Ἀκολουθία Ὁσίου ΔΑΒΙΔ τοῦ ἐν Εὐβοίᾳ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρά
Προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Ἐν οὐρανίοις θαλάμοις νῦν αὐλιζόμενος, νοὶ καθαρωτάτῳ, τῆς Ἁγίας Τριάδος,
μάκαρ τὰς ἀκτῖνας περιχαρῶς, ἐποπτεύεις λαμπρότατα, διὸ τιμῶμέν σου πόθῳ τὴν
ἱεράν, καὶ χαρμόσυνον πανήγυριν. (Δίς).
Δι’ ἐγκρατείας τὸ σῶμα Πάτερ ἐνέκρωσας, καὶ προσευχῇ συντόνῳ, τὴν ψυχήν σου
λαμπρύνας, ὡς Ἄγγελος ἐφάνης ἐπὶ τῆς γῆς, διὰ τοῦτό σοι δέδοται, τῶν ἰαμάτων ἡ
χάρις παρὰ Χριστοῦ, καὶ θαυμάτων τὰ παράδοξα.
Ἐπὶ τὸ ὄρος ἀνῆλθες προθύμως πάνσοφε, καὶ τὰς εὐχὰς ἐνθέρμως, τῷ Θεῷ
ἀναπέμπων, Ἠλίαν ἐμιμήσω τὸν ζηλωτήν, ὅθεν ᾔσχυνας ἄριστα, τῶν ἀσεβούντων τὰ
θράση καὶ ὁδηγός, μοναζόντων ἐχρημάτισας.
Δόξα. Ἦχος α΄.
Ἀποβαλλῶν ὡς ἀληθῶς, τῆς γεηρᾶς τρυφῆς τὴν ἀπόλαυσιν, καὶ τῆς σαρκὸς τὰς
ἡδονάς, τῷ Χριστῷ προθύμως ἠκολούθησας, καὶ τὴν σάρκα νεκρώσας δι’ ἐγκρατείας,
τὸν νοῦν σου πρὸς Αὐτὸν ἀνύψωσας μακάριε· διὸ πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τῶν Οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ
προστασία, Ἄχραντε Παρθένε σῶσον ἡμᾶς, τοὺς εἰς Σὲ καταφεύγοντας, ὅτι ἐν Σοὶ
τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀναθέμεθα.
Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔλαμψας ἀληθῶς, ὡς ἥλιος ἐν κόσμῳ, ταῖς ἀρεταῖς καὶ πάντας, φωτίζεις τοὺς
τιμῶντας, τὴν ἱεράν σου κοίμησιν.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὦ μάκαρ σαῖς εὐχαῖς, ἡμᾶς ἐκ πάσης βλάβης, τὸν Χριστὸν ἐκδυσώπει, ῥυσθῆναι
τῶν δαιμόνων, τῶν ἐνοχλούντων πάντοτε.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Δεῦτε πάντες ἡμεῖς, τὴν τοῦ κοινοῦ ποιμένος, Δαβὶδ ἁγίαν μνήμην, σήμερον
μετὰ πόθου, συμφώνως ἑορτάσωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὦ Μῆτερ τοῦ Θεοῦ, Χριστιανῶν ἡ δόξα, τῶν Ἀσκητῶν τὸ κλέος, σῶσον ταῖς Σαῖς
πρεσβείαις, ἡμᾶς τοὺς Σὲ δοξάζοντας.
Ἀπολυτίκιον.
Ἐν σοὶ Πάτερ ἀληθῶς...
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρά
Προσόμοια. Ἦχος πλ. δ´. Τὶ ὑμᾶς καλέσωμεν.
Τί σε ὀνομάσωμεν ἔνδοξε; Ὁδηγὸν τῶν μοναζόντων ἤ διδάσκαλον σοφόν;
Εὐφροσύνην λυπουμένων ἤ ψυχῶν διορθωτήν; Φωστῆρα, τῆς Εὐβοίας φαεινότατον; ἤ
πύργον, εὐσεβείας ἀκαθαίρετον; Πολλά σου τὰ κατορθώματα, καὶ μείζονα τὰ
χαρίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).
Τίς σου τοὺς ἀγῶνας δυνήσεται, τῶν ἀνθρώπων ἀριθμῆσαι καὶ τὰ πάθη τὰ δεινά;
Τὰς ἐνέδρας δαιμονώντων καὶ τὰς τούτων μηχανάς; Τὰς ὕβρεις, τῶν ἀπίστων καὶ τὰς
μάστιγας, ἃς ἔφερες γενναίως Πάτερ Ὅσιε; Δίο σε νῦν μακαρίζομεν, καὶ μετὰ πόθου
σοὶ κράζομεν· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).
Πάθη χαλεπὰ καὶ νοσήματα, ἡ σορὸς τῶν σῶν λειψάνων θεραπεύει τῶν πιστῶν,
καὶ δαιμόνων ἐξ ἀνθρώπων ἀπελαύνει τὴν ἀχλύν, δεικνύουσα, τὴν δόξαν καὶ τὴν
λαμπρότητα, τὴν χάριν, τῶν θαυμάτων καὶ ἰάσεων, ἐν οὐρανοῖς ἣν ἀπείληφας, παρὰ
Χριστοῦ ἱερώτατε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
(Δίς).
Δόξα. Ἦχος πλ. δ΄.
Ἀγάλλεται ἡ Εὔβοια σήμερον, ἐν τῇ μνήμῃ Δαβὶδ τοῦ ἐν θαύμασι περιβοήτου· ἐν
αὐτῇ γὰρ ἀληθῶς ἐν τοῖς ἐσχάτοις καιροῖς, ὡς ἀστὴρ φαεινὸς ἐξανέτειλε
καταπλούτιζων ἅπασαν ἰαματικοῖς χαρίσμασι, καὶ ἐκ πολλῶν κινδύνων αὐτὴν
ῥυόμενος· ὅθεν μετ’ ἐγκωμίων καὶ ὕμνων ἑορτάζουσα, βοᾷ χαρμοσύνως· μὴ διαλείπῃς
ἀεὶ μακάριε, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς
ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ Ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ
ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστὶν Υἱός, διπλοῦν τὴν φύσιν, ἀλλ’ οὐ
τὴν ὐπόστασιν· διὸ τέλειον Αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς
κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν
πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ.' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁμισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν
παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα,
κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖδὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺςπαράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξουτῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.
Τὸν ἐπὶ γῆς ἰσάγγελον βίον σου, αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμασαν, πῶς μετὰ
σαρκός, πρὸς ἀοράτους ἐχθροὺς ἀντέστης, καὶ τὰς πολυπλόκους αὐτῶν βουλάς,
τελείως κατήσχυνας· διό σου δεόμεθα πανσεβάσμιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Τὸ σταθερὸν τῆς καρδίας σου, κατέπληξεν ἀσεβῶν τὸ φρύαγμα· τυπτόμενος γὰρ
ὑπ’ αὐτῶν καὶ στρεβλούμενος ὑπέφερες γενναίως ἵνα σώσῃς ἐκ κινδύνων τοὺς
αἰχμαλώτους· διὸ παρὰ Χριστοῦ, ὁ τῆς δικαιοσύνης ἐδόθη σοι στέφανος, τοῦ
Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Καταλιπὼν τά ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς
ἐπόθησας μακάριε, καὶ τῷ Χριστῷ ναόν ἀνήγειρας, τὰς εὐχάς σου πρὸς Αὐτὸν
ἐκτενῶς ἀναπέμπων· ὅθεν, πολλοὶ τῆς ἀρετῆς σου ζηλώσαντες, φοιτηταὶ γεγόνασιν,
οὓς εὐαγγελικῶς νουθετήσας, τέκνα Χριστοῦ τοῦ Θεοῦ εἰσπεποίηκας, τοῦ Σωτῆρος
τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Τὸν ἐν κινδύνοις βοηθόν, καὶ ἐν νόσοις ἰατρὸν ταχύτατον, Δαβὶδ τὸν μακάριον
εὐφημήσωμεν σήμερον· πᾶσι γὰρ ἀφθόνως τοῖς πιστοῖς τὰς αἰτήσεις παρέχει, διὸ
πρὸς αὐτὸν θερμῶς ἐκβοήσωμεν λέγοντες· φύλαττε μακάριε τὴν ποίμνην σου ἄτρωτον
ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, ἀπὸ βρέφους ποθήσας τῆς ἀκηράτου ζωῆς τὴν δόξαν, τὰ τοῦ κόσμου
τερπνὰ κατεφρόνησας, διὸ καὶ ἔλεγες· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ
δὲ ἐν ἐμοὶ Χριστός· διὰ τοῦτο παρ’ Αὐτοῦ τὴν χάριν τῶν ἰαμάτων ἀπειληφώς, καὶ
τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, ΘεοτόκεΠαρθένε, και δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν
τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας
σημείωσιν.
Σθένει δυναμούμενος, τοῦ θείου Πνεύματος πάνσοφε, τὰς ἐπάρσεις κατέβαλες,
καὶ τὰ μηχανήματα, τοῦ δεινοῦ Βελίαρ, διὰ μετανοίας, καὶ ἐγκρατείας συνεχοῦς,
ὅθεν χορεύεις νῦν ἀγαλλόμενος, μετὰ πασῶν ὡς ἄσαρκος, τῶν οὐρανίων δυνάμεων, ὡς
ἀμέσως δεχόμενος, θείαν ἔλλαμψιν πάντοτε.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Ἅπαντα προέκρινας, τῶν ἐπικήρων τὰ ἄφθαρτα, ἀπὸ βρέφους μακάριε, διὸ
ἀπεμάκρυνας, τῆς ἐνεγκαμένης, καὶ τῶν γεννητόρων, καὶ ὑπετάγης τῷ Χριστῷ, τὸν
σὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, μεθ’ οὗ καὶ ἠκολούθησας, τούτῳ προθύμως καὶ
γέγονας, ἐπουράνιος ἄνθρωπος, καὶ ἐπίγειος Ἄγγελος.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὠσεὶ
κέρδος ἐν Λιβάνῳ πληθυνθήσεται.
Σῶμά σου τὸ γήϊνον, τῇ ἐγκρατείᾳ ἐνέκρωσας, καὶ τὸν νοῦν ἀνεπτέρωσας, πρὸς
ὕψος οὐράνιον, διὰ ἀπαθείας, καὶ τῇ θεωρίᾳ, ὤφθης δὲ ὄντως καθαρόν, τοῦ θείου
Πνεύματος καταγώγιον· διό σε ἡ οὐράνια, περιχαρῶς ὑπεδέξατο, βασιλεία μακάριε,
τῶν Ἀγγέλων ὁμόσκηνε.
Δόξα. Ἦχος β΄.
Ἠσχύνθη ὁ πολέμιος ἐχθρός, τὸ λαμπρὸν τῆς ψυχῆς σου μὴ φέρων καθορᾶν
μακάριε, ἀλλ’ ὡς Δαθὰν καὶ Ἀβειρών, ταῖς σαῖς προσευχαῖς εἰς γῆν κατεπόθη· διὰ
τοῦτό σε οἱ πιστοί, πρὸς τὸν Χριστὸν μεσίτην προτιθέμεθα, ὑπὲρ εἰρήνης τοῦ
κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ´.Θείας
πίστεως.
Μέγα εὕρατο, Εὔβοια κλέος, τὸν πανένδοξον, Δαβὶδ τὸν θεῖον, ὡς ἱερᾶς ἀρετῆς
καταγώγιον, καὶ τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον, καὶ τῶν Ὁσίων ἁπάντων
ἐφάμιλλον. Διὸ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν
Συνάναρχον Λόγον.
Ἐγκρατείᾳ τῇ σάρκᾳ Πάτερ ἐνέκρωσας, καὶ συντόνῳ δεήσει τὸν νοῦν ἀνύψωσας,
πρὸς τὴν ἄληκτον ζωὴν Δαβὶδ μακάριε, ἔνθα χορὸς τῶν ἀσκητῶν, εὐφραίνονται σὺν
Ἀγγέλοις, μεθ’ ὧν ἀπαύστως χορεύεις, ἐκδυσωπῶν τὸν Σωτῆρα ὑπὲρ εἰρήνης τοῦ
κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν Σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν
Σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν καὶ τὴν πεσοῦσάν μου
ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλοιο.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας
πίστεως.
Θεῖον ὄργανον, τοῦ Παρακλήτου, ἐχρημάτισας, Πνεύματος μάκαρ, ταῖς ἀρεταῖς
ἀναλάμψας ὡς ἥλιος, καὶ τὴν ψυχήν σου λαμπρύνας τοῖς δάκρυσι, διὸ πρέσβευε Χριστῷ
τῷ Θεῷ, δωρήσασθαι εἰρήνην τοῖς τιμῶσί σε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης
Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί Σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς
θείαις χάρισιν· ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς, Μητέρα Σε κηρύττομεν ἀεί, καὶ
μεγαλύνομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου,
Σωτήρ.
Νηστείᾳ συνεχεῖ, τὴν ψυχήν σου λαμπρύνας, δοχεῖον ἀληθῶς, τῆς Ἁγίας
Τριάδος, ἐγένου μακάριε, καθαρὸν καὶ τερπνότατον, ὅθεν ἔτυχες, ἀμαραντίνων
στεφάνων, καὶ χορεύεις νῦν, μετὰ πάντων τῶν Ἀγγέλων, ἀεὶ εὐφραινόμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστάτην πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν Σεμνή, τῷ ἁγίῳ ναῷ
Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ Ἀειπάρθενε, ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων
κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.
Οἱ Ἀναβαθμοί. Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Ἀντωνίου.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β´. Στ. Ἐλεήμον, Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Δαβὶδ παμμακάριστε, τοὺς τὴν σεπτήν σου ἑορτάζοντας κοίμησιν, ἐκ πάσης
περιστάσεως λύτρωσαι, ταῖς πρὸς Θεὸν ἰκεσίαις σου.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Μεγαλοφώνως τὴν ἁγίαν μνήμην σου, ὑμνολογῆσαι τολμῶν, τὴν σὴν ἑξαιτοῦμαι,
χάριν τὴν πολύφωτον, τὸν νοῦν μου καταυγάζουσαν, καὶ ἰσχύν μοι διδοῦσαν, ὅπως
ἐπάξιον αἴνεσιν, ᾄσω σοι Δαβὶδ παμμακάριστε.
Λαμπρᾶς ἐκ ῥίζης ἄνθος εὐθαλέστατον, Πάτερ ἐβλάστησας, καὶ ἀμετρήτου βίου,
εὐωδίαν κρείττονα, ἀπὸ παιδὸς διέπνευσας, ὁλικῶς τῷ Σωτῆρι, ἀνατεθεὶς ἐκ
νεότητος, Πάτερ οὐρανίῳ φρονήματι.
Περιχαρῶς τοῦ Βαπτιστοῦ τῆς ὄψεως, Πάτερ ἠξίωσαι, καί, φωνῇ τῇ τούτου
χαίρων ἠκολούθησας, ἐν ἀτελεῖ τῷ σώματι, καὶ τελείᾳ φρονήσει, ἐν τῷ ναῷ αὐτοῦ
Ὅσιε, μείνας ἀληθῶς ὡς ἀσώματος.
Ἐξέστη Πάτερ ὁ σεπτός, γεννήτωρ σου, ἡνίκα εἶδὲ σε, ἐν ναῷ ἁγίῳ ὅλον
ἐξαστράπτοντα, πρὸ τῆς εἰκόνος Ὅσιε, Ἰωάννου τοῦ πάνυ, καὶ τὴν σὴν μέλλουσαν
ἔλλαμψιν, Πνεύματι Ἁγίῳ μεμύηται.
Θεοτοκίον.
Μέγας ἐφάνης οὐρανὸς Πανάχραντε ἐπὶ τῆς γῆς ἀληθῶς, τὸν γὰρ Θεὸν Λόγον,
συλλαβοῦσα ἔτεκες, ὑπερφυῶς ἐν μήτρᾳ Σου, διὸ πίστει βοῶμέν Σοι· Τοῦτον Παρθένε
ἱκέτευε, πάντας ἡμᾶς κολάσεως ῤύσασθαι.
Καταβασία. Ἀνοίξω τὸ στόμα μου...
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς Θεὸν ἀγαπήσας ἀπὸ παιδὸς Ὅσιε, τὴν τῶν γενννητόρων ἀγάπην, ἐμφρόνως
ἔλιπες, καὶ ἠκολούθησας, ἀνενδοιάστῳ καρδίᾳ, καὶ σοφῷ φρονήματι, Χριστοῦ τοῖς
ἴχνεσι.
Ποτιζόμενος ῥείθροις τοῖς τῶν Γραφῶν Ὅσιε, καὶ τοῖς θεοπνεύστοις λογίοις
ἀεὶ τρεφόμενος, ἐν νεανίαις τελῶν, ὅλος θεόφρων ἐφαίνου, πεπλησμένος Ἅγιε,
πολλῆς συνέσεως.
Ῥώμην ἔνθεον ἔχων ἐν τῇ ψυχῇ Ἅγιε, κόσμου τῆς ἀπάτης ἀπέστης ἀπὸ νεότητος,
καὶ τῆς πατρίδος φυγών, προσῳκειώθης Κυρίῳ, Τούτου τὸν γλυκύτατον ζυγὸν
ἀράμενος.
Ὁλικῇ προθυμίᾳ ἀκολουθῶν Ὅσιε, τῇ ἀπ' οὐρανοῦ θείᾳ κλήσει εὗρες ἰθύνοντα,
καλῶς πρὸς δρόμον σε, τῆς οὐρανίου πορείας, τὸν σοφὸν Ἀκάκιον, προνοίᾳ
κρείττονι.
Θεοτοκίον.
Ἀνυμνοῦμεν Παρθένε τὸν ὑπὲρ νοῦν τόκον Σου, Ὃν ἀγεωργήτως ἐν μήτρᾳ
ἐκαρποφόρησας, καὶ Σὲ δοξάζομεν, τὴν ἀληθῶς Θεοτόκον, καὶ μετὰ τὴν κύησιν
Παρθένον μείνασαν.
Καταβασία. Τοὺς Σοὺς ὑμνολόγους...
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπὸ βρέφους ἐπόθησας ἀληθῶς, τὸν ἐνάρετον βίον καὶ καθαρόν, ὡς πλήρης
φρονήσεως καὶ τῆς ἄνωθεν κλήσεως, ἐκλελεγμένον σκεῦος, καὶ κόσμου τῆς σχέσεως,
ἀνώτερον φυλάττων, τὸν νοῦν σου μακάριε. Ὅθεν Μοναζόντων, δεδεγμένος τὸ σχῆμα,
τῶν πάλαι ὁμότροπος, Ἀσκητῶν ἐχρημάτισας, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ
τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.
Θεοτοκίον.
Τὸν Σωτῆρα τῶν ὅλων καὶ Ποιητήν, ὃν ἐκύησας Κόρη ὑπερφυῶς, ῥυόμενον
ἅπαντας, χαλεπῆς ἐκ χειρώσεως, ὡς Μήτηρ ἐκδυσώπει, μανίας τοῦ ὄφεως, καὶ
κοσμικῶν σκανδάλων, ῥυσθῆναι καὶ θλίψεων, μόνη Θεοτόκε τοὺς πρὸς σὲ αφορῶντας,
καὶ πίστει ζητοῦντάς σου, τὴν ὀξεῖαν βοήθειαν, τὴν ἡμᾶς ἀεὶ σώζουσαν, πρεσβεύουσα
Παρθένε, ἀεί, καὶ μελλούσης δόξης καὶ λαμπρότητος, τῆς χαρᾶς τοῦ Υιοῦ σου,
τυχεῖν τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Θείῳ πόθῳ βαλλόμενος, χαίρων ὑπετάγης Δαβὶδ μακάριε, Ἀκακίῳ τῷ θεόφρονι,
ταπεινοφροσύνῃ σεμνυνόμενος.
Ὑπερήφανον δράκοντα, τῇ σῇ ταπεινώσει Πάτερ ὑπέταξας, καὶ περίβλεπτος ἐν
πράξεσιν, ὤφθης ταῖς ὁσίαις ἀνυψούμενος.
Μοναστὴς ὡς θεόληπτος, Πάτερ ἐν τῷ Ἄθωνι παραγέγονας, ἀπομάττων θείῳ ἔρωτι,
τῶν ἐκεῖ Ὁσίων τὰ παλαίσματα.
Ὡς τῶν πάλαι ὁμόζηλος, Ὅσιε Δαβὶδ, Ὁσίων ἐν ἅπασι, κοινωνὸς αὐτῶν τῆς
χάριτος, ἐν ὑστέροις χρόνοις ἐχρημάτισας.
Θεοτοκίον.
Τίς ἐκφράσαι δυνήσεται, θαῦμα τῆς λοχείας Σου το παράδοξον, τῶν Ἁγίων
Ἀειπάρθενε, Ὃ καὶ τοῖς Ἀγγέλοις ἀκάταληπτον.
Καταβασία. Τὴν ἀνεξιχνίαστον...
ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω;
Σταυρωθεὶς τοῖς ἐν κόσμῳ, τῆς σαρκὸς ἐνέκρωσας Πάτερ τὸ φρόνημα, καὶ ἐν
πᾶσι ὤφθης, ἐναρέτου ζωῆς ὑποτύπωσις, τῷ διδασκάλῳ, ὁλοσχερῶς καθυπακούων, ὡς
ὑπήκοος θείου θελήματος.
Τῶν Θεοῦ μυστηρίων, οἷα καθαρώτατος Πάτερ καὶ ὅσιος, Ἱερεὺς ἐγένου, καὶ
σεπτὸς λειτουργὸς καὶ διάκονος· ὅθεν θεῖον φῶς σε, περικυκλοῦν τινι ὡράθη,
φανεροῦν σου τῆς δόξης τὴν ἔλλαμψιν.
Ὁδηγούμενος Πάτερ, Πνεύματι Ἁγίῳ ὡς φίλος γνήσιος, τοῦ Θεοῦ τῶν ὅλων, ἐν
Στειρίῳ ἐπέστης πρὸς μείζονας, σεαυτὸν καμάτους, καθυποβάλλων θεοφόρε, τῆς
σαρκὸς μὴ ποιούμενος πρόνοιαν.
Ὑπὲρ τῆς τοῦ πλησίον, οἷα μιμητὴς Χριστοῦ ἐνθεώτατος, χαίρων καθυπέστης,
τιμωρίας σκληρὰς Δαβὶδ Ὅσιε, ἀληθοῦς ἀγάπης συκοφαντούμενος ἀδίκως, ὁ
χρηστότητος πλήρης καὶ χάριτος.
Θεοτοκίον.
Θεοτόκε Παρθένε Ὃν ἐκυοφόρησας Χριστὸν ἱκέτευε, τῆς ἐπουρανίου Βασιλείας
τυχεῖν καὶ λαμπρότητος, μετὰ τοῦ Ὀσίου Δαβὶδ καὶ πάντων τῶν Ἁγίων, ἡμᾶς πάντας
τοὺς Σὲ μεγαλύνοντας.
Καταβασία Ἐξέστη τὰ σύμπαντα.
ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτήρ.
Συνέσει θεοπρεπεῖ, θεόφρον καλλωπιζόμενος, καὶ πόνοις ἀσκητικοῖς, ἐκλάμπων
μακάριε, ἐπέστης ὡς Ἄγγελος, θεϊκῇ προνοίᾳ, ἐν Εὐβοίᾳ Δαβὶδ Ὅσιε.
Ἁγίασμα νοητόν, ὑπάρχων Πάτερ τῆς χάριτος, ναὸν ἐγείρεις σεπτόν, Δαβὶδ
παμμακάριστε, τῷ ἐν Ὄρει Ἅγιε, μεταμορφωθέντι, καὶ θεώσαντι τὸν ἄνθρωπον.
Γνόφον τὸν θεῖον σοφέ, τῆς ἀπορρήτου ἐλλάμψεως, ὡς καθαρθεὶς τὴν ψυχήν,
εἰσέδυς ἐν Πνεύματι· ἐντεῦθεν εἰσδέδεξαι, Πάτερ ἐν καρδίᾳ, φῶς τὸ θεῖον καὶ
ὑπέρφωτον.
Ὡς ἐναρέτου ζωῆς, ὑφηγητὴς καὶ διδάσκαλος, χορείαν ἔσχες σεμνήν, φοιτητῶν
θεόπνευστε, τὰ τῆς πολιτείας σου, Δαβὶδ θεοφόρε, μιμουμένων θεῖα σκάμματα.
Θεοτοκίον.
Ἁγίασμα νοητόν, τὸ ὑπεράγιον τέτοκας, Σωτῆρα καὶ λυτρωτήν, τοῦ κόσμου
Πανάχραντε, Ὃνπερ καθικέτευε, λυτρωθῆναι πάντας, τοὺς πιστῶς ἀνευφημοῦντάς Σε.
Καταβασία. Τὴν θείαν ταύτην...
Κοντάκιον.Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ λαμπρότατος ὤφθης ἐν κόσμῳ, καταυγάζων ἅπαντας, τοὺς προσιόντας
σοι πιστῶς, Δαβὶδ Πατέρων τὸ καύχημα, τῶν ἰαμάτων τοῖς θείοις χαρίσματι.
Ὁ Οἶκος.
Ὕμνον ἃπαντες πιστοί, τῷ Θεῷ ἀναπέμψωμεν, τῷ δωρησαμένῳ ἰσχύν, τῷ Αὐτοῦ
θεράποντι Δαβίδ, ἀγωνίσασθαι καλῶς, τὸν τῆς ἀρετῆς κάλλιστον ἀγῶνα· ἐν ἐσχάτοις
γὰρ καιροῖς ἀναφανείς, ὡς ἀστὴρ ἀειφανὴς τῆς θείας φωταυγείας, τῶν πάλαι Ὁσίων
ὤφθη ὁμόζηλος, καὶ τῷ βίῳ ὁμότροπος, καὶ τοῖς τρόποις συμμέτοχος, καὶ τῆς δόξης
καὶ τῶν χαρίτων, κοινωνὸς ἰσοκλεής· καὶ ἐν πλείστοις ἁγωνισάμενος τόποις, ἐν τῇ
νήσῳ Εὐβοίᾳ, θείᾳ νεύσει, παρεγένετο· ἔνθα ναὸν τῷ μεταμορφωθέντι ἐν Θαβὼρ
Σωτῆρι ἐδομήσατο, καὶ Μονὴν ἱερὰν συστησάμενος, ὡς σωτηρίας λιμένα ἄκλυστον,
πάντας εὐεργετεῖ, κατὰ ψυχὴν καὶ σῶμα, τῶν ἰαμάτων θείοις χαρίσμασι.
Συναξάριον.
Τῇ α' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Δαβὶδ, τοῦ
ἐν τῇ νήσῳ Εὐβοίᾳ ἀσκήσαντος.
Στίχοι.
Δαβίδ Γολιὰθ κατέβαλε τῷ λίθῳ,
Δαβὶδ προσευχῇ κατέβαλε τὰ πάθη.
Πρώτῃ Θεοῖο Δαβὶδ Νοεμβρίοιο ἔστηκε
θώκῳ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Νάμασι θείων διδαχῶν σου, οἷα ἔνθεος θεράπων τοῦ Κυρίου, καταρδεύεις ψυχῶν
ἀρούρας θεοφόρε, πρὸς εὐκαρπίαν κρείττονα, σωτηρίας αἰώνιον.
Ἄγει χαρμόσυνον ἡμέραν, καὶ ἑόρτιον ἡ σὴ Μονὴ παμμάκαρ ὡς χρυσὸν τὸ σεπτόν,
σοῦ σῶμα κεκτημένη, δι´οὗ παντοίων ῥύεται, νοσημάτων ψυχοφθόρων.
Σήμερον Εὔβοια σκιρτάτω, καὶ ψαλμοῖς καὶ ᾠδαῖς λαμπροφανῶς ὑμνείτω, τὸν
Δαβὶδ τὸν κλεινόν, ὡς τοῦτον κεκτημένη, προστάτην καὶ ὑπέρμαχον, ἀρωγὸν καὶ
μέγα κλέος.
Σὺ τῷ Δεσπότῃ τῶν ἁπάντων, ναὸν ἤγειρας, τῷ Μεταμορφωθέντι, ἐν τῷ ὄρει
Θαβώρ, ἐν ᾧ ἑστὼς θεόφρον, ἐδέχου ἐν καρδίᾳ σου, τὰς Αὐτοῦ θείας ἐλλάμψεις.
Θεοτοκίον.
Ἵνα συμφώνως, ὦ Παρθένε, διανοίᾳ Σε εἰλικρινεῖ ὑμνῶμεν, μὴ παρίδῃς ἡμᾶς
δεινοῖς κατεχομένους, ἀλλὰ συνήθως φάνηθι, βοηθὸς ἡμῖν καὶ σκέπη.
Καταβασία .Οὐκ ἐλάτρευσαν.
ᾨδή. Τὸν ἐν ὄρει ἁγίῳ.
Οὐρανόθεν δεξάμενος ὁ Κτίστης, ὁ δοξάσας τὴν σήν, Δαβὶδ ζωὴν ὁσίαν, τάς
προσευχάς σου Ὅσιε ἀπήλλαξε, μάστιγος κωνώπων, τοὺς ἐν Δίστῳ Πάτερ, δεινῶς
ἐνοχλουμένους.
Ὑψηλὴν πολιτείαν κεκτημένος, ταπεινόφρων σαφῶς, καὶ μέτριος ἐδείχθης, καὶ
συμπαθὴς Δαβὶδ καὶ χριστομίμητος, ἐλεῶν πλουσίως, καὶ κουφίζων πάντας, τοὺς
πόρρω τε καὶ πέλας.
Μέγας ὄντως ὑπέρμαχος ἐφάνης, ἐν κινδύνοις δεινοῖς, τοῖς καταπονουμένοις,
καὶ τοῖς ἐν νόσοις ἰατρὸς πανάριστος, καὶ τοῖς θλιβομένοις, παράκλησις γλυκεῖα,
Δαβὶδ θαυματοφόρε.
Ἀναβὰς τελειότητος ἐν ὕψει, τῶν θαυμάτων σοφέ, τὴν χάριν ἐκομίσω, καὶ
πλείστους τόπους Πάτερ διελήλυθας, ὄνησιν παρέχων, ψυχῶν τε καὶ σωμάτων, ὡς
Πνεύματος δοχεῖον.
Θεοτοκίον.
Ὅταν ἔλθῃ ὁ Σὸς Υἱὸς Παρθένε, κρῖναι πάντας δικαίους καὶ ἀδίκους, Αὐτὸν
ἱκέτευε συντάξαι, κἀμὲ σὺν τῇ χορείᾳ, ἁπάντων τῶν δικαίων.
Καταβασία. Παῖδας εὐαγεῖς...
ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Καθάρας τὴν καρδίαν τῶν γεηρῶν, νοημάτων συντόνῳ ἀσκήσει σου Πάτερ Δαβίδ,
τοῦ φωτὸς ἐπλήσθης τοῦ νοητοῦ· διὸ καὶ προηγόρευσας, τὴν σὴν ἐκδημίαν πρὸς τὸν
Θεόν, σαφῶς τοῖς φοιτηταῖς σου, οἷς καὶ σοφῶς παρέθου, συνθήκας θείας πλήρεις
χάριτος.
Ἀνέδραμες πρὸς δόξαν τῶν οὐρανῶν, τὸν ἀγῶνα ὁσίως τελέσας σου, Πάτερ Δαβίδ,
καὶ ζωῆς τοῦ ξύλου θεουργικῶς, ἀμέσως κατετρύφησας, δήμοις τῶν Ἁγίων
ἀριθμηθείς, ἡμῖν δὲ τοῖς σοῖς τέκνοις, τὸ σῶμά σου τὸ θεῖον, παραμυθίαν θείαν
ἔλιπες.
Τῆς χάριτος τοῦ Πνεύματος θησαυρός, ἀληθῶς πολυτίμητος δέδεικται, Πάτερ
Δαβίδ, Κάρα σου ἡ θεία καὶ θαυμαστή, ἀεὶ ἀρωματίζουσα καὶ ψυχὰς εὐφραίνουσα τῶν
πιστῶν, καὶ ῥῶσιν καὶ ὑγείαν, παρέχουσα τοῖς ταύτῃ, μετ' εὐλαβείας
καταφεύγουσι.
Ὁ μέγας τῆς Εὐβοίας προασπιστής, θεοφόρε Δαβὶδ παμμακάριστε, τὴν σὴν Μονήν,
φύλαττε ἐκ πάσης ἐπιβουλῆς, καὶ τὴν παροῦσαν νῆσόν σου, σκέπε καὶ διάσῳζε
ἀσινῆ, κἀμὲ δὲ τὸν ἀρτίως, τὸν ὕμνον πλέξαντά σοι, πρὸς σωτηρίας τρίβον ἴθυνον.
Θεοτοκίον.
Σὲ ἀγκύραν κεκτήμεθα οἱ πιστοί, ἐν πελάγει τοῦ βίου θλιβόμενοι, Μῆτερ Θεοῦ,
καὶ ταῖς τρικυμίαις τῶν πειρασμῶν, δεινῶς καταποντουμένοι· διὸ σπεῦσον πάντας
ἐκ τοῦ βυθοῦ, λυτρώσασθαι τῆς πλάνης, τοὺς Σὲ δοξολογοῦντας, καὶ μετὰ πόθου
μεγαλύνοντας.
Καταβασία. Ἅπας γηγενής.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τιμήσωμεν φιλέορτοι, μετ’ ἐγκωμίων σήμερον, τὴν ἱερὰν τοῦ Ὁσίου, καὶ
ἀξιέπαινον μνήμην, Δαβὶδ συμφώνως ἅπαντες, αὐτὸς γὰρ κατεπάτησε, τὸ θράσος τοῦ
ἀλάστορος, καὶ νῦν πρεσβεύει ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα.
Θεοτοκίον.
Παρθένε καθικέτευε, τὸν Σὸν Υἱὸν καὶ Κύριον, τῆς ἐνεστώσης ἀνάγκης, πάντας
ἡμᾶς λυτρωθῆναι, καὶ τῆς φρικτῆς κολάσεως, Σὲ γὰρ προστάτην Ἄχραντε, καὶ βοηθὸν κεκτήμεθα, ἐν πειρασμοῖς
καὶ κινδύνοις καὶ Σὲ δοξάζομεν πάντες.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Δαβίδ, Πατέρων τὸ καύχημα, πιστῶς τὴν μνήμην τὴν σήν, ἐκτελοῦντας ἱκέτευε,
πειρασμῶν καὶ θλίψεων, λυτρωθῆναι τοὺς δούλους σου, καὶ τῶν σκανδάλων τοῦ
πολεμήτορος, Ὅν ἀπὸ βρέφους Χριστὸν ἐπόθησας, καὶ ἠκολούθησας, Τούτου
προστάγμασι, διὸ λαμπρῶς, χαίρων ἀνελήλυθας, πρὸς τὰ οὐράνια.
Δεῦτε, μοναστῶν ὁμήγυρις, μετ’ ἐγκωμίων φαιδρῶς, ἀνυμνήσωμεν σήμερον, Δαβὶδ
τὸν πρᾳότατον· οὗτος γὰρ κατηδάφισε, δαιμόνων πάντα τὰ μηχανήματα, καὶ ὤφθη
πύργος ἀκαταμάχητος, σθένει τοῦ Πνεύματος, ᾧ καὶ ἐκβοήσωμεν χαρμονικῶς·
φύλλαττε τὴν ποίμνην σου, ἀξιοθαύμαστε.
Τῶν ἐφετῶν τὸ ἀκρότατον, δι’ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, ὄντως
σὺ ἀπέλαβες, καὶ τρανῶς ἐποπτεύεις νῦν, ἐν τοῖς ὑψίστοις θείαν ἐνέργειαν, τῆς
ἀνεκφράστου Πάτερ ἐλλάμψεως· ὅθεν ὑμνοῦμέν σου, τὴν λαμπρὰν πανήγυριν καὶ τὰ
σεπτά, πάντες ἀσπαζόμενοι, λείψανα πάντοτε.
Χαίροις, Ὁσίων τὸ καύχημα, τῶν μοναστῶν ἡ τιμή, ἀγαλλίαμα σήμερον, πᾶσι
τοῖς ὑμνοῦσί σε, Δαβὶδ παμμακάριστε, ἀξιοχρέως πάντες τιμήσωμεν, σὲ τὸν
προστάτην, Χριστιανῶν ἀρωγόν, καὶ τὸν ἀντιλήπτορα καὶ βοηθόν, πᾶσι τοῖς
προστρέχουσι, τῇ σεαυτοῦ ἁγία σορῷ.
Δόξα. Ἦχος β΄.
Δεῦτε ἅπαντες πιστοὶ φαιδρῶς ἑορτάσωμεν σήμερον, τὴν σεβάσμιον μνήμην Δαβὶδ
τοῦ τρισμάκαρος· τῶν γὰρ πονηρῶν δαιμόνων τὰς προσβολὰς ἀπεκρούσατο, καὶ τῇ
δυνάμει τοῦ Σταυροῦ, ὡς ἱστὸν ἀράχνης αὐτοὺς διέλυσεν· ὅθεν ἐν οὐρανοῖς παρὰ
Χριστοῦ τὰς ἀμοιβὰς τῶν πόνων ἐδέξατο καὶ σὺν Ἀγγέλοις χορεύει νῦν, πρεσβεύων
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου
ἡ γ' καὶ στ' ᾠδή.
Ἀπόστολον ζήτει τῇ 6ῃ Δεκεμβρίου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν, ζήτει τῇ 17ῃ
Ἰανουαρίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου