Ἀκολουθία Ὁσίου ΜΑΚΑΡΙΟΥ τοῦ Βατοπεδινοῦ.
Ψαλλομένη τῇ 8η Ἰανουαρίου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια (1992)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Θεσσαλονίκης τὸν γόνον τὸν τιμιώτατον, τὸν ἐξ ἀφετηρίας, τὸν μετέπειτα
βίον, σαφῶς προζωγραφίσαντα μοναστῶν, ὑποφήτην Μακάριον, τὸν ἑαυτὸν μὴ διδόντα
εἰς παιδιάς, καὶ ἀθύρματα τιμήσωμεν.
Τὸν τὴν πατρῴαν λιπόντα οἰκίαν ἤλικας, καὶ συγγενεῖς ποθοῦντα, ἐν τῷ Ἄθῳ
οἰκήσαι, Μακάριον τὸν θεῖον χρεωστικῶς, οἱ πιστοὶ ἐπαινέσωμεν, τὸν ἑαυτὸν
ἱερεῖον ὡς λογικόν, ἐνεγκόντα τῷ Παντάνακτι.
Τὴν ἀσιτείαν ἡδίστην τροφὴν ἡγούμενος, καὶ τῆς νυκτὸς τὸ πλεῖστον, τῇ εὐχῇ
διαθέτων, ἀπέκρουσας δαιμόνων τὰς προσβολάς, θεοφόρε Μακάριε· ὅθεν ἐλλάμψεως
εἴληφας θεϊκῆς, τὰς αὐγὰς ἐν τῇ καρδίᾳ σου.
Διαπαντὸς προωρώμην Χριστὸν τὸν Κύριον, ἐνώπιόν μου ᾄδων ὅτι ἐκ δεξιῶν μου, ἐστὶν ἵνα οὐ μή ποτε
σαλευθῶ, εὐλαβῶς πεπολίτευσαι, καὶ ἀτραπὸν διανύσας τὴν σωστικήν, πρὸς Θεὸν
μετέστης ὅσιε.
Δόξα. Ἦχος πλ. α´.
Ἐπ᾿ ἀρετῇ συνέσει καὶ εὐσεβείᾳ διαπρέπων, τὰς τῶν νοητῶν δρακόντων κεφαλὰς
συνέθλασας, Μακάριε πάνσοφε πατέρων ἀγαλλίαμμα· ἐν Βατοπεδίῳ γὰρ καὶ τῇ
Βασιλίδι τῶν Πόλεων, ἑαυτὸν κατατήκων συντόνους ἀσκήσεσι, θησαυρὸς ὤφθης τῶν
τῆς Ἐκκλησίας δογμάτων· ἀλλ᾿ ὡς τὸν καλὸν ἀγῶνα τελέσας, ἐνίσχυσον καὶ ἡμᾶς
πρεσβείαις σου, εὐαρεστῆσαι Θεῷ, καὶ τῆς ἀλήκτου σὺν σοὶ ἀπολαῦσαι
μακαριότητος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐρχόμενος μετὰ σαρκὸς πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων ἐν σχήματι
ἀνθρώπου Ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ
παγίδος τοῦ δράκοντος ῥυσάμενος, φωτίσῃς ἐκ Πατρὸς μεμαρτύρησαι· τὸ δὲ θεῖον
Πνεῦμα περιστερᾶς ἐν εἴδει Σοι ἐπέστη. Ἀλλ᾿οἴκισον ψυχαῖς ἡμετέραις σαυτὸν
Φιλάνθρωπε.
Ἀπόστιχα. Ἦχος β᾿. Οἶκος τοῦ Ἐφραθᾶ.
Δίκαιος καὶ σεμνός, ὡς φοῖνιξ ἐν ἐρήμῳ, ἐξήνθησας ἐν Ἄθῳ, καὶ ἐν τῇ
Βασιλίδι, τῶν Πόλεων Μακάριε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Πνεύματι πτερωθείς, Μακάριε Ἁγίῳ, θεολογίας τόμος, χρυσόδετος ἐπώφθης, καὶ
βίβλος θείας νήψεως.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Χύριον.
Γάννυται καὶ σκιρτᾶ, ἐν τοῖς σπαργάνοις Πάτερ, τοῖς σοῖς Θεσσαλονίκη,
εὐφραινομένη ἄγαν, Μακάριε τρισμέγιστε.
Δόξα. Τριαδικόν.
Βίῳ ἀσκητικῷ, καὶ λόγοις διαπρέπων, Τρισήλιε θεότης, Μακάριος ὁ θεῖος, τῆς
δόξης Σου ἠξίωται.
Καὶ νῦν. Θεοτοκίον.
Ἤσκησεν ἐν τῷ Σῷ, λειμῶνι Θεοτόκε, θεοπρεπῶς ὁ σώφρων, Μακάριος κηρύττων,
πληθὺν τῶν θαυμασίων Σου.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον Ἦχος γ´. Θείας
πίστεως.
Ἀπερίτρεπτε, σοφίας στῦλε, πεπολίτευσαι, ἐν Ὄρει Ἄθῳ, ἰσαγγέλως καὶ τῇ
Πόλει τῶν Πόλεων· ἐν οὐρανοῖς ἔχων γὰρ τὸ πολίτευμα, παρεῖδες πάντα γεώδη ὡς
σκύβαλα· ὅθεν εἴληφας Μακάριε χάριν ἄνωθεν, πρεσβεύειν ὑπὲρ πάντων τῶν τιμώντων
σε.
Καὶ τὸ τῆς ἑορτῆς.
Ἐν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ...
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Τῆς καλλίπαιδος Πόλεως, ἱερώτατον βλάστημα, τῆς Θεσσαλονίκης κλεινὸν
Μακάριον, τὸν ἐκ νεότητος πέλαγος, μονήρους
βιώσεως, διαπλεύσαντα καλῶς, καὶ λιμένα πρὸς ἄκλυστον, τῆς θεώσεως,
προσορμίσαντα δεῦτε νῦν τοῖς ὕμνων, ἡδυπνεύστοις μύροις πάντες, ἀξιόχρεῳς
τιμήσωμεν.
Τῆς παιδείας τῆς θύραθεν, κοινωνήσας Μακάριε, καὶ τῇ θείᾳ γνώσει
ἐκπαιδευόμενος, φιλοσοφίας κειμήλιον,
ἀκρώρεια πίστεως, καὶ κανὼν ῥητορικῆς, ἀνεδείχθης πρὶν ἔρως σε, τοῦ
Παντάνακτος, κατατρώσῃ καὶ τρίβους πολιτείας, καταδείξῃ σοι θεόφρον, μοναδικῆς
ἐν τῷ Ἄθωνι.
Τὸν φιλούντων τὴν ἔρημον, ἀσκητῶν ἐν τῷ Ἄθωνι, καὶ τῶν φιλαρέτων ἀνδρῶν
ὑπήκοος, ἀζύγων εὖχος Μακάριε, γενόμενος Ὅσιε, προηυτρέπιζας σαυτόν, πρὸς τοῦ
βίου τελείωσιν, καὶ πρὸς μίμησιν, τοῦ ἐνθέου ἐκείνων ζήλου Πάτερ, καὶ τοῦ
κόσμου τῶν ἐνέδρων, ἀποταγῆς τῶν κυκλούντων σε.
Τῆς Μονῆς Παντοκράτορος, χρηματίσας Μακάριε, ἐν τῇ Βασιλίδι σεπτὸς ἡγούμενος,
ὥσπερ ἀκάματος μέλισσα, ἠργάσθης καὶ ἔρημον, οὖσαν πρὶν τὴν σὴν μονήν, εὐποιΐας
ἀνέδειξας, πύργον ἄσειστον, καὶ λιμένα πολλῶν ἐπιποθούντων, τρικυμίας τῆς τοῦ
κόσμου, ἀποφυγεῖν τῆς συγχύσεως.
Τῶν δογμάτων τῆς πίστεως, τηρητὴς ἀκριβέστατος, καὶ θεολογίας πυξὶς
Μακάριε, ἐπώφθης· ὅθεν τοῦ Πνεύματος, θεσπέσιε χάριτι, τοὺς σοφοὺς ἀζυμιτῶν, ἐν
τῇ Ῥώμῃ ἐτρόπωσας, τοῖς πανσόφοις σου, θεοφθόγγοις διδάγμασι δι᾿ ὧνπερ,
Ὀρθοδόξων τὰς χορείας, Πάτερ παγκόσμιε ηὔφρανας.
Ἐν τῇ θείᾳ κοιμήσει σου, οἱ πιστοὶ ὠλοφύροντο, καὶ ἀπαύστως κλαίοντες
κατωδύνοντο· ἐν τῷ προσώπῳ γὰρ ἔβλεπον, αὐτοὶ τῷ πανσέπτῳ σου, τὸν σοφὸν
ὑφηγητήν, ποδηγέτην τὸν ἄριστον, θεῖον κήρυκα, Ἐκκλησίας ποιμένα τε προστάτην,
βακτηρίαν ἐν τῷ γήρᾳ, καὶ κουφιστὴν ἐν ταῖς θλίψεσι.
Δόξα. Ἦχος πλ. β´.
Δεῦτε τῶν μοναστῶν τὰ συστήματα, τὸν τῆς ἀσκήσεως εὐθύτατον γνώμονα, καὶ
τῆς ἐνθέου πολιτείας χαρακτῆρα θεοσήμαντον, μακαρίσωμεν κράζοντες· χαίροις ὁ
Χριστῷ τῷ Θεῷ ἀνατεθεὶς ἀπὸ βρέφους, καὶ ἀναδειχθεὶς ἄχρι τέλους, ἐργάτης
δόκιμος τῆς οὐρανίου βασιλείας· χαίροις ὁ νοῦς ὁ διαυγέστατος, τὸ τῆς σοφίας
πολύτιμον σκεῦος, καὶ τῶν τῆς πίστεως δογμάτων γλῶσσα ὄντως ἡ θεοκίνητος·
χαίροις ὁ τοῦ Βατοπεδίου τὴν Μάνδραν ἐν Ἄθῳ, καὶ τοῦ Παντοκράτορας ἐν Βυζαντίῳ
ἁγιάσας, ἀειῤῥόοις δακρύων ὄμβροις· καὶ νῦν τὰς ἀμοιβὰς τῶν σῶν πόνων, καὶ
ἱδρώτων κομισάμενος παρὰ Κυρίου, ἱκέτευε Αὐτὸν ἀσιγήτως, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν ὄντως Μακάριε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Θεὸς Λόγος ἐπέφανεν ἐν σαρκί...
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιών τὸ Ἀνάγνωσμα. (Κεφ. η᾿52-56).
Νῦν, υἱέ, ἄκουέ μου καὶ μακάριοι, οἱ ὁδούς μου φυλάσσοντες, ἀκούσατε
παιδείαν καὶ σοφίσθητε καὶ μὴ ἀποφραγῆτε. Μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου
καὶ ἄνθρωπος, ὃς τὰς ἐμᾶς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ᾿ἐμαῖς θύραις καθ᾿ ἡμέραν,
τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται
θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἑμὲ ἀσεβοῦσίν εἰς τὰς ἑαυτῶν ψυχὰς
καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. ιδ΄ 20-ιε΄10).
Μακάριος ἀνήρ, ὃς ἐν σοφίᾳ τελευτήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ
διαλεχθήσεται, ὁ διανοούμενος τὰς ὀδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς
ἀποκρύφοις αὐτῆς νοηθήσεται. Ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς
εἰσόδοις αὐτῆς ἐνέδρευε. Ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν
θυρωμάτων αὐτῆς ἀκροάσεται. Ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ τήξει
πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς, στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χείρας αὐτῆς καὶ
καταλύσει ἐν καταλύματι ἀγαθῶν· θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ
τοὺς κλάδους αὐτῆς αὐλισθήσεται· σκεπασθησεται ὑπ᾿ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ
δόξῃ αὐτῆς καταλύσει. Ὁ φοβούμενος Κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ
νόμου καταλήψεται αὐτήν· καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας
προσδέξεται αὐτόν. Ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν.
Στηριχθήσεται ἐπ᾿αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ᾿αὐτῆς ἐφέξει καὶ οὐ μὴ
καταισχυνθῇ· καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ Ἐκκλησίας
ἀνοίξει στόμα αὐτοῦ . Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον
κατακληρονομήσει. Οὐ μὴ καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες
ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ
μνησθήσονται αὐτῆς. Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου
ἀπεστάλη· ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ Κύριος εὐοδώσει αὐτόν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πάσης Μακεδονίας προκαθεζομένη
ἐν πόλεσι, καὶ τὰ δευτερεία τῆς Βασιλίδος τῶν Πόλεων ἔχουσα, Θεσσαλονίκη ἡ
ἐξάκουστος· ἰδοὺ γὰρ ἐν σοὶ ἐσπαργάνωται, καὶ ὡς σοφίας μυροθήκη σε καθήδυνε,
ὀσμαῖς ἀῤῥήτοις τῆς αὐτοῦ ὁσιότητος, ὁ
ἐπικαλούμενος Μακρῆς Μακάριος ὁ ἔνδοξος· αὐτοῦ τῷ μυροβόλῳ ἀέρι ἀνάψυξον Κύριε,
καὶ ἡμᾶς τοὺς γεραίροντας τὴν πολιτείαν τοῦ σοῦ ὁσίου, καὶ δίωξον ἀφ᾿ ἡμῶν τὸν
δυσώδη ἀέρα τῶν θλίψεων.
Ἦχος β.
Ἀσκητικῇ σου ἀγωγῇ εὐαρεστήσας τῷ Κυρίῳ, καὶ καθαρὰς
ἑαυτὸν ὀχετοῖς τῶν δακρύων σου, οἶκος ὁλόλαμπρος τοῦ Παρακλήτου ἀνεδείχθης
Μακάριε· ὅθεν εἵλκυσας τοῦ ἀναλλοιώτου Φωτὸς τὰς ἀκτῖνας, καὶ διὰ τῶν πυρφόρων
σου διδαγμάτων ἠξιώθης καταυγᾶσαι, τὰς καρδίας τῶν ποθούντων βίου τελείωσιν.
Ἦχος γ´.
Θεσσαλονίκης περίβλεπτον βλάστημα, Βατοπεδίου τῆς
μάνδρας τιμιώτατον ἀνάστημα, καὶ τῆς Βασιλίδος τῶν Πόλεων ἄνθος ἡδύπνευστον,
Μακάριε Ὄσιε τιμῶμέν σε· σὺ γὰρ θεοσδότῳ σοφίᾳ καλλυνόμενος, καὶ βιοτῇ ὁσίᾳ
ὡραϊζόμενος, θεολογίας ὤφθης πολύτιμον ὄργανον, καὶ μυστογράφος τῆς ἀγήρω ζωῆς
πανάριστος· ὅθεν τῶν ἀῤῥρήτων ὑποφήτην σε κατέδειξεν, ἡ χάρις τοῦ ἁγίου
Πνεύματος, καὶ τῶν ὀρθῶν δογμάτων ἀκραιφνέστατον κήρυκα, ἀγγελόμορφε ἄνθρωπε
καὶ διδάσκαλε πάνσοφε.
Ἦχος δ´.
Τῆς τοῦ Παντοκράτορος Μονῆς τὸν ἔφορον ἐν Βυζαντίῳ,
τὸν διατηρήσαντα τὴν παρακαταθήκην τῆς πίστεως, ἣν ἐξ ἀρχῆς παρέλαβε, μέχρι
τελευταίας πνοῆς ἄτρωτον, ἀσκητικῶς πάντες ἐπαινέσωμεν, τὸν ὄντως Μακάριον·
οὗτος γὰρ τὴν ἐγκράτειαν λογιζόμενος μητέρα τῆς σωφροσύνης, τὴν δὲ ἀέναον
προσευχὴν καὶ τοῦ λόγου τοῦ Θεοῦ μελέτην, ἀπαρχὴν τῆς σοφίας, ὁσίως
ἐπολιτεύσατο, καὶ πρὸς Θεὸν ἀπῆλθε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Δεῦτε ἅπαντες πιστοὶ δαβιτικῶς ὑμνήσωμεν, ἐν ψαλτηρίῳ
καὶ φόρμιγγι, τὸν ὡς φοίνικα ἐξανθήσαντα ἐν Βατοπεδίῳ καὶ Βυζαντίῳ, Μακάριον
τὸν πανένδοξον· οὗτος γὰρ κατηγλάϊσε τοὺς σοφίας ὀπαδοὺς ὡς θεολόγος, τοὺς ἐν
εὐπορίαις ὡς χαλινός, τοὺς ἐν ἐρημίαις ὡς ποδηγέτης, καὶ ὡς σωφρονιστὴς πᾶσαν
τὴν νεολαίαν· ὅθεν τῶν πόνων αὐτοῦ ἀξίως τὰ βραβεία κομισάμενος, μετ᾿ Ἀγγέλων
νῦν συνευφραίνεται, καὶ τὰς θεϊκὰς ἐλλάμψεις δεχόμενος, πρεσβεύει Κυρίῳ ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Δεῦτε μιμησώμεθα τὰς φρονίμους παρθένους· δεῦτε
ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην. Ὁ
Ἰορδάνης ἰδών σε ἔπτηξε καὶ ἔμεινεν· ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατήσαι κορυφῆς
ἀθανάτου· τὸ Πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ
οὐρανόθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἐλθὼν εἰς τὸν κόσμον, σώσαι γένος ἀνθρώπων·
Κύριε δόξα Σοι.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος
πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, Θεσσαλονίκης κλεινῆς, τὰ δευτερεία τῆς
ἐχούσης τῶν πόλεων, ἐν πάσῃ Ὀρθοδοξίᾳ, καὶ Πρωτευούσης λαμπρᾶς, τῆς Μακεδονίας
γόνε πάντιμε, Μακάριε ὅσιε, ὁ Χριστὸν ἐκ νεότητος, ἐπιποθήσας, καὶ σαυτὸν
οἰκητήριον, θείου Πνεύματος, ἀναδείξας περίλαμπρον· Μάνδρας τῆς ἐν τῷ Ἄθωνι,
μεγίστης καλλώπισμα, Βατοπεδίου καὶ δήμου, ἐνασκουμένων ἀρχέτυπον, Χριστὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Γνῶσιν, καταλιπὼν κοσμικήν, ῥητορικὴν γεωμετρίαν
Μακάριε, θεόφρον φιλοσοφίαν, ἀστρονομίαν ταχύ, καὶ παιδείαν πᾶσαν Πάτερ
θύραθεν, ψυχῆς τὴν εὐπρέπειαν, εὐσεβῶς ἀνεζήτησας, ἐν σῇ ἀσκήσει, τῇ ἀόκνῳ ἐν
Ἄθωνι, καὶ δακρύων σου, ἀστείρευτων ἐν χεύμασιν· ὅθεν καὶ τύπος γέγονας,
μονήρους βιώσεως, καὶ θείας γνώσεως λύχνος, φωτίζων κόσμου τὰ πέρατα, ἀκτῖσι
σοφίας, θεϊκῆς καὶ συμπαθείας, πολλῆς πυρσεύμασι.
Στίχος. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Μάνδραν, περικαλλῆ καὶ λαμπράν, τοῦ Παντοκράτορος
Χριστοῦ ἐκαινούργησας, τὴν οὖσαν ἐν Βυζαντίῳ, καὶ ἀσκητῶν εὐλαβῶν, ἔδειξας
βαλβῖδα, πρὸς τελείωσιν, αὐτὴν θεοφρούρητε, ὑψιπέτα διδάσκαλε, τῆς ἡσυχίας,
ἐραστὰ καὶ ὑπέρμαχε, ἀκατάβλητε, τῶν δογμάτων τῆς πίστεως· βάθρον ξενίας
ἄσειστον, νεότητος στήριγμα, καὶ τῶν πενήτων προστάτα, Ἀγγέλων βίον μιμούμενος,
εἰς ἄῤῥητον ὕψος, ἤρθης δόξης ἀενάου, σοφὲ Μακάριε.
Δόξα. Ἦχος πλ. δ´.
Σοφίας χάριτι κοσμούμενος, σάλπιγξ γλυκύφθογγος ὤφθης
τοῦ Πνεύματος, διαλαλοῦσα πᾶσι σωτηρίας διδάγματα, θεολόγων κοσμῆτορ Μακάριε·
ὅθεν πάντες οἱ ἐν Βατοπεδίῳ οἰκοῦντες, σὺν τοῖς Ὀρθοδόξων δήμοις παγγενεί σε
γεραίροντες, τὰς πρὸς Κύριον ἀσιγήτους εὐχάς σου ἀπεκδεχόμεθα.
Καὶ νῦν. Τῆς ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).
Τὸν ἐκ Παρθένου ἥλιον, βλέπων ὁ ἐκ στείρας λύχνος
φαεινὸς ἐν Ἰορδάνῃ, αἰτούμενον βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ ἐβόα πρὰς αὐτόν· Σύ
με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ Σου.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον Ἦχος γ´. Θείας
πίστεως.
Ἀπερίτρεπτε, σοφίας στῦλε, πεπολίτευσαι, ἐν ὄρει Ἄθῳ, ἰσαγγέλως καὶ τῇ
Πόλει τῶν Πόλεων· ἐν οὐρανοῖς ἔχων γὰρ τὸ πολίτευμα, παρεῖδες πάντα γεώδη ὡς
σκύβαλα· ὅθεν εἴληφας Μακάριε χάριν ἄνωθεν, πρεσβεύειν ὑπὲρ πάντων τῶν τιμώντων
σε.
Καὶ τὸ τῆς ἑορτῆς.
Ἐν Ἰορδάνη βαπτιζομένου Σου, Κύριε, ...
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον
Σου, Σωτήρ.
Χορεῖαι μοναστῶν, τὴν ἁγίαν σου μνήμην, τιμῆσαι ἀσκητά, Μάνδρας Βατοπεδίου,
ἀγλάϊσμα σήμερον, συνελθόντες δοξάζουσι, τὸν ἰσχύσαντα, θεοφιλῶς σε βιῶσαι, καὶ
τὸν ἄρχοντα, ἀντιπαλαῖσαι τοῦ σκότους, θεόφρον Μακάριε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὰ ὕδατα Σωτήρ, καὶ τὴν φύσιν τῶν ὄντων, ἡγίασας τῇ Σῇ, πανενδόξῳ βαπτίσει·
καθαρὰς γὰρ σύμπαντα, ἐκ τῆς πλάνης τοῦ ὄφεως, καὶ ἱμάτιον, τὸ τοῦ Ἀδὰμ
ἀποπλύνας, ἐν τοῖς δώμασι, κεκαθαρμένον ἐδέξω, αὐτὸν θείοις Ἄχραντε.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ
προκατάλαβε.
Τὸν στῦλον τὸν ἄσειστον τῆς Ἐκκλησίας Χριστοῦ, Πατέρων τὸ σέμνωμα καὶ
θεολόγων σοφῶν, τὸ ἔμψυχον ἄγαλμα, θέμεθλον τὸν δογμάτων, τῶν ὀρθῶν καὶ
κρηπῖδα, μέλψωμεν συμπαθείας, τὸν Μακάριον ὕμνοις, αἰτούμενοι αὐτοῦ τὰς λιτάς,
πρὸς τὸν Παντάνακτα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Χριστὸς ὁ Θεάνθρωπος, καὶ Λυτρωτὴς ἀληθῶς, τοῦ κόσμου ἐπείγεται, πρὸς
Ἰωάννην ταχύ, αἰτούμενος βάπτισμα· ἔρχεται πρὸς τὰ ῥεῖθρα, Ἰορδάνου ὁ μόνος,
ἄδολος ἵνα δόλον, τὸν ἡμῶν ἀποπλύνῃ, καὶ ἄρῃ πρὸς τῆς δόξης σκηνάς, ῥύπου τοὺς
γέμοντας.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἐπωμαΐδιον, λαβὼν Μακάριε, τοῦ Παντοκράτορος, σταυρὸν ἐπόθησας, ἐξ ἁπαλῶν
σου ἀσκητά, ὀνύχων εὐαρεστῆσαι, τῷ σοφίας πλήσαντι, δαψιλῶς καὶ ἰσχύσαντι, σὲ
τὴν τοῦ ἀλάστορος, καθελεῖν πᾶσαν δύναμιν, διό σοι γηθοσύνως βοῶμεν· χαῖρε,
Πατέρων κοσμιότης.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς. ( Ἐκ τοῦ Μηναίου).
Ἐπιφανέντος Σου, ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος Σου, ὑπὸ Προδρόμου
Χριστέ, ἠγαπημένος υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι,
Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ Σὲ κατεγίνετο·, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· δόξα Θεῷ
τῷ ἐν Τριάδι.
Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α᾿ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ
ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ ἐν
Ἐκκλησίᾳ Ὁσίων.
Εὐαγγέλιον Ὁσιακόν. (Ζήτει αὐτὸ τῇ ε´ Δεκεμβρίου).
Ὁ Ν᾿ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός Σου.
Ὑψιτενῆ σε κατέγνωμεν κυπάρισσον ἐνθέου σοφίας, καὶ ἀειθαλῆ κέδρον ἀληθοῦς
γνώσεως, Μακάριε Ὁσίων ὀσφράδιον· σκέπασον οὖν καὶ ἡμᾶς, τοὺς ἐν ἀγνωσίας
καύσωνι τρυχομένους, ὑπὸ τὴν σκιὰν τῶν κλωνῶν σου, ἵνα εἰς αἰῶνας τιμῶμέν σε
πανεύφημε.
Εἶτα ὁ Κανών τοῦ Ὁσίου, οὐ ἡ ἀκροστιχίς: Τὸν ὄντως μακάριον, Χαραλάμπης μακαρίζει.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ταῖς σαῖς ἐλλάμψεσι τὸν νοῦν μου φώτισον, καὶ δός μοι λόγον σοφόν,
ἀναμέλψαι βίου, φωτοδότα Κύριε, τὰ σθεναρὰ παλαίσματα, Μακαρίου τοῦ θείου,
Θεσσαλονίκης καυχήματος, τοῦ τὴν Ἐκκλησίαν φαιδρύναντος.
Ὁσίων στῦλε τηλαυγὲς καὶ πάμφωτε, ἡ καθαρά σου ζωή, σὲ φωτὸς δοχεῖον, τοῦ
ἀστέκτου ἔδειξε, καὶ λύχνον παμφαέστατον, ἐν πιστοῖς δαδουχοῦντα, ἀλήκτου βίου
Μακάριε, τὰ σωτηριώδη διδάγματα.
Νοός σου ἔχων ἀσκητὰ περίδοξε, τὸ βλέμμα πρὸς τὸν Θεόν, ἐστραμμένον
τρίβους, ἐπὶ γῆς διώδευσας, ἀγάπης τε συνέσεως, καὶ δικαίου· διόπερ, Ἀγγέλων ὡς
ἰσοστάσιον, σὲ ἀεὶ τιμῶμεν Μακάριε.
Θεοτοκίον.
Οὐρανομήκεσι φωναῖς σὲ ᾄδομεν, Θεοκυῆτορ ἁγνή, καὶ προστρέχομέν σοι, τῷ
ἀφθόνῳ φρέατι, βλυστάνοντι ἀείποτε, ψυχοτροφὸν τοῖς πᾶσιν, ὕδωρ σβεννύον τοὺς
ἄνθρακας, τῶν θεομισήτων πταισμάτων μου.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νουνεχὼς τῇ μελέτῃ Ἀθωνιτῶν κλέϊσμα, νόμου καὶ Πατέρων σχολάζων, ὄντως
Μακάριε, ξύλον ὠράθης καρπόν, γνώσεως φέρον τῆς θείας, τῆς διακρινούσης σου,
ἔργα καὶ ῥήματα.
Τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς Ὅσιε, οἶκον καὶ πατρίδα γηΐνην ἔλιπες Ἄθωνος,
τοῦ ἱεροῦ οἰκιστής, ὀφθεὶς καὶ Βατοπεδίου, τῆς μονῆς ἐντρύφημα, θεῖον Μακάριε.
Ὡς στρουθίον μονάζον ἐπὶ δώματος μόνον Θεῷ Μακάριε, θεόφρον προσωμίλεις, ἐν
Ὅρει τῷ Ἁγίῳ, ὁ ἐφέσει ἐπέλεξας, ὅλῃ ψυχῆς ἀσκητά, ὡς καλιὰν σῶν πόνων.
Σεμνυνόμενος Πάτερ ἐν Χριστοῦ τῇ ἀγάπῃ ἐπώφθης τέμενος, χρηστότητος καὶ
πᾶσι, μειλίχιος ἐφαίνου, ὡς τῆς θείας ἐλλάμψεως, φωτοειδὲς ἀσκητά, πεπληρωμένος
ὅλος.
Θεοτοκίον.
Μετανοίας μοι πύλας τῷ ἀχρείῳ Σου δούλῳ Παρθένε ἄνοιξον, καὶ τὰς
σωτηριώδεις, ἀνέρχεσθαι βαθμίδας, Ἀγαθὴ μὲ ἀξίωσον, ἀποταγῆς τοῦ Σατάν,
δεικνύουσά με βάθρον.
Κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ Λόγον.
Ἀθυμούντων παρακλήσιν κραταιάν, βακτηρίαν γερόντων σωφρονιστήν, νεότητος
πρύτανιν, ἀσκουμένων ὑμνήσωμεν, τὸ κλέος θεολόγων, δογμάτων ὑπέρμαχον, ἀζύγων
ποδηγέτην, καμνόντων συμπάθειαν, ἄρτον πενομένων, καὶ κραταίωμα πάντων, πιστῶν
θεοφρούρητον, ἀριστέα Μακάριον, κράζοντες· Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων,
πρέσβευε δωρήσασθαι, τοῖς σὲ ἀπαύστως τιμῶσι, πανόλβιε ἄφεσιν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν τεχθέντα ὡς βρέφος ἐν Βηθλεέμ, ἐκ Παρθένου πανάγνου ὑπερφυῶς, καὶ ὅνπερ ἀνύμνησαν, τῶν Ἀγγέλων τὰ τάγματα,
ἐν τῇ Αὐτοῦ γεννήσει, θαυμάζει ἐρχόμενον, ἐν ῥείθροις Ἰορδάνου, λαβεῖν θεῖον
βάπτισμα, ὡς βροτὸν τὸν Κτίστην, ὑφηλίου ἁπάσης, Θεάνθρωπον Κύριον, Ἰωάννης ὁ
Πρόδρομος, τρέμων δὲ βοᾶ πρὸς Αὐτόν· πῶς ὁ δοῦλος, κορυφὴν τὴν ἄχραντον, αὐτοῦ
τοῦ Δεσπότου, ἐγγίσαι δυνήσεται.
ᾨδὴ δ´. Σύ μου ἰσχύς.
Μύρον τερπνόν, νήψεως χέεις τοῖς πέρασι, μυροθήκη, ὥσπερ θείου Πνεύματος,
ὑπακοῆς γὰρ σὺ ἀκραιφνοῦς, καὶ ἀκτημοσύνης, δειχθεὶς Πάτερ ὀσφράδιον,
κατηύφρανας χορείας, τῶν ἐν Βατοπεδίῳ, ἀσκουμένων Μακάριε.
Ἀσκητικούς, πόνους ἐν Ἄθῳ Μακάριε, καὶ τῇ Πόλει, Βασιλίδι ἤνεγκας, καρτερικῶς
κλέϊσμα ὀφθείς, μονοτρόπων θείων, καὶ τὸν σταυρόν σου ἀράμενος, ἐπ᾿ὤμων τὸν
ἀγῶνα, τὸν καλὸν ἄχρι τέλους, Παρακλήτου τῷ σθένει τετέλεκας.
Κόσμος λαμπρός, τῆς μυστικῆς ἀναδέδειξαι, ἐν Κυρίῳ, βιοτῆς Μακάριε,
μυσταγωγὼν τὰς ψυχὰς ἡμῶν, πρὸς τὰς ἀναβάσεις, τὰς θείας Πατέρων ἄγαλμα, ὡς
ἀρετῶν ταμεῖον, καὶ ζωῆς τῆς ἀγήρω, μυστιπόλος θεόφρον σοφώτατος.
Θεοτοκίον.
Ἄνθος τερπνόν, καὶ θεοφύτευτον Ἄσπιλε, ὠράϊσαν, ἀρετῶν Σου πλήθεσι, πᾶσαν
τὴν γῆν ἔπλησας ὀσμαῖς, θεϊκαῖς τοὺς πίστει, βοῶντας· Θεογεννήτρια, δυσσώδη
ἁμαρτίαν, ἀφ᾿ ἡμῶν πρεσβειῶν Σου, ταῖς ἀῤῥήτοις ὀσμαῖς ἀποδίωξον.
ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Ῥάβδος γεγηρακότων, ὅρμος χειμαζόμενων χήρων ἀντίληψις, καὶ τῶν πενομένων,
χορτασμὸς ἀνεδείχθης Μακάριε· ὅθεν σὲ τιμῶμεν, καὶ τὴν σεβάσμιόν σου μνήμην,
καταστέφομεν ὑμνῶν τοῖς ἄνθεσιν.
Ἱλαρὸς τοῖς σοῖς τρόποις, Πάτερ καὶ τῇ ὄψει ἐφαίνου μειλίχιος, καὶ ἡδὺς τῷ
λόγῳ, τοῖς πρὸς σὲ ἐρχομένοις ἑκάστοτε, νέμων πᾶσι σῶφρον, τῆς συμπαθείας σου
τὸ μάνα, καὶ διδάγματα ὄντως σωτηρία.
Οὐρανίων χαρίτων, κύαθε ὁ πᾶσι κιρνῶν ἀγαλλίασιν, δὸς πιεῖν μοι Πάτερ, ἐκ
τῆς σῆς γεραρὰς ὁσιότητος, καὶ ἀνομιῶν μου, σβέσον τὸν καύσωνα εὐχῶν σου, ταῖς
ψεκάσι Μακάριε δέομαι.
Νόμου θείου μελέτη, καὶ Πατέρων λόγοις σχολάζων Μακάριε, νουνεχῶς ἡμέρας,
καὶ νυκτὸς ὡράθης κατάκαρπον, ξύλον παρ᾿ ὑδάτων, ἐμφυτευθὲν τὰς διεξόδους, τὸ
καρπὸν φέρον θείας τῆς γνώσεως.
Θεοτοκίον.
Χαῖρε σκέπη τοῦ κόσμου, κρίνον παρθενίας καὶ ἄνθος σεμνότητος, χαῖρε
σωφροσύνης, ἐκμαγεῖον καὶ βάθρον συνέσεως, χαῖρε προστασία, τῶν Σοὶ ἀεὶ
καταφευγόντων, εὐχαρίστως κραυγάζομεν Δέσποινα.
ᾨδὴ στ´. Τὴν δέησιν.
Ἀγχίνοιαν, ἀσκητὰ Μακάριε, χαρακτῆρα εὐπροσήγορον ὄντως, καὶ ἱλαρὸν
διαθέτων τοῦ ἤθους, ἐπιεικείας Χριστοῦ ὤφθης στέλεχος, καὶ νοημάτων ὑψηλῶν,
φωταυγὲς καὶ λαμπρότατον τέμενος.
Ῥημάτων σου, τῶν σοφῶν Μακάριε, ἀστραπὴ ὡς φωτοφόρος ἡ χάρις, ἀζυμιτῶν
κατεφώτισε σκότη, καὶ Ὀρθοδόξων καρδίας ἐλάμπρυνε, τῶν ὁδοδείκτην ἀκριβῆ, πρὸς
τὸ φῶς σὲ ἐχόντων τὸ ἄδυτον.
Ἀκρώρεια, πολιτείας κρείττονος, ἐν Μονῇ Βατοπεδιου ἐπώφθης , ἐν ᾗ ὡς πύκτης
γενναῖος προσμείνας, ἑνιαυτοὺς ἱκανοὺς τὸ ἀξίωμα, τοῦ πρεσβυτέρου καὶ σοφοῦ,
μυστιπόλου Μακάριε εἴληφας.
Λευκάνθεμον, ἀρετῆς Μακάριε, φυτευθὲν ἐν τοῦ Χριστοῦ τῳ λειμῶνι, τοῦ
Παντοκράτορος μάνδραν ἐν Πόλει, τῇ Βασιλίδι τὴν οὖσαν πρὶν ἔρημον, ταῖς τῶν
ἱδρώτων σου ῥοαῖς, εἰς τερπνότατον κῆπον μετέτρεψας.
Θεοτοκίον.
Ἀπείρανδρε, Θεοτόκε Δέσποινα, τῆς Σῆς δόξης μεγαλεῖα ὑμνῶν Σου, δαβιτικῶς
ἐν ᾠδαῖς ἠδυφθόγοις, ἀναβοῶ Σοι· προστάτις τοῦ δούλου Σου, καὶ κλῖμαξ πέλεις
νοητή, πρὸς Θεόν με ταχὺ ἡ ἀνάγουσα.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Θεσσαλονίκης τὸν βλαστὸν τὸν θεοφύτευτον, Βατοπεδίου ἀσκητὴν τὸν ὁσιώτατον,
καὶ Μονῆς τοῦ Παντοκράτορος ἐν τῇ Πόλει, Βυζαντίου προεστῶτα τὸν σοφώτατον,
εὐφημήσωμεν ὡς μύστην θείας χάριτος, ἀνακράζοντες· Χαῖρε
πάτερ Μακάριε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, καὶ σοφὸς ἐν τῇ γνώσει, Μακάριε τοῖς πᾶσιν ἐπώφθης·
χαμαιζήλους σαρκὸς γὰρ ὁρμάς παριδὼν, Ἀγγέλων βιοτὴν Ὅσιε, καμάτοις νυχθημέροις
σου, ἐπόθησας διὸ βοῶμεν·
Χαῖρε, ἀπαύγασμα τῆς σοφίας·
χαῖρε, φωταύγεια ἐγκρατείας.
Χαῖρε, Ὀρθοδόξων κρηπίς τε καὶ στήριγμα·
χαῖρε, κακοδόξων ἁπάντων τὸ ἥττημα.
Χαῖρε, ὕψος ταπεινώσεως καὶ χρηστότητος κανῶν·
χαῖρε, βάθος θείας γνώσεως καὶ
σεμνότητος εἰκών.
Χαῖρε, ὅτι ἐδείχθης τοῦ Χριστοῦ θεῖος θύτης·
χαῖρε, ὅτι ἐπώφθης μονοτρόπων
ἀλείπτης.
Χαῖρε, μονῆς πυρσὲ Παντοκράτορος·
χαῖρε, πηγῆς χαρίτων ῥοῦς ἅγιος.
Χαῖρε, πυξὶς ἀσκουμένων τοῦ Ἄθω·
χαῖρε, παγὶς τοῦ ἐχθροῦ τοῦ βεβήλου.
Χαῖρε, πάτερ Μακάριε.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ
ὁσίου Μακαρίου τοῦ ἐπιλεγομένου Μακρῆ, τοῦ ἐκ Θεσσαλονίκης ὁρμωμένου, ἐν τῇ
Μονῇ τοῦ Βατοπεδίου ἀσκήσαντος καὶ Ἡγουμένου χρηματίσαντος τῆς ἐν
Κωνσταντινουπόλει Μονῆς τοῦ Παντοκράτορος.
Λόγοις καὶ πράξεσι Χριστῷ παιδιόθεν,
ἀσκητὰ εὐηρέστησας Μακάριε.
Ἄθως Μακάριε σῇ ἀγωγῇ χαίρει,
καὶ Βυζάντιον τῶν ἀρετῶν σου πλήθει.
Ταῖς αὐτοῦ
ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Μύρον ἐξέβλυζον οἱ λόγοι, οἱ σεπτοί σου ὡς τοῦ ἔαρος τὰ κρίνα, ἐναρέτου
ζωῆς εὐφραίνοντες τοὺς πόθῳ, σοὶ προσιόντας Ὅσιε, μονοτρόπων κοσμιότης.
Πίναξ συνέσεως ὡράθης, καὶ εἰκὼν τῆς πρὸς τὸν πέλας εὐποιΐας· ὅθεν πάντες
ἡμεῖς τιμῶντές σε προφρόνως, γεραίρομεν Μακάριε, τὴν σεπτήν σου πολιτείαν.
Ἥλιος ὥσπερ ἐγκρατείας, καὶ πραότητος διέλαμψας ἐν κόσμῳ, ἀσκητῶν καλλονὴ
καὶ ἥδισμα Ὁσίων, Μακάριε τρισόλβιε, Βυζαντίου ἐν τῷ θόλῳ.
Στόματι σῷ τῷ θεοσοφῷ, διετράνωσας δογμάτων ἀληθείας, ὀρθοδόξου λαοῦ καὶ
δυτικῶν τὴν πλάνην, διήλεγξας Μακάριε, τῶν ῥημάτων σου χειμάῤῥῳ.
Θεοτοκίον.
Μῆτερ Θεοῦ δεδοξασμένη, τὴν πυρέσσουσαν τῷ πάθει ἁμαρτίαν, σοῦ οἰκέτου
ψυχὴν θεράπευσον καὶ ἄμφω, ὑγείαν δός μοι Δέσποινα, ἵνα πόθῳ Σε δοξάζω.
ᾨδὴ η´. Τὸν ἐν ὅρει ἁγίῳ.
Ἀγαθότητος κέρας καὶ ταμεῖον, εὐσπλαγχνίας πολλῆς, Μακάριε ἐν Πόλει, τῇ
Βασιλίδι χεῖρα βοηθείας μοι, τεῖνον ἵνα μέλπω, σὲ ψαλμοῖς καὶ ὕμνοις, ὡς θεῖον
ἀρωγόν μου.
Καταπλήττει τὸ ὕψος καὶ τὸ βάθος, τῆς σοφίας τῆς σῆς, πιστῶν τὰς διανοίας,
Βατοπεδίου σέμνωμα Μακάριε, καὶ τῆς γνώσεώς σου, τῆς ἐνθέου ὄντως, τὸ πέλαγος
θεόφρον.
Ἀσωμάτων μιμούμενος τὸν βίον, ἀνεδείχθης σεπτὸς Χριστοῦ ἱεροφάντωρ, καὶ
ἀσκουμένων τύπος ἐνθεώτατος· ὅθεν σὲ ὑμνοῦμεν, εἰς αἰῶνας πάντας, Μακάριε
αἰῶνος.
Θεοτοκίον.
Ῥητορεύουσα γλῶσσα οὐκ ἰσχύει, μεγαλεῖα τὰ Σά, Παρθένε ἀνυμνῆσαι· Σὺ γὰρ
μετὰ τὸν τόκον ἀδιάφθορος, ὡς καὶ πρὸ τοῦ τόκου, τοῦ σεπτοῦ Σου Μῆτερ, ἁγνὴ
διεφυλάχθης.
ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τοῦτο.
Ἰλύος τὸ σὸν σῶμα καὶ τὴν ψυχήν, ὁσιώτατε πάτερ Μακάριε, διὰ σεπτῶν, πόνων
νυχθημέρων σου καὶ λιτῶν, προσύλου ἀπεκάθηρας· ὅθεν πρὸς τὴν κάθαρσιν καὶ ἡμᾶς,
καὶ φυλακὴν ἰθύνεις, νοὸς τοὺς σὲ τιμῶντας, καὶ μιμουμένους τοὺς ἀγῶνάς σου.
Ζηλώσας πολιτείαν Ἀθωνιτῶν, τοὺς σοὺς πόδας πρὸς τὸ Βατοπέδιον, ταχὺ σεπτέ,
ἴθυνας καὶ ὤφθης ὑπογραμμός, ἀζύγων τιμιώτατε, Πάτερ καὶ σοφίας τῆς τοῦ Θεοῦ,
ταμεῖον ὅθεν πάντες, Μακάριε σὴν μνήμην, τὴν φωτοφόρον ἑορτάζομεν.
Ἐδέξω παναοίδιον ἐκ Θεοῦ, χαρμονὴν ὡς καμάτων ἀντίδωρον, τῶν σῶν στεῤῥῶν,
καὶ ζωῆς ἀγήρω κατατρυφῶν, Μακάριε τρισένδοξε, νῦν τοὺς σὲ γεραίροντας εὐλαβῶς,
ταῖς σαῖς εὐχαῖς συντήρει, ἐκ τῶν τοῦ ἀδηφάγου, ἐχθροῦ βελῶν ἀεὶ ἀπήμονας.
Θεοτοκίον.
Ἰδεῖν Σε Θεομῆτορ ἐν οὐρανοῖς, σὺν Ἀγγέλοις καὶ τόκου τοῦ θείου σου, τὴν
φωταυγῆ, καὶ χαρᾶς πληροῦσαν ψυχὰς μορφήν, ἀξίωσον τοὺς μέλποντας, ὕμνοις καθ᾿
ἑκάστην Σε μυστικοῖς, ὡς πρόξενον ἀλήκτου, χαρᾶς καὶ εὐφροσύνης, εὐλογημένη
κόσμου Δέσποινα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φλεχθεὶς τῷ θείῳ ἔρωτι, Μακάριε φωτόμορφε, ἀζύγων λύχνος ἐπώφθης, πυρσεύων
πᾶσαν τὴν κτίσιν, βολαῖς φιλοσοφίας σου, καὶ βίου ἐνάρετου σου, ἀκτῖσιν ὅθεν
μνήμην σου, τὴν παναγίαν τιμῶντες, φωτὸς πληρούμεθα πάντες.
Τῆς ἑορτῆς.
Βροτῶν τὰ ἀγνοήματα, χωνεῦσαι ὁ Φιλάνθρωπος, Σωτὴρ ἡμῶν καὶ Δεσπότης, πρὸς
Ἰορδάνου τὰ ῥεῖθρα, ἐπέστη καὶ ᾐτήσατο, παρ’ Ἰωάννου βάπτισμα, ὡσεὶ βροτὸς ὁ
ἄφθαρτος, τοὺς ἐξ Ἀδὰμ εὐδοκήσας, ἀναγαγεῖν ἐκ τοῦ ᾍδου.
Εἰς τοὺς Αἴνους. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὴν παναγίαν σου μνήμην σοφὲ Μακάριε, πιστῶς ἀνευφημοῦντες, τῆς σῆς χάριτος
μέλι, γευόμεθα ἡμῶν τὰς ψυχάς, τὸ γλυκαῖνον καὶ κράζομεν· πικρίαν ἄχθους
ἐκδίωξον ἀφ᾿ ἡμῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Βατοπεδίου ἡ Μάνδρα σκιρτάτω σήμερον, τοῦ θείου Μακαρίου, ἀσκητοῦ
πανευφήμου, καὶ σκεύους θείας χάριτος ἐκλογῆς, φαιδροτάταις ἐλλάμψεσι,
λαμπρυνομένη καθάπερ γὰρ φωταυγές, ἄστρον φαίνει κόσμον ἅπαντα.
Τῶν λειτουργῶν τοῦ Ὑψίστου σεπτὸν διάκοσμον, τὸ κλέος Ἱερέων, Ἡγουμένων
Ὁσίων, ἀγλάϊσμα νῦν πάντες χρεωστικῶς, τὸν Μακάριον μέλψωμεν, ψαλμοῖς καὶ
ὕμνοις ὡς Ἄγγελον νῦν ἐν γῇ, καὶ ὡς ἄνθρωπον οὐράνιον.
Τοῦ Βυζαντίου τοὺς δήμους σοφὲ Μακάριε, κατηύφρανας σοῖς ἔργοις, εὐποιΐας
καὶ λόγοις, χορείαν Ὀρθοδόξων δὲ ἀληθῶς, θεοσοφοῖς σου ῥήμασι, δι᾿ ὧν
συνέτριψας κράτος ἀζυμιτῶν, θεολόγων ἀκροθίνιον.
Δόξα. Ἦχος πλ. α´.
Δεῦτε λαοὶ κροτήσαντες χεῖρας, φαιδρῶς πανηγυρίσωμεν, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ,
τοῦ σοφοῦ ἐν ἀσκηταῖς καὶ θεολόγοις, Μακαρίου τοῦ σώφρονος· οὗτος γὰρ ὡς πηγὴ
Ὀρθοδόξου παῤῥησίας ἀείῤῥοος, καὶ φρέαρ ἀστείρευτον σοφίας καὶ νήψεως,
ἐξέβλυσεν ἡμῖν νάματα σωτηριώδη· ὅθεν ἐξ αὐτῶν ἀρυόμενοι πάντες, καὶ πίνοντες
μετ᾿ εὐφροσύνης, Χριστὸν εὐλαβῶς δοξολογήσωμεν, τὸν ἐν Ἰορδάνη τὴν φύσιν
ἁγιάσαντα.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄. (Ἐκ τοῦ Μηναίου).
Σήμερον ὁ Χριστὸς ἐν Ἰορδάνῃ ἤλθε βαπτισθῆναι, σήμερον Ἰωάννης ἅπτεται
κορυφῆς Δεσπότου, αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι
μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέψετο. Ἡμεῖς δὲ οἱ
φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν
κόσμον.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου
ἡ γ᾿καὶ ἡ στ᾿ᾠδή.
Ἀπόστολος· Γαλ. ε΄ 22-στ΄ 2.
Εὐαγγέλιον· Ματθ. ια΄ 27-30.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Τῆς Θεσσαλονίκης πυρσὸν λαμπρόν, ἐν Βατοπεδίῳ, τὸν ἀστράψαντα νοητῶς, καὶ
τοῦ Βυζαντίου, φωτίσαντα τὰ πλάτη, Μακάριον ἀκτῖσι, λόγων τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου