Κυριακή 14 Ιουνίου 2015

Ἀκολουθία Ὁσίου ΝΙΚΩΝΟΣ τοῦ ἐν τῷ Ξηρῷ Ὄρει. Ψαλλομένη τῇ 11η Δεκεμβρίου



Ἀκολουθία Ὁσίου ΝΙΚΩΝΟΣ τοῦ ἐν τῷ Ξηρῷ Ὄρει.
Ψαλλομένη τῇ 11η Δεκεμβρίου

Ποίημα Δρ. Χαραλάμπους Μπούσια

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλοσίων οἱ χοροί, καὶ τῶν μονοτρόπων τὰ πλήθη, πανηγυρίσωμεν, μνήμην τὴν ἐτήσιον, καὶ πανσεβάσμιον, τοῦ θεόφρονος Νίκωνος, βλαστοῦ τῆς Ῥωσίας, Κωνσταντινουπόλεως, τοῦ ἀναστήματος, καὶ Ξηροῦ οἰκήτορος Ὄρους, ἐκβοώντες· λύτρωσαι πόνων, καὶ κινδύνων πάντας τοὺς ἱκέτας σου.

Δεῦτε, τοῦ Ὁσίου ἀσκητοῦ, τοῦ ἀκολουθήσαντος τρίβοις, μοναδικῆς ἀγωγῆς, τοῦ στεῤῥᾶς ἀσκήσεως, τοῦ οὐρανόφρονος, τῆς Αἰγύπτου βλαστήματος, σεπτοῦ Παταπίου, Νίκωνος τοῦ ἔμφρονος, ἐγκωμιάσωμεν, βίου τὰ παλαίσματα ὕμνοις, καὶ τὴν πολιτείαν τὴν θείαν, μελιχροῖς μελίσμασι καὶ ᾄσμασι.

Δεῦτε, μονοτρόπου θεαυγοῦς, ἀπαρνησαμένου τὸν κόσμον, καὶ τὰ τοῦ βίου τερπνά, διὰ τὴν ἀγάπησιν, τοῦ Παντοκράτορος, Ἰησοῦ ἐπαινέσωμεν, ἀόκνους καμάτους, ὁλοθύμως κράζοντες· Νίκων μακάριε, πάντων ὑπερόπτα προσύλων, καὶ τῶν ἐν τῷ πόλῳ ἀΰλων, ζηλωτὰ Χριστὸν ἡμῖν ἱλέωσαι.

Δεῦτε, τὸν ἀράμενον σταυρόν, Νίκωνα ἐπ’ ὤμων καὶ πᾶσαν, τὸν βδελυξάμενον, δόξαν τὴν ἐπίκηρον, λαμπρῶς τιμήσωμεν, ἐκβοῶντες· θειότατε, ὁ ἀκολουθήσας, τοῦ Χριστοῦ τοῖς βήμασι, καὶ κομισάμενος, στέφος ἀμαράντινον δόξης, συναριθμηθεὶς μετ’ Ὁσίων, πρέσβευε Χριστῷ ὑπὲρ προσφύγων σου.

Δόξα. Ἦχος β΄.
Δεῦτε, λαοὶ τῷ Κυρίῳ ἠγαπημένοι, τὸν πνευματεμφόρον καὶ θεοειδέστατον τῆς Ῥωσίας γόνον, ἐπ’ ἀρετῇ καὶ μοναδικῇ πολιτείᾳ διαπρέψαντα ἐν Βυζαντίῳ, Νίκωνα τὸν μακάριον, καθηκόντως τιμήσωμεν λέγοντες· ὁ Παταπίου τοῖς τρόποις ἀκολουθήσας, καὶ ψυχῆς ἐφέσει ὁλοσχερεῖ ἀγαπήσας τὸν Κύριον, ὡς οὐρανοπολίτης μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τελούντων τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ἀσκητικοῖς, ὁ διαπρέψας πόνοις, ἐν Κωνσταντινουπόλει, ἀζύγων κοσμιότης, παμμάκαρ Νίκων Ὅσιε.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει ἡ ἱερά, Ὀσίου Παταπίου, μονὴ ἐν Γερανείοις, τιμῶσά σου τὴν μνήμην, τὴν θείαν Νίκων πάνσοφε.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τρόπους ἀσκητικούς, Ὁσίου Παταπίου, μιμούμενος ἐπώφθης, ἀσκήσεως φαιδρότης, καὶ κέρας Νίκων ἔνθεε.

Δόξα. Τριαδικόν.
Νίκας κατὰ παθῶν, τοῖς δούλοις Σου παράσχου, Τριὰς Ὑπεραγία, τοῖς ἄγουσι τὴν μνήμην, τοῦ θεοφόρου Νίκωνος.

Καὶ νῦν. Θεοτοκίον.
ύθμιζε τὴν ζωήν, τῶν Σὲ μακαριζόντων, Κυρία Θεοτόκε, καὶ τὸν σεπτὸν Υἱόν Σου, δοξολογούντων πάντοτε.

Νῦν Ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Προοιμιακόν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
ς φωστῆρα τρισμέγιστον, καὶ ἀστέρα πολύφωτον, ἀρεταῖς αὐγάζοντα τὴν ὑφήλιον, πανευλαβῶς εὐφημήσωμεν, θειότατον Νίκωνα, τὸν ἐν ὄρει τῷ Ξηρῷ, ἰσαγγέλως ἀσκήσαντα, καὶ πυρσεύσαντα, Κωνσταντίνου τὴν Πόλιν τὴν μεγάλην, ἀστραπαῖς αὐτοῦ πυρφόροις, ἀμέμπτου βίου καὶ σώφρονος.

Τὸ περίδοξο βλάστημα, τῆς Ῥωσίας τιμήσωμεν,  ἐγκρατείας πόνοις εὐχαῖς καὶ δάκρυσι, τὸν ἐξανθήσαντα λείρια, εὐώδη χρηστότητος, δυσωδίαν των παθῶν, τῆς σαρκὸς ἀπελάσαντα, καὶ πληρώσαντα, τὴν καρδίαν αὐτοῦ ὀδμαῖς ἀῤῥήτοις, οὐρανίου Βασιλείας, καί θείας ἀγαλλιάσεως.

Πᾶσαν ἄνεσιν πρόσκαιρον, καὶ τρυφὴν διαῤῥέουσαν, ὅλῃ τῇ ἐφέσει αὐτοῦ μισήσαντα, ψυχῆς θεόφρονα Νίκωνα, καὶ πόθῳ ζηλώσαντα, τὰ Κυρίῳ ἀρεστά, καὶ ἀεὶ διαμένοντα, εὐφημήσωμεν, μελωδίαις καὶ ᾄσμασιν ἡδίστοις, εὐλαβῶς ἐπιτελοῦντες, αὐτοῦ τὴν μνήμην τὴν πάνσεπτον.

Νίκης θείας φερώνυμος, ἀληθῶς ἀναδέδειξαι, ἐν ταῖς μάχαις βίου κατὰ τοῦ δαίμονος, μισήσας γὰρ τὴν εὐμάρειαν, καὶ πλοῦτον τὸν ῥέοντα, τῶν ἀῤῥεύστων ζηλωτής, Νίκων ὤφθης μακάριε, ὁ τὰ βέλεμνα, τοῦ ἐχθίστου συντρίψας σῇ ἀσκήσει, καὶ τῆς κλήσεως τῆς ἄνω, λαβὼν βραβεῖον ἀμάραντον.

Πνευματέμφορον Ὅσιον, Παταπίου ὁμόζηλον, πόνων τῆς ἀσκήσεως καὶ ἰσότιμον, αὐτοῦ τῆς δόξης τιμήσωμεν, παντέρπνοις μελίσμασιν, οὐρανίαις ἐν σκηναῖς, παναοίδιμον Νίκωνα, πόθῳ κράζοντες· οὐρανίου πολίτας βασιλείας, τοὺς ὑμνοῦντάς σου προφρόνως, τὴν θείαν μνήμην ἀνάδειξον.

ρετὴν ἐργασάμενος, ἐπιμόνως μακάριε, καὶ σταυρὸν ἀράμενος ἐπωμάδιον, Χριστῷ θερμῶς ἠκολούθησας, ᾯ καὶ εὐηρέστησας, σῇ ἀμέμπτῳ ἀγωγῇ, ἀκτησίᾳ καὶ δάκρυσι, Νίκων Ὅσιε, ὁ πιάνας ἱδρωσί σου ἀπαύστοις, τὸ Ξηρὸν τὸ ὄρος Πάτερ, καὶ Βασιλεύουσαν ἅπασαν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τὸν τῇ παντευχίᾳ τοῦ Πνεύματος θωρακισθέντα, καὶ κατὰ δαιμόνων ἀνδρείως αγωνισθέντα, Νίκωνα τόν  ἀσκητὴν τοῦ Ξηροῦ λεγομένου ὄρους, ἐγκωμίων τοῖς ἄνθεσι καταστέψωμεν· οὗτος γὰρ λαμπρὸν στησάμενος τρόπαιον κατὰ τοῦ ἀντιπάλου, νίκης στέφος ἀμάραντον ἐκομίσατο, παρὰ τοῦ σοφοῦ ἀγωνοθέτου Κυρίου· ὅθεν σὺν Αὐτῷ ἀπαύστως ἀγαλλιώμενος, ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν τιμώντων, αὐτοῦ μνήμην τὴν ἀεισέβαστον.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μή  μακαρίσει Σε Παναγία Παρθένε...

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειράχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11).
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι Αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον Αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ Αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος Αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε Αὐτῷ καὶ οὐ μη πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεάς, καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατησχύνθη; Ἤ τίς ἐπεκαλέσατο Αὐτὸν και ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10).
γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε Αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσι Αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν Αὐτῷ. Σκολιοὶ γὰρ λογισμοί, χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχήν, οὐ εἰσελεύσεται σοφία, οὐδε κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων Αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνώσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνου πόλις Βασιλεύουσα καὶ ἀγάλλου ἐν Κυρίῳ, ὅτι σὴν χθόνα ἡγίασεν ἀτρύποις πόνοις, Νίκων ὁ ἐν ἀσκηταῖς ἄριστος· αὐτὸν οὖν εὐφημοῦντες πιστῶς κραυγάζομεν· χαῖρε Ῥωσίας εὐθαλέστατε γόνε, καὶ ἄνθος Ἐκκλησίας ἡδύπνευστον· χαῖρε ἀρετῆς φίλε γνήσιε καὶ ταπεινώσεως ἀστὴρ τηλαυγέστατε· χαῖρε ὀλέτα τοῦ παμβεβήλου καὶ στῦλε εὐσεβείας ἀκράδαντε· ὡς παῤῥησίαν οὖν ἔχων πρὸς Κύριον, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

Ἦχος β΄.
Τόν αὐγαῖς ὁσιότητος λάμψαντα ἐν Ξηρῷ τῷ ὄρει, καὶ Θεῷ εὐαρεστήσαντα ἀσκητικοῖς καμάτοις, Νίκωνα ἐπαξίως ἐγκωμιάσωμεν λέγοντες· ἀριστεῦ ἀσκητικῶν παλαισμάτων, καὶ καθαιρέτα τῆς ὀφρύος τοῦ μισοκάλου δαίμονος, ὁ νίκης στέφος δεξάμενος παρὰ Κυρίου, παράσχου καὶ ἡμῖν λιταῖς σου ὑγείαν, καὶ τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
νδεδυμένος τὴν στολὴν τῆς χάριτος, τοῦ πανσθενοῦς Παρακλήτου, ἀνῆλθες λαμπροχίτων πρὸς σκηνὰς ἀϊδίου λαμπρότητος, Νίκων Ὁσίων Πατέρων περίβλεπτον σέμνωμα· αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, τοὺς ἀνυμνοῦντας τὴν ἀκραιφνῆ πολιτείαν σου, καὶ ἐκτελοῦντας ἐν πίστει τὴν πανέορτον μνήμην σου.

Ἦχος δ΄.
λαμψε σήμερον ὡς ἀστὴρ παμφαέστατος, Νίκων ὁ μακάριος, φωτίζων τὰς διανοίας τῶν εὐσεβούντων, καὶ ἀπελαύνων δυσσεβούντων τὴν κακότητα· φωτισθέντες οὖν καὶ ἡμεῖς αὐτοῦ τῆς ἀρετῆς ταῖς ἀκτῖσιν, ἐκδιώξωμεν τὸ σκότος τῆς ἀγνωσίας καὶ ῥαθυμίας, καὶ δοξάσωμεν Κύριον, τὸν αὐτὸν ἐν βίῳ ἰσχύσαντα τρῶσαι τὸν πολυμήχανον.

Δόξα. Ἦχος ὁ αὐτός.
Δεῦτε πιστοί, συνελθόντες γεγηθότες εὐφρανθῶμεν, κατατρυφῶντες τῆς ἀρετῆς καὶ τῆς μοναδικῆς πολιτείας, Νίκωνος ἀσκητοῦ τοῦ οὐρανόφρονος· οὗτος γάρ τὸν ἀρχαῖον πτερνιστὴν κατεπάλεσε, καὶ τῇ δυνάμει τοῦ Σταυροῦ ἀνδρικῶς κατετρόπωσε· λαβὼν οὖν παρὰ Κυρίου τὰ γέρα τῆς νίκης αξίως, χάριν εἴληφε πρεσβεύειν ὑπὲρ τῶν τιμώντων, αὐτοῦ τὴν μνήμην τὴν ἀεισέβαστον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε...

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Ῥωσίας βλαστός, ὁ ἐκ νεότητος τηρήσας προστάγματα, τοῦ θείου Εὐαγγελίου, πρὸς κτῆσιν πρὸς ἀρετῆς, καὶ ἡδέα κόσμου, ἀρνησάμενος, θεόσοφε Ὅσιε, Νίκων πρόβολε πίστεως, Ξηροῦ τοῦ ὄρους, θεοφώτιστε ἔνοικε, καὶ διάκοσμε, πολιτείας τῆς κρείττονος, πάντοτε καθικέτευε, Χριστὸν δοῦναι ἅπασι, τοῖς εὐλαβῶς σε τιμῶσιν, ἄμφω χαρὰν καὶ ὑγείαν, καὶ σθένος πατῆσαι, τὴν ὀφρὺν τὴν ἐπηρμένην, τοῦ παναλάστορος.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ θεαυγὴς ἀσκητής, ἐνδόξου νίκης ἀληθῶς ὁ φερώνυμος, ὁ πάσας καταπατήσας, τὰς ἀπολαύσεις σαρκός, καὶ μισήσας κόσμου ματαιότητα, σεπτὲ Νίκων Ὅσιε, ἰσουράνιε ἄνθρωπε, ὁ κατ’ ἀξίαν, κομισάμενος ἔπαθλον, ἀφθαρτότητος, ἐκ χειρῶν τοῦ Παντάνακτος, ἔκτυπον ταπεινώσεως, καὶ πρόβολε νήψεως, σὺν Παταπίῳ τῷ θείῳ, οὗπερ ὑπήρξας ὁμόζηλος, ἀσκήσεως τρόπων, ὑπὲρ πάντων ἐκδυσώπει, ἡμῶν τὸν Κύριον.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ἐν τοῦ Προδρόμου Μονῇ, ὁ ἐν τῇ Πέτρᾳ ἐνασκήσας ὡς ἄσαρκος, καὶ πόλιν τὴν Βασιλίδα, εὐφράνας σῇ ἀγωγῇ, Νίκων θεοφόρε, σκεῦος χάριτος, πιστῶν οὖν συστήματα, μετ’ αἰῶνας γεραίρομεν, σὰς ἀριστείας, καὶ μορφὴν ἀσπαζόμενοι, τὴν ἁγίαν σου, ἐν μονῇ τοῦ θεόφρονος, νῦν Παταπίου ἄσμενοι, θερμῶς δυσωποῦμέν σε· μὴ διαλίπῃς πρεσβεύων, τὸν ἐλεήμονα Κύριον, ἡμῖν καταπέμψαι, οἰκτιρμῶν Αὐτοῦ τὸν πλοῦτον, καὶ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν δι’ ἀγάπην Χριστοῦ εἰς οὐδὲν λογισάμενον, τὰ τοῦ κόσμου ἡδέα, καὶ ἰσαγγέλως πολιτευσάμενον ἐν τῷ Ξηρῷ τῷ ὄρει, Νίκωνα τὸν πανθαύμαστον, ἐγκωμίων καταστέψωμεν ἄνθεσιν· οὗτος γὰρ θείῳ πυρποληθεὶς ζήλῳ ἐκ νεότητος, Χριστῷ ἠκολούθησε, καὶ ὁμόζηλος τῶν τοῦ Ὁσίου Παταπίου καμάτων ἐχρημάτισε· καὶ νῦν Χριστῷ παριστάμενος, καὶ Ἀγγέλοις συναυλιζόμενος, ἐκτενῶς δέεται τῆς ἐν Τριάδι Θεότητος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, αὐτοῦ τὰ παλαίσματα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ῥωσίας ἐκβλάστημα ἱερώτατον, ὄμβροις πιᾶναν τὴν χθόνα, ὄρους Ξηροῦ τὴν σεπτήν, τῶν αὐτοῦ ἀσκητικῶν ἱδρώτων μέλψωμεν, Νίκωνα νέον εὐλαβῶς, ὡς νικήσαντα ἐχθρόν, τὸν βέβηλον νυχθημέροις, πόνοις καὶ χάριν λαβόντα, πιστῶν γενέσθαι φύλαξ ἄγρυπνος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
σκήσας θεαυγῶς, ταπεινῶς καὶ ὁσίως, ἐν ὄρει τῷ Ξηρῷ, ἀρετῆς κοσμιότης, καὶ γνώμων εὐθύτατος, ἀκτησίας καὶ νήψεως, Νίκων πέφηνας, διό σε πάντες τιμῶμεν, οἱ χριστώνυμοι, εἰς τοὺς αἰῶνας αἰώνων, φαιδροῖς μελωδήμασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
πόμβρισον ἡμῖν, Θεοτόκε Παρθένε, ἐλέους Σοῦ Υἱοῦ, τοῦ ἀπείρου ῥανίδας, ὡς κρήνη ἀένναος, καὶ πηγὴ ζωοπάροχος, ἀγαθότητος, ἵνα πιστῶς Σε ὑμνῶμεν, εὐσυμπάθητε, Θεογεννῆτορ Παρθένε, ᾡδαῖς τὲ καὶ ᾄσμασι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς νίκης ἐπώνυμε, θεοειδὲς ἀσκητά, ἐχθρὸν ἐθριάμβευσας, σαῖς νυχθημέροις εὐχαῖς, νηστείαις καὶ δάκρυσιν, ὅθεν παρὰ Κυρίου, ἐπαξίως ἐδέξω, νίκης βραβεῖα Νίκων, τῆς ἐνθέου σοφίας, κρηπίδωμα καὶ βάθρον στεῤῥόν, πίστεως Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε Δέσποινα, καταφυγὴ χοϊκῶν, καμνόντων ἀντίληψις, χειμαζομένων λιμήν, καὶ ὅρμος ἀκύμαντος, πάντων τῶν ποντουμένων, τρικυμίαις ἐν βίου, δέξαι τὴν ἱκεσίαν, τοῦ ἀχρείου Σου δούλου, καὶ πέμψον μοι ὑψόθεν χαράν, σθένος καὶ δύναμιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καρτερίαν σου, ἐν τοῖς παλαίσμασι, καὶ τῶν τιμίων σου, ἀγώνων σύντονον, ἀνευφημοῦντες οἱ πιστοὶ κραυγάζομεν· μὴ ἐλλίπῃς, ἐποπτεύων ἄνωθεν τοὺς ἀεὶ μακαρίζοντας, σὲ ὡς σκεῦος πάγχρυσον Παρακλήτου καὶ σκήνωμα, χρηστότητος ἠθῶν θεοφόρε ὄρους Ξηροῦ οἰκῆτορ Νίκων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ της χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε Μαριὰμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱερο-κρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὀσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον Ὁσιακόν (Λουκ. Στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἕστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
(Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος).

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὀσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Αἱ οὐράνιαι δυνάμεις σήμερον, σὺν Παταπίῳ τῷ θεοφόρῳ, καὶ τοῖς χοροῖς τῶν ἐν Βυζαντίῳ θεοφιλῶς ἀσκησάντων Ὁσίων, εὐφραίνονται ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ Νίκωνος τοῦ οὐρανόφρονος· σὺν αὐτοῖς καὶ μερόπων ἐπὶ γῆς τὰ πλήθη γάνυνται, καὶ πανευλαβῶς τελοῦντα αὐτοῦ τὴν ἀεισέβαστον μνήμην, Χριστὸν δοξάζομεν τὸν ἀφθαρσίᾳ ἀντιδοξάσαντα, Αὐτοῦ τὸν Ὅσιον.

Ὁ Κανὼν τῆς Παναγίας· καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Νίκωνα, Παταπίου ὁμόζηλον, μακαρίζω. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νικήτορα πάνσεπτον, κατὰ τοῦ πλάνου ἀλάστορος, ἐκθύμως τιμήσωμεν, τῶν φιλοσίων χοροί, θεῖον Νίκωνα, τὸν ἐν Ξηρῷ τῷ ὄρει, Ἀγγέλων ζηλώσαντα, ὄντως πολίτευμα.

σότιμον μέλψωμεν, τῇ δόξῃ ἐν θείοις δώμασι, καὶ τρόποις ἐφάμιλλον, ἀσκητικῆς ἀγωγῆς, τοῦ θεόφρονος, Ὁσίου Παταπίου, Ῥωσίδος ἐκβλάστημα, πάνσεπτον Νίκωνα.

Κανὼν ἀγαθότητος, καὶ γνῶμον Νίκων εὐθύτατε, μονήρους βιώσεως, νηστείας καὶ προσευχῆς, κατηγλάϊσας, Χριστοῦ τὴν Ἐκκλησίαν, τὴν νῦν ἐκτελοῦσάν σου, μνήμην τὴν ἔνδοξον.
Θεοτοκίον.
ράϊσμα ἔκπαγλον, ἁγνείας Θεογεννήτρια, καὶ σκήνωμα πάνσεπτον, ἠθῶν χρηστῶν εὐμενῶς, δέξαι δέησιν, τοῦ καταφεύγοντός Σοι, καὶ πλήρου μου δίκαια, Μῆτερ αἰτήματα.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Νικήσας ἐχθρὸν τὸν παλαμναῖον, ἀσκήσει συντόνῳ σου σοφέ, καὶ θριαμβεύσας δόλιον, σαρκίου κατατήξει σου, ἐδέχθης νίκης κότινον, παρὰ Χριστοῦ Νίκων Ὅσιε.
ῤῥεύστων καὶ πάντων τῶν ἀΰλων, τιμήσωμεν θεῖον ζηλωτήν, πνευματοφόρον Νίκωνα, Ὁσίων ἐγκαλλώπισμα, τὸν πόθῳ ἀμιλλώμενον, τοῦ Παταπίου τοῖς σκάμμασι.
Περίλαμπρον σέλας θεαρέστου, βιώσεως Νίκων ἐποφθείς, ἐφώτισας τὰ σύμπαντα, σαρκός σου κατατήξεως, ἀκτῖσι καὶ πυρσεύμασιν, εὐχῆς νηστείας καὶ νήψεως.
Θεοτοκίον.
πείρανδρε Κεχαριτωμένη, κραταίωμα πάντων τῶν πιστῶν, τῶν κλονουμένων στήριγμα, καὶ θεῖον παραμύθιον, τῶν τεθλιμμένων δέησιν, δέξαι ἡμῶν ὡς θυμίαμα.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
ν τῷ ὄρει τῷ Ξηρῷ, τοῦ Βυζαντίου ἀληθῶς, σὲ ἀνέδειξε Χριστός, φωστῆρα Νίκων παμφαῆ, τῆς οἰκουμένης τὰ πλάτη φωταγωγοῦντα, ζόφωσιν παθῶν, ἐκδιώκοντα, καὶ ἀσθενειῶν, ἀχλὺν ἐλαύνοντα, ὅθεν πιστῶν οἱ σύλλογοι ὑμνοῦντές σε, ἀξιοχρέως κραυγάζομεν· Ὁσίων γέρας, ἀνάγκης πάσης, τοὺς ἱκέτας σου λύτρωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σῶσον ἅπαντας φθορᾶς, τοὺς Σὲ ὑμνοῦντας εὐλαβῶς, Μητροπάρθενε Ἁγνή, φωναῖς αἰσίαις ἀληθῶς, εἰς τοὺς αἰῶνας αἰώνων Παρθενομῆτορ, ῥῦσαι συμφορῶν, βλάβης ὄφεως, νόσων ἀλγεινῶν, καὶ πάσης θλίψεως, ἐν κατανύξει ψυχῆς τοὺς ὑμνοῦντάς Σε, καὶ ἀκλινῶς ἐκβοῶντάς Σοι· Ὑψίστου Μῆτερ γλυκεῖα σκέπε, Σοῦ τούς  πρόσφυγας πάντοτε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τὴν ὑπέρτιμόν σου μνήμην, Νίκων θεῖε τά  τάγματα, τῶν πιστῶν τελοῦντα, σοῦ τὰ κατορθώματα μέλπομεν, πρὸς ἀρετῆς κτῆσιν πάνσοφε καὶ θέωσιν, καὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.

νδρικῶς ἐν Βασιλίδι, κατ’ ἐχθροῦ τοῦ πτερνίζοντος, γένος τῶν ἀνθρώπων, ἠγωνίσω Νίκων μακάριε, καὶ τοῦ Σταυροῦ τῇ δυνάμει, ἐθριάμβευσας, τοῦτον Ὅσιε, καὶ νίκης στέφος ἀπείληφας.

Πόνοις νυχθημέροις Νίκων, τὴν σὴν σάρκα κατέτηξας, καὶ τὸ πνεῦμα ὅλῃ, σῆς ψυχῆς ἐφέσει ἀνέτεινας, πρὸς οὐρανὸν ἀμιλλώμενος τοῖς σκάμμασι, πρὸς τελείωσιν, τοῦ Παταπίου τοῦ ἔμφρονος.
Θεοτοκίον.
κεσίαις Σου ἐνθέρμοις, πρὸς τὸν πάνσεπτον Τόκον Σου, Κεχαριτωμένη, Θεοτόκε ἄφεσιν δώρησαι, ἡμῖν πταισμάτων ὡς εὔσπλαγχνος καὶ λύτρωσαι, γένος βρότειον, τῆς τοῦ ἐχθίστου κακότητος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
σίων ἐγκαλλώπισμα, ὡς δένδρον ἀγλαόκαρπον, πρός τὰς διεξόδους τῶν ὑδάτων, πεφυτευμένον, ἔφυς καρπὸν εὐθαλῶς, πολύφορον πάντων τὰς ψυχάς, κατευφραῖνον μνήμην σου, τῶν τιμώντων ἀείποτε.
μνοῦμεν τοὺς πόνους σου, καὶ τοὺς σεπτοὺς καμάτους σου, οὓς ἐν Βασιλίδι καθυπέστης, κλίμακα σπεύδων, τῶν ἀρετῶν ἀνελθεῖν, θειότατε Νίκων ἀσκητῶν, θευαγῶν ἐκπύρσευμα, καὶ λαμπὰς θεοφώτιστε.

Οὐράνιον ἔπαλξιν, ποθῶν ἐκ τῆς νεότητος, χρόνων σου κατέλιπες τὸν κόσμον, τὴν σὴν πατρίδα, καὶ τὰ ἐν βίῳ τερπνά, καὶ γέγονας κύδος μοναστῶν, Νίκων καὶ ὁμόζηλος, Παταπίου ἀσκήσεως.
Θεοτοκίον.
Μετάνοιαν δίδου μοι, τὴν ψυχοτρόφον Δέσποινα, τὸν ὑμνολογουντά Σε ἀπαύστως, ἵνα χιτῶνα, περιβληθῶ τῆς ψυχῆς, ὑπέρλαμπον καὶ ὁδηγηθῶ, εἰς Ἐδὲμ σκηνώματα, φωτεινὰ καὶ ὑπέρφωτα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Οἰκήτωρ ὤφθης περίδοξος, τῆς μάνδρας τοῦ Προδρόμου τὴν λάρνακα, ὥσπερ θησαύρισμα, ἐχούσης ὄντως ἀσύλητον, λειψάνων Παταπίου, Νίκων τὴν πάνσεπτον.

Ζηλώσας Νίκων τὴν ἔρημον, ὡς Πρόδρομος Κυρίου ἐσκήνωσας, ἐν Πέτρᾳ Ὅσιε, τῇ ἐν πανσέπτῳ ὀνόματι, Προδρόμου τιμωμένῃ, ἐν ἧ ἡγίασας.

σὴ νυχθήμερος ἄσκησις, καὶ θεία πολιτεία κατέπληξε, Νίκων τὰ τάγματα, τῶν Ἀσωμάτων βιοῦντά σε, ἀγγελικῶς ἰδόντα, θεομακάριστε.
Θεοτοκίον.
Λαμπὰς Θεοῦ Μητροπάρθενε, Ἀγνὴ εὐπρεπεστάτη διάλυσον, παθῶν τὴν ζόφωσιν, τῶν πόθῳ μακαριζόντων Σε, καὶ πίστει προσφευγόντων, ταῖς ἱκεσίαις Σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν Ξηρῷ τῷ ὄρει Κωνσταντινουπόλεως, ὁδοῖς Ὁσίων Ἀσκητῶν ἀκολουθήσαντα, Ῥαβουλᾶ φωσφόρου Βάρα καὶ Παταπίου, καὶ τὴν χθόνα τὴν αὐτοῦ ξηρὰν καὶ ἄνικμον, καταρδεύσαντα ἱδρώτων ῥείθροις μέλψωμεν, ἀνακράζοντες· Χαίροις Νίκων μακάριε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, ἀληθῶς ἀνεδείχθης, ἐν ὄρει τῷ Ξηρῷ μάκαρ Νίκων, ὃ ἡγίασας σῇ ἀκραιφνεῖ, βιοτῇ νηστείᾳ προσευχῇ δάκρυσι, καὶ νήψει· ὅθεν ὕμνοις σε, γεραίροντες φαιδροῖς βοῶμεν·
Χαῖρε, βλαστὸς ὁ τερπνὸς Ῥωσίας·
χαῖρε,  πυρσὸς ἀγωγῆς ὁσίας.
Χαῖρε, Παταπίου τοὺς τρόπους μιμούμενος·
χαῖρε,  τοῦ ἐχθίστου ὀλέτης δεικνύμενος.
Χαῖρε, ἄγαλμα χρυσότευκτον, ἀγαπήσεως Χριστοῦ·
χαῖρε,  σκήνωμα πολύτιμον, χαρισμάτων τῶν Αὐτοῦ.
Χαῖρε, ὁ διαῤῥήξας πᾶσαν σχέσιν προσύλων·
χαῖρε,  ὁ καταῤῥάξας τὰς παγίδας δαιμόνων.
Χαῖρε, ἀζύγων θείων ἀγλάϊσμα·
χαῖρε,  Πατέρων ἔμπνουν θησαύρισμα.
Χαῖρε, τὸ ἕρνος τῆς γῆς τῆς Ῥωσίδος·
χαῖρε,  τὸ εὖχος κλεινῆς Βασιλίδος.
Χαίροις, Νίκων μακάριε.

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Νίκωνος, τοῦ ἐν τῷ Ξηρῷ ὄρει τῆς Κωνσταντινουπόλεως θεοφιλῶς ἀσκήσαντος.
Στίχοι·
Νίκην λαμπράν, ἦρας κατ’ ἐχθίστου Νίκων,
ἐν Ξηρῷ ὄρει Ἀσκητὰ τροπαιοῦχε.
Ὁ Ὃσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Νίκων ὁ νέος, πατρίδα ἔσχε τὴν ἀχανῆ γῆ τῆς Ῥωσίδος. Θεοφιλῶς ἠσκήτευσεν ἐν Κωνσταντινουπόλει, καὶ δὴ ἐν τῇ Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς Πέτρας, ἐν τῇ ὁποίᾳ ἐφυλάσσετο ὡς ὄλβος πολυτίμητος τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου Παταπίου. Θεῷ εὐηρέστησε τῇ ἀσκητικῇ αὐτοῦ ἀγωγῇ καὶ πολιτείᾳ καὶ τὴν τοῦ Ξηροῦ Ὄρους χθόνα κατεπίανε τοῖς ἀσκητικοῖς αὐτοῦ ἱδρῶσι καὶ ἀειῤῥύτοις δάκρυσιν. Ἄγνωστος ὤν τοῖς Συναξαρισταῖς, κατέστη ἡμῖν γνωστὸς ἐκ τῆς τοιχογραφίας αὐτοῦ, τῆς ἱστορηθείσης ἐν τῷ σπηλαιώδει ναϊδρίῳ τῆς Μονῆς τοῦ Ὁσίου Παταπίου Λουτρακίου Κορινθίας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμας.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
σιώτατε, τῶν τρόπων μιμησάμενος, Νίκων τὸ ἄπλαστον, τοῦ Παταπίου αὐτῷ, προσέτρεχες πάντοτε, ἐν περιστάσεσιν, οὗ τό λείψανον, ἡ μάνδρα σου ἐφύλαττε, ὥσπερ ὄλβον τοῦ Προδρόμου.

Νίκης κότινον, ἐδέξω ἀχειρότευκτον, παρὰ τοῦ Κτίσαντος, ὡς ἀμοιβὴν τῶν στεῤῥῶν, ἀγώνων σου Ὅσιε, πρὸς ὁλοκλήρωσιν, καὶ κατάκτησιν, τῆς ἀρετῆς πανένδοξε, Νίκων κλέος μονοτρόπων.

Μέγα καύχημα, Μονῆς τῆς Πέτρας πέφηνας, Νίκων θειότατε, ἐν Βασιλίδι ποτέ, καὶ νῦν θεῖος ἔφορος, τῆς κατεχούσης σου, θεῖον ἔκτυπον, Μονῆς τοῦ οὐρανόφρονος, σοὶ φιλτάτου Παταπίου.

Θεοτοκίον.
γαλλόμενοι, ἀεί Σε μακαρίζομεν, Θεογεννήτρια, τοῦ γένους τῶν χοϊκῶν, τὴν ἔνθερμον πρέσβειραν, ἐκδυσωποῦντές Σε, ῥῦσαι θλίψεων, καὶ πάσης περιστάσεως, τοὺς ἐκθύμως Σὲ τιμῶντας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Κύριος κατηύθυνε σὰς τρίβους, πρὸς ὄρος σαφῶς Ξηρὸν ὀνομαζόμενον, ἔνθα ὡς ἀσώματος, Νίκων βιωσάμενος, τῶν ἀρετῶν τὴν κλίμακα, ἀνῆλθες Ὅσιε, κραυγάζων εὐχαρίστῳ καρδίᾳ· Σὺ Χριστὲ ὑπάρχεις, μερόπων σωτηρία.

νθος εὐωδέστατον Ῥωσίας, καθήδυνας μυριπνόοις σου παλαίσμασι, τὴν Κωνσταντινούπολιν, Νίκων τρισμακάριστε, καὶ ηὔφρανας ἀσκήσει σου, λαὸν χριστώνυμον, τὸν νῦν ἀνευφημοῦντά σε πόθῳ, καὶ σὴν θείαν μνήμην, λαμπρῶς ἐπιτελοῦντα.

είθροις τῶν τιμίων σου ἱδρώτων, καὶ χεύμασιν ἀειῤῥύτοις τῶν δακρύων σου, Νίκων κατεπίανας, τὴν ξηρὰν καὶ ἄνικμον, τοῦ ὄρους σῆς ἀσκήσεως, χθόνα τρισόλβιε, Ὁσίων ἐγκαλλωπισμα Νίκων, Πνεύματος Ἁγίου, τῶν δωρεῶν ὁ πλήρης.
Θεοτοκίον.
ασαι ἡμῶν τὰς ἀλγηδόνας, Παρθένε τῶν προστρεχόντων Σοι ἑκάστοτε, πάθη τὰ χαμαίζηλα, τοῦ σαρκίου πράϋνον, καὶ σκέδασον τὴν ζόφωσιν, ῥαστώνης Δέσποινα, των δούλων Σου Ἁγνὴ Θεοτόκε, Κεχαριτωμένη, μερόπων προστασία.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ζήλῳ ἱερῷ, σαφῶς πυρακτούμενος, καὶ φίλτρῳ πάνσοφε, βεβλημένος Ὅσιε, τῷ θείῳ πόνοις, ἐν νυχθημέροις σου, εὐχαῖς ἀδιαλείπτοις σου, καὶ νήψει σῶμά σου, μακαρίως, πνεύματι ὑπέταξας, Ἀλληλούϊα κράζων γηθόμενος.

τῶν Ἀσκητῶν, περίλαμπρον σέμνωμα, πανιερώτατε, Νίκων προσδεξάμενος, τὴν προσφοράν μου, ὡς εὐωδέστατον, θυμίαμα κολάσεως, μελλούσης ῥῦσαί με, δυσωπῶ σε, τὸν ἀχρεῖον ἄσωτον, καὶ ἀχάριστον Πάτερ ἱκετην σου.

Χαῖρε τῶν πιστῶν, φρουρὲ ἀπροσμάχητε, Νίκων τρισόλβιε, χαῖρε θεῖε ἔφορε, σὺν Παταπίῳ, τῷ συγχορεύοντι, σὺν σοὶ ἐν θείοις δώμασι, Μονῆς θεσπέσιε, φερωνύμου, τῆς αὐτοῦ ἐν ὄρεσι, Γερανείων μορφὴν σεβομένης σου.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ἐκλύτρωσαι δούλους Σου, δεινῆς κακώσεως, καὶ τὴν ἀμαυρότητα, τῆς διανοίας, ἡμῶν διάλυσον, εὐχαῖς ἀδιαλείπτοις Σου, πρὸς Ὃνπερ ἔτεκες, ἀνηρότως, ἅπασι δωρούμενον, ῥῶσιν χάριν ἰσχύν τε καὶ δύναμιν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
ωσίας τὸ ἐκβλάστημα, καὶ Βασιλίδος πόλεων, τὸ σεμνολόγημα ὕμνοις, ἐγκωμιάσωμεν θείοις, Ξηροῦ ὡς ὄρους σάπφειρον, καὶ μάργαρον πολύτιμον, Μονῆς τῆς Πέτρας Νίκωνα, τὸν ἀμιλλώμενον πόνοις, ἀσκητικοῖς Παταπίου.
Θεοτοκίον.
Θεοκυῆτορ Δέσποινα, φωτὸς ἀδύτου σκήνωμα, ἐκυοφόρησας ξένως, τὸν Φωτοπάροχον Λόγον, Ὑψίστου τὸν φωτίσαντα, τοὺς ἐν σκιᾷ καθεύδοντας, φθορᾶς ἀλήκτου μέροπας, διόπερ νῦν γεγηθότες, Σὲ μακαρίζομεν πάντες.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νίκων παναοίδιμε, περιφανὲς ἐγκαλλώπισμα, ἀζύγων τὴν θέωσιν, ἀκλινῶς ποθούντων, ἤσκησας ἐνθέως, ἐν Βασιλίδι καὶ ῥοαῖς, τῶν σῶν ἱδρώτων, χθόνα ἡγίασας, Ξηροῦ τοῦ ὄρους Ὅσιε, διὸ καὶ νίκης ἀπείληφας, στέφος ὄντως χρυσόπλοκον, ἐκ χειρῶν τοῦ Παντάνακτος.

Νίκων Πάτερ Ὅσιε, στοιχειωθεὶς ἐκ νεότητος, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, σοφῶς ματαιότητα, κόσμου ἀπηρνήσω, καὶ ἐλθὼν εἰς ὄρος, ὀνομαζόμενον Ξηρόν, ἐν Βασιλίδι, πασῶν τῶν πόλεων, ἠσκήσω ὡς ἀσώματος, καὶ εἰς τὸ ὄρος τὸ ἅγιον, ἀρετῆς ἀναβέβηκας, τὸ ἐγγίζον τὸν Ὕψιστον.

Νίκων θεοδόξαστε, τῆς προσευχῆς ἐργαστήριον, καὶ παλάτιον νήψεως, τὴν μνήμην σου σέβουσι, θείου Παταπίου, τῆς μονῆς χορεῖαι, πανευλαβῶν μοναζουσῶν, ὅτι εἰκόνα, τὴν σὴν κατέχουσιν, ὡς τιμαλφὲς θησαύρισμα, διὸ αυτὴν ἀσπαζόμεναι, ἐκζητοῦσι τὴν χάριν σου, πρὸς ἀγῶνος τελείωσιν.

Νίκων καταφύγιον, τῶν εὐσεβῶν ἱερώτατον, τὴν ὑπέριμον μνήμην σου, τελοῦντες ἐν  ἄσμασι, μελιχροῖς βοῶμεν· ῥύου πάσης βλάβης, καὶ συμφορῶν παντοδαπῶν, τοὺς σὲ τιμῶντας, καὶ σκέπε πάντοτε, τοὺς πόθῳ μακαρίζοντας, τὴν ἀεισέβαστον μνήμην σου, ἀρετῆς φίλε γνήσιε, Παταπίου ὁμόζηλε.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ὡς φωστὴρ παμφαέστατος ἐπέλαμψεν ἡ μνήμη, τοῦ φωτοφόρου τῆς ἀρετῆς φωστῆρος, Νίκωνος τοῦ ἐν τῷ Ξηρῷ ὄρει ἀσκήσαντος· ταῖς γὰρ αὐτοῦ ἀστραπαῖς καταυγάζει, πιστῶν τὰς διανοίας προσκαλούμενος πάντας, πρὸς μυστικὴν εὐωχίαν τῶν αὐτοῦ κατορθωμάτων· ἀξιοχρέως οὖν αὐτὸν τιμῶντες ἐν ἄσμασι, τὰς θεοπειθεῖς αὐτοῦ εὐχὰς ἐκζητήσωμεν πρὸς βίον κρείττονα.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ στ΄ ᾠδη.
Ἀπόστολος πρὸς Γαλάτας· (Κεφ. ε΄ 22-στ΄ 2): Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά... (Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ΄ Ἑβδομάδος).
Εὐαγγέλιον κατὰ Λουκᾶν· (Κεφ. ιγ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τῇ Πέμπτῃ της Δ΄ Ἑβδομάδος).

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.
Χαίροις Νίκων Ὅσιε Ἀσκητά, ἐν Ξηρῷ τῷ ὄρει, ὁ νικήσας τὸν δυσμενῆ, πόνοις νυχθημέροις, εὐχῇ καὶ ταπεινώσει, καὶ νίκης ἀϊδίου, γέρα δρεψάμενος.

Δίστιχον·
Νίκων ἤνεσε Παταπίας χάριν,
Ξηροῦ οἰκήτορα ὄρους Χαραλάμπης.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου