Ἀκολουθία Ἁγίου ΕΥΧΑΡΙΟΥ Ἐπισκόπου Τρεβήρων.
Ψαλλομένη τῇ 8η Δεκεμβρίου
Ποίημα Παναγιώτου Σόμαλη
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
Στιχηρά Προσόμοια.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Τρεβήρων ὁ ποιμὴν ὁ σεπτός, καὶ Ἱεράρχης πρώτιστος, καὶ τοῦ Πέτρου τοῦ
ἐνδόξου μαθητής, Εὐχάριος τιμάσθω, ἐν ὕμνοις εὐχαρίστοις, ὡς πρεσβευτὴς ἡμῶν
πρὸς Κύριον.
Ἀνέστησας νεκροὺς δι’ εὐχῆς, δαιμόνια ἐξέβαλες, παραλύτους ἀνόρθωσας
θαυμαστῶς, καὶ πλάνης τῶν εἰδώλων, λαὸν πολὺν ἐῤῥύσω, διδασκαλίαις σου Εὐχάριε.
Τὴν κοίμησιν τὴν σὴν ἐκ Θεοῦ, ἀποσταλεὶς ὁ Ἄγγελος, ἀναγγέλει· σὺ δὲ χαίρων
σὴν ψυχήν, παρέθου ἐν εἰρήνῃ, Εὐχάριε παμμάκαρ, Θεοῦ εἰς χεῖρας Παντοκράτορος.
Βαλέριος τοῦ θρόνου τοῦ σοῦ, διάδοχος ἐγένετο, ἐπαξίως· νῦν δ’ αὐτὸν αἱρετικοί,
κατέχουσιν ὧν ῥῦσαι, Εὐχάριε τῆς πλάνης, σὴν ποίμνην Πάτερ ταῖς πρεσβείαις σου.
Δόξα.Ἦχος α΄.
Τρόπαιον εὐσεβείας ἐν Τρεβήροις ἀνέστησας, Ἱεράρχα Ἰσαπόστολε Εὐχάριε.
Καθοπλισθεὶς γὰρ τοῦ Σταυροῦ, τῇ ἀηττήτῳ δυνάμῃ, τὴν πλάνην τῶν εἰδώλων
κατήργησας, καὶ τοῦ φάρυγγος τοῦ πονηροῦ, ἀνθρώπων πλῆθος μέγα ἐξήρπασας· ὅθεν
σήμερον οἱ πιστοί, τὴν φωτοφόρον μνήμην σου τελοῦντες, τὸν ὑπὸ σοῦ κηρυχθέντα
δοξάζομεν Χριστόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα,
πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.
Ἀπόστιχα.Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πέτρου ὡς μαθητής, ἐν Γαλατίᾳ πάσῃ, ἐκήρυξας τὸν λόγον, τῆς ἀληθείας Πάτερ,
Εὐχάριε θεόπνευστε.
Στ. Τὸ στόμα λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου
σύνεσιν.
Ψήφῳ τῇ θεϊκῇ, σὺ πρῶτος τῶν Τρεβήρων, ἐκάθισας τῷ θρόνῳ, καὶ ἀπαρχὴν
Ἁγίων, Εὐχάριε γεγένησαι.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ
Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Πρέσβευε ἐκτενῶς, Εὐχάριε θεόφρον, ἡμᾶς τοὺς ἐκτελοῦντας, τὴν μνήμην σου
ῥυσθῆναι, ἐκ πάσης περιστάσεως.
Δόξα.Τριαδικόν.
Ἕνα Σε ἐν τρισίν, Φιλάνθρωπε προσώποις, Θεὸν ὁ Ἱεράρχης, ἐκήρυξεν τῆς
πλάνης, τὰ ἔθνη λυτρωσάμενος.
Καὶ νῦν. Θεοτοκίον.
Λόγον τὸν τοῦ Πατρός, ἐκύησας Παρθένε, καὶ τῆς χαρᾶς αἰτία, ἡμῖν Μαρία
ὤφθης, διό Σε μακαρίζομεν.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Γαλατίας τὴν δόξαν, Ἀποστόλων τὸν σύνθρονον, πόλεως Τρεβήρων τὸν πρῶτον,
Ἱεράρχην τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, Εὐχάριον ἡμῶν τὸν
φωτιστήν,διασώζει γὰρ κινδύνων παντοδαπῶν, τοὺς εὐλαβῶς κραυγάζοντας· δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν
ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ
προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ
Προσόμοια Προεόρτια δύο. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Πνευματικὴν νῦν χορείαν, δεῦτε κροτήσωμεν, καὶ τὸν Χριστὸν ὑμνοῦντες,
Προεόρτια δῶρα, προσάξωμεν ἐκ πόθου, αἶνον δεκτόν, τῷ τοῦ γένους καυχήματι, τῇ
Θεοτόκῳ γεραίροντες τὴν αὐτῆς, παρ' ἐλπίδα θείαν Σύλληψιν.
Ἐν παραδείσῳ ἡ Ἄννα, τὰ εὐαγγέλια, τοῦ παρ' ἐλπίδα πᾶσαν, ὑποδέχεται τόκου,
τῆς μόνης Θεονύμφου, δηλοῦσα τρανῶς, ὡς τρυφήσεως κρείττονος, καὶ ἀπολαύσεως
τύχοιμεν οἱ πιστῶς, τὸν καρπὸν αὐτῆς γεραίροντες.
Καί τοῦ Ἁγίου τέσσαρα. Ὀ αὐτός. Πανεύφημοι Μάρτυρες.
Πάτερ Εὐχάριε ποιμήν, ὤφθης θείῳ Πνεύματι, καὶ θεοφόρος διδάσκαλος,
Τρεβήρων πόλεως, πρῶτος διαλάμπων, διδαχαῖς καὶ πράξεσι, καὶ θαύμασιν καὶ
τρόποις χρηστότητος, ἐμπρέπων Ὅσιε, Ἀποστόλων ὡς ὁμόζηλος, καὶ Κυρίου μαθητὴς
θεόληπτος.
Ἡ πέτρα τῆς πίστεως σοφέ, Πέτρος ὁ Ἀπόστολος, Ἀρχιερέα τελέσας σε,
εὐαγγελίσασθαι, σὺν τῷ Βαλερίῳ, καὶ Ματέρνῳ ἔπεμψεν, τὴν χώραν Γαλατίας
Εὐχάριε, διὸ ἱκέτευε, σὺν ἐκείνοις τοὺς τιμῶντάς σε, λυτρωθῆναι τῶν βελῶν τοῦ
ὄφεως.
Τρεβήρων λιθάζειν σε λαός, βουληθεὶς ἐμπόδισται, θείᾳ δυνάμει Εὐχάριε, σοῦ
δὲ κηρύξαντος, πλήθεσι σημείων, ὁ Θεὸς ἐκύρωσε, τοὺς λόγους σου, νεκροὺς γὰρ
ἀνέστησας, τυφλοὺς ἐφώτισας, καὶ παράλυτον ἀνώρθωσας, καὶ δαιμόνων σμῆνος
ἐξεδιώξας.
Τὴν σὴν μακαρίαν τελευτήν, οὐρανόθεν Ἄγγελος, φανεὶς μηνύει σοι ἔνδοξε,
ὅθεν τὸ πνεῦμά σου, τῷ Θεῷ παρέθου, καὶ τὴς ἄνω κλήσεως, βραβεῖα Ἱεράρχα
ἀπείληφας, καὶ νῦν ἱκέτευε,δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Δόξα.Ἦχος πλ. β’.
Σήμερον τοῦ Ἱεράρχου Εὐχαρίου, ἡ ἐτήσιος ἐξέλαμψεν πανήγυρις, ἡμᾶς
ὑπομιμνήσκουσα, ἵνα ἃ ἐμάθομεν καὶ παρελάβομεν, καὶ ἠκούσαμεν καὶ εἴδομεν ἐν
αὐτῷ, ταῦτα πράττωμεν ἀεί,τῇ εὐχαριστίᾳ περισσεύοντες, καὶ βοῶντες πρὸς αὐτόν·
χαίροις ὁ τοῦ κορυφαίου Μαθητοῦ, συνεργὸς καὶ συνέκδημος, ὁ παρ’ ἐκείνου
ἀποσταλείς, εἰς τὴν διακονίαν τοῦ κηρύγματος, καὶ τὴν ἐκείνου ῥάβδον
κληρωσάμενος. Χαίροις ὁ τῶν Τρεβήρων τὸν λαὸν διασώσας, ἁλισκόμενος τῇ τῶν
εἰδώλων φθορᾷ, καὶ αὐτὸν τῷ λόγῳ σου ἐπιστήριξας, πρὸς τοῦ Σωτῆρος τὴν θείαν
ἐπίγνωσιν. Χαίροις τῶν θαυμάτων πηγὴ ἀνεξάντλητος,καὶ τῆς θείας περὶ τὴν
ποίμνην σου κηδεμονίας, τὸ ἀψευδὲς προαύλιον. Σὺν πᾶσι τοῖς Ἁγίοις, τοῖς ἐν
τοῖς ὁρίοις τῆς σῆς θεοφρουρήτου, διαλάμψασι μητροπόλεως, Χριστὸν ἱκέτευε
Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν Προεόρτιον. Ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου, ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ
ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες
ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ
λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος, ἐκ Παρθένου Μητρός,
ὅνπερ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο, τῷ ἐν ἀγκάλαις
αὐτῆς· πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′.7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος
ἄνθρωπος,ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν
ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων
πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς
ἐκπορεύεται δικαιοσύνη,νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ
μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.
Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία
κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι,καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία
γήρως,βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν,μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ.Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες,μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι′.32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα
σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος
ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν
ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ
Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ
αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες
ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς
ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων
αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως
ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα,καὶ ἐν ταῖς
τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.Διὰ ταῦτα
καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ
νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης
ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων
αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει,
δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ
πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται
στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ
ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν
ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ
ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ
ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν
ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν
ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με
ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον
αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι
διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με
ἐν τῇ δόξῃ αὐτῆς.Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι
αὐτῶν.
Λιτή. Ἦχος α΄.
Εὐφραίνεται λαμπρῶς, ἡ ἐν Τρεβήροις Ἐκκλησία, πρῶτόν σε Ἱεράρχην, καὶ θεῖον
φωτιστήν, πλουτοῦσα Εὐχάριε. Καὶ προστάτην σε μέγα κεκτημένη, τὰ σὰ γεραίρει
προτερήματα, καὶ ἣν ἔσχηκας θεόθεν χάριν, τὴν σὴν πανευφρόσυνον πανηγυρίζουσα
μνήμην, καὶ πανδημεῖ ἐκβοῶσά σοι· μὴ παύσῃ πρεσβεύων Ἱεράρχα, τῷ ἐλεήμονι
Χριστῷ, πᾶσαν ἡμῖν δοῦναι εὐπραγίαν, καὶ δεινῶν ἀπολύτρωσιν, καὶ τὸ θεῖον
ἔλεος.
Ἦχος β΄.
Τοῦ Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, μαθητὴς χρηματίσας καὶ βοηθός, ῥάβδον
δυνάμεως ἐδέξω τὴν βακτηρίαν αὐτοῦ, ἔνθεν τοὺς πολυθεΐας τῇ πλάνῃ σαλευομένους,
ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας, Ἱεράρχα Εὐχάριε, εὐαγγελιζόμενος πᾶσι,
τὸν σαρκωθέντα Θεόν. Καὶ τοῖς ὀφθαλμοῖς σου ὕπνον οὐκ ἔδωκας, ἕως οὗ τὴν ἐν
Τρεβήροις Ἐκκλησίαν, ἱερῶς συνεκρότησας, καὶ νύμφην ἄμωμον παρέστησας Χριστῷ. ᾯ
πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Πάλαι μὲν ἐν Λύστροις, ἐπῆλθον ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ
λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι, ἀλλ’
ἐῤῥύσατο αὐτὸν ὁ Κύριος. Νῦν δὲ ἐν Τρεβήροις ὄχλος ἀσεβής, Εὐχάριον σὺν Βαλερίῳ
καὶ Ματέρνῳ, τοὺς καταγγέλοντας αὐτοῖς τὴν ὁδὸν τῆς ζωῆς, λιθοβολῆσαι ἀναιδῶς
ἐπειρῶντο, ἀλλ’ ὁ δεσμεῖν καὶ λύειν τοῖς ἐκείνου μαθηταῖς, τὴν ἐξουσίαν
χορηγήσας, ἀοράτως ἐδέσμευσεν τὰς ἀνοσίου χεῖρας, καὶ σαλεῦσαι ὅλως οὐκ
ἐδυνήθησαν, ὁ δὲ ἐπίσκοπος Εὐχάριος ἀνοίξας τὸ στόμα αὐτοῦ, ἀρξάμενος ἀπὸ τῆς
πτώσεως τοῦ Ἀδάμ, καὶ τῆς ὑπὸ τοῦ διαβόλου τυραννίας τοῦ βροτείου γένους,
εὐηγγελίσατο αὐτοῖς ἀπὸ τῶν ματαίων εἰδώλων, ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν
ζῶντα. ᾯ νῦν πρεσβεύει ἀδιαλείπτως, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.Ἦχος β΄.
Ὡς ἔνθεος ἡ ζωή σου καὶ πανίερόν σου τὸ τέλος, ἱεροκῆρυξ Εὐχάριε, ὅτε γὰρ ὁ
καιρὸς τῆς σῆς ἀναλύσεως ἐφέστηκεν, Ἄγγελος οὐρανόθεν φαιδρὸς καὶ φωτεινός,
ἐπιφανείς σοι ἐβόησεν· ὁ πιστῶς τὰς ἐντολὰς τοῦ Παντάνακτος ἐργασάμενος, καὶ
ἀνδρικῶς τὸν ἀγῶνα τοῦ παρόντος βίου ἀγωνισθείς, εἴσελθε εἰς τὴν ἐπηγγελμένην
ἀνάπαυσιν, λαβὼν τὸ στέφανον τῆς ἀφθαρσίας. Σὺ δὲ τοῖς λογικοῖς σου προβάτοις
ὡς Παῦλος ἔλεγες· ἀγαπητοί μου καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ
μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν
ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήψεσθε, τὴν
ἀνταπόδοσιν τῆς κληρονομίας. Διὸ καὶ ἡμᾶς τοὺς τιμῶντάς σου τὴν κοίμησιν,
αἰφνιδίου θανάτου ῥῦσαι, τέλη ἡμῖν ἀνώδυνα ἀνεπαίσχυντα, καὶ εἰρηνικὰ
χαριζόμενος, ταῖς θεοδέκτοις μεσιτείαις σου, Ἱεραρχῶν ἐγκαλλώπισμα.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἡσαΐα χόρευε λόγον Θεοῦ ὑπόδεξαι. Προφήτευσον τῇ Κόρῃ Μαριάμ, βάτον
καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου,
ἄνοιγε πύλην ἡ Ἐδέμ,καὶ Μάγοι πορεύεσθε ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ
σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν ἐπάνω τοῦ σπηλαίου, Ζωοδότην Κύριον τὸν
σώζοντα τὸ γένος ἡμῶν.
Ἀπόστιχα.Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ ἱερὲ Εὐχάριε, καταυγασθεὶς τὴν ψυχήν, ταῖς ἀκτῖσι τῆς χάριτος,
μαθητὴς θεόπεμπτος, τοῦ Παντάνακτος πέφυκας, τοῦ σαρκωθέντος, καὶ κόσμον
σώσαντος, ἐκ τῆς δουλείας, τοῦ πολεμήτορος, καὶ τὸ σωτήριον, τοῦ Θεοῦ ἐκήρυξας,
τοῖς ἐν σκιᾷ, τοῦ θανάτου πέλουσι, πνευματοφόρητε.
Στ. Τὸ στόμα λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου
σύνεσιν.
Ὅσιε Πάτερ Εὐχάριε, καθάπερ λύχνος λαμπρός, ἐν Τρεβήροις ἐξέλαμψας, βίου
καθαρότητι,καὶ θαυμάτων ταῖς λάμψεσι, νεκροὺς ἐγείρων, διώκων δαίμονας,
συσφίγγων λόγῳ, ἄνδρα παράλυτον, νῦν δὲ προστάτευε, τῶν ἀνευφημούντων σε,
περιχαρῶς, ἅπασι δωρούμενος, ῥῶσιν καὶ ἔλεος.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ
Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Πάτερ θεόφρον Εὐχάριε, καινοφανῶν διδαχῶν, καὶ ποικίλων αἱρέσεων, λύτρωσαι
τὴν ποίμνην σου, θεοδέκτοις πρεσβείαις σου, καὶ Γερμανίαν, πᾶσαν καταύγασον,
Ὀρθοδοξίας,θείοις διδάγμασιν, ἵνα τὴν μνήμην σου, τὴν ἁγίαν ἔνδοξε, καθάπερ
δεῖ, ἅπαντες γεραίρομεν, εὐχαριστοῦντές σοι.
Δόξα.Ἦχος πλ. β’.
Τῇ τῶν Τρεβήρων Μητροπόλει, πᾶσαν ἡ περίοικος σήμερον συνεορτάζει, ἐπὶ τῇ
μνήμῃ τοῦ μακαρίου Εὐχαρίου, τοῦ πρώτου αὐτῆς ἐπισκόπου καὶ ποιμενάρχου. Αὐτὸν
γὰρ Ἰησοῦς ὁ Λυτρωτής, ὁ Ποιμὴν καὶ Ἐπίσκοπος τῶν ψυχῶν ἡμῶν, ἐκεῖσε
ἐξαπέστειλεν, αὐγάσαι τοῖς ἀπίστοις, τὸν φωτισμὸν τοῦ Εὐαγγελίου, ἐν δυνάμει
καὶ πληροφορίᾳ πολλῇ. Δεῦτε οὖν τῶν Ὀρθοδόξων οἱ χοροί, καθάπερ παῖδες
εὐγνώμονες, τὸν Ἱεράρχην ἀνυμνήσωμεν, ἐν κατανύξει κράζοντες· Ὡς τῶν Ἀποστόλων
συνόμιλος, καὶ τῶν ἐν τῇ πόλει ταύτῃ Ἁγίων ἀπαρχή, ἄνωθεν αὐτὴν εὐλόγει καὶ
φύλαττε, καὶ πρέσβευε πρὸς Κύριον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, πόλις Χριστοῦ τοῦ Θεοῦ ὑπόδεξαι τὸν
Κτίστην, ἐν σπηλαίῳ καὶ φάτνῃ χωρούμενον. Ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν
αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ δρακὶ συνέχοντα τὴν κτίσιν,
ὃν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ, Ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος
ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Γαλατίας τὴν δόξαν, Ἀποστόλων τὸν σύνθρονον, πόλεως Τρεβήρων τὸν πρῶτον,
Ἱεράρχην τιμήσωμεν, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, Εὐχάριον ἡμῶν τὸν
φωτιστήν, διασώζει γὰρ κινδύνων παντοδαπῶν, τοὺς εὐλαβῶς κραυγάζοντας· δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν
ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ
προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου, Σωτήρ.
Ἀγάλλεται φαιδρῶς, τῶν Τρεβήρων ἠ πόλις, Εὐχάριε τὴν σήν, ἑορτάζουσα
μνήμην, τιμῶσά σου τὰ σκάμματα, καὶ ἐν πίστει κραυγάζουσα· Πρωτοεπίσκοπε,
Χριστῷ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ποίμνης σου, τῆς ἐσαεὶ καυχωμένης, τῇ δόξῃ σου
Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος,
δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν
σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη
Ἰωσήφ.
Κατεπλάγη ὁ λαός, ὁ ἐν Τρεβήροις κατοικῶν, ὅτε λίθοις σε βαλεῖν, ἤθελον
φθόνῳ τοῦ ἐχθροῦ, σὴν πολιὰν Ἱεράρχα μὴ αἰδεσθέντες· σοῦ γὰρ τῇ εὐχῇ τούτους
ἔδησας, καὶ σαλεῦσαι ὅλως οὐκ ἴσχυον, ὅθεν ἐν φόβῳ ἤκουσαν τῶν λόγων, τῶν ἱερῶν
σου Εὐχάριε, καὶ νῦν δυσώπει, Χριστὸν σωθῆναι, τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ,τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον
ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει Σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν
τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε·
Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Ὡς Πέτρος ἀνέστησεν τὴν Ταβιθᾶν τὸν υἱόν, Ἀλβάνης ἐξήγειρας σὺ ὁ αὐτοῦ
μαθητής, Τρεβήρων ὁ πρόεδρος, ὡς οὗτος δὲ Αἰνέαν, τὸν παράλυτον Λύδδης, οὕτω καὶ
σὺ τῷ τύπῳ, τοῦ Σταυροῦ σημειώσας, παράλυτον ἰατρεύεις, Πάτερ Εὐχάριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ ἡμᾶς πρόφθασον Παρθενομῆτορ Ἁγνή, ἐχθρῶν ἡμᾶς λύτρωσαι τῶν
βλασφημούντων εἰς Σέ, καὶ μὴ προσκυνούντων Σε· θραῦσον τὰς γλωσσαλγίαις, τῶν αἱρέσεων
πάσας, γνώτωσαν ὅτι μόνη Θεομήτωρ ὑπάρχεις, πρεσβείαις Σου Ὀρθοδόξων, τὸ
σύστημα σώζουσα.
Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ
κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον ζήτει ἐν Ὄρθρῳ τῆς ΙΓ΄ Νοεμβρίου.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ ποίμνη σου χαίρουσα, τὴν σὴν πάμφωτον δοξάζει μνήμην, καὶ τῶν ἀποστολικῶν
σου μνημονεύει πόνων, Ἱεράρχα Εὐχάριε, τοῦ Κορυφαίου Πέτρου σύσκηνε, καὶ τῆς ἐν
Τρεβήροις Ἐκκλησίας λύχνε ἄσβεστε. Διὸ πρέσβευε ὑπὲρ αὐτῆς, πρὸς Χριστὸν τὸν σὲ
δοξάσαντα.
Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος καὶ τοῦ Ἁγίου.
Ὁ Προεόρτιος.
ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός. Δεῦτε λαοί.
Χαρᾶς ἡμῖν, σήμερον προκαταγγέλλονται, ταμεῖα διανοίγεσθαι, καὶ
ἀποκλείεσθαι, τῆς κατάρας αἱ λύπαι, ἐν τῇ θείᾳ Συλλήψει, τῆς Θεομήτορος.
Ἄνθη τερπνά, σήμερον πιστοὶ δρεψάμενοι, ἐνθέων λόγων πλέξωμεν, τὸν προεόρτιον,στέφανον
ἐγκωμίων, τὴν Παρθένον αἰνοῦντες, ἐν τῇ Συλλήψει αὐτῆς.
Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς ἐν τῇ Ζ΄, Η΄ καὶ Θ΄
ᾠδή: ᾨδὴ Παναγιώτου.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Τρεβήρων ὁ πρῶτος Ἀρχιερεύς, Εὐχάριε Πάτερ Ἀποστόλων ὁ κοινωνός, νοός μου διάλυσον
τὸν ζόφον, ὅπως ἀξίως ὑμνήσω τὴν μνήμην σου.
Εἰδὼς ἀρετῶν σου τὸν ὀρμαθόν, ὁ Πέτρος ὁ μέγας Ἀποστόλων ἡ κορυφή, τιμᾶ σε
βαθμῷ τοῦ ἐπισκόπου, καὶ ἀποστέλλει κηρῦξαι τοῖς ἔθνεσιν.
Ματέρνον τὸν θεῖον σὺν τῷ σοφῷ, Βαλερίῳ ἔχων θεοφόρε ὡς συνεργούς, εἰδώλων
κατέλυσας τὸ θράσος, καὶ τὰ ἐκείνων τεμένη ἠδάφισας.
Θεοτοκίον.
Τεκοῦσα τὸν φύσει δημιουργόν, ἐθέωσας ὅλην τὴν οὐσίαν τῶν γηγενῶν, διό Σε
κυρίως Θεοτόκον, ὁμολογοῦμεν Παρθένε Θεόνυμφε.
Προεόρτιος. ᾨδὴ γ'. Ὁ Εἱρμός. Στερέωσον ἡμᾶς.
Σαλπίσωμεν φαιδρῶς εὐσήμως σήμερον, ἐνθέως καλοῦντες τὴν κτίσιν πᾶσαν,
προεόρτιον εἰς αἴνεσιν, τῆς πανάγνου Μητρὸς θείας Συλλήψεως.
Αἱ θεῖαι δωρεαὶ καὶ τὰ χαρίσματα, προτείνονται σήμερον τοῖς ἀνθρώποις,
δηλουμένης τῆς Συλλήψεως, τῆς αἰτίας τῶν ξένων χαρισμάτων Χριστοῦ.
Τοῦ Ἁγίου. Οὐρανίας ἁψίδος.
Ἐξεχύθη σου ἡ χάρις ἐν τοῖς σεπτοῖς χείλεσιν, ὅθεν οὐρανίῳ σοφίᾳ μάκαρ
Εὐχάριε, τοῖς ἁγνοοῦσι λαοῖς τὸν Λυτρωτὴν καὶ Σωτῆρα, καταγγέλεις Κύριον σὺν
τοῖς συνάθλοις σου.
Γαλατία ὑμνεῖ σε ἐν γὰρ αὐτῇ ἔνδοξε, τοῦ Εὐαγγελίου τὸν σπόρον σπουδῇ
κατέσπειρας, καὶ τῇ ἀξίνῃ τῆς σῆς Πάτερ Εὐχάριε γλώσσης, χερσωθείσαν πάθεσιν
ψυχὰς ἐκάθηρας.
Τοῦ Ματέρνου θανόντος τὴν συμφορὰν εἵρηκας, Πέτρῳ καὶ ἐκεῖνος τὴν ῥάβδον
αὐτοῦ σοι ἔδωκεν, ᾗ καὶ χρησάμενος σὸν συνεργὸν τεθνεῶτα, ἤγειρας Εὐχάριε ὡς
πλήρης πίστεως.
Θεοτοκίον.
Καταιγίς με χειμάζει τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι
καταποντίζουσι, ἀλλὰ προφθάσασα χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις καὶ
προστασία μου.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὑπὸ Θεοῦ καθοδηγούμενος Πάτερ, ἐκ Γαλατίας τῶν Τρεβήρων τὴν πόλιν,
θεοπρεπῶς κατέλαβες Εὐχάριε, ἔνθα ὥσπερ Ἄγγελος, σαρκοφόρος ὡράθης, καὶ σημεῖα
μέγιστα ἐπετέλεσας ὄντως, καὶ μεταστὰς πρὸς δόξαν οὐρανῶν, ὑπὲρ τοῦ κόσμου
πρεσβεύεις ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός. Ἦχος δ'. Ταχὺ
προκατάλαβε.
Ἡ πύλη ἡ ἄβατος, νῦν ἀποτίκτεται, ἡ πόλις ἡ πάμφωτος, λάμψαι προέρχεται, ἡ
μόνη Πανάχραντος, σήμερον δι' Ἀγγέλου, τοῖς Δικαίοις δηλοῦται· ὅθεν ἐν
εὐφροσύνῃ, ἀνεβόων τῷ Κτίστῃ. Καρπὸν ἡμῖν δώρησαι, τὴν ἀφθαρσίας πηγήν.
Προεόρτιος. ᾨδὴ δ'. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Ἱλαρώτατα σήμερον, περιχαρῶς, ἡ κτίσις Θεοτόκε, προεόρτιόν σοι, ᾄδει τὴν
αἴνεσιν.
Γαληνὴν αἰθριάζεται, ὁ οὐρανός, Παρθένε εὐφροσύνην, τὴν σὴν προκηρύττων,
ἀνθρώποις Σύλληψιν.
Τοῦ Ἁγίου. Εἰσακήκοα Κύριε.
Πλείστας πόλεις Εὐχάριε, εὐαγγελισάμενος τοὺς καθεύδοντας, ἐν σκοτίᾳ
κατεφώτισας, ὡς τῶν Ἀποστόλων ἰσοστάσιος.
Οὐρανὸς ὤφθης ἔμψυχος, τοῦ Θεοῦ τὴν δόξαν ἐκδιηγούμενος, καὶ εἰδώλων
ἐκλυτρούμενος, ψεύδους τοὺ τοῖς λόγοις σου ὑπείκοντας.
Εἰς Τρεβήρους ὁ Κύριος, ὁ πάντας σωθῆναι βροτοὺς βουλόμενος, σὲ Εὐχάριε
ἀπέστειλεν, ἐκδιδάσκειν τὸ αὐτοῦ σωτήριον.
Θεοτοκίον.
Τῶν αἱρέσων λύτρωσαι, τῆς κακοδοξίας ἡμᾶς Πανάχραντε, ἐν τῇ πέτρᾳ
στερεώσασα, Ὀρθοδόξων Κόρη Παραδόσεων.
Προεόρτιος. ᾨδὴ ε'. Ὁ Εἱρμός. Ὁ τοῦ φωτὸς χορηγός.
Χαρᾶς πληροῦται ἡ γῆ, καὶ εὐφροσύνην νοητὴν δέχονται, οἱ γηγενεῖς, ἐν τῇ σῇ
Συλλήψει,Θεόνυμφε Ἁγνή, ἣν προεορτάζοντες, πόθῳ ὑμνοῦμέν σε.
Ῥώμην ἡ φύσις ἡμῶν, ἡ ἀσθενήσασα τὸ πρὶν δέχεται, καὶ ἀρετῶν, θείας
εὐφορίας, λαμβάνει ἀπαρχήν,ἐν τῇ παρ' ἐλπίδα, Συλλήψει σου Ἄχραντε.
Τοῦ Ἁγίου. Φώτισον ἡμᾶς.
Ἔνθα οἱ βωμοί, τῶν εἰδώλων πορευόμενος, εὐθαρσῶς Χριστὸν ἐκήρυξας σοφέ, τὴν
ἐκείνων μυκτηρίζων ματαιότητα,
Λίθοις σε βαλεῖν, τῶν Τρεβήρων ὄχλον θέλοντα, τῇ δεήσει σου ἐπέδησας αὐτόν,
ὅθεν ἅπαντες ἐξίσταντο Εὐχάριε.
Φόβῳ ὁ λαός, τῶν Τρεβήρων σοῦ Εὐχάριε, ἐνωτίσατο τῶν λόγων τῶν σεπτῶν, καὶ
ἐπίστευσε Χριστῷ τῷ Παντοκράτορι.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὰ νοσήματα, καὶ τοῦ σώματος τὰ ἄλγη τὰ δεινά, ἡ
τεκοῦσα τὴν πηγὴν ζωῆς τὸν Κύριον.
Προεόρτιος. ᾨδὴ ς' Ὁ Εἱρμός. Ἐν ἀβύσσῳ πταισμάτων.
Τῆς βροτῶν σωτηρίας προοίμια, σήμερον μηνύονται, καὶ καταβάλλονται, ἐν τοῖς
προεορτάζουσι, τῆς Ἁγνῆς καὶ Παρθένου τὴν Σύλληψιν.
Ὁ τῇ Ἄννῃ κηρύξας τὴν Σύλληψιν, τῆς ὑπεραμώμου Παρθένου μηνύματα, κοινῆς
χαρᾶς παρέσχετο, καὶ καλῶν εὐφορίαν τῷ γένει ἡμῶν.
Τοῦ Ἁγίου. Τὴν δέησιν.
Εἰς τοῦτο, ἐφανερώθη ἐβόας, ἐπὶ γῆς ὁ Λυτρωτὴς ἵνα λύσῃ, τοῦ διαβόλου τὰ
ἔργα καὶ ἄρῃ, τὰς ἁμαρτίας ἡμῶν παρεχόμενος, πᾶσιν αἰώνιον ζωήν, μιμητὰ
Ἀποστόλων Εὐχάριε.
Τὸ μέγα, τῆς εὐσεβείας Ἅγιε, σὺ μυστήριον ἐκήρυξας πᾶσι, ὅθεν μεγάλων
κινδύνων καὶ πόνων, ἀρχιεράρχα Εὐχάριε λύτρωσαι, τοὺς ἀδιστάκτως πρὸς τὴν σήν,
καταφεύγοντας πίστει βοήθειαν.
Ἠ πόλις σε, τῶν Τρεβήρων χαίρουσα, μακαρίζει καὶ τιμᾶ σου τοὺς πόνους, καὶ
τὴν σεπτήν σου πανήγυριν πόθῳ, ἐπιτελοῦσα αἰτεῖται Εὐχάριε, σαῖς μεσιτείαις
πρὸς Χριστόν, σωτηρίαν εἰρήνην καὶ ἔλεος.
Θεοτοκίον.
Τῆς λύμης, τῆς ἐκ Δυσμῶν προϊούσης, τῶν αἱρέσεων ἐκεῖθεν Παρθένε, τὴν τοῦ
Χριστοῦ Ἐκκλησίαν Ἁγίαν, τὴν ὀρθοδόξως ἀεὶ ἀνυμνοῦσάν Σε, συντήρησον διὰ
παντός, πρεσβειῶν Σου δυνάμει ἀλώβητον.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τοῦ Πέτρου δειχθείς, συνόμιλος Εὐχάριε, Τρεβήρων ποιμήν, ἐγένου
Ἰσαπόστολος, καὶ εἰδώλων ὤλεσας, πλάνην διδαχαῖς σου καὶ θαύμασι, καὶ τῶν Ἁγίων
ὤφθης ἀπαρχή, τῆς σῆς Ἱεράρχα μητροπόλεως.
Ὁ Οἶκος.
Ἐν ὑψηλῷ κηρύγματι σήμερον, τὰ συστήματα τῶν εὐσεβῶν συγκαλεῖται, ἡ τοῦ
θεοφόρου Πατρὸς μνήμη. Τοῦ γὰρ μακαρίου Πέτρου ὑπάρχων φοιτητής, τὴν Γαλατίαν
διῆλθε τὸ εὐαγγέλιον κηρύσσων, τῆς δ’ ἐν Τρεβήροις Ἐκκλησίας, πρῶτος ἀνεδείχθη
ποιμενάρχης, καὶ τῶν ἐκεῖσε λαμψάντων Ἁγίων πρωτόθρονος. Νῦν δὲ σὺν ἐκείνοις,
ἐν οὐρανίοις ἀγαλλόμενος θάλαμος, οὐ διαλείπειν πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐπὶ
γῆς τὴν ἔνδοξον αὐτοῦ τιμώντων μνήμην, ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως
ἀγαθῆς, καὶ πίστει ἀνυποκρίτῳ βοώντων αὐτῷ· Εὐχάριε θεσπέσιε, τῶν Ἀποστόλων
ἰσοστάσιε, ἐν ταῖς πρὸς Κύριον πρεσβείαις σου, δεόμεθά σου μὴ ἐπιλάθου, τῆς σῆς
Ἱεράρχα μητροπόλεως.
Συναξάριον.
Τῇ Η' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Εὐχαρίου, πρώτου Ἐπισκόπου Τρεβήρων,
μαθητοῦ τοῦ Ἀποστόλου Πέτρου.
Τιμῶ σε Εὐχάριε ὡς εὐχαρίστως,
Οἷα πρωτεπίσκοπον ποίμνης Τρεβήρων.
Εὐχάριος ὀγδόῃ εὔχαρης Θεῷ παρέστη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὸ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Προεόρτιος. ᾨδὴ ζ' Ὁ Εἱρμός. Εἰκόνος χρυσῆς
Ἡ χάρις Θεοῦ, τὰ προοίμια αὐτῆς ἐν τῇ Συλλήψει, τῆς Παναχράντου
καταβάλλεται, τῇ ἀνθρωπότητι σήμερον, ἣν προεορτάζοντες πόθῳ, ἀναβοῶμεν καὶ
λέγομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μυρίπνοον νοῦν, εὐωδίαν νοητὴν ἡ τῆς
Πανάγνου, προδιαπνέει θεία Σύλληψις, εὐωδιάζουσα χάριτι, τοὺς προεορτάζοντας
ταύτην, καὶ βοῶντας καὶ λέγοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τοῦ Ἁγίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ὁ Πέτρος Αἰνέαν τὸν παράλυτον πάλαι λόγῳ ἰάτρευσε, καὶ σὺ Σταυροῦ τῷ
τύπῳ, τὸν ἄνδρα σημειώσας, τὸν παράλυτον ἤγειρας, θαυμάτων χάριν λαβών, Εὐχάριε
θεόθεν.
Δυσωπεῖ σε Ἀλβάνα ἐν κλαυθμῷ Ἱεράρχα ἵνα τὸν ταύτης υἱόν, θανόντα
ἀναστήσῃς, ὥσπερ Ματέρνον πάλαι, σὺ δὲ ταύτης τὸ αἴτημα, σημειοφόρε πληροῖς,
πρὸς δόξαν τοῦ Κυρίου.
Ἡ πλουσία σου χάρις φυγαδεύει πνευμάτων τῶν ἀκαθάρτων ἐσμόν, καὶ ἐν τοῖς
ῥείθροις Πάτερ,τοῦ ποταμοῦ βαπτίζεις, τοὺς πιστεύοντας ψάλλοντας· Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Παναγία Παρθένε, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, πολλαῖς κυριευθεῖσαν,
ἀτόποις ἁμαρτίαις, τὴν ψυχήν μου διάσωσον, εὐλογημένη ἁγνή, ἵνα εὐχαριστῶ Σοι.
Προεόρτιος. ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τῆς ἀκαρπίας ὁ βλαστός, εὐθηνίαν ἀγαθῶν προκαταγγέλλει, τῶν ἀνθρώπων τῷ
γένει, ἐν τῇ βλαστήσει αὐτοῦ, καὶ πάντας εἰς τὴν προεόρτιον, αὐτοῦ συγκαλεῖται,
ἀνθρώπους εὐφροσύνην.
Αἱ ἐκφυεῖσαι τοῖς βροτοῖς, τῆς κατάρας ἐν Ἐδὲμ τῇ παραβάσει, ἀνελκύεσθαι
ῥίζαι, σαφῶς μηνύονται νῦν, τῆς ῥάβδου δηλουμένης ἅπασι, θείας εὐλογίας,
φύεσθαι ἐν τῷ κόσμῳ.
Τοῦ Ἁγίου. Τὸν Βασιλέα.
Ἄγγελος ἦλθε, τὴν τελευτήν σου μηνύων, καὶ τὸν σὸν μισθὸν προκαταγγέλων, ὡς
ἀνεπαισχύντῳ, ἐργάτῃ τοῦ Κυρίου.
Ναῷ τὸ σῶμα, τοῦ ἱεροῦ Ἰωάννου, σοῦ κατέθεντο Εὐχάριε ὡς ἔδει, σὺ γὰρ
Ἀποστόλων, ἰσότιμος ἐδείχθης.
Ἀφ’ ὕψους,ἴδε ἡμᾶς τὰ σὰ τέκνα, καὶ πᾶν αἴτημα ἡμῶν πρὸς σωτηρίαν, πλήρου
Ἱεράρχα, ὡς πλήρης συμπαθείας.
Θεοτοκίον.
Γενοῦ τῇ ποίμνῃ, τῇ Σῇ ἀμόλυντε τεῖχος, σώζουσα τῆς τοῦ ἐχθροῦ μανίας, Σοὶ
γὰρ καταφεύγει, Ὑπερευλογημένη.
Προεόρτιος. ᾨδὴ θ'.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὑπερφυεῖς ὡς ἀκτῖνας, προανίσχει τῷ κόσμῳ, ἡ Σύλληψίς σου πάνσεμνε Ἁγνή,
τὰς νοουμένας τῆς χάριτος, καὶ λαμπρύνει τοὺς πόθῳ, ἐν ταύτῃ προεόρτιον ᾠδήν,
τῷ Δεσπότῃ τῶν ὅλων, ἐν πίστει ἀναμέλποντας.
Λύσιν στειρώσεως Ἄννα, δεχομένη μηνύει, βροτοῖς τὴν εὐφορίαν τῶν καλῶν, καὶ
εὐκαρπίαν τῆς φύσεως, καὶ καλεῖ πᾶσαν κτίσιν, ἐν σῇ Συλλήψει ἄχραντε Ἁγνή,
προεόρτια δῶρα, προσάξαι σοι τὴν αἴνεσιν.
Τοῦ Ἁγίου. Κυρίως Θεοτόκον.
Ἱέρευσας ὁσίως, τῷ Θεῷ καὶ Κτίστῃ, καὶ νῦν ἀπαύστως Εὐχάριε πρέσβευε, ὑπὲρ
τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.
Ὡς τῆς εὐχαριστίας, κλῆσιν κεκτημένος, εὐχαριστεῖν με κατεύθυνον πάντοτε,
τῷ εὐεργέτῃ Κυρίῳ μάκαρ Εὐχάριε.
Τρεβήρων Ἰεράρχα, καὶ τῆς Γερμανίας, πάσης Εὐχάριε Πάτερ ἀγλάϊσμα, τῶν
κακοδόξων τῆς πλάνης ἡμᾶς διάσωσον.
Ὀδύνης τὴν ψυχήν μου, ῥῦσαι ἀνυποίστου, καὶ μετανοίας φωτὶ ταύτην
λάμπρυνον, καὶ οὓς προσφέρω σοι ὕμνους δέξαι Εὐχάριε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τῶν Ἀγγέλων Κυρία καὶ Δέσποινα, ἐκ τοῦ
θανάτου τῇ ὥρᾳ Σύ μοι βοήθησον.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τρεβήρων ἡ Μητρόπολις, εὐχαρίστως ὑμνεῖ σε, ἀρχιερεῦ Εὐχάριε, ἀπαρχὴ γὰρ
ἐγένου, τῶν ἐν ἐκείνῃ Ἁγίων, καὶ ἐπίσκοπος πρῶτος, ταύτης ἐν θείῳ Πνεύματι, καὶ
σοφὸς ποιμενάρχης καὶ φωτιστής, τοῦ ἐχθροῦ πατήσας τὴν δυναστείαν, καὶ τὸν λαὸν
ῥυσάμενος, τῶν εἰδώλων τοῦ σκότους.
Θεοτοκίον.
Σὺν Εὐχαρίῳ Δέσποινα, τῷ σεπτῷ Ἱεράρχῃ, καὶ τῇ χορείᾳ Πάναγνε, τῶν Ἁγίων
ἁπάντων, τῶν ἐν Τρεβήροις λαμψάντων, τῷ Υἱῷ καὶ Θεῷ Σου, εὐλογημένη πρέσβευε,
κενολόγων ῥυσθῆναι αἱρετικῶν, ἅπασαν τὴν χώραν τῆς Γερμανίας, καὶ Ὀρθοδόξου
Πίστεως, ἀστραπαῖς φωτισθῆναι.
Αἶνοι.Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Τρεβήρων, τὸν πρῶτον μέλψωμεν, Εὐχάριον τὸν μέγαν, τοῦ σεπτοῦ
Κορυφαίου, Πέτρου μαθητήν τε καὶ μιμητήν, καὶ ἐν πᾶσι ὁμότροπον, καὶ γὰρ αὐτοῦ
ταῖς πρεσβείαις πάσης ὀργῆς, καὶ ἀνάγκης ἐκλυτρούμεθα.
Οἱ σὲ λιθάσαι παμμάκαρ, θέλοντες θείᾳ ῥοπῇ, ἀκίνητοι ὡς βράχοι, καθωράθησαν
ὅθεν, ἀκούσαντες ῥημάτων σου τῶν σοφῶν, εὐχαρίστως Εὐχάριε, Χριστῷ προσῆλθον
πιστεύσαντες τῷ Θεῷ,τῷ λαμπρῶς σε θαυμαστώσαντι.
Ἐν Γαλατίᾳ κηρύξας, Χριστὸν τὸ πρότερον, Τρεβήρων ἐξελέξω, θεοφόρε τὴν
πόλιν, καὶ ταύτην διδαχῶν σου ταῖς ἀστραπαῖς, καταυγάσας Εὐχάριε, αὐτῆς ποιμὴν
ἀνεδείχθης πανευκλεής, ὅθεν πόθῳ σὲ γεραίρομεν.
Σὺν Βαλερίῳ Ματέρνῳ, τοῖς σοῖς σοφοῖς συνεργοῖς, σὺν Ἀγρικίῳ Πάτερ,
Μαξιμίνῳ καὶ πᾶσι,Τρεβήρων τοῖς ποιμέσι τοῖς ἱεροῖς, ἐκδυσώπει Εὐχάριε, τὸν
πανοικτίρμονα Λόγον ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν κοίμησιν.
Δόξα. Ἦχος πλ. δ’.
Τῇ φερωνύμῳ κλήσει σου, τὴν τοῦ σοῦ βίου λαμπρότητα, καὶ θείαν χρηστότητα
ἐκφαίνεις, Ἱεράρχα Πάτερ Εὐχάριε, εὐχάριστος γὰρ ἐγένου, ἐν πάσῃ σοφίᾳ
διδάσκων, ἀδιαλείπτως προσεύχεσθαι, καὶ ἐν παντὶ εὐχαριστεῖν, τῷ Θεῷ καὶ Πατρί,
τῷ ἱκανώσαντι ἡμᾶς, εἰς τὴν μερίδα τοῦ κλήρου, τῶν Ἁγίων ἐν τῷ φωτί, καὶ μὴ
λυπεῖσθαι καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ νῦν τῆς οὐρανίου
εὐχαριστίας μετασχών, πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου
ᾠδὴ γ΄ καὶ στ΄.
Ἀπόστολον ζήτει Ἰανουαρίου ΙΗ΄.
Εὐαγγέλιον ζήτει Νοεμβρίου Α΄.
Μεγαλυνάριον.
Χαίροις ὁ τοῦ Πέτρου συγκοινωνός, καὶ Εὐαγγελίου τῆς εἰρήνης μυσταγωγός,
χαίροις τῶν Τρεβήρων, Ἐπίσκοπος ὁ πρῶτος, Εὐχάριε παμμάκαρ, Πατέρων κλέϊσμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου