Κυριακή 14 Ιουνίου 2015

Ἀκολουθία Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐκ Κονίτσης.(Γερ.)



Ἀκολουθία Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐκ Κονίτσης.
Ψαλλομένη τῇ 23η Σεπτεμβρίου


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε εὐσεβείας τῷ φωτί, Μάρτυς τὴν ψυχὴν κατηυγάσθης, τελειοτάτῳ νοΐ, τότε πᾶσαν ἔλιπες, πλάνης τὴν ζόφωσιν, καὶ τῷ θείῳ βαπτίσματι, υἱὸς ἀνεδείχθης, τοῦ σὲ πρὸς ἐπίγνωσιν θείαν καλέσαντος· ὅθεν καὶ νομίμως ἀθλήσας, τῶν πάλαι Μαρτύρων τῆς δόξης, Ἰωάννη ὤφθης ἰσοστάσιος.

Ὅτε ὡμολόγησας πιστῶς, Μάρτυς τὴν χριστώνυμον κλῆσιν, ἁγίῳ στόματι, τότε ἀπερίτρεπτος, καὶ ἀκατάσειστος, ἀπειλαῖς καὶ κολάσεσι, τῶν ἀντικειμένων, ὤφθης δυναμούμενος, Ἁγίῳ Πνεύματι· ὅθεν, καταισχύνας τὸν ὄφιν, παρὰ Χριστοῦ ἐκομίσω, στέφος Ἰωάννη τὸ ἀμάραντον.

Ἄνθος, ἐκ Κονίτσης νοητόν, ἐκ δυσώδους ῥίζης ἀνθήσας, τὴν εὐωδίαν Χριστοῦ, μύρον ὡς οὐράνιον, καὶ ζωοδώρητον, Ἰωάννη δεξάμενος, ὀσμαῖς τῶν σῶν ἄθλων, πᾶσαν τὴν διάνοιαν, πιστῶν ἐπεύφρανας· ὅθεν, τὴν ἁγίαν σου μνήμην, πόθῳ ἐκτελοῦντες μεσίτην, πρὸς Χριστὸν θερμόν σε προβαλλόμεθα.

Πόλις, Βραχωρίου τὸ σεπτόν, αἷμά σου ἐδέξατο Μάρτυς, ὑπὲρ Χριστοῦ ἐκχυθέν· ἔνθεν τὴν ἁγίαν σου, γεραίρει ἄθλησιν, καὶ τὰ θεῖά σου λείψανα, ἡ Προυσιωτίσσης, Ἰωάννη φέρουσα, Μονὴ ἀγάλλεται· ταῦτα, γὰρ ἀρτίως φανέντα, πάλαι ἐν αὐτῇ κεκρυμμένα, τὸν ἁγιασμὸν ἡμῖν παρέχουσι.

Δόξα. Ἦχος α΄.
Τῆς ἀληθείας τὸν θησαυρόν, ἐν πολλῇ συνέσει εὑρών, τῇ τούτου εὐφρανθὴς χάριτι, Ἰωάννη μακάριε· καὶ Χριστὸν ἐνδυσάμενος, τοῖς ἴχνεσιν αὐτοῦ ἠκολούθησας, καὶ μαρτυρικὸν ὑπῆλθες στάδιον, ἀπεριτρέπτῳ καρδίᾳ· ὅθεν, ἐν σοι ᾐσχύνθη, ὁ τοῦ ψεύδους ἐργάτης, καὶ Ἄγγελοι ἐκρότησαν, τοὺς ἀθλητικούς σου καμάτους· μεθ’ ὧν νῦν συναυλιζόμενος, καὶ Χριστοῦ ὁρῶν τὴν λαμπρότητα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου...

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλος ἀλλοιωθείς, τῇ θείᾳ προμηθείᾳ, ἐπέγνως τὸν Σωτῆρα, ὦ Ἰωάννη μάκαρ, καὶ τούτῳ ἠκολούθησας.

Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Κόνιτσα εὐφημεῖ, ὁμοῦ σὺν Βραχωρίῳ, τὴν ἄθλησίν σου Μάρτυς· τῆς μὲν γὰρ γόνος πέλεις, τὴν δὲ ἄθλοις ἡγίασας.

Στ. Θαυμαστὸς ὁ Θεός...
Ξίφει ἀποτμηθείς, τὴν κεφαλὴν προθύμως, Μαρτύρων ταῖς χορείαις, ὦ Ἰωάννη Μάρτυς, περιφανῶς ἠρίθμησαι.

Δόξα. Τριαδικόν.
Ἕνα Σε τοῦ παντός, Θεὸν Τριὰς Ἁγία, ὁ Ἰωάννης ἔγνω, λιπὼν πλάνης τὸ σκότος, καὶ ὑπὲρ Σοῦ ἐνήθλησε.

Καὶ νῦν. Θεοτοκίον.
Χαίρει τῶν εὐσεβῶν, τὸ πλήρωμα Παρθένε, τῇ Σῇ ἐπιστασίᾳ, λαμβάνον καθ’ ἑκάστην, ἰσχὺν καὶ χάριν ἄφθονον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κονίτσης τὸν γόνον, Βραχωρίου τὸ καύχημα, καὶ Χριστοῦ ὁπλίτην τὸν νέον, Ἰωάννην τιμήσωμεν· ἐκ ῥίζης γὰρ δυσώδους προελθών, ἐνήθλησε λαμπρῶς ὑπὲρ Χριστοῦ, καὶ κινδύνων ἐξαιτεῖται ἀπαλλαγήν, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ χαῖρε...

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακόν τό  Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα  ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Καταυγασθεὶς ἐπιγνώσει τῆς θείας πίστεως, κατέλιπες τὸν ζόφον, Ἰωάννη τῆς πλάνης, καὶ ἄθλοις μαρτυρίου δοκιμασθείς, ὡς χρυσίον πολύτιμον, μαρτυρικῶς ἐδοξάσθης παρὰ Χριστοῦ, ἀφθαρσίας διαδήματι.

Ἀπεριτρέπτῳ καρδίᾳ μάκαρ ὑπέμεινας, τὰς τῶν ἀντικειμένων, ἀπειλὰς καὶ βασάνους, καὶ ὤφθης Νεομάρτυς τοῦ Ἰησοῦ, Ἰωάννη περίδοξος, τῇ συμμαχίᾳ τῇ θείᾳ καταβαλών, τῶν ἀνόμων τὰ φρυάγματα.

Κόνιτσα χαίρει βλαστόν σε θεῖον κατέχουσα, καὶ ἡ τοῦ Βραχωρίου, μακαρίζει σε πόλις, ἰδοῦσά σου τὴν ἄθλησιν τὴν στεῤῥάν, Ἰωάννη μακάριε. Ἀλλ’ ἀμφοτέραις ἐξαίτει παρὰ Χριστοῦ, εὐπραγίαν τε καὶ ἔλεος.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἐπέγνως τὸν Κύριον, εὐθυτάτῃ καρδίᾳ σου, σπόρον ὑποδέδεξαι τὸν οὐράνιον, καὶ γεωργίᾳ τοῦ κρείττονος, ἐξήνεγκας Ἅγιε, μαρτυρίου τοὺς καρπούς, ὡς ἀθλήσας στεῤῥότατα, θείῳ ἔρωτι· διὰ τοῦτο ἀξίως ἐδοξάσθης, Ἰωάννη Νεομάρτυς, ὡς Ἀθλητὴς ἐνθεώτατος.

Ἀπτοήτως εἰσέδραμες, μαρτυρίου τὸ στάδιον, ἀφειδήσας Ἅγιε πάσης σχέσεως, τῆς ἐν τῷ κόσμῳ ὡς ἄσαρκος, καὶ πόνων τοῦ σώματος, καὶ δεσμῶν τε καὶ εἱρκτῆς, μηδαμῶς λογισάμενος, τὸ ἐπίπονον, καὶ ἀθλήσας νομίμως Ἰωάννη, τῶν Μαρτύρων τῆς εὐκλείας, περιφανῶς κατηξίωσαι.

Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, Βραχωρίου ἡγίασας, πόλιν τὴν γεραίρουσαν τοὺς ἀγῶνάς σου, καὶ Προυσιώτισσαν εὔφρανας, τῶν θείων λειψάνων σου, τῇ εὑρέσει ἀληθῶς, μεθ’ ὧν Ἅγιε Κόνιτσαν, τὴν πατρίδα σου, καυχωμένην τῇ θείᾳ σου ἀθλήσει, Ἰωάννη Νεομάρτυς, σκέπε ἀπαύστως καὶ φύλαττε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Νεομάρτυρος Ἰωάννη μνήμη, ὡς ἀστὴρ ἀρτιφανής, τῇ Ἐκκλησίᾳ ἐπέφανε, τοὺς πιστοὺς καταυγάζουσα· ὡς υἱὸς γὰρ φωτός, ἐκ σκότους ἀγνωσίας ἐκλάμψας, λύει τὴν νύκτα τῶν παθῶν, καὶ πρὸς φῶς τῶν θείων ἐντολῶν, ἰθύνει τοὺς βοῶντας· χαίροις ὁ τῆς πλάνης ῥήξας τὰ δεσμά, καὶ ἐν τῆς ἐν Χριστῷ ἀναγεννήσεως, ἐνδυσάμενος τὴν χάριν· χαίροις ὁ τῶν γηΐνων ὑπερραρθείς, καὶ θεολήπτῳ καρδίᾳ ἀθλητικὴν ἐπιδειξάμενος ἔνστασιν· χαίροις Κονίτσης ἀγλάϊσμα, Βραχωρίου θεῖον κλέος, καὶ ἀμφοτέρων πρεσβευτής, πρὸς Χριστὸν θερμότατος, ᾧ ἀπαύστως πρέσβευε, Νεομάρτυς τρισμάκαρ, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε...

Εἴσοδος, Φῶς Ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῆς Κονίτσης πόλις, λαμπρυνομένη τῇ χάριτι, Ἰωάννου τοῦ νέου Ἀθλητοῦ· ἐκ σοῦ γὰρ ἀνεφύη, καὶ λοιμῶν τὴν καθέδραν, κατὰ Δαβὶδ καταλιπών, ἐν νόμῳ Κυρίου ἐπορεύθη, ἀλλοιωθεὶς τῶ θείῳ Πνεύματι. Καὶ τὴν θείαν κλῆσιν, ἀθλητικαῖς ἀριστείαις δοξάσας, μαρτυρικῆς μετέσχε λαμπρότητος. Διὸ καὶ τὸ Βραχώριον, ὡς ἐν τούτῳ ἀθλήσαντος, εἰς κοινὴν εὐφροσύνη συγκάλεσον, τῷ Ἀθλοθέτῃ ὁμοφώνως βοῆσαι· Κύριε δόξα Σοι.

Ἦχος β΄.
Τὴν πατρικὴν βδελυξάμενος πλάνην, τῆς εὐσεβείας ἐμυήθης τὴν ἀλήθειαν, ὡς νουνεχὴς ἐν πᾶσι, καὶ πλήρης φρονήσεως. Καὶ σεαυτὸν ἀρνησάμενος, ἐνεδύθης τὸν Χριστόν, ἀνακαινισθεὶς τῷ Πνεύματι, Ἰωάννη θεόφρον. Καὶ ζωὴν καθαράν, εἰσενεγκὼν τῷ σὲ καλέσαντι, ὑπὲρ Αὐτοῦ τὸ σὸν αἷμα, προθύμως ἐξέχεας, καὶ ὡς θῦμα εὐπρόσδεκτον, αὐτῷ προσενήνεξαι, καὶ προσφορὰ λογική. Διό σου τὴν ἄθλησιν, ἡ Ἐκκλησία τιμῶσα, ἑορτάζει Νεομάρτυς τὴν μνήμην σου.

Ἦχος γ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, τυρανικὴν ἐξεφαύλισας μανίαν, ὁμολογῶν τὸν Χριστόν, Ἰωάννη ἔνδοξε. Τῇ γὰρ θείᾳ ἀγάπῃ, ὅλος ἔνθους γενόμενος, τῶν χαμαὶ συρομένων, ὑπερεῖδες τὸ μάταιον. Καὶ ποικίλαις ὁμιλήσας αἰκίαις, καὶ εἱρκτῆς ἐνεγκὼν τὴν κάκωσιν, ὑπέρτερος πάντων ὤφθης, ἐν τῇ μετοχῇ τῶν θείων δωρεῶν. Ἀλλ’ ὡς ἐν πᾶσιν ἀκλινής, καὶ ἐν ἀΰλῳ δόξῃ, θεοειδής, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος δ΄.
Τοῖς μαρτυρικοῖς σου καμάτοις, ἡ Βραχωρίου πόλις κλεϊζομένη, τὴν σὴν ἁγίαν ἄγει μνήμην, πρέσβυν σε θερμότατον, πρὸς τὸν Χριστὸν πλουτοῦσα Ἅγιε· ἐν αὐτῇ γὰρ ἥνυσας, τὸ μέγα τῆς ἀθλήσεως στάδιον, καταβαλὼν τοῦ σκότους τὸν ἄρχοντα. Καὶ ἡ εὐαγὴς Προυσιωτίσσης Μονή, τῇ τῶν λειψάνων εὑρέσει, χάριν πολλὴν εὕρατο, καὶ δι’ αὐτῶν παρέχει ἁγιασμὸν καὶ λύτρωσιν, παθῶν ἀκαθάρτων. Χριστὸς γὰρ Ὅν ἐδόξασας, ἱλασμὸν καὶ φωτισμὸν βραβεύει τοῖς σε τιμῶσιν, Ἰωάννη μακάριε.

Δόξα. Ὁ αὐτός.
Τὸν νέον τοῦ Σωτῆρος Ἀθλητήν, τὸν ἐκ νυκτὸς ἀγνωσίας, ὡς ἀστέρα φαεινὸν ἀνατείλαντα, Ἰωάννην τὸν χαριτώνυμον, ὕμνοις καὶ ὠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Χριστῷ γὰρ ἠκολούθησε, πατρῴαν ἀπάτην καταλιπών, ἐν τῇ ἐκλάμψει τοῦ θείου φωτός. Καὶ τὸ οἰκεῖον αἷμα, ὑπὲρ πᾶν μύρον τίμιον, ὡς δῶρον θεῖον καὶ προσφορὰν ἐκλεκτήν, Αὐτῷ προσενήνοχεν, ἀγαλλομένῃ ψυχῇ, ἀποτμηθεὶς τὴν κεφαλήν. Αὐτῷ βοήσωμεν· Νεομάρτυς ἔνδοξε, Ἀθλητῶν ἰσότιμε, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Μάρτυς Ἰωάννη ἔνδοξε, Ἀγαρηνῶν τὴν ἀχλύν, νουνεχῶς καταλέλοιπας, φωτισθεὶς τῷ Πνεύματι, τῷ Ἁγίῳ θεόληπτε, καὶ ἀληθείᾳ καθοπλισάμενος, τὰς παρατάξεις τοῦ ψεύδους ὤλεσας· ὅθεν ἀπείληφας, νίκης τὸ διάδημα, παρὰ Χριστοῦ, τοῦ σὲ ἐνισχύσαντος, ἐλεῖν τὸν δράκοντα.

Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Μάρτυς Ἰωάννη ἔνδοξε, ἐρηρεισμένος στεῤῥῶς, θεμελίῳ τῆς πίστεως, οὐδαμῶς σεσάλευσαι, μηχαναῖς τοῦ ἀλάστορος, καὶ ὥσπερ ὄναρ πάντα λελόγισαι, θυμὸν τυράννων εἱρκτὰς καὶ μάστιγας· ὤ τῆς ἀνδρείας σου! χαίρων γὰρ ὑπέκλινες, τὴν κεφαλήν, καὶ τμηθεὶς ἀνέδραμες, πρὸς τὰ οὐράνια.

Στ. Θαυμαστὸς ὁ Θεός...
Μάρτυς Ἰωάννη ἔνδοξε, ὡς στρατιώτης Χριστοῦ, καὶ ὁπλίτης ἀήττητος, ἐκτενῶς ἱκέτευε, χάριν δοῦναι καὶ ἔλεος, τῇ σῇ πατρίδι ἀνευφημούσῃ σε, καὶ Ἀγρινίου τῇ πόλει Ἅγιε, τοῖς τὴν ἐτήσιον, μνήμην σου γεραίρουσαν, ὡς ἄν ἀεί, πάσης ἀπαλλάττωνται, ἐναντιότητος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῇ εὐσεβείᾳ λαμπρυνθείς, ἀθλητικὸν ἠγωνίσω ἀγῶνα, στεῤῥοτάτῃ ψυχῇ, Ἰωάννη Νεομάρτυς μακάριε. Τὸν γὰρ ἀόρατον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, καταβαλὼν ἐθριάμβευσας, τῆς οὐρανίου κλήσεως, διεκφαίνων τὰς χάριτας. Καὶ τῆς αἰωνίου ζωῆς τὸν στέφανον, παρὰ Χριστοῦ δεξάμενος, τῶν πάλαι Μαρτύρων, ὤφθης ἰσοστάσιος. Μεθ’ ὧν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κονίτσης τὸν γόνον, Βραχωρίου τὸ καύχημα, καὶ Χριστοῦ ὁπλίτην τὸν νέον, Ἰωάννην τιμήσωμεν· ἐκ ῥίζης γὰρ δυσώδους προελθών, ἐνήθλησε λαμπρῶς ὑπὲρ Χριστοῦ, καὶ κινδύνων ἐξαιτεῖται ἀπαλλαγήν, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι, Παρθένε τὸ χαῖρε...

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τὰ θήρατρα φυγών, τῆς ἀπάτης θεόφρον, προσῆλθες τῷ Χριστῷ, ὁλοτρόπῳ ἐφέσει, καὶ πᾶσαν καταβέβληκας, τοῦ ἐχθροῦ τὴν παράταξιν, τῇ ἀθλήσει σου, ὡς ἀληθῶς Ἰωάννη· ὅθεν σήμερον, τὴν σὴν γεραίρομεν μνήμην, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν θρόνον τοῦ Θεοῦ, τὸν λαμπρὸν καὶ φωσφόρον, τὸν νέον οὐρανόν, τοῦ Δεσπότου τῶν ὅλων, τὴν τράπεζαν τὴν ἔμψυχον, τὴν ἀφράστως βαστάζουσαν, τὸν οὐράνιον, καὶ ζωοδώρητον ἄρτον, ἀνυμνήσωμεν, τὴν Θεοτόκον Μαρίαν, ἡμῶν τὴν βοήθειαν.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ φέγγει τῆς πίστεως, καταυγασθεὶς τὴν ψυχήν, ἀθλήσεως σκάμμασι, τὸν παλαιὸν πτερνιστήν, κατέβαλες Ἅγιε· ὅθεν τῇ ἀνευρέσει, τῶν σεπτῶν σου λειψάνων, ηὔφρανας τὰς καρδίας, τῶν πιστῶς σε ὑμνούντων, παμμάκαρ Ἰωάννη, Μαρτύρων ἰσότιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ ἀειπάρθενε, ἡ τὸν Σωτῆρα Χριστόν, τῷ κόσμῳ κυήσασα, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἡμᾶς ἐκλυτρούμενον, ῥῦσαί με τῆς μανίας, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, καὶ σῶσόν με Πανάμωμε, μελλούσης κατακρίσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ὁ βλαστὸς τῆς Κονίτσης καὶ θεῖον καύχημα, Βραχωρίου τὸ κλέος καὶ σεμνολόγημα, Ἰωάννης ὁ κλεινὸς ἀνευφημείσθω μοι· ὅτι τὴν πλάνην τοῦ ἐχθροῦ, καταισχύνας ἐμφανῶς, ἀγῶσι τοῦ μαρτυρίου, Χριστῷ ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης δι’ ἀγαθότητα, προσλαβὼν ἐξ αἱμάτων Σου τὸ ἡμέτερον, πρὸς τὴν πρώτην καλλονὴν ἡμᾶς ἀνήγαγε, καὶ προστάτιν ἀψευδῇ, καὶ βοήθειαν θερμήν, τοῦ κόσμου Σε Θεοτόκε, ἀνέδειξε λυτρουμένην, πάσης ἀνάγκης τοὺς ὑμνοῦντάς Σε.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Στ. Θαυμαστὸς ὁ Θεός...
Εὐαγγέλιον Μαρτυρικόν, τοῦ Ὄρθρου τοῦ ἁγ. Γεωργίου.
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὸν μαργαρίτην τῆς ζωῆς, ἐν τῷ ταμείῳ τῆς ψυχῆς πλουτήσας, τὴν πενίαν τῆς πλάνης ἔλιπες, καὶ τῆς ματαίας ἀναστροφῆς ἀπέστης, Ἰωάννη θεόφρον· ὅλον γὰρ τὸν νοῦν Χριστῷ ἀνέθου, καὶ τῶν ἐντολῶν Αὐτοῦ ἐργάτης γενόμενος, ἀθλητικὸν ἤνυσας δίαυλον, ἀνενδότῳ φρονήματι. Καὶ νῦν τῆς ἄνω δόξης κατατρυφῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, φέρων ἀκροστιχίδα: Τοῦ Ἰωάννου ᾄδω τοὺς ἄθλους. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν μου καταύγασον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τοὺς ἀγῶνάς σου, παμμάκαρ Ἰωάννη, δι’ ὧν καταβέβληκας, ἐχθρὸν τὸν δόλιον.

Ὁ νοῦς σου τῆς χάριτος, τὸ θεῖον φῶς εἰσδεξάμενος, τῆς πλάνης κατέλιπε, νύκτα καχέσπερον· ἔνθεν Ἅγιε, υἱὸς φωτὸς ἐδείχθης, καὶ σκότους τὸν ἄρχοντα κατετραυμάτισας.

Ὑπέρτερος γέγονας, δελεασμάτων τοῦ ὄφεως, ψυχῆς σου τὴν ἔφεσιν, ἔχων πρὸς Κύριον, παρ’ οὗ Ἅγιε, ἰσχὺν λαμβάνων θείαν, σαρκὸς τὴν ἀσθένειαν, πᾶσαν ἀπέῤῥιψας.

Θεοτοκίον.
Ἱλύος με λύτρωσαι, παθῶν Ἁγνὴ τῶν θλιβόντων με, καὶ γνώμην θεόφρονα, καὶ λογισμὸν εὐσταθῆ, ἀεὶ δίδου μου, ἵνα ἐν μετανοίᾳ, ζωῆς τὸ ὑπόλοιπον, ἀνύσω Ἄχραντε.

ᾨδὴ γ΄. Τούς Σούς ὑμνολόγους.
Ὡς ἄστρον νεόφωτον, ἐφάνης ἐκ σκότους ἁγνοίας προελθών, τῇ Ἐκκλησίᾳ Ἅγιε, καὶ Ταύτην κατελάμπρυνας, ἀκτῖσι τῶν καμάτων σου, ὡς Ἀθλητὴς ἐνθεώτατος.

Ἀγίων Μαρτύρων τοὺς ἀγῶνας, τῶν πάλαι ζηλώσας νουνεχῶς, μαρτυρικῶς ἠγώνισαι, κατὰ τοῦ πολεμήτορος, ὦ Ἰωάννη ἔνδοξε, καὶ ἐπαξίως δεδόξασαι.

Νικήσας ἐχθροῦ τὰς μεθοδείας, δυνάμει τῇ θείᾳ κρατυνθείς, ἐνήθλησας στεῤῥότατα, ὦ Ἰωάννη ἔνδοξε, καὶ ἤσχυνας τὸν δράκοντα, ὁμολογίᾳ τῆς πίστεως.

Θεοτοκίον.
Νεκρώσας ὁ δόλιός με ὄφις, κακίστῃ Παρθένε συμβουλῇ, χαίρει τῇ ἀπωλείᾳ μου, ἀλλὰ σύ με ἐξέγειρον, ἐξ ὕπνου ματαιότητος, πρὸς ἐργασίαν τοῦ κρείττονος.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Οὐκ ἐπτοήθης τὸν θυμὸν τῶν τυράννων, οὐ κατεκλάσθης δωρεῶν χορηγίᾳ, ἀλλ’ ἀπτοήτῳ στόματι ἐκραύγαζες· οὐκ ἀρνήσομαι ἄνομοι, τὸν Χριστόν μου καὶ Πλάστην· ὅθεν καὶ ὑπέκλινας, τὸν αὐχένα τῷ ξίφει, καὶ νικηφόρος ὤφθης Ἀθλητής, ὦ Ἰωάννη, τοῦ πάντων δεσπόζοντος.
Θεοτοκίον.
Σάρκα λαβὼν ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τὴν ἀρχαίαν δόξαν ἐπανήγαγεν, ἐκ τῆς πάλαι πτώσεως, τοὺς Ἁγνὴν Θεοτόκον, Κόρη Σε δοξάζοντας, καὶ ὑμνοῦντας ἀπαύστως, τὸ ὑπὲρ νοῦν μυστήριον Ἁγνή, τῆς Σῆς ἀφράστου, καὶ θείας κυήσεως.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁλικῶς σου τὴν καρδίαν, ἀνατείνων πρὸς Κύριον, μάκαρ Ἰωάννη, πάντων τῶν φθαρτῶν κατεφρόνησας, πρὸς ἀφθαρσίαν θεόφρον ἐπειγόμενος, ἧς καὶ ἔτυχες, καλῶς τελέσας τὸν δρόμον σου.

Ὑπεράνω τῶν ἐν κόσμῳ, ἐγνωρίσθης μακάριε, ὅτε εἰσεδέξω, τῆς θεογνωσίας τὴν ἔλλαμψιν, καὶ μαρτυρίου πρὸς πάλην προσεχώρησας, δυναμούμενος, τῇ παντευχίᾳ τῆς χάριτος.

Ἀλγηδόνας καὶ καθείρξεις, ἀπειλάς τε καὶ μάστιγας, μὴ εἰς νοῦν λαμβάνων, ἤνυσας στεῤῥῶς τὸν ἀγῶνά σου, καὶ Ἀθλητῶν Ἰωάννη ἰσοστάσιος, ἐχρημάτισας, φωτὸς ἀῤῥήτου πληρούμενος.

Θεοτοκίον.
Δόξαν Σου τὴν ὑπὲρ λόγον, καὶ τὴν χάριν τὴν ἄφθονον, καὶ τὰ μεγαλεῖα, τῆς ὑπερφυοῦς Σου λαμπρότητος, ὑμνολογοῦμεν Παρθένε καὶ βοῶμέν Σοι· χαῖρε Δέσποινα, παντὸς τοῦ κόσμου προσφύγιον.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὡς πλοῦτον οὐράνιον, τὰ ἱερά σου λείψανα, ἡ Προυσιωτίσσης θεία Μάνδρα, καταπλουτοῦσα ἅ νεύσει κρείττονι, πάλαι κεκρυμμένα ἐν αὐτῇ, Ἰωάννη εὕρατο, ἀνυμνεῖ τοὺς ἀγῶνάς σου.

Τοῖς ἄθλοις ἐφάμιλλος, καὶ δόξῃ ἰσοστάσιος, ὤφθης τῶν κλεινῶν πάλαι Μαρτύρων, ὡς ἐναθλήσας ὑπὲρ Χριστοῦ ἀνδρικῶς, μεθ’ ὧν Ἰωάννη ἐκτενῶς πρέσβευε δεόμεθα, ἡμῖν δοῦναι συγχώρησιν.

Οὐδόλως κατέπτηξας, Ἀγαρηνῶν τὴν ἔφοδον, οὔτε τοῦ Βελίαρ τὴν μανίαν, Χριστοῦ τὴν κλῆσιν ὁμολογῶν εὐθαρσῶς, καὶ ἀποτμηθεὶς τὴν κεφαλήν, ῥείθροις τῶν αἱμάτων σου, τὴν ἀπάτην κατέκλυσας.

Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον, καὶ φωτοφόρον σκήνωμα, ὤφθης ὑπὲρ λόγον Θεοτόκε, τοῦ προελθόντος ἐκ τῶν αἱμάτων Σου· ὅθεν κἀμὲ ἔργασαι Ἁγνή, οἶκον θείας χάριτος, διὰ βίου σεμνότητος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Σαρκός σου Μάρτυς ἠλόγησας, σφοδρῶς αἰκιζομένης ταῖς μάστιξιν· ὅθεν πρὸς ἄπονον, ζωὴν καὶ δόξαν οὐράνιον, παμμάκαρ Ἰώαννη, χαίρων ἀνέδραμες.

Ἀγαλλιᾶται τῇ δόξῃ σου, ἡ Κόνιτσα ἡ σὲ γαλουχήσασα, καὶ τὴν ἁγίαν σου, μνήμην τελοῦσα γεραίρει σου, παμμάκαρ Ἰωάννη, τὴν θείαν ἄθλησιν.

Θεῖόν σε κέκτηται καύχημα, ἡ πόλις Βραχωρίου μακάριε, ἐν ᾗ τὸ αἷμά σου, ὑπὲρ Χριστοῦ χαίρων κέχυκας, καὶ ἄγει Ἰωάννη, λαμπρῶς τὴν μνήμην σου.

Θεοτοκίον.
Λυχνία ὤφθης ἑπτάφωτος, τεκοῦσα τοῦ Πατρός τὸ ἀπαύγασμα, σαρκὸς παχύτητι, θεοχαρίτωτε Δέσποινα· διὸ τοῦ σκοτασμοῦ με, παθῶν ἀπάλλαξον.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τοῦ Βραχωρίου ἡ πόλις, σὺν Κονίτσῃ Ἅγιε, τὴν φωτοφόρον σου μνήμην, γόνος γάρ, τῆς μὲν ὑπάρχεις καὶ θεῖον γέρας, καύχημα, τῆς δὲ ὡς ταύτην καθαγιάσας, τῶν αἱμάτων σου τοῖς ῥείθροις, ὦ Ἰωάννη Μαρτύρων σύσκηνε.
Ὁ Οἶκος.
Ἐκ δυσώδους ῥιζουχίας ἐκβλαστήσας, ὡς φυτὸν μέλλον τὰ κρείττονα ἀνθῆσαι, τῆς ἀπάτης ἀπεβάλου τὰ ῥάκη, καὶ τῆς θεογνωσίας ἠμφιάσω τὸν ὑπέρλαμπρον χιτῶνα, βεβαμμένον τῷ αἵματι, τοῦ ὑπὲρ ἡμῶν ἑκουσίως τυθέντος, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ τοῦ Ζωοδότου, Ἰωάννη παμμακάριστε· ᾧ καὶ ὅλῃ διανοίᾳ ἀκολουθήσας, σεαυτὸν ἠρνήσω, καὶ τῷ θείῳ θελήματι ὁλοσχερῶς τὸν νοῦν καθυπετάξας· καὶ ὑπεράνω τῶν ἐν κόσμῳ γεγονώς, Ἀγαρηνῶν τὸ θράσος οὐκ ἐδειλίασας, ἀλλ’ ἀτρέπτῳ καρδίᾳ, μαρτυρικὸν ὑπῆλθες στάδιον, καὶ νομίμως κατὰ τῆς πλάνης ἠγώνισαι, καί αἱμάτων ῥείθροις τὴν Ἐκκλησίαν ἀρδεύσας, τὸν Χριστὸν ἐδόξασας, ὦ Ἰωάννη Μαρτύρων σύσκηνε.

Συναξάριον.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ ἁγίου καὶ ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι·
Ἀνδρὶ Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου,
Τεκεῖν Προφήτην, καὶ Προφήτου τι πλέον.
Εἰκάδῃ τῇ τριτάτῃ γαστὴρ λαβὲ Πρόδρομον εἴσω.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Κονίτσης τῆς Ἠπείρου καταγομένου καὶ ἐν Βραχωρίῳ (Ἀγρινίῳ) τῆς Αἰτωλίας ἀθλήσαντος, ἐν ἔτει 1814.
Στίχοι·
Ῥίζης δυσώδους ἐκφυεὶς Ἰωάννη,
ἀθλήσεως ἤνεγκας καρποὺς ἡδίστους.
Εἰκάδι τριττάτῃ δειρὴν Ἰωάνου κέρσαν ἀπηνῶς.
Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐπτόησαι, βασάνων τὸ ἐπίπονον, γνώμῃ θεόφρονι, ὁμολογῶν τὸν Χριστόν, καὶ ἄτρεπτος ἔστηκας, ξίφει τῷ τέμνοντι, ὅθεν μέτοχος, τῆς ὑπὲρ νοῦν λαμπρότητος, Ἰωάννη ἀνεδείχθης.

Ὕμνοις Ἅγιε, οἱ Βραχωρῖται μέλπουσι, τὰ σὰ παλαίσματα, καὶ πρὸς Χριστόν σε θερμόν, μεσίτην προβάλλοντες, ἀναβοῶσί σοι· ἀεὶ πρέσβευε, πάσης ἀνάγκης ῥύεσθαι, ἡμᾶς Μάρτυς Ἰωάννη.

Σὲ ἡ Κόνιτσα, ὑμνολογοῦσα Ἅγιε, ἡ σὲ βλαστήσασα, ἀπὸ ψυχῆς σοι βοᾷ· δεινῶν περιστάσεων, φύλαττε ἄτρωτον, τὴν πατρίδα σου, προστρέχουσαν τῇ σκέπῃ σου, Ἰωάννη Νεομάρτυς.

Θεοτοκίον.
Γνώμην δίδου μοι, εὐθεῖαν καὶ διάνοιαν, ἀεὶ τὰ μένοντα, ἐπιποθοῦσαν θερμῶς, καὶ πάσης φαυλότητος τοῦ πολεμήτορος, τὴν καρδίαν μου, ἀμόλυντον καὶ ἄτρωτον, διατήρει Θεοτόκε.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔτεμες τὴν πλάνης τὴν ἀπάτην, τμηθείς σου τὴν κεφαλὴν στεῤῥῷ φρονήματι, καὶ πρὸς ὑπερκόσμια, ἔδραμες σκηνώματα, μαρτυρικῇ λαμπόμενος δόξῃ καὶ χάριτι, ὡς Μάρτυς ἀληθὴς τοῦ Σωτῆρος, καὶ τῶν Ἀθλοφόρων, ὁμότροπος ἐν πᾶσι.

Ῥείθροις τῶν χυθέντων σου αἰμάτων, τὴν πόλιν τοῦ Βραχωρίου μάκαρ ἥρευσας, ἔνθεν ταῖς πρεσβείαις σου, γλυκασμὸν χρηστότητος, τῆς θεϊκῆς ἑκάστοτε καρποῦται Ἅγιε, διὸ καὶ τὴν ἀγίαν σου μνήμην, ἄγει Ἰωάννη, Χριστὸν δοξολογοῦσα.

Ἄφθαρτον διάδημα ἐδέξω, τελέσας σου τὸν ἀγῶνα τῆς ἀθλήσεως, ἐκ χειρὸς μακάριε, τοῦ σὲ μεγαλύνοντος, καὶ τὸ σεπτόν σου λείψανον ἐν εὐλαβείᾳ πολλῇ, ταφὲν ἐν τῷ ἀγρῷ Ἰωάννη, Βραχωρίταις νέμει, ἁγιασμὸν καὶ χάριν.

Θεοτοκίον.
Σάρκα προσλαβὼν ἀναλλοιώτως, Παρθένε ὁ ὑπερούσιος καὶ Κύριος, ἐκ τῶν Σῶν Πανάχραντε, αἱμάτων δι’ ἔλεος, βροτῶν τὴν φύσιν ὕψωσε καὶ ἐθεούργησε, νεκρώσας τὸν νεκρώσαντα πάλαι, δόλῳ καὶ ἀπάτῃ, τοὺς ἡμῶν γενάρχας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴσχυσας σοφέ, δυνάμει τῇ ἄνωθεν ἐνδυναμούμενος, καθελεῖν τὸν δράκοντα, καὶ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, τὸν μέγαν τε καὶ κάλλιστον ἀνῦσαι Ἅγιε, διὰ τοῦτο, Ἰωάννη ἔνδοξε, εὐκληρίας μεγίστης ἠξίωσαι.

Μνήμην τὴν σεπτήν, τῆς σῆς ἑορτάζομεν, θείας ἀθλήσεως, Ἰωάννη Ἅγιε, καὶ τὰ σεπτά σου τιμῶσα λείψανα, ἅ ἡ Μονὴ κατέχουσα Προυσιωτίσσης βοᾷ· Νεομάρτυς, πάντας τοὺς τιμῶντάς σε, περιφρούρει καὶ ῥύου ἐκ θλίψεων.

Ὅρμον γαληνόν, κατέλαβες Ἅγιε, ζωῆς τῆς κρείττονος, καὶ τῆς ὑπὲρ ἔννοιαν, κατηξίωθης ἀγαλλιάσεως· διὸ σκέπε τὴν Κόνιτσαν καὶ τὸ Ἀγρίνιον, Ἰωάννη, πάσης περιστάσεως, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.

Θεοτοκίον.
Ὕψιστον Θεόν, δι’ ἄφατον ἔλεος κυοφορήσασα, σάρκα προσλαβόμενον, ἐκ τῶν ἀχράντων Ἁγνὴ αἱμάτων Σου, ἐκ λάκκου ματαιότητος τὸν νοῦν μου ὕψωσον, πρὸς ἀγάπην, τοῦ ἐκ Σοῦ ἐκλάμψαντος, Θεοτόκε ἡμῶν ἡ βοήθεια.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάπῃ τῆ τοῦ Κτίστου σου, ὑπῆλθες τὸ μαρτύριον, ἀκαταπλήκτῳ καρδίᾳ, καὶ ἤσχυνας τὴν ἀπάτην, διὸ τῆς τῶν Μαρτύρων σε, ἠξίωσε λαμπρότητος, ὦ Ἰωάννη ἔνδοξε, ὁ προσδεχθείς σου τοὺς πόνους, Χριστὸς ὁ πάντων Δεσπότης.
Θεοτοκίον.
Μαρία Ἀειπάρθενε, Χριστιανῶν προσφύγιον, τὸν σὸν Υἱὸν καὶ Δεσπότην, καὶ Βασιλέα τῶν ὅλων, ἀπαύστως καθικέτευε, δοῦναι πταισμάτων ἄφεσιν, καὶ τῶν παθῶν τὴν ἴασιν, τοῖς ἀνυμνοῦσί Σε Κόρη, ὡς ἀληθῆ Θεοτόκον.

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, πίστιν τὴν ἀμώμητον, ἐν τῇ ψυχῇ σου δεξάμενος, καλῶς ἠγώνισαι, κατὰ τῆς ἀπάτης, πόνοις τῆς ἀθλήσεως· διὸ ὑπερκοσμίων βραβείων σε, Χριστὸς ἠξίωσεν, Ἰωάννη Ὅν ἱκέτευε, ὑπὲρ πάντων τῶν ἀνευφημούντων σε.

Ἐκ ῥίζης δυσώδους Ἀθλητά, ὡς ἄνθος ἀμάραντον, ὡς ἀληθῶς ἀνεβλάστησας, καὶ τῶν ἀγώνων σου, θείᾳ εὐωδίᾳ, τὰς καρδίας εὔφρανας, τῶν πίστει Ἰωάννη τιμώντων σε, ὡς Νεομάρτυρα, τοῦ Σωτῆρος ἐνθεώτατον· Ὅν δυσώπει, δοῦναι ἡμῖν ἔλεος.

Ἡ Κόνιτσα χαίρει καὶ σκιρτᾶ, Ἰωάννη ἔνδοξε, μαρτυρικῆ σου λαμπρότητι, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζει, πόθῳ ἐκβοῶσά σοι· ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, ἀεὶ ἱκέτευε, Νεομάρτυς τῇ πατρίδι σου, καταπέμψαι, εἰρήνην καὶ ἔλεος.

Χορεύει ἡ πόλις μυστικῶς, Βραχωρίου σήμερον, ἐπιτελοῦσα τὴν μνήμην σου, ὠδαῖς καὶ ᾄσμασιν, ἐν ᾗ τὸν ἀγῶνα, τὸν καλὸν ἐτέλεσας, ᾗ δίδου Ἰωάννη πρεσβείαις σου, χάριν καὶ ἔλεος, οὐρανόθεν ἐκλυτρούμενος, ἀπὸ πάσης, ταύτην περιστάσεως.

Δόξα. Ἦχος πλ. α΄.
Τῆς ἀληθείας τὸ φῶς, ἐπιλάμψαν τῇ ψυχῆ σου, ἡμεροφαῆ σε ἀστέρα ἔδειξεν, Ἰωάννη μακάριε. Λύχνος γὰρ τοῖς ποσί σου, κατὰ Δαβὶδ ὁ θεῖος νόμος γέγονε, καὶ τὴν ὁδὸν τοῦ μαρτυρίου, ἀπροσκόπτως διέβης, πάντα τοῦ ἐχθροῦ, ὑποσκελίσας τὰ σκάνδαλα· ὅθεν τῆς ἄνω δόξης, κοινωνὸς ἐγένου, τὸν καρπὸν τῆς ζωῆς δρεπόμενος, καὶ σὺν Ἁγίοις Μάρτυσιν, οἷα Μάρτυς εὐκλεής, ἐν μετοχῇ θεούμενος. Μεθ’ ὧν πρέσβευε δεόμεθα, τῷ πάντων Σωτῆρι, ὑπὲρ ἡμῶν τῶν τιμώντων σου τὴν θείαν ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
 Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον ζήτει τῇ κζ΄ Κυριακή.
Εὐαγγέλιον τό τοῦ Ἁγίου Γεωργίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον τοῦ Ἀγίου.
Χαίροις τῆς Κονίτσης θεῖος βλαστός, καὶ τοῦ Ἀγρινίου ὁ προστάτης καὶ ἀρωγός· χαίροις Ἰωάννη, Κυρίου Νεομάρτυς, ὁ ἄφεσιν πταισμάτων ἡμῖν αἰτούμενος.

Καὶ τοῦ Προδρόμου.
Στεῖρα καὶ πρεσβῦτις θείᾳ βουλῇ, καρπὸν συλλαμβάνει, τὸν ὑπέρτερον Προφητῶν, τὸν τὴν ἀκαρπίαν, ψυχῶν μέλλοντα τέμνειν, ἀξίνῃ μετανοίας, ὅν μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου