Κυριακή 14 Ιουνίου 2015

Ἀκολουθία Ἁγίου ΜΑΚΑΡΙΟΥ τοῦ Νοταρᾶ, ἀρχιεπ. Κορίνθου.



Ἀκολουθία Ἁγίου ΜΑΚΑΡΙΟΥ τοῦ Νοταρᾶ, ἀρχιεπ. Κορίνθου.
Ψαλλομένη τῇ 17η Ἀπριλίου
Ποίημα Ὁσίου Νικηφόρου τοῦ Χίου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν θεοπρόβλητον ὄντως Κορίνθου Πρόεδρον, τὸν λειτουργὸν Κυρίου, καὶ τῆς Χίου λαμπτῆρα, Μακάριον τὸν θεῖον θείας ᾠδαῖς, ἱερῶς εὐφημήσωμεν, καὶ γὰρ πρεσβεύει Κυρίῳ διὰ παντός, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν ἰσαγγέλως ἐν κόσμῳ πολιτευσάμενον, ἀσκητικοῖς ἀγῶσι, καὶ ἀτρύτοις καμάτοις, καὶ νῦν μετὰ Ἀγγέλων ἐν οὐρανοῖς, τῷ Θεῷ παριστάμενον, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι ταῖς θεουργαῖς, ἐξαστράπτοντα ὑμνήσωμεν.

Ἡ Πελοπόννησος χαῖρε ἐπὶ ἐβλάστησας, τὸ παρθενίας ἄνθος, καθαρότητος κρίνον, τὸ ῥόδον τὸ εὐῶδες τὸν εὐκλεᾶ, Ἱεράρχην Μακάριον, τὸν ταῖς ὀσμαῖς τοὺς ἐν Χίῳ πνευματικαῖς, θείων ἔργων κατευφραίνοντα.

Πάρεσο νῦν ἀοράτως θεῖε Μακάριε, ἡμῖν τοῖς σὲ ὑμνοῦσιν, Ἱεράρχα Κυρίου, μετὰ τῶν νεοάθλων σου τῶν κλεινῶν, οὓς ἐνθέοις σου ἤλειψας, λόγοις καὶ τρόποις ἀθλῆσαι ὑπὲρ Χριστοῦ, καὶ δεινῶν παντοίων ῥύσασθαι.

Δόξα. Ἦχος πλ. δ΄.
Πεπλήρωται ἤδη καὶ ἐπὶ σοί, ἡ ἐν Εὐαγγελίοις τοῦ Κυρίου φωνή, ὥσπερ καὶ ἐπὶ τοῖς πάλαι Ὁσίοις τε καὶ Ἱεράρχαις, Ὅσιε Πάτερ Ἰεράρχα Μακάριε. Ἡλίου γὰρ δίκην ἔλαμψεν ἐν κόσμῳ, τὸ φῶς τῶν σῶν ἀρετῶν, ἀξιάγαστε, καὶ παρὰ πάντων δοξάζεται, ὁ οὐράνιος Πατήρ, σὺν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, ἡ Ἁγία Τριάς, ὁ Θεὸς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τὸ θέλημα τὸ σόν, ὑπετάξας ἐμφρόνως, τῷ νόμῳ τοῦ Κυρίου· διὸ ὅ σε δοξασθέντα, θεόθεν μακαρίζομεν.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Κρήνη ἡ σὴ σορός, καὶ τὰ σεπτὰ ὀστέα, θαυμάτων ἀνεδείχθη, τοῖς πίστει προσιοῦσι, φερώνυμε Μακάριε.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φύλακα ἀκριβῆ, τῶν θείων ἐνταλμάτων, εἰδότες σε τιμῶμεν, Μακάριε θεόφρον, καὶ ἀληθείας πρόμαχον.

Δόξα. Τριαδικόν.
Τὸν θεῖον λειτουργόν, τὸν Σὸν Τριὰς Ἁγία, εὐπρόσδεκτον μεσίτην, προσάγοντες αἰτοῦμεν, παραπτωμάτων ἄφεσιν.

Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε ἁγνή, πρέσβευε τῷ Υἱῷ Σου, μετὰ τοῦ Ἱεράρχου, τοῦ Σοῦ πιστοῦ οἰκέτου, ὑπὲρ ἡμῶν τῶν δούλων Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν Κορίνθου ποιμένα τὸν τῷ ὄντι Μακάριον, τὸν Θεοῦ προνοίᾳ τῆς Χίου, ἀῤῥήτοις λόγοις μέγαν κοσμήτορα, τὸν πράξεσι καὶ λόγοις καὶ εὐχαῖς, ἐκλάμψαντα αἰνέσωμεν πιστοί· θεραπεύειν γὰρ νοσοῦντας καὶ ἀπελαύνειν ἀκάθαρτα πνεύματα, εἴληφεν ὄντως χάριν ἐκ Θεοῦ, τοῦ νῦν γε τοὺς δοξάζοντας Αὐτόν, θείως ἀντιδοξάζοντας ἐξ ὕψους δωρουμένου δι’ αὐτῶν, πᾶσι τὰ πρόσφορα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ἀρχιερέων ὁ σύλλογος, καὶ τῶν Ὁσίων πληθύς, καὶ Μαρτύρων τὸ σύνταγμα, καὶ Δικαίων ἅπαντες, οἱ χοροὶ συναγάλλονται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου σήμερον, Ἀρχιερέα καὶ γὰρ ἡ χάρις σε, προεχειρίσατο, καὶ κανόνα βίου σε τῶν ἀσκητῶν, καὶ Μαρτύρων ἔνθεον, ἀλείπτην ἔδειξε. (Δίς).

Σὲ μακαρίζει Μακάριε, ἐν εὐφροσύνῃ ψυχῆς, τῶν πιστῶν τὰ συστήματα, ὡς ὄντως μακάριον, τῇ τε κλήσει καὶ πράγματι, ὡς Ἱεράρχην ὅσιον, ἄκακον, μονήρους βίου ὡς εἰσηγήτορα, καὶ ὡς θεόφρονα, καὶ σοφὸν διδάσκαλον πρὸς ἀρετήν, τῶν προσερχομένων σοι, καὶ ὡς πεινώντων τροφήν. (Δίς).

Τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, καὶ οὐρανίου τρυφῆς, Ἱεράρχα Μακάριε, πᾶσαν ἠδυπάθειαν, ἀπηρνήσω θεόληπτε, ὑπωπιάζων νηστείᾳ πάνσεπτε, συντονωτάτῃ, τὸ θεῖον σῶμά σου, Παῦλον μιμούμενος, καὶ παννύχοις στάσεσι καὶ προσευχαῖς, καὶ γονάτων κλίσεσι, δουλαγωγῶν αὐτό.

Πηγὴν ἐλέους σὲ ἔγνωμεν, συμπαθεστάτην ψυχήν, θλιβομένων παράκλησιν, ὀρφανῶν τροφέα τε, καὶ χηρῶν ἀντιλήπτορα, ἁμαρτανόντων τὸ παραμύθιον, ἀρνησιχρίστων τὸ καταφύγιον, καὶ πρὸς τὴν ἄθλησιν, τῶν Μαρτύρων Ὅσιε λόγοις σοφοῖς, καὶ ἔργοις Μακάριε, ἀλείπτην ἄριστον.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε τρισμάκαρ ἁγιώτατε Πάτερ, Ἱεράρχα Μακάριε, χαῖρε καὶ εὐφραίνου, Χριστὸν ἀπολαβὼν τὸν σὸν ἔρωτα, καὶ τὴν χάριν τῶν θαυμάτων παρ’ Αὐτοῦ κομισάμενος· τῶν παθῶν γὰρ ἀπαλλάττεις τοὺς πάσχοντας, καὶ πνεύματα ἀπελαύνεις τὰ ἀκάθαρτα· ὧν τῆς πλάνης ῥυσθείημεν οἱ πόθῳ τιμῶντές σε, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις ἱκεσίαις σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′.7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι′.32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Τῷ φόβῳ τοῦ Κυρίου στοιχειούμενος, καὶ ὁλοτρόπως ἐκ παιδὸς Αὐτῷ ἀνακείμενος, ἐκ παντὸς μολυσμοῦ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀνώτερον ἐτήρησας Μακάριε· ὅθεν χρισθεὶς τῷ Πνεύματι, χρίσματι ἁγίῳ, λειτουργὸς τῶν τοῦ Χριστοῦ μυστηρίων ἐγένου, ὅσιος, ἄκακος καὶ ἀμίαντος, καὶ λαμπροτέραν τὴν Ἱεραρχίαν ἀνέδειξας, τοῖς ἀσκητικοῖς σου ἀγωνίσμασι· διὸ πρεσβεύων μὴ παύσῃ, δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἡ τοῦ Πνεύματος χάρις, τῆς Κορίνθου σὲ πρόεδρον, καὶ πιστὸν οἰκονόμον, ἱερῶς προεχειρίσατο, θείων Μυστηρίων λειτουργόν, θεοφόρε Μακάριε· εἴτα, λόγοις ἀποῤῥήτοις Θεοῦ προνοίας, εἰς τὴν Χίον μεταστάς, ἐνθέοις λόγοις καὶ πράξεσι διέπρεψας, καὶ τέλος τὸ τοῦ βίου ἐν αὐτῇ ἐδέξω ὄντως θεοδόξαστον, θαυμάτων παραδόξων πλουσίαν θεόθεν χάριν κομισάμενος.

Ἦχος πλ. δ΄.
Πεπλήρωται ἤδη καὶ ἐπὶ σοὶ ἡ ἐν Εὐαγγελίοις τοῦ Κυρίου φωνή, ὥσπερ καὶ ἐπὶ τοῖς πάλαι Ὁσίοις τε καὶ Ἱεράρχαις, Ὅσιε Πάτερ, Ἱεράρχα Μακάριε· ἡλίου γὰρ δίκην, ἔλαμψεν ἐν κόσμῳ, τὸ φῶς τῶν σῶν ἀρετῶν, ἀξιάγαστε, καὶ παρὰ πάντων δοξάζεται ὁ οὐράνιος Πατήρ, σὺν τῷ Υἱῷ καὶ τῷ Πνεύματι, ἡ Ἁγία Τριὰς ὁ Θεὸς ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Οὐκ ἔδει σε Ἱεράρχα, τὸν διὰ βίου παντός, παντοίαις ἀρετῶν ἰδέαις, τὸν Θεὸν δοξάσαντα, καὶ ἐν οὐρανῷ παρ’ Αὐτοῦ δοξασθέντα, μὴ καὶ ἐπὶ γῆς, διὰ σημείων δοξασθῆναι, ἀοίδιμε· δι’ ὃ θαυμάτων εἴληφας τὴν ἐνέργειαν, θεραπεύων πᾶσαν νόσον, καὶ δαίμονας ἐξ ἀνθρώπων ἀπελαύνων, ἐφ’ ὧν δοξάζεται ἐν σοί, ὃν ἐδόξασας Θεός, ὁ δοξάζων τοὺς Αὐτὸν ἀντιδοξάζοντας.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀσκητικαῖς ἀγωγαῖς, τὸ κατ’ εἰκόνα διασώσας ἀλώβητον, Μακάριε τὸ τοῦ Κτίστου, νῦν ἡγεμόνα τὸν σόν, ἀνδρικῶς θεόφρον ἐνστησάμενος, πρὸς πάθη ὀλέθρια, καὶ τὸ χεῖρον τῷ κρείττονι, καθυποτάξας, καὶ τὴν σάρκα τῷ πνεύματι, δουλωσάμενος, ἀνενδότοις ἀγῶσί σου, καὶ εἰς τὸ καθ’ ὁμοίωσιν, ὡς ἦν Πάτερ Ὅσιε, ἀναδραμών τε καὶ φθάσας, καὶ νῦν τυχὼν τῆς θεώσεως, μὴ παύσῃ πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, Ἀρχιερέων λαμπρόν, καὶ θεῖον εὖχος καὶ σεμνὸν ἐγκαλλώπισμα, εὐπρέπεια μοναζόντων, καὶ Ἐκκλησίας φωστήρ, καὶ τῆς εὐσεβείας στύλε ἄσειστε, προστάτα θερμότατε, βοηθὲ ἑτοιμότατε, τῶν ἐν ἀνάγκαις, καὶ δειναῖς περιστάσεσι, καὶ ἐν θλίψεσιν, ἀληθῶς χριστομίμητε, θεῖε ὄντως Μακάριε, γαυρίασμα ἔνθεον, τῶν ἀκριβῶς ἑπομένων, ταῖς Πατρικαῖς παραδόσεσιν, ἅς περ νῦν θεόθεν, κυρωθείσας καθορῶντες, σκιρτῶσι πνεύματι.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει, πᾶσα πιστῶν ἡ πληθύς, σοῦ δοξασθέντος ἐξαισίοις ἐν θαύμασι, θεσπέσιε Ἱεράρχα, καὶ μετὰ πόθου πολλοῦ, πάντοθεν συντρέχει εἰς προσκύνησιν, τῶν θείων λειψάνων σου, καὶ σοροῦ τῆς πανσέπτου σου, καὶ νοσημάτων, ἐξαιτεῖται τὴν ἴασιν, μετὰ πίστεως, ἀδιστάκτου Μακάριε· κρήνη γὰρ ἀναδέδεικται, θαυμάτων ἀκένωτος, καὶ ἀεννάως προχέει, τῶν ἰαμάτων τὰ ῥεύματα, ἐκ Πνεύματος θείου, καὶ Θεὸς ὁ σὲ δοξάσας, ἀντιδοξάζεται.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἔνθεον Ἱεράρχην καὶ Ὅσιον, τὸν τῆς Κορίνθου πρόεδρον, τὸν ὄντως Μακάριον εὐφημήσωμεν, Πελοποννήσου τὸ θρέμμα, καὶ Χίου τὸν θεῖον κοσμήτορα· χαίροις, αὐτῷ μελῳδοῦντες, ὁ τὴν Ἱεραρχίαν τῇ ἀσκήσει λαμπρύνας, θεσπέσιε· χαίροις, ὁ ἐγκρατείᾳ συντόνῳ τὰ πάθη νεκρώσας, ὁ παννύχοις στάσεσι καὶ προσευχαῖς ἀδιαλείπτοις καὶ δάκρυσι, Χριστὸν εἰσοικισάμενος ἐν τῇ ψυχῇ σου· Ὅν καθικέτευε ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὸν Κορίνθου ποιμένα, τὸν τῷ ὄντι Μακάριον, τὸν Θεοῦ προνοίᾳ τῆς Χίου, ἀῤῥήτοις λόγοις μέγαν κοσμήτορα, τὸν πράξεσι καὶ λόγοις καὶ εὐχαῖς, ἐκλάμψαντα αἰνέσωμεν πιστοί· θεραπεύειν γὰρ νοσοῦντα,ς καὶ ἀπελαύνειν ἀκάθαρτα πνεύματα, εἴληφεν ὄντως χάριν ἐκ Θεοῦ, τοῦ νῦν γε τοὺς δοξάζοντας αὐτόν, θείως ἀντιδοξάζοντας ἐξ ὕψους δωρουμένου δι’ αὐτῶν, πᾶσι τὰ πρόσφορα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ παιδὸς ἀνετέθης τῷ Ποιητῇ, ὁλικῇ διαθέσει ὡς ἀληθῶς· ὅθεν κατελέλοιπας, τὴν τοῦ βίου τερπνότητα· διὸ τὴν σὴν εὑροῦσα, ψυχὴν ὅλως ἄσπιλον, Πνεύματος ἡ χάρις, ἀξίως σὲ ἔχρισε, χρίσματι ἁγίῳ, καὶ ποιμένα δεικνύει, Κορίνθου καὶ πρόεδρον, θεοφόρε Μακάριε, ἣ καὶ νῦν τὰ ὀστέα σου, δείκνυσι πηγὴν θαυμαστήν, ἰαμάτων πᾶσι τοῖς αἰτοῦσί σου, τῶν σῶν θαυμάτων τὴν χάριν, τὴν ὄντως θεόσδοτον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν Αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων διὰ τοῦτο βοῶμεν Αὐτῇ. Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Θησαυρὸν οὐράνιον, καὶ ὄλβον θεῖον, τὰ σεπτὰ ὀστέα σου, ὁ χριστεπώνυμος λαός, τῆς νήσου Χίου ἐπλούτησεν, Ὅσιε Πάτερ, θεόφρον Μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον. Ταχὺ προκατάλαβε.
Τὸν χρόνων ἐπέκεινα καὶ πρὸ αἰώνων Θεόν, ἐν χρόνῳ ἐκύησας ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον Ἄχραντε· ὅθεν Σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς Σοι βοῶμεν· τῆς δόξης τῆς αἰωνίου, πάντας ἀξίωσον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Φλέγει πνεύματα, τῆς πονηρίας, τῶν ὀστέων σου, ἡ θεία χάρις, Ἱεράρχα τοῦ Κυρίου Μακάριε, καὶ τῶν παθῶν ἀπαλλάττει τοὺς πάσχοντας, καὶ ὑπὸ πάντων τὰ σὰ θεῖα θαύματα, Πάτερ Ὅσιε, φωνῇ διατόρῳ ᾄδεται, καὶ μετ’ εὐλαβείας διακηρύττεται.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί Σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον Σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ἰεραρχικόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἡ τοῦ Πνεύματος χάρις, τῆς Κορίνθου σὲ πρόεδρον, καὶ πιστὸν οἰκονόμον, ἱερῶς προεχειρίσατο, θείων Μυστηρίων λειτουργόν, θεοφόρε Μακάριε· εἴτα, λόγοις ἀποῤῥήτοις Θεοῦ προνοίας, εἰς τὴν Χίον μεταστάς, ἐνθέοις λόγοις καὶ πράξεσι διέπρεψας, καὶ τέλος τὸ τοῦ βίου ἐν αὐτῇ ἐδέξω ὄντως θεοδόξαστον, θαυμάτων παραδόξων πλουσίαν θεόθεν χάριν κομισάμενος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου ἢ τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νεῦσον εὐσπλάγχνως ταῖς ἡμῶν δεήσεσιν, Ἱεραρχῶν καλλονή, τῶν οἰκτρῶν σου δούλων, τῶν τὴν σὴν ἀντίληψιν, αἰτούντων μετὰ πίστεως, εὐλαβείας καὶ πόθου, καὶ τῶν δεινῶν ἡμᾶς λύτρωσαι, ταῖς σαῖς ἰκεσίαις Μακάριε.

Κλέος Ὁσίων ἱερὸν Μακάριε, ὡς παῤῥησίαν πολλήν, ἔχων ἱκετεύειν, τὸν Χριστὸν ἀοίδιμε, ὃν ἀρεταῖς ἐδόξασας, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, καὶ τὴν προστασίαν αἰτούντων σου.

Τοὺς παρεστῶτας τῇ σεπτῇ εἰκόνι σου, σὺν τῷ λειψάνῳ τῷ σῷ, καὶ τὴν σὴν αἰτοῦντας, κραταιὰν ἀντίληψιν, περίσωζε Μακάριε, ἐκ παντοίων κινδύνων, ταῖς πρὸς Θεὸν ἰκεσίαις σου, τῶν ἐπερχομένων καὶ θλίψεων.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε τοῦ Θεοῦ λοχεύτρια, Χριστιανῶν ἡ ἐλπίς, τῶν ἀβοηθήτων, κραταιὰ βοήθεια, τῶν ἀσθενῶν ἡ δύναμις, ἡ χαρὰ θλιβομένων, ταῖς σαῖς λιταῖς ἀγαλλίασιν, τὴν τῆς σωτηρίας ἀπόδος μοι.

Ὁ β’ Κανών, ποίημα Ἀθανασίου τοῦ Παρίου. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θαῤῥοῦντες κηρύττομεν, τῶν σῶν θαυμάτων τὰ ἔνδοξα, παμμάκαρ Μακάριε, Ἱεραρχῶν καλλονή, ὃν ἐδόξασας, Χριστὸς γάρ σε δοξάζει, καὶ παύεις νοσήματα, ὄντως ἀνίατα.

Ἐν πρώτοις κοράσιον, πληγῶν ἀγρίων ἀπήλλαξας, καὶ θᾶττον ἀπέκλεισας, οἷον εἰπεὶν αὐθωρόν, χειρουργούμενον, ἐτῶν διὰ τεσσάρων· ὡς μέγα τὸ θαῦμά σου, Πάτερ ἀοίδιμε.

Θεοτοκίον.
Παρθένε πανάμωμε, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἀνθρώπων βοήθεια, Σύ μοι βοήθησον, θαλαττεύοντι, καὶ ζάλῃ ἁμαρτίας, ἀεὶ περιπίπτοντι, καὶ κινδυνεύοντι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δυσμενῶν ἐπηρείας τῶν νοητῶν Ἅγιε, καὶ τῶν αἰσθητῶν τοὺς σοὺς δούλους ἡμᾶς περίσωζε, ταῖς σαῖς δεήσεσι, ταῖς εὐπροσδέκτοις καὶ θείαις, πρὸς Χριστὸν Μακάριε, τὸν πανοικτίρμονα.

Τῶν θαυμάτων τὴν χάριν τὴν σὴν ἡμῖν ἔνδειξον, τοῖς σοῖς θεοφόρε οἰκέταις, τοῖς σοὶ προσφεύγουσιν, ἵνα σε ᾄσμασι, χρεωστικῶς εὐφημῶμεν, καὶ πιστῶν δοξάζομεν, θεομακάριστε.

Ἀσκητὴς θεοφόρος Ἀρχιερεὺς ἔνθεος, καὶ σημειοφόρος ἐγνώσθης, θεῖε Μακάριε, καὶ φοβερὸς ἐλατήρ, τῶν ἀκαθάρτων πνευμάτων, ἰατὴρ νοσούντων τε, φιλανθρωπότατος.

Θεοτοκίον.
Μητρικὴν παῤῥησίαν πρὸς τὸν Υἱὸν ἔχουσα, ἵλεων ἡμῖν Θεοτόκε, εὐχαῖς Σου ποίησον, τοῖς ἁμαρτάνουσιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῆς φρικτῆς ἐτάσεως, ἵνα ὑμνῶμέν Σε.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Τοῦ Τρύφωνος σώζεις τὸ παιδίον, τὸ ξένον ὡς δύσμορφον τεχθέν, θέαμα εἰδεχθέστατον, καὶ ἰατρῶν ἀπόγνωσμα· σὺ δὲ μορφώσας ἔδειξας, εὐφραῖνον κάλλει τοὺς φύσαντας.

Δαιμόνια πόῤῥω ἀπελαύνειν, τοῖς ζῶσιν ὑπέσχετο Χριστός, εἰς δεῖγμα θείας πίστεως· σὺ δέ γε μετὰ θάνατον, τὴν χάριν ταύτην ἔσχηκας, τὴν σὴν δηλοῦσαν θειότητα.

Ἀπόδειξις τούτου λαμπροτάτη· ὡς γὰρ προσεκλήθης παρευθύς, τῷ Ἱερεῖ ἐπένευσας, καὶ τὴν βαρέως πάσχουσαν, θεραπευθεῖσαν ἔδεξας, ἐξ ἀνιάτου νοσήματος.

Θεοτοκίον.
Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν· σπλαγχνίσθητι Πανάμωμε, καὶ χεῖρα βοηθείας μοι, ὡς συμπαθὴς ἐφάπλωσον, ὅπως σωθεὶς μεγαλύνω Σε.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἰλύος ἐμπαθοῦς, σεαυτὸν ἐκκαθάρας, Μακάριε σοφέ, Ἱεράρχα Κυρίου, δοχεῖον ἱερώτατον, ἀρετῶν ἐχρημάτισας, καὶ πανέντιμον, σκεῦος χαρίτων ἐγένου, τῶν τοῦ Πνεύματος· διὸ ἐν ὕμνοις τελοῦμεν, τὴν ἔνδοξον μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ἐν ἱεραῖς, ἀνευφημοῦμεν Μακάριε, ὑμνῳδίαις, τοὺς λαμπροὺς ἀγῶνάς σου, οὓς ἠγωνίσθης κατὰ παθῶν, καὶ τὴν τῶν θαυμάτων πλουσίαν χάριν κηρύττομεν, ἣν εἴληφας θεόθεν, ἐπαξίως καὶ νέμεις, συμπαθῶς τοῖς αἰτοῦσι τὰ πρόσφορα.

Τοὺς ἐν δεινοῖς, ἕλκοντας βίον ἀβίωτον, τῆς δουλείας, ἔπιδε ὡς εὔσπλαγχνος, καὶ ἱκεσίαις σου πρὸς Θεόν, εὐπαῤῥησιάστοις, ῥῦσαι ἡμᾶς τούτων ἅπαντας, Μακάριε θεόφρον, τοὺς ἐν σοὶ πεποιθότας, καὶ προσφεύγοντας πίστει τῇ σκέπῃ σου.

Στέφος λαμπρόν, τῶν σῶν ἀγώνων ἐπάξιον, ἐκομίσω, ὡς ἀγωνισάμενος, καὶ νίκης τρόπαια θαυμαστά, κατ’ ἐχθρῶν ἐγείρας, καὶ τῶν παθῶν τῶν τοῦ σώματος· Μακάριε θεόφρον, Ἱεράρχα Κυρίου, καὶ θαυμάτων τὴν χάριν ἀπείληφας.

Θεοτοκίον.
Πᾶσαν ἡμῶν, Δέσποινα ἀνατιθέμεθα, τὴν ἐλπίδα, ἐπὶ Σοὶ οἱ δοῦλοί Σοι· Σὺ γὰρ ὑπάρχεις ὡς ἀληθῶς, τῶν ἀπηλπισμένων, ἐλπὶς βεβαία πανάγαθε· διὸ πάσης ἀνάγκης, συμφορᾶς τε καὶ βλάβης, καὶ κολάσεως ῥῦσαι πρεσβείαις Σου.

Ἕτερος. Τὴν ἀνεξιχνίαστον.
Τὴν θείου λειψάνου σου χάριν ὑμνεῖ, ὁ τακεὶς ἐκ νόσου Νικόλαος, ὅς τις αὐτίκα, ἐγερθεὶς εἰς τὸν ναόν, ἀναδραμὼν ἐκραύγαζε· δόξα τῇ δυνάμει Σου Κύριε.

Οἱ πάντες ἐξέστησαν τὸν πρὶν οἰκτρόν, καὶ ἀπεγνωσμένον θεώμενοι, ἐγερθέντα αὐθωρεί, καὶ ἀδεῶς κηρύττοντα, μέγας ὁ Κορίνθου Μακάριος

Διπλῆν δὲ τὴν ἴασιν Πάτερ ποιεῖς, βιοὺς γὰρ ἀτάκτως τὸ πρότερον, νῦν εὐτάκτως διαζῶν, εὐχαριστῶν κραυγάζει σοι· χάρις σοι παμμάκαρ τῷ ῥύστῃ μου.

Θεοτοκίον.
Ἡ πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνά μοι, λῦσον τὸν ζόφον, τῶν ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἀπέλασον, Κόρη λογισμοὺς τῆς καρδίας μου.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἔχοντες σὲ προστάτην, Ἱεράρχα Κυρίου θεῖε Μακάριε, πάντες εὐχαρίστοις, ἀνυμνοῦμέν σε ὕμνοις οἱ δοῦλοί σου, πρὸ τῶν σῶν λειψάνων, δέει ἱστάμενοι καὶ πόθῳ, ὡς φρουρὸν ἡμῶν ὄντα καὶ φύλακα.

Τῶν σωμάτων τὰ ἄλγη, ἴασαι Μακάριε ἡμῶν τῶν δούλων σου, ταῖς σαῖς πρὸς τὸν Κτίστην, ἱεραῖς ἱκεσίαις καὶ κόπασον, τῶν παθῶν τὸν σάλον, τῶν ψυχικῶν καὶ ἐν γαλήνῃ, ἀκυμάντῳ βιοῦν ἡμᾶς ποίησον.

Στεφηφόρος ἐν δόξῃ, νῦν τῷ τῆς θεότητος θρόνῳ παρίστασαι, σῶν καλῶν ἀγώνων, ἀπολαύων Μακάριε ἔπαθλα· αἴτησαι οὖν θεῖε, ὡς παῤῥησίαν κεκτημένος, καὶ ἡμῖν τῶν πταισμάτων τὴν ἄφεσιν.

Θεοτοκίον.
Ἀποῤῥήτως Παρθένε, τὸν ἀχώρητον ἔσχες Θεὸν ἐν μήτρᾳ Σου, καὶ ἀδιαφθόρως, ἀπεκύησας τοῦτον πανάμωμε, μέγα Σου τὸ κλέος, καὶ θαυμαστὰ τὰ μεγαλεῖα, ἃ Θεὸς ὡς Μητρί Σοι πεποίηκε.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Γυνή τις ὡς ἔτυχεν, ἐν τῇ ὁδῳ βαδίζουσα, λίθῳ ἐν τῇ μηνίγγι πληγεῖσα, πέπτωκεν οὗτος ὡς νομισθῆναι νεκρά, καὶ γέγονεν ἅπασι γνωστή, μάκαρ ἡ θειότης σου, εἰς τὸ ζῇν μεταστήσαντος.

Ἐπέστης γὰρ πρόθυμος, κατ’ ὄναρ δεηθέντων σου, καὶ τὰ ἐπιθέματα ἔκριψας, χειρὶ ἁγίᾳ τὴν ὀλεθρίαν πληγήν, ἐσφράγισας, ἔγειρε εἰπών, βοὰ ὡς ἰάσατο, ὁ Κορίνθου Μακάριος.

Θεοτοκίον.
Ἰσχύς τε καὶ στήριγμα, τῆς ἀσθενοῦς καρδίας μου, Σὺ εἶ ἀπειρόγαμε Παρθένε, ἄῤῥηκτον τεῖχος, ἀπὸ προσώπου ἐχθρῶν, σώζουσα δεινῶν τὰς προσβολάς, τρέπουσα τὰς φάλαγγας, τοῦ δεινοῦ πολεμήτορος.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Συντήρησον ἀσινεῖς, ταῖς σαῖς πρεσβείαις Μακάριε, ἐξ ἐπηρείας ἐχθρῶν, τοὺς σοὶ καταφεύγοντας, ἐκ πόθου καὶ πίστεως, καὶ εἰρήνην δίδου, καὶ πταισμάτων τὴν συγχώρησιν.

Εἰσάκουσον στεναγμοῦ, τῆς κατωδύνου καρδίας μου, καὶ συμπαθῶς ἐπ’ ἐμέ, ἐπίβλεψον δέομαι, βοῶ σοι Μακάριε, λειτουργὲ Κυρίου, καὶ δεινῶν παντοίων ῥῦσαί με.

Θαυμάστωσον ἐπ’ ἐμέ, τὰ σὰ ἐλέη φιλάνθρωπε, τὸν σὸν οἰκέτην Χριστέ, μεσίτην προσάγοντα, τῇ σῇ ἀγαθότητι, τὸν ἐν Ἱεράρχαις, θαυμαστὸν θεῖον Μακάριον.

Θεοτοκίον.
Ταῖς ἱκεσίαις ταῖς Σαῖς, ἁγνὴ Παρθένε ἀπέργασαι, τὸν Σὸν Υἰὸν καὶ Θεόν, εὐμενῆ καὶ ἵλεων, ἡμῖν τοῖς οἰκέταις Σου, ὅνπερ ὁσημέραι, πλημμελοῦντες παροργίζομεν.

Ἕτερος. Τὴν θείαν ταύτην.
Ἀθρόα Πάτερ συμπτίπτουσι, τὰ θαύματα τὰ σὰ τὰ ἐξαίσια, ἅπερ ἑκάστοτε, διενεργεῖς τοῖς προστρέχουσι· διὸ Χριστὸν ὑμνοῦμεν, τὸν σὲ δοξάσαντα.

Λεγέτω τοίνυν ὡς ἔτυχεν, ἰάσεως ποδὸς ἄλλο γύναιον· καὶ γὰρ τὸ ἕλκωμα, τοῦτον εἰς βάος κατήσθιε, σὺ δὲ κληθεὶς χειρί σου, ἀπεχειρούργησας.

Δεικνύτω ἄλλος παιδάριον, τὸ πρότερον κυρτὸν καὶ ἀκίνητον, ὡς εἰς τὸ ἅγιον, μνῆμα σὺν πίστει ἀνήγαγεν· ἰδοὺ ὀρθὸν βαδίζει πρὸς τὰ μαθήματα.

Θεοτοκίον.
Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βαστάσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Εὐφημεῖ γεραίρουσα, πόλις ἡ Χίος ἐνθέως, τὸν Κορίνθου πρόεδρον, μεγαλοφώνως βοῶσα· εἵλκυσαν, οἱ Ἱεράρχαι τὸν Ἱεράρχην, Μάρτυρες, τὸν πρὸς τοὺς ἄθλους αὐτῶν ἀλείπτην, ἀσκηταὶ δὲ τὸν οἰκεῖον, εὐχαῖς ταῖς τούτου, σῶσον ἡμᾶς ὁ Θεός.

Ὁ Οἶκος.
Ἀεὶ μὲν ὀφείλομεν ἡμεῖς οἱ ταπεινοὶ καὶ ἀνάξιοι, εὐχαριστεῖν καὶ δοξάζειν τὴν ἀπειράγαθον τοῦ Θεοῦ πρόνοιαν, διὰ τὰς πρὸς ἡμᾶς ἀπείρους αὐτοῦ εὐεργεσίας καὶ χάριτας, μάλιστα δὲ νῦν· διότι ἐν ταῖς πονηραῖς ταύταις ἡμέραις, ἐναντίον τῆς ἐσχάτης καὶ παντόλμου ἀφροσύνης τῶν ἀνθρώπων, τῶν κατὰ τῆς θείας μεγαλειότητος γυμνὴ τῇ Κεφαλῇ ἀντιφερομένων, κήρυκα λαμπρότατον καὶ μεγαλοφωνότατον θαύμασιν ἐξαισίοις, ἀνέδειξε τὸν ὄντως μέγαν τοῦτον Ἱεράρχην, τὸν καὶ κλήσει, καὶ δόξῃ θείᾳ ὄντως Μακάριον· βοῶντα πᾶσι καὶ λέγοντα, ὅτι, ὦ ἄνθρωποι, κρίσις φοβερὰ τῶν βεβιωμένων ἐσχάτη καὶ ἀνταπόδοσις, μέλλει ἔρχεσθαι πάντως, καὶ ἕτοιμοι πρὸς ἀπολογίαν γίνεσθε· διὸ καὶ ἡμεῖς, τῷ σωτηρίῳ τούτου κηρύγματι πειθόμενοι, παρασκευαζώμεθα ἀμεταμελήτως, βοῶντες καὶ λέγοντες, εὐχαῖς ταῖς τούτου, σῶσον ἡμᾶς ὁ Θεός.

Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μακαρίου Ἀρχιεπισκόπου Κορίνθου τοῦ Νοταρᾶ
Κορίνθου γόνος ἠδ’ ἅμ’ Ἱεράρχης φάντατος, εὔχος,
χάρμα τε καὶ μεγ’ ὄνειαρ ἀπάντεσι πιστοῖς.
τίς τ’ ἆρα οὗτος, ὁ δὶς κλήσει τε καὶ σήμασι θείοις;
Μακάριος Νοτάρων ἀγλαῶν ἀγλαότερος ὄρπυξ.
Ἀπριλοῖο μεσοῦντος πρὸς Θεόν, ὃν πνέε, λῆξεν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Ῥῦσαι ἐνθέοις σου πρεσβείαις, τῆς κολάσεως ἡμᾶς τοὺς σοὺς οἰκέτας, εὐφημοῦντας τοὺς σούς, ἀγῶνας Ἱεράρχα, καὶ τῷ Χριστῷ κραυγάζοντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

Παῦσον ταῖς θείαις σου πρεσβείαις, τὰ φρυάγματα τῶν ἀσεβῶς φρονούντων, Ἱεράρχα Χριστοῦ, καὶ τὴν ὀφρὺν τὴν τούτων, κατάβαλλε Μακάριε, εὐσεβῶν ὑψῶν τὸ κέρας.

Στῆσον δεινῶν τὰς καταιγίδας, ἱκεσίαις σου τὰς νῦν ἐπερχομένας, Ἱεράρχα Χριστοῦ, Μακάριε καὶ δίδου, ἡμῖν τοῦ βίου πέλαγος, διαπλέειν ἐν γαλήνῃ.

Θεοτοκίον.
Ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, τοῖς οἰκέταις Σου παράσχου Θεοτόκε, πρὸς Χριστὸν τὸν Θεόν, πρεσβείαν ποιουμένη, τὸν Σὸν Υἱὸν καὶ Κύριον, τὸν ἰώμενον τὰ πάθη.

Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Οὐκ αἰσχύνονται ἡμᾶς οἱ διαβάλλοντες ὡς προκηρύττοντας τὰ τοῦ Ἁγίου Πατρός, πασίγνωστα θαύματα, καὶ μεγαλύνοντας· ἀλλὰ γνώτωσαν, ὅτι δοξάζει Κύριος, τοὺς βιώσαντας ὁσίως.

Τίς ἀπέδωκε τῇ φύσεο τὸν παράλυτον ἀπὸ γεννήσεως πόδα τεχθέντος παιδός, ἠρτημένον ἕλκοντος, ὥς περ τι ἄψυχον; Τίς οὖν δίποδα τὸν πρὶν μονόπουν ἔδειξε, καὶ δυσὶ περιπατοῦντα.

Τί ἂν εἴποιεν πρὸς ταῦτα οἱ ταλαίπωροι; Οὐδὲν τὸ σύνολον, πλὴν ἃ ψυχῆς μοχθηρᾶς, βασκάνου τε ἴδια· οὐδὲ γὰρ φύσεως, τὰ τελούμενα, οὐδ’ Ἱπποκράτους ἕξεως, ἀλλ’ Ἁγίου παῤῥησίας.

Θεοτοκίον.
Ἡ Βασίλισσα Παρθένος ἡ κυήσασα τὸν Βασιλέα Χριστόν, οἴκτειρον σῶσόν με νῦν, κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίους τρίβους με, τῶν πιστῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἱεραῖς σου Μακάριε πρεσβείαις, πρὸς τὸν Κτίστην βελτίωσιν ἐξαίτει, ἡμῖν τοῖς σὲ ὑμνοῦσι βίου κρείττονος, καὶ πταισμάτων λύσιν, ἵνα σε τρισμάκαρ, ὑμνῶμεν κατὰ χρέος.

Ἱεράρχα φύλαξ τε καὶ προστάτης, ἐν ἀνάγκαις ἔσο μοι τῷ σῷ δούλῳ, καὶ ἐπειδὰν τὸ πνεῦμά μου χωρίζηται, ἐκ τοῦ σκήνους τούτου, ἐν πολλῷ ἀγῶνι, κουφίζων τὰς ὀδύνας.

Ἱεραρχὴς καὶ λειτουργὸς Κυρίου, ἐν Κορίνθῳ ἐγένου πρὶν θεόφρον, τῆς Χίου δὲ κοσμήτωρ καὶ διδάσκαλος, εἶτα ἀνεφάνης, ἔργοις σου ἐνθέοις, καὶ λόγοις θεοπνεύστοις.

Θεοτοκίον.
Παναγία Τριὰς ἡ ἐν Μονάδι, τοὺς Σοὺς δούλους ἡμᾶς τοὺς ἐπταικότας, ταῖς εὐπροσδέκτοις ἱκεσίαις οἴκτειρον, τῆς ἁγνῆς Παρθένου, καὶ πλημμελημάτων, συγχώρησιν παράσχου.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Πάντας συγκαλῶ τοὺς ἔσω λόγου, τὴν ἴασιν ἐξεπεῖν μοι τὴν τοῦ σύριγγος· τίς ποτε τεθέαται; ἢ τίς ποτε ἤκουσεν, εἰκοσαετὴ σύριγγα, χειρούργου ἄνευθεν, ἐν τμήματι δὲ ῥάκους πεπαῦσθαι, ὕλης ἐκχυθείσης, σαπρᾶς τε καὶ δυσώδους.

Θαῦμα ἀληθῶς τοῦτο οὐ πλάσμα, ὁ οἶκος τῆς ἰαθείσης ἐκεῖ ἔστηκεν, ὅπου ἡ Μητρόπολις· διὸ πεισθῆναι πάρεστι τοὺς ἀντερίζοντας, καὶ δίκαιον τὰ πάντα μαθόντας, ἀντὶ ληρῳδίας, προσάγειν ὑμνῳδίας.

Χαίρετε πιστοὶ λαοὶ τῆς Χίου, προστάτην πεπλουτηκότες ἑτοιμότατον· πρὶν γὰρ διὰ σώματος, νῦν δὲ διὰ Πνεύματος, εὐεργετεῖ ἑκάστοτε, θείοις ἰάμασι, Μακάριος ὁ πρώην Κορίνθου, πάντας τοὺς αἰτοῦντας, ἐν πίστει τὰ πρὸς χρείαν.

Θεοτοκίον.
Ὀπίσω Σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, Κόρη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός Σου λάμψαντος, μονογενοῦς Υἱοῦ, καὶ Σοὶ συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νοσοῦσι τὴν τῶν νόσων ἀπαλλαγήν, θλιβομένοις τὴν θείαν παράκλησιν, δίδου ταῖς σαῖς, ἱεραῖς πρεσβείαις πρὸς τὸν Θεόν, τὸν Ποιητὴν τοῦ σύμπαντος, καὶ τοῖς ἐν ἀνάγκαις καὶ συμφοραῖς, τὴν λύτρωσιν παράσχου, καὶ τὴν τῶν ἐπταισμένων, πᾶσι τὴν ἄφεσιν Μακάριε.

Πρεσβείᾳ σου ἀγρύπνῳ πρὸς τὸν Θεόν, Ἱεράρχα Κυρίου Μακάριε, σκέπε ἡμᾶς, τοὺς ἀνευφημοῦντάς σε εὐσεβῶς, καὶ πόθῳ δεομένους σου, καὶ ἐξαιτουμένους σου ἐκ ψυχῆς, τὴν θείαν προστασίαν, ἐν τοῖς δεινοῖς τοῦ βίου, ἵνα σε ὕμνοις μεγαλύνομεν.

Τὴν δέησιν τῶν δούλων σου εὐμενῶς, θεοφόρε Μακάριε πρόσδεξαι, νέμων ἡμῖν, πάντα τὰ αἰτήματα συμπαθῶς, ἃ παρὰ σοῦ αἰτούμεθα, τὰ πρὸς σωτηρίαν τὴν ἑαυτῶν, τοῖς θεῖόν σε μεσίτην, Θεῷ προσαγαγοῦσι, τῷ φιλανθρώπῳ καὶ οἰκτίρμονι.

Θεοτοκίον.
Φιλάγαθε Παρθένε Χριστιανῶν, ἡ ἐλπὶς ἡ βεβαία περίσωζε, ἐκ πειρασμῶν, τοῦ παρόντος βίου πάντας ἡμᾶς, καὶ τῶν ἐκεῖ κολάσεων, τῶν ἀποκειμένων δίκῃ Θεοῦ, ἡμῖν τοῖς πλημμελοῦσι, διὰ τῆς μετανοίας, ῥυσθῆναι πρέσβευε δεόμεθα.

Ἕτερος. Ἅπας γηγενής.
Φόρτος ὥσπερ τις, προσήχθη τῷ μνήματι, τῷ τοῦ παμμάκαρος, θέαμα φρικτότατον, ἡ ἰατρόπαις τέως ὑπάρχουσα, ἀλλ’ ὑγιὴς ἐπέστρεψε, πάντας ἐκπλήττουσα, τοὺς εἰδότας· τρέχουσα γὰρ δείκνυσι, τὴν ὑγείαν ἡ πρώην παράλυτος.

Ἄβυσσον ὁρῶν, θαυμάτων ἐφέλκουσαν, ἑτέραν ἄβυσσον· πάντα οὖν ἀδύνατον, ἐξαριθμῆσαι, καὶ ἀναμνήσασθαι, ἀλλ’ ἡ πληθύς, τὰ σύμβολα πίστει προσάγουσα, καταπλήττει πάντα νοῦν δεικνύουσα, τῇ πληθύϊ, μικροῦ ὑπεράριθμα.

Μέγαν ἀληθῶς, ἡ χάρις σε δείκνυσι, Πάτερ Μακάριε, ὄργανον γὰρ ἄξιον, τοῦ παρακλήτου γέγονας Πνεύματος, ὡς ἡ πληθύς, παρίστησι τῶν θαυμασίων σου, εἰ δὲ πάντες ἥκιστα τυγχάνουσι, τίς συνήσει Κυρίου τὰ κρίματα;

Θεοτοκίον.
Σῶσόν με ἁγνή, Σωτῆρα κυήσασα, τὸν πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν Σου, πρὸς μετανοίας ὁδοὺς κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, δυσωποῦντα, ἔχουσα Μακάριον, Σὲ σεμνὴ τὸν πιστόν Σου θεράποντα.

Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ.
Πόθος Χριστοῦ Μακάριε, ἐκ παιδὸς τὴν ψυχήν σου, κατέσχεν ἀξιάγαστε· ὅθεν πάντα ἐμφρόνως, τὰ ἐν γῇ κατέλιπες, ὡς θεόφρων Ὅσιε· διὸ χρίσματι θείῳ, ἱερατείας τῆς σεπτῆς, ἔχρισέ σε ὁ Θεός, ὁ προειδὼς τοὺς οἰκείους.
Καὶ τὸ τῆς Ἑορτῆς ἢ Θεοτοκίον.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ ἐπαξίως τὴν χάριν τῶν θαυμάτων, ἐκ Θεοῦ δεξάμενος, θεῖος Μακάριος, δι’ ἀρετῆς τελειότητα, καὶ πολιτείας, πρόκειται ἤδη ἡμῖν εἰς ἔπαινον, ὅνπερ εὐφημήσωμεν, θείοις ἐν ᾄσμασιν, ὡς λειτουργὸν ἱερώτατον, τῶν μυστηρίων, ὡς οἰκονόμον πιστὸν καὶ φρόνιμον, ὃν ὁ Δεσπότης κατεστήσατο, τῆς αὐτοῦ Ἐκκλησίας ὡς εὔσπλαγχνος, ὁ ποθῶν τὴν ἁπάντων σωτηρίαν ὡς φιλάνθρωπος.

Ἱεραρχίας χρισθεὶς χρίσματι θείῳ, ἱερῶς ἐποίμανας Πάτερ Μακάριε, τὸ τοῦ Χριστοῦ θεῖον ποίμνιον, τὸ πιστευιέν σοι, εἶτα ἐν πόνοις θείας ἀσκήσεως, ὅλως παναοίδιμε, πρὸς θεῖον ἔρωτα, ἀνεπτερώθης καὶ γέγονας, ἔνθεος ὅλως, καὶ ζῶν ἐν κόσμῳ ὡς ἐπουράνιος, ἔσχες τὸ φρόνημα μετέωρον, δι’ εὐχῆς νοερᾶς πρὸς τὸν Κύριον, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὡς παῤῥησίαν παμμάκαρ κεκτημένος, πρὸς τὸν πανοικτίρμονα Θεὸν Μακάριε, δεινῶν ἡμᾶς ἐλευθέρωσον, τοὺς σὲ τιμῶντας, ψυχῆς καὶ σώματος ἱκεσίαις σου, βίου τε βελτίωσιν, προκοπὴν πίστεως, εἰρήνην πᾶσιν ὁμόνοιαν, καὶ σωτηρίαν ἡμῖν ἐξαίτησον, μεσιτείᾳ σου· καὶ γάρ σε πρέσβυν ἀξιόχρεων, καὶ μεσίτην πρὸς Κύριον ἔχομεν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὥσπερ τὸ πάλαι Λουκᾶς τε καὶ Κλεώπας, Χριστῷ συνοδεύοντες καὶ συλλαλοῦντες αὐτῷ, καὶ μὴ γινώσκοντες ἔφασκον, μετὰ τὸ γνῶναι, οὖν ἡ καρδία ἡμῶν ἐκκέκαυται, ὅτι τὸν ποθούμενον συνόντα εἴχομεν; Καὶ νῦν ἡμεῖς προσκυνοῦντές σου, μορφῆς τὸν τύπον, καὶ τὰ ὀστέα ἐκ πόθου φλέγεται, Ὅσιε Πάτερ ἡ καρδία ἡμῶν, τῶν συνόντων σοι ζώντι Μακάριε, καὶ μὴ γνόντων τὸ ὕψος τῆς σῆς θεία τελειότητος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ἱεροῖς ᾄσμασι πιστοί, ἱερῶς εὐφημήσωμεν, τὸν θεῖον Ἱεράρχην τοῦ Χριστοῦ Μακάριον, τελοῦντες αὐτοῦ τὴν πάνσεπτον μνήμην, προσκυνοῦντες τῆς μορφῆς τὴν ἐμφέρειαν, καὶ μετὰ πίστεως καὶ εὐλαβείας ἀσπαζόμενοι, τὰ πάντιμα καὶ χαριτόβρυτα λέιψανα· πρεσβεύει γὰρ διηνεκῶς τῷ Κυρίῳ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τῶν Ἀρχιερέων τὴν καλλονήν, καὶ τῶν μοναζόντων τὴν εὐπρέπειαν καὶ πιστῶν, πάντων τὸν προστάτην, Μακάριον τὸν θεῖον, ἐν ᾄσμασι καὶ ὕμνοις, ἀνευφημήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου