Ἀκολουθία Ἁγίου
ΕΥΘΥΜΙΟΥ Ἐπισκόπου Σάρδεων, τοῦ Ὁμολογητοῦ.
EN Tῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν
καὶ τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ
ἰδιόμελα τῆς ἑορτῆς γ΄ καὶ τοῦ Ἁγίου προσόμοια γ΄. Τῆς ἑορτῆς.
Ἦχος β΄. Γερμανοῦ.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Τὸ
μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι καὶ τὰ Χερουβὶμ παραχωρεῖ, τοῦ ξύλου τῆς
ζωῆς· κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς
παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτὴρ τῆς ἀϊδιότητος Αὐτοῦ,
μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ
γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος
διὰ φιλανθρωπίαν. Αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.
Ὁ αὐτός. Ἀνατολίου.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα.
Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρώδης
ἐταράττετο· ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη,
Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Τί σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς, ὥς ἄνθρωπος δι᾿ ἡμᾶς;
ἕκαστον γὰρ, τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ
Ἄγγελοι τὸν ὕμνον· οἱ οὐρανοὶ τὸν ἀστέρα· οἱ μάγοι τὰ δῶρα· οἱ ποιμένες τὸ
θαῦμα· ἡ γῆ τὸ σπήλαιον· ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ
αἰώνων Θεός, ἐλέησον ἡμᾶς.
Τοῦ Ἁγίου.Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἀνακλιθέντα Θεόν, ὑπὸ Μητρὸς Παρθένου, ἀναλλοίωτον
Λόγον, ἐκήρυξας τρισμάκαρ, Υἱὸν τοῦ Θεοῦ, καὶ θεάνθρωπον τέλειον· οὗ τὴν εἰκόνα
Εὐθύμιε προσκυνῶν, αἰκισμοὺς πολλοὺς ὑπήνεγκας.
Γενναιοτάτῃ καρδίᾳ, καὶ σταθερῷ λογισμῷ, ὑπὲρ τῆς τοῦ Κυρίου, σεβασμίας
εἰκόνος, καὶ πάντων τῶν Ἁγίων, τὸν δυσσεβῆ, κατεβρόντησας Λέοντα· ὅθεν πικραῖς
ἐξορίαις καὶ φυλακαῖς, προσωμίλησας Εὐθύμιε.
Σὺν ταῖς Ἀγγέλων χορείαις, Πάτερ Εὐθύμιε, τῷ θρόνῳ τῷ ἀστέκτῳ, παριστάμενος
μάκαρ, μνημόνευε τῶν πίστει, τὴν ἱεράν, εὐφημούντων σου ἄθλησιν, καὶ
ἀνυμνούντων ἀπαύστως τὰ εὐκλεῆ, καὶ σεπτά σου κατορθώματα.
Δόξα.Ἦχος πλ.β΄.
Πάρεστιν ἁρμοδίως ἐν τῷ παρόντι, μετὰ τοῦ θεοπάτορος Δαβὶδ προσφθέγξασθαι·
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ· τετίμηται γάρ σου ἡ μνήμη
πρὸς Θεοῦ, τοῖς παραδόξοις θαύμασιν, Ἱεράρχα Εὐθύμιε. Τὸ δὲ πολύαθλόν σου
σκῆνος, πρόκειται πᾶσι τοῖς πιστῶς
προσιοῦσι, πηγὴ ἀδάπανος ἰαμάτων. Διὸ
παράσχου καὶ ἡμῖν τοῖς ὑμνηταῖς σου, φωτισμὸν παρὰ Θεοῦ καὶ ἱλασμὸν ταῖς πρεσβείαις σου.
Καὶ νῦν. Ὁ αὐτός.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν
καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς
δοξολογοῦσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον.Ἦχος βαρύς (Ψαλμὸς οστ΄): Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν ; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν
θαυμάσια μόνος.
Στ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Στ. Καὶ εἶπα· νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ
Ὑψίστου.
Στ. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς
ἀρχῆς τῶν θαυμασίων σου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος
ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν
ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων
πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς
ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· Ὅτι ἐγὼ ἡ
σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω
ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον
ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν
αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν
καὶ πλησθήσεσθε πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι΄ 31 – ια΄ 12).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν
δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα
ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ
ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ
ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ
θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον,
πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ
ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ
δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Σελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται
ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ᾿ αὐτοῦ
δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων
εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα.
Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόμασι δὲ ἀσεβῶν κατεσκάφη. Μυκτηρίζει
πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ΄ 7 – 15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικίᾳ γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν
αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, ἰδιόμελα τῆς ἑορτῆς. Ἦχος α΄.
Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς
εἰρήνη, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γὰρ
φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελωδοῦντας· Δόξα
ἐν ὑψίστοις Θεῷ.
Τοῦ Ἁγίου. Ἦχος ὁ αὐτός.
Εὐφραίνεται σήμερον λαμπρῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν τῇ ἐνδόξῳ μνήμῃ σου,
παμμάκαρ Εὐθύμιε. Τράπεζαν γὰρ παρατιθεμένη πνευματικήν, τὸ πολύαθλον σῶμά σου,
θεῖον τε κρατῆρα κεράσασα, τὴν ὑπὲρ τῶν σεβασμίων εἰκόνων ὁμολογίαν σου, τοὺς
πιστοὺς προτρέπεται πρὸς εὐωχίαν μυστικήν. Ὅθεν κατατρυφῶντες τοῖς θαυμασίοις
σου, ὅσιε Πάτερ, αἰτοῦμεν σε πρεσβεύειν Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τὴν τοῦ Χριστοῦ πανοπλίαν ἐνδεδυμένος, ὁμολογητὰ Εὐθύμιε, καὶ τὸν θυρεὸν τῆς
πίστεως ἀναλαβών, τῶν αἱρετικῶν εἰκονομάχων, ἐτροπώσω τὰς φάλαγγας· τοὺς δὲ
πόδας ὑποδήσας, ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, μέχρι τέλους ἀντέστης,
ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζόμενος· λοιπὸν ἀπόκειταί σοι, ὁ τῆς δικαιοσύνης
στέφανος, ὃν ἀποδώσει σοι ὁ Κύριος, ᾧ νῦν παριστάμενος, πρέσβευε ὑπὲρ τῶν
τιμώντων σε.
Ἦχος γ΄.
Τὴν πρακτικὴν τῶν ἀρετῶν, ἠμφιεσμένος διπλοΐδα, καὶ μυστικαῖς θεωρίαις, τὸν
νοῦν ἐλλαμπόμενος, κατὰ τὸν μέγαν Σαμουήλ, τῷ Θεῷ ἀμέμπτως ἐλειτούργησας. Τὴν
ἀῤῥαγῆ δὲ πίστιν, ὡς ὁ θεῖος Ἀαρών, τὸ λογεῖον τῆς κρίσεως, ἐν τῇ καρδίᾳ φέρων,
σεαυτὸν θυσίαν ἄμωμον, τῷ Δεσπότῃ προσήγαγες· Ἱεραρχῶν τὸ κλέος, καὶ Μαρτύρων
ἐφάμιλλε, θαυματουργὲ Εὐθύμιε· πρέσβευε ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας
τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Ἀνεπιστρόφῳ λογισμῷ, τὴν εὐθεῖαν τῶν ἀρετῶν, πορείαν ποιούμενος, καὶ πόνοις
ἀσκητικοῖς, τὸ ὀπτικὸν τῆς ψυχῆς καθῃράμενος, ὅλος φωτοειδὴς ἐχρημάτισας· ὅθεν
θεοκρίτῳ ψήφῳ, ἐπὶ τὴν λυχνίαν, τῆς ἐκκλησιαστικῆς ἱεραρχίας ἀνενεχθείς, ταῖς
ἀκτῖσι τῆς εὐσεβείας, τὴν ὑφήλιον πᾶσαν κατηύγασας· τῶν μὲν πιστῶν σελαγίζων
τὰς διανοίας, τοῖς ὑπερφώτοις δόγμασι, τῶν δὲ εἰκονομάχων ἐμπιπρῶν, τὰ ἀχυρώδη
διδάγματα· οἷς καὶ μέχρις αἵματος ἀντιταξάμενος, τὸν τῆς ὁμολογίας στέφανον,
παρὰ Χριστοῦ τοῦ Θεοῦ ἀπείληφας, ᾧ καὶ πρεσβεύων μὴ ἐλλείπης, ὑπὲρ τῶν πίστει
καὶ πόθῳ τιμώντων, τὴν σεβάσμιον μνήμην σου.
Δόξα. Ἦχος πλ.α΄.
Ἡμέρα χαρμόσυνος καὶ εὐθυμίας ἀνάπλεως, τοῖς πέρασιν ἀνέτειλε σήμερον, μετὰ
τῶν γενεθλίων τοῦ Σωτῆρος Χριστοῦ, ἡ τοῦ Ἱερομάρτυρος Εὐθυμίου, πανένδοξος
μνήμη, τῶν πιστῶν τὰς καρδίας καταφωτίζουσα, ταῖς ἀριστείαις τῶν παλαισμάτων
αὐτοῦ. Δεῦτε οὖν φιλέορτοι, τὸ πολύαθλον αὐτοῦ περικυκλοῦντες σκῆνος,
ᾀσματικοῖς ἐγκωμίοις, καταστέψωμεν λέγοντες· χαίροις ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς
τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· χαίροις τῶν Ἱεραρχῶν τὸ ἀγλάϊσμα, καὶ τῶν
Ὁμολογητῶν τὸ ἐγκαλλώπισμα· χαίροις τῆς ἑβδόμης Συνόδου ὁ ὑπέρμαχος, καὶ τῆς
εὐσεβείας ὑφηγητὴς διαπρύσιος· πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Ὁ αὐτός.
Ὁρῶσά σε ἡ κτίσις ἅπασα, ἐν Βηθλεὲμ
σαρκὶ τικτόμενον, τὸν Δημιουργὸν καὶ Κτίστην τῶν ἁπάντων, καινουργεῖται πάλιν
καὶ ἀναπλάττεται, ὁ ἥλιος δὲ τὸ φῶς ἐφήπλωσε, καὶ ἡ γῆ ἐπαγάλλεται. Μάγοι ἐκ
Περσίδος, Βασιλεῖ δῶρα προσφέρουσι, Ποιμένες θαυμάζουσιν ἐκπλαγέντες, καὶ Θεὸν
σὺν τῇ τεκούσῃ, προσκυνοῦσι σαρκί. Ὢ τοῦ
θαύματος! ὁ τροφεὺς τρέφεται, Μητρὶ πανάγνῳ, διὰ τὴν τοῦ κόσμου, σωτηρίαν καὶ ἀνάπλασιν.
Εἰς τὸν Στίχον Στιχηρὰ
Προσόμοια.
Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, ἐν τῇ σῇ μνήμῃ θεοφόρε Εὐθύμιε, χοροὶ γὰρ τῶν
ἀσωμάτων, καὶ νοερῶν λειτουργῶν, τὸ σὸν πνεῦμα Πάτερ καταστέφουσι· πιστοὶ δὲ τὸ
πάντιμον, καὶ πολύαθλον σῶμά σου, νῦν προσκυνοῦντες, καὶ πιστῶς ἀσπαζόμενοι,
χάριν ἄφθονον, δαψιλῶς ἀρυώμεθα, πάθη ἀποκαθαίρουσαν, καὶ νόσους διώκουσαν,
ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις, καὶ ἱεραῖς σου δεήσεσιν, ἀεὶ Ὅν δυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, φαιδρυνομένη τοῖς λαμπροῖς σου παλαίσμασι, τὸ πάλαι
γὰρ γυμνωθεῖσαν, τῆς τῶν εἰκόνων σεπτῆς, εὐκοσμίας, Πάτερ κατεκόσμησας, διδοὺς
τὴν ἀρχαίαν τε, καὶ οἰκείαν λαμπρότητα· τέρπεται νῦν δέ, ἐν τοῖς κόλποις
κατέχουσα, τὸ πολύαθλον, καὶ μυρίπνοον σῶμά σου, κόσμον ὡς ἀναφαίρετον, καὶ
δόξαν ἀκήρατον, ὃ προσκυνοῦντες ἐν πίστει, τὸν ἱλασμὸν ἐξαιτούμεθα, ἡμῖν
δωρηθῆναι, διὰ σοῦ καὶ τὴν εἰρήνην, μάκαρ Εὐθύμιε.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσονται.
Φέγγει τῶν θεουργῶν ἀρετῶν, προκαθαρθείς, τὴν θείαν χάριν τοῦ Πνεύματος,
ἐδέξω ἐν τῇ καρδίᾳ, καὶ ἐπαυξήσας λαμπρῶς, τὸ δοθέν σοι τάλαντον θεόληπτε,
εἰσῆλθες γηθόμενος, εἰς χαρὰν τοῦ Κυρίου σου, συναγελάζων, τοῖς ἀΰλοις
δυνάμεσι, καὶ τὴν ἄϋλον, φωταυγίαν δεχόμενος, μέμνησο τῶν τιμώντων σου, ἐν γῇ
τὸ πολύαθλον, καὶ ἱερώτατον σκῆνος, ἱερομάρτυς Εὐθύμιε· Χριστὸν ἱκετεύων, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.Ἦχος πλ.δ΄.
Τὸ τῆς Ἱεραρχίας θεόσδοτον χάρισμα, τοῖς μαρτυρικοῖς συμμίξας ἀγωνίσμασι,
καὶ ἐν ἀμφοτέροις εὐδοκίμως ἐνδιαπρέψας, ὁμολογίᾳ τὸν βίον ἐλάμπρυνας. Ὅθεν καὶ
τοῖς ὑπὲρ τῆς εὐσεβείας καμάτοις, τὴν τῶν εἰκονομάχων ἐκπολεμήσας αἵρεσιν, καὶ
τὴν τῶν θείων εἰκόνων, τιμητικὴν προσκύνησιν, διὰ τῶν ἔργων βεβαιώσας, τὸ τῆς
πίστεως κράτος, ἐν τοῖς πέρασιν ἤγειρας. Νῦν δὲ Χριστῷ παριστάμενος τῷ
πνεύματι, ὁμολογητὰ Εὐθύμιε, καὶ ἡμῖν καθορώμενος τῷ σώματι, τὰ πρὸς Θεὸν ἡμῖν,
ὡς ἄλλος Μωϋσῆς καθυπούργησον, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Ἐν Βηθλεὲμ συνέδραμον ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον
ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, νηπίου μορφὴν δι᾿ ἡμᾶς ἀνειληφότα.
Κύριε, δόξα Σοι.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς Σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς
γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, Σὲ
προσκυνεῖν, τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ Σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν·
Κύριε, δόξα Σοι.
Δόξα. Τοῦ Ἁγίου. Ὁ αὐτός.
Καὶ τρόπων
μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες
θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον, τῆς ἀληθείας ὀρθοτομῶν,
καὶ τῇ πίστει ἐνήθλησας, μέχρις αἵματος, Ἱερομάρτυς Εὐθύμιε· πρέσβευε Χριστῷ τῷ
Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Ἡ γέννησίς Σου…
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Δῶρα τίμια, Χριστῷ προσῆξας, νηπιάσαντι, ἐκ τῆς Παρθένου, ἀντὶ χρυσοῦ μὲν
τὴν πίστιν τὴν ἄῤῥηκτον, ἀντὶ λιβάνου δὲ βίου τὸ ἄμεμπτον, καὶ ἀντὶ σμύρνης τὸ
τίμιον αἷμα σου· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός. Σὴν
ὡραιότητα.
Ὑπὲρ τῆς πίστεως, ἀγωνισάμενος, Ποιμὴν πολύαθλε,
διπλοὺς ἀπείληφας, καὶ τοὺς στεφάνους πρὸς Χριστοῦ, τοῦ μόνου ἀγωνοθέτου· Οὗ τὸ
ἀφομίωμα, σχετικῶς ἀσπαζόμενος, ἐπὶ τὸ ἀρχέτυπον, τὴν τιμὴν ἀναφέρεσθαι,
ἐδίδαξας ἑπόμενος Πάτερ, θείοις Πατέρων διδάγμασι.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Σεπτῶς οἱ Μάγοι νῦν, ἰδοὺ παρίστανται, καὶ τὸ
τρισόκλεον, δῶρον προσφέρουσι, τῷ ἐν
ἀγκάλαις τῆς ἁγνῆς, Παρθένου ἐποχουμένῳ. Ἰωσὴφ ὁ δίκαιος, καθορῶν ἐξεπλήττετο,
ἤκουον ποιμένες δέ, τῶν Ἀγγέλων τὴν αἴνεσιν, αἰνούντων εὐλαβῶς καὶ λεγόντων·
Δόξα Θεῷ τῷ ἐν ὑψίστοις.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Νηπιάσαντα σαρκί, τὸν ἀπερίγραπτον Θεόν, καὶ ὀφθέντα
ἐπὶ γῆς, περιγραπτὸν ὡς ἀληθῶς, δυσὶ τελείαις φύσεσι καὶ ἐνεργείαις, ἐκήρυξας
πιστοῖς· καὶ προσκυνεῖν σχετικῶς, εἰκόνα τὴν Αὐτοῦ, λαμπρῶς ἐδίδαξας, καὶ τῆς
ἁγνῆς Θεόπαιδος, ἁπάντων τε τῶν Ἁγίων
Εὐθύμιε· μεθ᾿ ὧν μὴ παύσῃ, καθικετεύων, ὑπὲρ τῶν πίστει τιμώντων σε.
Δόξα. Ὁ αὐτός. Ὁ ὑψωθείς.
Ὀρθοτομῶν τῆς ἀληθείας τὸν λόγον, καὶ προσκυνεῖσθαι
σχετικῶς δογματίζων, τὰ τῶν Ἁγίων Πάντων ἐκτυπώματα, ἔλαμψας Εὐθύμιε, ἐν Συνόδῳ
Πατέρων, λύσας ζοφερώτατον, σκότος εἰκονομάχων, ὧν τὰς αἰκίσεις φέρων καρτερῶς,
ὁμολογίᾳ τὸν βίον ἐλάμπρυνας.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Ὑπερφυῶς τὸν προαιώνιον λόγον, ἐν τῷ σπηλαίῳ Βηθλεὲμ
γεννηθέντα, ὑπὸ ἀστέρος μάγοι ὁδηγούμενοι, πίστει προσεκύνησαν, καὶ ποιμένες τὸ
θαῦμα, εἶδον καὶ ἐξέστησαν· ἡ παρθένος δὲ μήτηρ, ἐκπληττομένη ἔλεγεν Αὐτῷ· πῶς
Σὲ σπαργάνοις, εἰλήσσω τὸν Κτίστην μου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰωάννου τοὺς τρόπους τοῦ Βαπτιστοῦ, ἐκμιμούμενος Πάτερ
καὶ Ἡλιοῦ, τὸν ζῆλον τὸν ἔνθεον, βασιλεῖς ἀθετήσαντας, τὴν σχετικὴν εἰκόνων,
τῶν θείων προσκύνησιν, διελέγχεις ἄριστα, ὡς πίστεως πρόμαχος· ὅθεν καὶ
κινδύνους, καρτερῶς ὑπομείνας, πικρὰς ἐξορίας τε, καὶ ἐπώδυνον θάνατον,
ἱερομάρτυς Εὐθύμιε· πρέσβευε Χριστῶ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Οὐρανίων Ἀγγέλων δόξα Θεῷ, ἐν ὑψίστοις εἰρήνη τε ἐπὶ
γῆς, βοώντων ἐθαύμαζον, οἱ Ποιμένες καὶ ἔσπευσαν, εἰς Βηθλεὲμ ἀπαίροντες, ἰδεῖν
τὸν τικτόμενον, Ὅν καὶ προσκυνήσαντες, ὡς Κτίστην ἀνύμνησαν· Μάγοι δὲ τὰ δῶρα,
τῷ τεχθέντι Δεσπότῃ, ἀστέρος προλάμποντος, εὐσεβῶς προσκομίζουσιν, Ἰωσὴφ δὲ ὁ δίκαιος, Ἀγγέλου κελεύσει θεϊκῇ,
τὴν πρὸς ξένην κάθοδον πεποίηται, καθυπείκων τοῖς θείοις προστάγμασι.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμει μὲ
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱερο-κρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς
χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τὶ
ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, ἐκ
τοῦ κατά Ἰωάννην (ι΄ 1-9): Εἶπεν ὁ
Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ
εἰσερχόμενος διὰ τῆς θύρας… (Ζήτει τῇ ΚΑ΄ Μαΐου).
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ
τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις
ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ
τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με
καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον.
Ἦχος πλ. β΄.
Στ. Ἐλέησόν με,
ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Σήμερον τὰ στίφη τῶν πιστῶν, πνευματικὴν χορείαν
συστησάμενοι, τὸν τῆς εὐθυμίας ἐπώνυμον Ἱεράρχην, ᾀσματικοῖς ἐγκωμίοις,
καταστέψωμεν λέγοντες· χαίροις ὁ τῆς πίστεως πρόμαχος, καὶ τῆς Ἐκκλησίας
ἑδραίωμα ἄσειστον. Χαίροις, ὁ τῶν εἰκονομάχων, καθελὼν τὰς ἐνστάσεις, καὶ τὸν
τῆς ὁμολογίας στέφανον, παρὰ Θεοῦ κομισάμενος· χαίροις, ὁ τὸ ἡγιασμένον σου
σῶμα, καταλείψας ἡμῖν, ἰατρεῖον ἄμισθον νοσημάτων, καὶ θλιβομένων ψυχῶν
παραμύθιον. Ἀλλ᾿ ὦ παμμάκαρ Εὐθύμιε! ὡς ἀεὶ παριστάμενος Χριστῷ τῷ Θεῷ, μὴ
διαλείπης πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τιμώντων, τὴν σεβάσμιον
μνήμην σου.
Κανόνες, ὁ α΄ τῆς ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Τεχθείς σε Χριστὸς σπαργάνοις στέφει, Πάτερ. Ποίημα Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος
δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Τεχθέντα, τὸν ἀεὶ ὄντα Κύριον, καὶ σπαργανούμενον,
σπαργανωθεὶς μαστίγων αἰκισμοῖς, εὐσεβῶς προσεκύνησας, καὶ πρὸς Αὐτὸν Εὐθύμιε,
μετ᾿ εὐθυμίας προσεχώρησας.
Ἐν φάτνῃ, ἀνακλιθεὶς ὁ Κύριος, δῶρον γενέθλιον, τῶν σῶν
αἱμάτων Μάκαρ τοὺς κρουνούς, καὶ πληγῶν σου τοὺς μώλωπας, ὑπὲρ χρυσὸν καὶ
λίβανον, καὶ ὑπὲρ σμύρναν προσεδέξατο.
Χρυσὸν μέν, παρὰ τῶν Μάγων δέχεται, τεχθεὶς ὁ Κύριος·
τῆς πρὸς Αὐτὸν ἀγάπης δὲ τῆς σῆς, Ἱεράρχα τὸ γνήσιον, καὶ τὸ στεῤῥόν, καὶ
εὔτονον, τῆς ἀνενδότου καρτερίας σου.
Θανάτῳ, τὸν τοῦ Δεσπότου θάνατον, ἐκμιμησάμενος,
δεσποτικὰς ἐβόησας φωνάς, ὑπὲρ τῶν ἀναιρούντων σε, εἰλικρινῶς εὐχόμενος,
Ἱεροφάντα πανσεβάσμιε.
Θεοτοκίον.
Ἐκ Σοῦ, τῆς Ὑπεραγίας σήμερον, ὁ τοῦ παντὸς Ποιητής,
σωματικῶς γεννᾶται καθ᾿ ἡμᾶς, καὶ σπαργάνοις εἱλίσσεται, ὁ σπαργανώσας
θάλασσαν, ὁμίχλῃ Μήτηρ ἀειπάρθενε.
Καταβασία. Ἔσωσε λαὸν θαυματουργῶν Δεσπότης,…
ᾨδὴ γ΄.
Εὐφραίνεται ἐπὶ Σοί.
Ἰχῶρας μαρτυρικούς, ἀντὶ λιβάνου καὶ χρυσοῦ σμύρνης τε,
ὡς Ἱερεὺς προσήνεγκας, τῷ ἐν Βηθλεὲμ γεννηθέντι Χριστῷ.
Στεῤῥότητι λογισμοῦ, καὶ γενναιότητι ψυχῆς ἤλεγξας, τὸν
δυσσεβῆ Λέοντα, κατὰ τοῦ Σωτῆρος λυττήσαντα.
Στεφάνου ἐκμιμητής, τοῦ Πρωτομάρτυρος Χριστοῦ γέγονας,
τῶν φονευτῶν Εὐθύμιε, ὑπὲρ σωτηρίας εὐχόμενος.
Ἐτήρησας ἐμμελῶς, τὴν τοῦ Σωτῆρος ἐντολὴν Ὅσιε, καὶ τὴν
ψυχὴν τέθεικας, ὑπὲρ τῶν σῶν φίλων Πατὴρ ἡμῶν.
Θεοτοκίον.
Χωρίον χωρητικόν, τοῦ ἀχωρήτου Πλαστουργοῦ γέγονας,
Τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη Πανάχραντε.
Καταβασία. Νεῦσον πρὸς ὕμνους οἰκετῶν, Εὐεργέτα,…
Τὸ ὁριζόμενον
ὑπὸ τῆς Τυπικῆς διατάξεως Κοντάκιον.
Εἶτα, Κάθισμα τοῦ Ἁγίου.
Ἦχος α΄. Σὸν τάφον Σου, Σωτήρ.
Εὐθύμιον πιστοί, τὸν Χριστοῦ ἱεράρχην, ἀθλήσαντα
στεῤῥῶς, καὶ ἐχθροὺς καθελόντα, συμφώνως τιμήσωμεν, καὶ ᾠδαῖς καταστέψωμεν· καὶ
γὰρ ρήμασιν, εἰκονομάχων ἐλέγξας, τὴν δυσσέβειαν, ἐν παῤῥησίᾳ κηρύττει, εἰκόνων
προσκύνησιν.
Δόξα. Ὅμοιον.
Προσήνεγκας Χριστῷ, ἐκ Παρθένου τεχθέντι, Εὐθύμιε σοφέ,
ὡς οἱ Μάγοι τὰ δῶρα, ἀθλήσας καρτερώτατα, Ἱεράρχα τὸ αἷμά σου· ὅθεν εἴληφας,
διπλοῦν τὸ στέφος τῆς νίκης, καὶ παρίστασαι, τῇ Παναγίᾳ Τριάδι, πρεσβεύων
σωθῆναι ἡμᾶς.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Ἐν φάτνῃ δι᾿ ἡμᾶς, τῶν ἀλόγων ἐτέχθης, μακρόθυμε Σωτὴρ,
νηπιάσας βουλήσει· ποιμένες δὲ Σὲ ὕμνησαν, μετ᾿ Ἀγγέλων κραυγάζοντες· Δόξα,
αἴνεσις τῷ ἐπὶ γῆς γεννηθέντι καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.
ᾨδὴ δ΄.
Ἐπαρθέντα Σε ἰδοῦσα.
Ῥαπιζόμενος τὸ πρόσωπον τὸ τῇ θείᾳ χαριτωθὲν λαμπρότητι
τῆς ἄνω σοφίας, γέγονας συμμέτοχος Χριστοῦ παμμακάριστε, τοῦ ὑπὲρ ἡμῶν ῥαπισθέντος
σαρκί.
Ἱερωσύνης τὸ σέβας οὐκ αἰδεσθέντες, οἱ ἀσεβεῖς καὶ
πρόμαχοι κακίας ἐργάται, γῆρας οὐ τιμήσαντες τὸ σὸν οἱ παράνομοι, ἀνελεημόνως
ἐμάστιζον.
Σπαργανουμένῳ καὶ φάτνῃ ἀνακειμένῳ, τῷ Λυτρωτῇ Εὐθύμιε
πολύτιμον δῶρον, Πάτερ προσενήνοχας τὸ τίμιον αἷμά σου, πόθῳ δι᾿ αὐτὸν
ἐκχυνόμενον.
Τοῖς τοῦ Σωτῆρος σπαργάνοις ἐνειλημένος καὶ τὴν Αὐτοῦ
ἀγάπησιν, περιεζωσμένος τούτῳ προσεπέλασας, τῷ λύθρῳ σταζόμενος τῷ ἐκ μιαιφόνου
χυθέντι χειρός.
Θεοτοκίον.
Ὁ τὰς ἀΰλους οὐσίας δημιουργήσας, σωματικῶς ὡς ἄνθρωπος
ἐκ Σοῦ Θεομῆτορ, σήμερον γεγέννηται· αὐτῷ μελῳδήσωμεν· δόξα ἐν ὑψίστοις Χριστῷ
τῷ Θεῷ.
Καταβασία. Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,…
ᾨδὴ ε΄. Σὺ
Κύριέ μου φῶς.
Σοὶ ἔμψυχος εἰκών, τῷ Σωτῆρι προσάγεται τιμήσας σου τὴν
εἰκόνα, ὁ σοφὸς Ἱεράρχης Εὐθύμιος ὁ ἔνδοξος.
Σοὶ Δέσποτα Ποιμήν, εὐθυμίας φερώνυμος τὰ στίγματα τῆς
σαρκός σου, περιφέρων οἰκείῳ ἐν σώματι προσφέρεται.
Πῦρ ἔσβεσας θυμοῦ τῶν ἀνόμων Εὐθύμιε, τοῖς χεύμασι τῶν
ἀδίκως χυθέντων σου αἱμάτων, παμμάκαρ ἱερώτατε.
Ἀνέστειλας ὁρμήν, τῶν ἀθέων μακάριε τῇ ῥώμῃ τῶν διδαχῶν
σου, καὶ τοῦ Κτίστου εἰκόνα σχετικῶς σὺ τετίμηκας.
Θεοτοκίον.
Ῥοῦς ἔστη τῆς φθορᾶς, ἡ Παρθένος ἀφθόρως γάρ, γεγέννηκε
τὸν τὴν φύσιν τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.
Καταβασία. Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης,…
ᾨδὴ στ΄. Θύσω
Σοι, μετὰ φωνῆς.
Γυμνώσει, τοῦ τῶν πάντων Σωτῆρος τὴν γύμνωσιν,
ἐκμιμησάμενος Πάτερ, καὶ μαστίγων πόνους ἐγκαρτερήσας, τὸ σὸν αἷμα, τῷ Ἐκείνου
ἐπέχεας αἵματι.
Ἀγάπην, καὶ ἐλπίδα καὶ πίστιν θεόφρονα, τὰς δι᾿ αἰῶνος
μενούσας, ἀρετὰς πλουτήσας τῷ γεννηθέντι, ἐκ Παρθένου, δωροφορεῖς παμμάκαρ
Εὐθύμιε.
Νομίμως, τῷ Χριστῷ λειτουργήσας τὴν ἔνθεον, ἱερουργίαν
τοῦ λόγου, μισθὸν τούτου Πάτερ ἀντεκομίσω,
θεοῤῥῆμον τὸ σὲ τελειωθῆναι δι᾿ αἵματος.
Θεοτοκίον.
Ὁ πλάσας, κατ᾿ εἰκόνα ἰδίαν τὸν ἄνθρωπον, διὰ πολλὴν
εὐσπλαγχνίαν, ἀναπλάττει τοῦτον ἐκ Σοῦ Παρθένε, Θεομῆτορ, ὁλοκλήρως Αὐτὸν
ἐνδυσάμενος.
Καταβασία. Ναίων Ἰωνᾶς ἐν μυχοῖς θαλαττίοις,…
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Εὐθυμίας ἔμπλεως καὶ θυμηδίας ἀῤῥήτου, φερωνύμως Ὅσιε
ὑπὲρ τῶν θείων εἰκόνων, ἔφερες πικρῶν βασάνων τὰς ἀλγηδόνας, στέφανον, τῆς
ἀφθαρσίας σοὶ προξενούσας, διὰ τοῦτο ἀνεδείχθης, τῆς εὐσεβείας ὑπέρμαχος
ἔνδοξος.
Ὁ Οἶκος.
Τῷ ἐν εἰκόνι τυπουμένῳ θεανδρικῷ χαρακτῆρι ἐνατενίζων,
καὶ διὰ τῆς προπτύξεως τὴν σχετικὴν ἀπονέμων προσκύνησιν καὶ τιμήν, τὰς ὄψεις
καὶ τὰ χείλη καθηγίαζες Ὅσιε· δι᾿ αὐτῆς δὲ πρὸς τὸ θεῖον ἀρχέτυπον διαβιβάζων
τὸν νοῦν, καὶ τῷ γλυκυτάτῳ ἔρωτι τῆς Αὐτοῦ ἀγαπήσεως τιτρωσκόμενος, τὰ τῆς
θεόπαιδος θαύματα καὶ τῶν Ἁγίων ἁπάντων τὰ κατορθώματα, ἰστορεῖσθαι καὶ
τιμᾶσθαι συνοδικῶς ἐβεβαίωσας· ὦν τὸν βίον καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας
ζηλῶσας, βασιλεῖς παρανόμους διήλεγξας, τὴν τῶν θείων εἰκόνων προσκύνησιν
δυσσεβῶς ἀθετήσαντας. Ὅθεν καὶ διωγμοὺς ἀνδρειοφρόνως ἐγκαρτερήσας καὶ ὁμολογίᾳ
τὸν βίον ἐπισφραγίσας, εἰς οὐρανοὺς σταφανηφόρος περιχαρῶς ἀνελήλυθας· διὰ
τοῦτο ἀνεδείχθης, τῆς εὐσεβείας ὑπέρμαχος ἔνδοξος.
Συναξάριον.
Τῇ Κστ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου,
Ἐπισκόπου Σάρδεων, τοῦ Ὁμολογητοῦ.
Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,
Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἐν τῇ
καμίνῳ Ἀβραμιαῖοι.
Ἱερωσύνης, ἱερωτάτης τὸ θεόσδοτον, χρῖσμα συγκεράσας
αἵματι τῷ ἐκ σοῦ, ἱερώτατον ἀπέδειξας, εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ
Κύριος.
Σὺ ἐφειλκύσω, χάριν τοῦ θείου Πρωτομάρτυρος, οὗπερ
ἀνεδείχθης ἄριστος μιμητής, εὐλογίαις ἀμειβόμενος, τοὺς ἀναιροῦντάς σε, ἀνηλεῶς
παμμάκαρ Εὐθύμιε.
Στήσας τοὺς πόδας, ἐπὶ πέτραν τῆς πίστεως ἀσφαλῶς,
πάσαις προσβολαῖς παμμάκαρ τῶν πειρασμῶν, ἀπερίτρεπτος διέμεινας, εὐλογημένος
εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ
Σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· εὐλογημένη Σύ, ἐν γυναιξὶν
ὑπάρχεις, Πανάμωμε.
Καταβασία. Τῷ Παντάνακτος ἐξεφαύλισαν πόθῳ,…
ᾨδὴ η΄. Χεῖρας
ἐκπετάσας.
Ἔστης ἐπὶ βήματος στεῤῥῶς, ἀγωνιζόμενος, Πάτερ Εὐθύμιε·
τὸν τελειότατον ὅρον γάρ, ἐμελέτησας θεόληπτε, ὥσπερ ἑλόμενος θανεῖν, ὑπὲρ τῶν
φίλων σου, τῶν βοώντων· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Φαιδρὸς καὶ τὸν λόγον καὶ τὸν νοῦν, φαιδρὰν ἐκέκτησο,
ψυχὴν καὶ πρόσωπον· νῦν δὲ φαιδρότερος γέγονας, μέχρις αἵματος Εὐθύμιε, πρὸς
βασιλεῖς θεοστυγεῖς, ἀντιταξάμενος, καὶ κραυγάζων· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν
Κύριον.
Ἐπέθεντο μάκαρ ἐπὶ σέ, οἱ ἐπὶ γῆς κραταιοί, τοῦ
θανατῶσαί σε, παρανομώτατα πράττοντες· ἀλλ᾿ αὐτὸς ἀνατεινόμενος, πρὸς τὸν
τεχθέντα Λυτρωτήν, ἐξ ἀπειράνδρου Μητρός, ἀνεβόας· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν
Κύριον.
Θεοτοκίον.
Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων
ἡγούμενος· Σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν
τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Καταβασία. Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,…
ᾨδὴ θ΄. Λίθος
ἀχειρότμητος.
Πρὸς τὸν γαληνότατον ὅρμον, μετέστης Πάτερ τῶν
ἐντεῦθεν· ὥσπερ γὰρ στρουθίον ἐῤῥύσθης, ἐκ τῆς παγίδος τῶν θηρευόντων σε,
εὐλογῶν τὸν ῥυσάμενον, Ἱερομάρτυς εὐθυμότατα.
Αἴγλῃ τῆς ἐξ ὕψους φανείσης, Ἀνατολῆς πεφωτισμένος, καὶ
φωτοφανείαις ἀστέρος, τοῦ ἐξ Ἰούδα νῦν ἀνατείλαντος, ὑπερφυῶς λαμπόμενος, πρὸς
τὸν Δεσπότην ἐξεδήμησας.
Τὰ τοῦ Παραδείσου νῦν πλάτη, χωροβατεῖν κατηξιώθης· οὗ
τῶν μακαρίων λαμπρότης, καὶ τῶν Ἁγίων ἡ ἀγαλλίασις, ὡς Ἀθλητὴν Εὐθύμιε, σὲ
νικηφόρον ὑπεδέξαντο.
Ἔχων πρὸς Θεὸν παῤῥησίαν, ὡς Ἱεράρχης τε, καὶ Μάρτυς,
τοῦ νῦν ἐνεστῶτος χειμῶνος, τῆς Ἐκκλησίας γαλήνην αἴτησαι, καὶ τῶν πταισμάτων
ἄφεσιν, τοῖς σὲ ὑμνοῦσι παμμακάριστε.
Θεοτοκίον.
Ῥάβδος ἀνεβλάστησας ῥίζης, τοῦ Ἰεσσαὶ ἡμῖν τεκοῦσα,
ἄνθος τῆς Θεότητος Χριστόν, Θεογεννῆτορ Πάναγνε σήμερον, τὸν ὡς Θεὸν ἀχώρητον,
καὶ νῦν ὡς βρέφος σπαργανούμενον.
Καταβασία.
Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς
κατάρας.
Στέργειν μὲν ἡμᾶς ὡς
ἀκίνδυνον φόβῳ,…
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἐπεσκέψατο ἡμᾶς.
Τῷ ἐν Σπηλαίῳ Βηθλεέμ, τεχθέντι Βασιλεῖ ἡμῶν, δωροφορήσας
εὐκλεῶς τῶν ἀρετῶν μυρεψικῇ, σμυρνολιβάνῳ Ὅσιε, τὴν χάριν τῶν θαυμάτων, ἐνθέως
ἀπείληφας.
Τῆς ἑορτῆς. Αὐτόμελον.
Ἐπεσκέψατο ἡμᾶς ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ
ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς
Παρθένου ἐτέχθη ὁ Κύριος.
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους
στ΄ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς ἑορτῆς γ΄ καὶ τοῦ Ἁγίου προσόμοια γ΄.
Τῆς ἑορτῆς. Ποιήματα Ἀνδρέου Ἱεροσολυμίτου. Ἦχος δ΄.
Εὐφραίνεσθε, δίκαιοι· οὐρανοί, ἀγαλλιᾶσθε· σκιρτήσατε
τὰ ὄρη, Χριστοῦ γεννηθέντος. Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη,
βαστάζουσα ἐν κόλποις Θεὸν Λόγον σαρκωθέντα.
Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα
προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· ἀκατάληπτε Κύριε, δόξα Σοι.
Ὁ Πατὴρ εὐδόκησεν· ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἡ Παρθένος
ἔτεκε Θεὸν ἐνανθρωπήσαντα. Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· ποιμένες
θαυμάζουσι· καὶ ἡ κτίσις ἀγάλλεται.
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν
πρώτην κατάραν τῆς Εὔας· ὅτι Μήτηρ γέγονας τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα
ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα.
Οὐ φέρει τὸ μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες
δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· ἀνερμήνευτε Κύριε, δόξα Σοι.
Τοῦ Ἁγίου. Ἦχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Ἔτι τῷ λύθρῳ σταζόμενος, καὶ πεφυρμένος θερμῷ, καὶ
ἀτμίζοντι αἵματι, τῷ Χριστῷ παρέστηκας, θεοῤῥῆμον Εὐθύμιε. Σῶν σῶν πληγῶν οὖν,
Πάτερ τοὺς μώλωπας, ἀνθ᾿ ἱκεσίας νῦν προτεινόμενος, Τοῦτον δυσώπησον, ὑπὲρ τῶν
ὑμνούντων σε, καὶ ἐκτενῶς, μάκαρ ἐξιλέωσαι, ὑπὲρ τῆς ποίμνης σου.
Δῶρα προσήνεγκας Ὅσιε, τῷ γεννηθέντι Χριστῷ, καὶ σαρκὶ
νηπιάσαντι, πολιὰν αἰδέσιμον, κοσμουμένην χαρίσμασιν, ἱεραρχίας Πάτερ καὶ
αἵματι, πεφοινιγμένην τῆς σῆς ἀθλήσεως, πίστιν Ὀρθόδοξον, καὶ ἐλπίδα πρόθυμον,
καὶ ἀῤῥαγῆ, ὄντως καὶ ἀσάλευτον, ἀγάπην πάνσοφε.
Γλῶσσα κινουμένη Πνεύματι, καὶ φθεγγομένη σαφῶς,
ἀληθείας διδάγματα, θεοσδότου χάριτος, τηλαυγῶς ἀποστάζουσα· τῆς εὐσεβείας λύρα
θεόφθογγος· Ὀρθοδοξίας κρηπὶς ἀκράδαντος· στόμα μελίῤῥυτον· θησαυρὸς φρονήσεως·
Ἐκκλησιῶν, σάλπιγξ μεγαλόφωνος, ἐδείχθης Ὅσιε.
Δόξα. Ἦχος πλ.β΄.
Τῷ τῆς ἀκραιφνοῦς πίστεως φέγγει, ταῖς τῶν θείων Γραφῶν
ἐγκύψας θεηγορίαις, τῶν ἐπὶ Χριστοῦ ἀσυγχύτως συνελθουσῶν δύο φύσεων, ἐμυήθης
τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν· καὶ ταύτης ἑκάτερα τὰ ἰδιώματα, εὐσεβῶς διακρίνων
τὴν τῶν θείων εἰκόνων προσκύνησιν καὶ τιμήν, ἔργοις καὶ λόγοις ἐκήρυξας,
ἱερομάρτυς Εὐθύμιε· ὅθεν καὶ ἐξορίαις πικραῖς ὑπὲρ αὐτῶν προσομιλήσας, καὶ
μαρτυρικαῖς ἀγλαΐαις κοσμηθείς, Χριστῷ τῷ Θεῷ νῦν παρίστασαι πρεσβεύων ἀπαύστως
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Σήμερον ἡ ἀόρατος φύσις τοῖς βροτοῖς ἐκ Παρθένου
συνάπτεται. Σήμερον ἡ ἄπειρος οὐσία ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται. Σήμερον
ὁ Θεὸς δι᾿ ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει, προμηνύοντας Αὐτοῦ τὴν
τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ. Διὸ ψάλλομεν· ὁ σαρκωθεὶς
ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Δεῦτε αἱ χορεῖαι τῶν εὐσεβῶν, ὕμνοις ἐγκωμίων
καταστέψωμεν εὐλαβῶς, Εὐθύμιον ὄντως τὸν θεῖον Ἱεράρχην καὶ Μάρτυρα Κυρίου, τὸν
μεγαλώνυμον.
Σέβας ἀπονέμων τῷ τοῦ Χριστοῦ καὶ τῆς Θεοτόκου
ἐκτυπώματι σχετικῶς, πικραῖς ἐξορίαις ἠλάθης θεοφόρε, καὶ θάνατον ὑπέστης,
Πάτερ Εὐθύμιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου