπάτης πονηράν, διελύσατε χάριτι καὶ λυθέντες δὲ σαρκός, πρὸς τὴν ζωὴν μετετέθητε.
δεῖν Θεοῦ τῇ ὡραιότητι, Ἀθληταὶ ποθοῦντες πανεύφημοι, τοὺς αἰκισμοὺς καὶ τὰ δεσμὰ καὶ τὸν βίαιον θάνατον, ὑπομείνατε στεῤῥότητι, νοὸς κλεϊζόμενοι.
Νομίμως Μάρτυρες πανεύφημοι, ἐναθλοῦντες γνώμης στεῤῥότητι, ἐπανευδύσασθε ὁμοῦ, τὸ τῆς νίκης διάδημα καὶ Τριάδι τῇ σεπτῇ, περιχαρῶς νῦν παρίστασθε.
Θεοτοκίον.
κατὰ φύσιν ἀπερίγραπτος, σρκωθεὶς ἐκ Σοῦ περιγράφεται, θεοχαρίτωτε ἁγνὴ, Ὃν ἀπαύστως ἱκέτευε, οἰκτειρῆσαι καὶ φωτίσαι, τὰς ψυχὰς τῶν ὑμνούντων Σε.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Στεῤῥότητι ψυχῆς, ὁμιλήσαντες πόνοις, ἀήττητοι πολλαῖς, μεθοδείαις τοῦ πλάνου, ἐδείχθητε Μάρτυρες, τῶν Ἀγγέλων ἰσότιμοι, ὅθεν ἅπασα, ἡ οἰκουμένη γεραίρει, τὰ παλαίσματα, καὶ τοὺς σεπτοὺς ὑμῶν ἄθλους, δι’ ὧν ἐδοξάσθητε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νόμον θεῖον κρατύναντες, παρανομίαν οἱ Ἀθλοφόροι, τῶν ἀθέων ἀπεκρούσαντο, εὐσεβῶς ἀθλήσαντες καὶ τῷ Κυρίῳ εὐαρεστήσαντες.
Μακαρίσωμεν σήμερον, Δάδαν καὶ Μάξιμον τοὺς γενναίους, τοὺς νομίμως ἐναθλήσαντας, καὶ ἐπαίνοις στέψωμεν, Κυντιλλιανὸν τὸν πανίερον.
περίτρεπτοι Ἅγιοι, καιρῷ τῶν ἄθλων γεγενημένοι, πᾶσαν πλάνην κατεβάλετε, καὶ τὴς νίκης στέφανον, ἐκ Θεοῦ Σωτῆρος ἐδέξασθε.
Θεοτοκίον.
  αθυμίαν κρατούμενον, Θεοκυῆτορ διέγειρόν με, τοῦ ποιεῖν τὸ θεῖον θέλημα, ὅπως μακαρίζω Σε, προστασία πάντων ἀκοίμητε.
ᾨδὴ ε΄. Τὸ φαεινὸν ἡμῖν.
Τὸ θεῖον ὄνομα καὶ σωτήριον, ὁμολογήσαντες κατενώπιον τυράννων Ἅγιοι, πολλῶν βασάνων πεῖραν ὑπομείνατε, καὶ θάνατον ἄδικον.
πὸ τῆς χάριτος δυναμούμενοι, τοῦ θείου Πνεύματος οὐκ ἐπτήξατε, βασάνους σώματος, οὐ τοῖς ξοάνοις σέβας ἀπενείματο, καλλίνικοι Μάρτυρες.
Στέφος ἀμαράντον κομισάμενοι, Ἅγιοι Μάρτυρες, τῇ Τριάδι νῦν παρίστασθε οἱ τρεῖς, ἀδύτου φέγγους ἀξιούμενοι, καὶ νῦν μακαρίζεσθε.
Θεοτοκίον.
ασαι Δέσποινα παναμώμητε, τὰ τῆς καρδίας μου ἱκετεύω Σε πάθη ἀνίατα, καὶ τοῦ νοός μου σκότος τὸ βαρύτατον, ἀπέλασον ἄχραντε.

ᾨδὴ στ΄. Ὡς Ἰωνᾶν τὸν Προφήτην.
Νεοφανεῖς ὡς ἀστέρες, ἀράμενοι φωτίζετε, τὸν περίγειον κόσμον, πανεύφημοι Μάρτυρες, τὸν σκοτασμὸν ἀπελαύνοντες, τῆς ἀθεΐας ἐν χάριτι.
Νομοθεσίας ἀθώους, τελείως ἀπωσάμενοι, καὶ τῷ νόμῳ Κυρίου σαφῶς κρατυνόμενοι, νομίμως Ἅγιοι Μάρτυρες, ὑπὲρ Χριστοῦ ἐνηθλήσατε.
ψηλοτάταις ἐννοίαις, καὶ ἔργων ἐπιδείξεσι, καλῶς τὸν ἐξ ὕψους πεσόντα ποσὶν ὑπετάξατε, ὡραιωθεῖσιν ἐν κάλλεσι, τοῦ μαρτυρίου πανεύφημοι.
Θεοτοκίον.
Νομίμων φύσεως δίχα, τὸν Ποιητὴν τῆς φύσεως, ἐσωμάτωσας Κόρη, ὑπὲρ νοῦν πανάμωμε, Ὃν οἱ καλλίνικοι Μάρτυρες, ὁμολογοῦντες ἐνήθλησαν.

Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Δάδα, Μαξίμου καὶ Κυντιλλιανοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ παῖδας.
Πυρὶ τοῦ θείου φόβου, τὴν ψυχὴν φλεγόμενοι, πᾶσαν κατεφλέξατε σοφοί, ὕλην πικρᾶν πολυθεΐας, καὶ πρὸς φέγγος ἤρθητε ἀνεσπέρου, ἁμαρτημάτων ἡμῖν λύσιν βραβεύοντες.
είθροις αἱμάτων σβέσαντες πυρὰν μακάριοι, τῆς πολυθεΐας ἀληθῶς, ῥοαῖς  ἡμῖν ἀναπηγάζεται θαυμάτων, τοῖς πιστῶς προστρέχουσι, τῇ τῶν λειψάνων ἡμῶν, πηγὴν ἑκάστοτε.
Οἶκος δειχθέντες Πνεύματος σοφοί, καλλίνικοι Μάρτυρες, τὸν οἶκον ἔνθα νῦν κατάκεισθε πηγὴν ἐργάζεσθε θαυμάτων, ἐν ᾧ καταφεύγοντες, πάσης κηλῖδος, παθῶν ἀπολυτρούμεθα.
Θεοτοκίον.
Σωματωθέντα τέτοκας ἡμῖν, πανάμωμε Λόγον, ὁμοούσιον Πατρὶ καὶ Πνεύματι Θεοκυῆτορ, Ὃν δυσώπει, σῶσαι τοὺς ὑμνοῦντάς Σε, ἀπὸ παντοίων παθῶν καὶ περιστάσεων.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Φιλοῦντες τὸν Κύριον ἐξ ὅλης της ψυχῆς, ὡς ἄρνες ἐτύθητε, ποιμένι λογικῷ καὶ θείᾳ τραπέζῃ προσηνέχθητε, καὶ τῶν πρωτοτόκων, ἐν σκηναῖς κατοικεῖτε.
ν πίστει τιμήσωμεν τὸν Κυντιλλιανόν, καὶ Δάδαν καὶ Μάξιμον, τοὺς Μάρτυρας Χριστοῦ, τοὺς θείους ἀστέρας, τοὺς φωτίζοντας πάντων τὰς καρδίας, θαυμάτων δαδουχίαις.
ημάτων ἠλόγησαν ἀθέων δυσσεβῶν, καὶ χαίροντες ἤθλησαν, οἱ Μάρτυρες Χριστοῦ, καὶ τοῖς ἀπ’ αἰῶνος ἠριθμήθησαν θείοις Ἀθλοφόροις, μεθ’ ὧν ἀεὶ τιμῶνται.
Θεοτοκίον.
ς θρόνος πυρίμορφος, ἐβάστασας Χριστόν, ἡμῖν ὁμιλήσαντα, παχύτητι σαρκός, Αὐτὸν ἐκδυσώπει, Θεοτόκε ἁγνή, οἰκτεῖραι καὶ σῶσαι, τοὺς πόθῳ Σε τιμῶντας.

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
χνηλατοῦντες τὸ πάθος, τοῦ ἀπαθοῦς Ἀθλοφόροι, πεῖραν ὑπέστητε ὁμοῦ, πολυπλόκων βασάνων, καὶ ἐν θανάτῳ τὴν ζωὴν ἐκληρονομήσατε, τὴν μένουσα εἰς αἰῶνα αἰῶνος, διὰ τοῦτο μακαρίζεσθε ἀεί.
Στῶμεν ἐν οἴκῳ Κυρίου καὶ μακαρίσωμεν Δάδαν, Μάξιμον Κυντιλλιανόν, τοὺς γενναίους ὁπλῖτας, τοὺς καθαιρέτας τῶν ἐχθρῶν καὶ πίστει βοήσωμεν· φιλάνθρωπε, ταῖς αὐτῶν ἱκεσίαις, ῥῦσαι πάντας πολυπλόκου πειρασμοῦ.
ἱερὰ ὑμῶν μνήμη, πανευκλεεῖς νικηφόροι, καθάπερ ἥλιος φαιδρός, καταυγάζει τὴν κτισιν, ἣν ἐκτελοῦντες σκοτασμοῦ, παθῶν ἠμᾶς ῥύσασθε, δεόμεθα, ἱεραῖς μεσιτείαις, Ἀθλοφόροι τοῦ Σωτῆρος καὶ Θεοῦ.

Θεοτοκίον.
Φιλαμαρτήμων ὑπάρχων, ἐν μετανοίᾳ προσπίπτω, τοῖς οἰκτιρμοῖς Σου ὁ Θεός, καὶ πιστῶς ἀνακράζω· ταῖς ἱκεσίαις τῆς ἁγνῶς, ἐν γῇ κυησάσής Σε, οἴκτειρόν με, καὶ κολάσεως ῥῦσαι, αἰωνίου ὑπεράγαθε Χριστέ.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου