Κυριακή 14 Ιουνίου 2015

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΡΟΒΕΛΙΣΤΑΣ Ἄρτης. Ψαλλομένη τῇ 12η Σεπτεμβρίου



Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΡΟΒΕΛΙΣΤΑΣ Ἄρτης.
Ψαλλομένη τῇ 12η Σεπτεμβρίου

Ποίημα Δρ. Χαραλάμπους Μπούσια

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς ἐκ τοῦ Μηναίου β΄.
Ἦχος α'. Tῶν οὐρανίων ταγμάτων.
ωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζοντες Παρθένον ἁγνήν.

ξ Ἄννης σήμερον ῥάβδος, φυτὸν θεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία ἀνθρώπων· ἐξ ἧς ὁ τῶν ἁπάντων Δημιουργός, γεννηθεὶς ὑπὲρ ἔννοιαν, τὴν τοῦ Ἀδὰμ ἐκκαθαίρει ὡς ἀγαθός, πᾶσαν λύμην ἀγαθότητι.

Καὶ τῆς Εἰκόνος β΄. Ὅμοια.
Τῇ σεβασμίᾳ Μονῇ Σου πιστῶς προστρέχοντες, καὶ τὴν σεπτὴν μορφήν Σου, εὐλαβῶς προσκυνοῦντες, λαμβάνομεν ἀφθόνως ἁγιασμόν, καὶ εἰρήνην Ῥοβέλιστα, ψυχῶν ὑμνοῦντες τὴν ἄκραν Σου πρὸς ἡμᾶς, προστασίαν καὶ συμπάθειαν.

Μοναζουσῶν αἱ χορεῖαι καὶ ἡ ὁμήγυρις, τῶν εὐσεβούντων σπεύδει, χαριστήριον αἶνον, εὐσχήμως ἀναμέλψαι Σοι θαυμαστή, Θεοτόκε Ῥοβέλιστα, καὶ ἥν ἐκπέμπεις ἑκάστοτε μυστικῶς, εὐωδίαν ὀσφρανθῆναί Σου.

Δόξα. Καὶ νῦν. Ἦχος β'.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.
Τέρπου Ἰωακείμ, καὶ Ἄννα καθορῶντες, ὑμῶν τὸ θῆλυ βρέφος, ὅ πάντες ἀνυμνοῦμεν, ἐν τοῖς σπαργάνοις κείμενον.

Στ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Σήμερον τὰ δεσμά, θανάτου καταργοῦνται, ἐπὶ τῇ θείᾳ γέννᾳ, τῆς ἀπειράνδρου Κόρης, ἐξ ἧς Χριστὸς ἐβλάστησε.
Στ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Δεῦτε τῇ θαυμαστῇ, προσπέσωμεν Εἰκόνι, τῆς Ῥοβελίστης Κόρης, τῆς χορηγούσης πᾶσι, χαρὰν καὶ ἀγαλλίασιν.
Δόξα.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, τὸ κράτος τῆς Σῆς δόξης, διὰ τῆς Θεοτόκου, γεννήσεως κατέδειξας.
Καὶ νῦν.
Σῶσον ἐκ συμφορῶν, Θεόπαις Παναγία, Εἰκόνα προσκυνοῦντας, τὴν Σὴν ἥν πανσεβάστως, Ῥοβέλισταν κεκλήκαμεν.

Νῦν ἀπολύεις, τὰ Ἀπολυτίκια ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα γ’ Ἰδιόμελα τῆς ἑορτῆς ἐκ τοῦ Μηναίου. Ἦχος πλ. β'. Σεργίου Ἁγιοπολίτου.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς Ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα Αὐτοῦ· ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα Σοι.

Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε, καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον τοῦ Ἱερέως τοῦ Μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀγόνου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τὸν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός· ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθὼν κεκλεισμένην διεφύλαξε· καὶ πάντας σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτός, πᾶσι τοῖς ἀνθρώποις, σωτηρίαν ἀπειργάσατο.

Ἕτερα τῆς Ἁγίας Εἰκόνος. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.
τοῦ παραδόξου θαύματος! ὥσπερ ἔαρ τερπνόν, ἡ Εἰκών Σου Δέσποινα, μυρίζει ὑπερφυῶς, πιστοὺς ἡδύνουσα, τοὺς πόθῳ τῇ Σῇ Μονῇ, θεοχαρίτωτε Μῆτερ προστρέχοντας, Ῥοβέλιστα εὐκλεές, καὶ ἐκ μυχίων καρδίας κραυγάζοντας· Κεχαριτωμένη χαῖρε, εὐσεβῶν βοήθεια, καὶ Μονῆς τῆς τιμώσης, τὴν Εἰκόνα Σου προσφύγιον.

Βαβαὶ τῆς Σῆς μυροβόλου ὀσμῆς! Παναγία Μῆτερ, τοῦ Χριστοῦ Ῥοβέλιστα, δι’ ἧσπερ χαροποιεῖς, πιστῶν ὁμήγυριν· ἐντεῦθεν πανευλαβῶς, ὡς φρέαρ μύρον βλυστάνον ἀκένωτον, Εἰκόνα Σου τὴν σεπτήν, ἀποκαλοῦμεν ἡμεῖς Μυροβλύτισσαν, ἀρυόμενοι σωμάτων, ἐξ αὐτῆς ἑκάστοτε, καὶ ψυχῶν εὐρωστίαν, οἱ ἀεί Σοι χαῖρε κράζοντες.

τοῦ παραδόξου θαύματος! ὡς ἀστέρα λαμπρόν, φαίνοντα τοῖς πέρασιν, κατεῖδον ποτὲ βοσκοί, τὸν Σὸν ἐκτύπωμα, Ῥοβέλιστα θαυμαστή, ἐν μέσῳ βάτων πυκνῶν καὶ ἀνήγγειλαν, χαρίεντες ἐν σπουδῇ, τῷ Ἱερεῖ Ἀμβροσίῳ Σὴν εὕρεσιν, ὅς λαβὼν τὴν Σὴν εἰκόνα, μετὰ χεῖρας ἔκραζε· Σύ μου πέλεις προστάτις, καὶ καρδίας ἀγαλλίαμα.

Δόξα τῆς ἑορτῆς. Σεργίου Ἁγιοπολίτου.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς Ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα Αὐτοῦ· ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα Σοι.

Καὶ νῦν. Τῆς Εἰκόνος. Ὁ αὐτὸς.
Σήμερον ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῶν Γενεθλίων Σου, Παναγία Παρθένε, τὴν χάριν τῆς Σῆς μυροβλυζούσης εἰκόνος προσάπτομεν· συναθροιζόμενοι ὅθεν ἐν τῇ ἐν Ῥαδοβυζίοις μάνδρᾳ Σου, τὰς δωρεὰς ἀπεκδεχόμεθα, τὰς ἐκ τῆς Εἰκόνος Σου ἀποῤῥεούσας. Ἀλλ’ ὦ Μυροβλύτισσα, μὴ ἐλλίπῃς πρεσβεύειν τῷ Παναγίῳ Τόκῳ Σου.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. 28, 10-17).
ξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν·Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν. Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν. Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 1-4).
σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11).
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Εἰς τὴν Λιτήν. Τῆς Ἑορτῆς. Ἦχος α'. Στεφάνου Ἁγιοπολίτου.
ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ στείρας γεννηθῆναι προέρχεται· ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ ὁ προπάτωρ, καὶ ἡ Εὔα ἀγαλλιάσθω χαίρουσα· ἰδοὺ γὰρ ἡ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· Ἐτέχθη μοι γὰρ φησι λύτρωσις, δι᾿ ἧς ἐκ τῶν δεσμῶν τοῦ ᾍδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω ὁ Δαυΐδ κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρθένος πρόεισιν ἐκ πέτρας ἀγόνου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, τοῦ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.
Τὶς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; Ἰωακεὶμ καὶ Ἄννα πανηγυρίζουσι μυστικῶς. Συγχάρητε ἡμῖν λέγοντες, Ἀδὰμ καὶ Εὔα σήμερον· ὅτι τοῖς πάλαι παραβάσει κλείσασι Παράδεισον, καρπὸς εὐκλεέστατος ἡμῖν ἐδόθη, ἡ θεόπαις Μαρία, ἀνοίγουσα τούτοις πᾶσι τὴν εἴσοδον.
προορισθεῖσα παντάνασσα, Θεοῦ κατοικητήριον, ἐξ ἀκάρπου σήμερον νηδύος προῆκται, τῆς Ἄννης ἠγλαϊσμένης, τῆς ἀϊδίου οὐσίας τὸ θεῖον τέμενος· δι᾿ ἧς ἰταμός ᾍδης καταπεπάτηται, καὶ παγγενῆ Εὔα ἐν ἀσφαλεῖ ζωὴ εἰσοικίζεται· ταύτῃ ἐπαξίως ἐκβοήσωμεν· Μακαρία Σὺ ἐν γυναιξί, καὶ ὁ καρπὸς τῆς κοιλίας Σου εὐλογημένος.

Καὶ τῆς Ἁγίας Εἰκόνος β΄. Ἦχος α΄.
Σκίρτα καὶ χόρευε μοναζουσῶν ἡ σεπτὴ χορεία, ἡ τῆς Ῥοβελίστης Θεοτόκου τὸ ἔκτυπον, ὡς θησαυρὸν πολύτιμον φυλάττουσα· ἰδοὺ γὰρ ἡ Μοσχοβίτισσα Κόρη, ἐν τῇ Αὐτῆς γεννήσει συγκαλεῖ τὴν περίοικον, πρὸς αἴνεσιν τοῦ ζῶντος Θεοῦ ἡμῶν καὶ Τόκου Αὐτῆς· δεῦτε οὖν πάντες προσπέσωμεν Αὐτῆς τῇ εἰκόνι, καὶ τὰς πρεσβείας Αὐτῆς ἐκζητήσωμεν, ὡς ἄν εὕρωμεν τῶν πταισμάτων ἡμῶν ἀπολύτρωσιν.

Ἦχος γ΄.
ς πολυτίμητον ὄλβον ὁ Ἱερεὺς Ἀμβρόσιος, πάλαι κατεῖχέ Σε, Θεοτόκε Ῥοβέλιστα, ὡς ἁγιάσματος φρέαρ· ἀκένωτον δὲ ἡμεῖς νῦν Σε γινώσκομεν, Ῥαδοβυζίων ὡράϊσμα, σπεύδοντες οὖν τῇ Σῇ πανσεβάστῳ εἰκόνι, κομιζόμεθα χάριν καὶ εἰρήνην ἀδιατάρακτον.

Δόξα τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Σεργίου Ἁγιοπολίτου.
ν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν Αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, διὰ Σοῦ, χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν τῆς Εἰκόνος. Ὁ αὐτός.
ποιήσας Σοι μεγαλεῖα Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ σάρκα βρότειον φορέσας ἐκ τῶν παρθενικῶν Σου αἱμάτων, δαψιλῆ Σοι δέδωκε χάριν, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων Σε, Θεοτόκε πανύμνητε· διό Σου πάντες, τὴν ἀῤῥαγῆ κηδεμονίαν μεγαλοφώνως κηρύττοντες, εὐλαβῶς προσπτυσσόμεθα τὴν Σὴν ἁγίαν Εἰκόνα, ἐξ ἧς νάματα ἰαμάτων, Ῥοβέλιστα Κόρη ἀφθόνως ἀρυόμεθα.

Εἰς τὸν Στίχον, τῆς ἑορτῆς. Ἦχος δ'. Γερμανοῦ Πατριάρχου.
παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τῆς Εἰκόνος. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Στ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
οβελίστης ἡ πάνσεπτος, καὶ περίδοξος μάνδρα Σου, ἐν τῇ Σῇ γεννήσει πανηγυρίζουσα, ἀγαλλιᾶται Παντάνασσα, Παρθένε τῇ δόξῃ Σου, καὶ προβάλλει μυστικῶς, τὴν ἁγίαν εἰκόνα Σου, πρὸς προσκύνησιν, συγκαλοῦσα πιστοὺς πρὸς μετουσίαν, τῶν ἀπείρων Σου χαρίτων, καὶ τῆς ἀφράστου χρηστότητος.
Στ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Μυροβλύτισσα Δέσποινα, τὸ σεπτόν Σου ἐκτύπωμα, τῶν εὐσεβοφρόνων οἱ δῆμοι σήμερον, περιχαρῶς ἀσπαζόμεθα, καὶ μνείαν ποιούμεθα, παραδόξων τῶν πολλῶν, ἅ τελεῖς μετὰ πίστεως, τοῖς προστρέχουσι, καθ’ ἑκάστην τεμένει Σου τῷ θείῳ, τὸ κοσμοῦν Ῥαδοβυζίων, δρυμοὺς καὶ πᾶσαν περίοικον.
Δόξα τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Σεργίου Ἁγιοπολίτου.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.
Καὶ νῦν τῆς Εἰκόνος. Ὁ αὐτός.
Σήμερον οὐρανοὶ καὶ γῆ συναγάλλονται, ἐν τῇ πανσέπτῳ γεννήσει Σου, γλυκυτάτη τῶν Χριστιανῶν μεσίτρια, καὶ ἡμῶν βοήθεια Δέσποινα· σήμερον καὶ τῶν Ἀρταίων οἱ δῆμοι, τὴν Σὴν χαριτόβρυτον Εἰκόνα, Ῥοβέλιστα Κυρία κυκλοῦντες, αἶνον ἀπονέμουσί Σοι δίκαιον κράζοντες· Χαῖρε γλυκοφιλοῦσα Θεοτόκε, χαρὰ καὶ σκέπη τῶν θαλαττευόντων, ἐν τῷ πελάγει τῶν τοῦ βίου μεριμνῶν, καὶ πλείστων θλίψεων.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος δ'
Γέννησίς Σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Καὶ τῆς Εἰκόνος. Ἦχος γ΄. Θείας πίστεως.
Τὴν πανάχραντον, μορφήν Σου Κόρη, ἀτενίζοντες, Θεὸν ὑμνοῦμεν, τὸν ἐκ Σοῦ ὑπερφυῶς ἐκβλαστήσαντα, καὶ σὲ κρουνὸν ἀναδείξαντα χάριτος, παντοίων δὲ νοσημάτων λυτήριον· ὦ Ῥοβέλιστα, χορήγει ὑγείαν ἅπασι, τοῖς πίστει προσιοῦσι τῷ Τεμένει Σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ.
ναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Εἰκόνος. Ὅμοιον.
ἁγία Σου Εἰκών, τοῖς μετὰ πίστεως αὐτῇ, προσιοῦσιν Ἀγαθή, πέμπει ῥιπὰς ἡδυτερπεῖς, ἀέρος πᾶσι Ῥοβέλιστα μυροβόλου, τὰς ψυχὰς ἡμῶν, τερπνῶς μυρίζουσα· ὅθεν μυστικῶς, Σοὶ ἀνακράζομεν· χαῖρε ἀνθὼν ἡδύπνευστε, χαῖρε λειμὼν θείας χάριτος ἥδιστε, χαῖρε ἡ ἄχθους τὴν δυσωδίαν, ἐξ ἡμῶν φυγαδεύουσα.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα ὅμοιον.
κ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται.
Δόξα.
Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ· αἰνέσατε Αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Καὶ νῦν. Τῆς Εἰκόνος.
οβελίστης ἡ Μονή, ὡσεὶ ἀστείρευτος κρουνός, ἰαμάτων θαυμαστῶς, κιρνᾶ τοῖς σπεύδουσιν αὐτῇ, ἀφθόνως δόσεις ὑγείας καὶ εὐρωστίας· ὅθεν τῶν πιστῶν, ἀεὶ τὸ σύστημα, τρέχει ἐν σπουδῇ, αὐτῇ ἑκάστοτε, καὶ τὸ σεπτὸν ἐκτύπωμα, τῆς εὐκλεοὺς Θεοτόκου ἀσπάζεται, κραυγάζον· Χαῖρε δεδοξασμένη, εὐσεβῶν καταφύγιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῆς ἑορτῆς.Ἦχος πλ. δ'. Τὸ προσταχθὲν.
γαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!
Δόξα. Καὶ νῦν. Τῆς Εἰκόνος.
αβοδυζίων ἡ περίοικος καυχᾶται, καὶ Ῥοβελίστης ἐξαιρέτως τὸ σεμνεῖον, προστασίᾳ Σου τῇ θείᾳ Παρθενομῆτορ, καὶ πάντες κατασπαζόμενοι τὴν σεπτήν, εἰκόνα ὁμοῦ τὴν Σὴν ἐξ ἄλγους δεινοῦ, ἀπαλλάτονται κράζοντες· Χαῖρε ἡμῶν χαρμονή, και λύπης ὀλετήριον, θαυμαστὴ Μοσχοβίτισσα.

Οἱ  Ἀναβαθμοί. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Ἀναστᾶσα Mαριὰμ ἐπορεύθη... Δόξα. Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν. Τὸ αὐτὸ.
Ἰδιόμελον τῆς ἑορτῆς. Ἦχος δ'. Γερμανοῦ Πατριάρχου.
Στ. Ἐλέησόν με Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος, ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Οἱ Κανόνες τῆς Ἑορτῆς β΄· τοῦ Κυρίου Ἰωάννου μετὰ τῶν Εἱρμῶν εἰς η´ καὶ τοῦ Κυρίου Ἀνδρέου Τροπάρια εἰς ς'. Καὶ τῆς Ἁγίας Εἰκόνος, οὗ ἡ ἀκροστιχίς: Ῥαδοβυζίων χαῖρε Ῥοβέλιστα πάναγνε. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
οβέλιστα Δέσποινα, τῶν θαυμασίων ἀξίωσον, τὰ πλήθη ὑμνῆσαί Σου, ἅ καθ’ ἑκάστην τελεῖς, ὑμνηπόλον Σου, τὸν ἄναγνον Παρθένε, τὸν πόθῳ αἰτούμενον, σκέπην τὴν θείαν Σου.

ρίζηλον καύχημα, ἔσχεν ὁ θεῖος Ἀμβρόσιος, καὶ ὄλβον ἀσύλητον, ἐν τῷ κελλίῳ αὐτοῦ, τὴν εἰκόνα Σου, ἥν εὗρεν λελουσμένην, φωτὶ ἐν τοῖς ἄλσεσι, Μῆτερ Ῥοβέλιστα.

Δρυμοὶ νῦν ἀγάλλονται, Ῥαδοβυζίων καὶ χαίρουσι, πλουτοῦντες Σὸν ἔκτυπον, Θεοκυῆτορ Ἁγνή, θεία χάριτι, αὐτῶν ἐν μέσῳ ὅπερ, εὑρέθη Ῥοβέλιστα, μύρον ἡ χέουσα.

λόφωτον σκήνωμα, τοῦ Ζωοδότου ἐξίσταμαι, πῶς τόπον ἐπέλεξας, στῆσαι Ναόν Σου σεπτόν, τὰ δυσπρόσιτα, Ῥαβοδυζίων ἄλση, ὡς ἄλλη φιλέρημος, ὄρνις Ῥοβέλιστα.

Καταβασία.
«Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν, ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται».

Ὠδή γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Βλυστάνεις πιστοῖς ἀρυόμενοις, ἐκ Σοῦ ὕδωρ ἰαματικόν, ψυχῆς ὁμοῦ καὶ σώματος, ὑγείαν Μοσχοβίτισσα, καὶ σθένος τοῦ ἀλάστορος, πατῆσαι ἅπαν τὸ φρύαγμα.

πέρκαλλον τέμενος ἐκτίσθη, ἐν τόπῳ ἐν ᾧ ἡ Σὴ Εἰκών, εὑρέθη Μυροβλύτισσα, καὶ θεῖον φροντιστήριον, πρὸς ἀρετῆς τελείωσιν, μοναζουσῶν ὤφθη σήμερον.

Ζοφώδη ἐδίωξας σκοτίαν, ταῖς Σαῖς φωτειναῖς μαρμαρυγαῖς, ἐκ τοῦ βουνοῦ Ῥοβέλιστα, τοῦ Σὲ φιλοξενήσαντος, καὶ ὅ ὡς θρόνον πάμφωτον, Σῆς θείας δόξης ἐπέλεξας.

άσεων χείμαῤῥος ἀείῤῥους, ἐξ ὄρους πηγάζων ὑψηλοῦ, καὶ κρήνη ἁγιάσματος, περικαλλὴς Ῥοβέλιστα, εἰκὼν ἡ σεβασμία Σου, ἐδείχθη Νύμφη ἀνύμφευτε.

Καταβασία.
«άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν Ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα».

Ἡ Ὑπακοὴ. Ἦχος β'.
Πύλην ἀδιόδευτον ὁ Προφήτης, μόνῳ τῷ Θεῷ ἡμῶν τηρουμένην, τὴν Ἁγίαν Παρθένον ἐκάλεσε, δι᾿ Αὐτῆς διῆλθεν ὁ Κύριος, ἐξ Αὐτῆς προῆλθεν ὁ Ὕψιστος, καὶ πάλιν ἐσφραγισμένην κατέλιπε, λυτρούμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
ς θαυμάτων ξενοτρόπων, μυροθήκην πολύτιμον, τῶν Ἀρταίων δῆμοι, ἐγνωσάν Σε Μῆτερ Ῥοβέλιστα, καὶ τῷ σεπτῷ Σου τεμένει πάντες σπεύδουσιν, οἱ ποντούμενοι, ἐν τῷ πελάγει τῶν θλίψεων.

Νουνεχῶς αἱ τὰ ἡδέα, καὶ τερπνὰ ἀπωσάμεναι, τοῦ προσκαίρου βίου, καὶ ἀκολουθῆσαι ποθήσασαι, μοναδικῆς πολιτείας θείοις ἴχνεσιν, ἀνυμνοῦσί Σε, ἀτελευτήτως Ῥοβέλιστα.

Χρυσοστόλιστε καθέδρα, τοῦ Παντάνακτος Δέσποινα, σωτηρίαν κόσμου, τῇ σεπτῇ κυήσει Σου ὕφηνας, διὸ χρυσότευκτον ὄντως Σοι ἀνήγειραν, Μῆτερ τέμενος, οἱ Σὲ τιμῶντες Ῥοβέλιστα.

πελαύνεις ἀσθενείας, καὶ δεινὰ ἀῤῥωστήματα, ἐξ ἡμῶν τῶν πίστει, προστρεχόντων Κόρη ἀείποτε, Γλυκοφιλοῦσα εἰκόνι τῇ ἁγίᾳ Σου, ἐκ τῆς Μάνδρας Σου, τοῖς δασυσκίοις φυλλώμασιν.
Καταβασία.
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα».

ᾨδὴ ε'.  Ἐξέστη τὰ σύμπαντα.
θύνεις Ῥοβέλιστα, πιστῶν τὰ διαβήματα, πρὸς ἀφθίτου τέρψεως λειμῶνας, τῶν προστρεχόντων, τῷ Σῷ πανσέπτῳ Ναῷ, μορφὴν προσκυνῆσαι ταπεινῶς, Σοῦ καὶ ταῖς πρεσβείαις Σου, ἐκζητῆσαι πρὸς Κύριον.
οβέλιστα κράζομεν, προστάτιν ἀπροσμάχητος, πέλεις καὶ φρουρὸς εἰς τοὺς αἰῶνας, τῶν ὁλοτρόπῳ, ψυχῆς ἐφέσει τὴν Σήν, κυκλούντων Εἰκόνα Μαριάμ, θείαις προστασίαις Σου, ἵνα νέκταρ τρυγήσωσιν.
λέους γεννήτρια, ἐν τοῖς δυσέκτοις ἔτεσι, σκότους καὶ δουλώσεως τοῦ γένους, ἡμῶν ἠλέεις, τοὺς προσιόντας εἰς Σέ, καὶ πάντων ἐγένου ἀρωγός, πενομένων Δέσποινα, Θεοτόκε Ῥοβέλιστα.

υπῶδες δερμάτινον, ἀποκαθαίρεις ἔνδυμα, πάντων μετασχεῖν ἐπιζητούντων, τοῖς μυστηρίοις, τῆς Ἐκκλησίας ἡμῶν, καὶ ὡς ἐπὶ ὕδατος πηγάς, ἔλαφοι Ῥοβέλιστα, προστρεχόντων τῇ Μάνδρᾳ Σου.
Καταβασία.
« τρισμακάριστον ξύλον, ἐν ἐτάθῃ Χριστός, Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

ᾨδὴ ς'. Τὴν θείαν ταύτην.
λκὰς ἀπόρων Ῥοβέλιστα, ἀμνάδων εὐσεβῶν ἀναδέδεικται, ἡ θεία Μάνδρα Σου, πλουσίως ἐξασφαλίζουσα, αὐταῖς ἐν ὥρᾳ γάμου, τὴν προῖκαν Πάναγνε.

Βεβήλου χεῖρας Ῥοβέλιστα, θελούσας τὴν ὀλβίαν Εἰκόνα Σου, συλῆσαι τάχιστα, διώκεις πόῤῥῳ καὶ ἄτρωτον, ἐκ τῶν πειρατηρίων, τηρεῖς Σὸν τέμενος.

ξ ὕψους χέεις Σὰς χάριτας, ὡς μύρον πανευῶδες Ῥοβέλιστα, εὐφραῖνον ἅπαντας, τοὺς Σὲ ὑμνοῦντας ἑκάστοτε, καὶ ἀπεκδεχομένους, τὴν Σὴν συμπάθειαν.

Λιμὴν ἀχείμαστος πέφηνε, σεμνῶν μοναζουσῶν ἡ ἁγία Σου, Μονὴ Ῥοβέλιστα, τῶν ποθουσῶν βίον κρείττονα, τῆς ἐν Χριστῷ σοφίας, καὶ τελειώσεως.
Καταβασία.
«Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος».

Κοντάκιον τῆς ἑορτῆς. Ἦχος δ'. Αὐτόμελον.
ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει Σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός Σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν Σοι· ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ὁ Οἶκος.
προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Συναξάριον.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, τὴν ἀπόδοσιν ἑορτάζομεν τοῦ Γενεθλίου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.
Στίχοι·
Πάσας ἀληθῶς Ἄννα νικᾷς μητέρας,
Μήτηρ ἕως ἄν Σὴ γένηται θυγάτηρ,
ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα τῆς εὑρέσεως καὶ τῶν θαυμασίων τῆς θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπικεκλημένης Ῥοβελίστης καὶ εὑρισκομένης ἐν τῇ φερωνύμῳ αὐτῆς Κοινοβιακῇ Μονῇ ἐν Ῥαδοβυζίοις τῆς Ἄρτης.
Στίχοι·
Οἷα ῥοδεὼν ἐν ἔαρι μυρίζει,
ἡ τῆς Ῥοβελίστης Εἰκὼν τας Μητροθέου.
Ταῖς τῆς Παναχράντου Δεσποίνης Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ τῶν Σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ'.  Οὐκ ἐλάτρευσαν.
κετεύομεν, Ῥαδοβυζίων σέμνωμα, τὴν Σὴν ἀνείκαστον, φιλανθρωπίαν ἡμεῖς, οἱ πόθῳ προστρέχοντες, τῇ θείᾳ σκέπῃ Σου, καὶ κραυγάζομεν· τοῦ δυσμενοῦς ἀπέλασον, ἀφ’ ἡμῶν μανίαν πᾶσαν.

Στῦλος ἄσειστος, ἀγάπης ἀναδέδεικται, πρὸς πάντα στένοντα, ἡ σεβασμία Μονή, ἐν ᾗ τὸ ἐκτύπωμα, τὸν Σὸν κατάκειται, Ἀειπάρθενε, Ῥοβέλιστα Πανύμνητε, εὐσεβῶν παραμυθία.

Τειχιζόμενοι, ὑπὸ τὴν προστασίαν Σου, σεμνὴ Ῥοβέλιστα, οἱ τῶν Ἀρταίων χοροί, παλαίειν ἰσχύουσιν, ἐχθρὸν τὸν δόλιον, ὅθεν κράζουσιν· ἡμῶν Σὺ πέλεις καύχημα, καὶ ἀντίληψις Παρθένε.
νθη ἔαρος, καθάπερ ἡ τιμία Σου, εἰκὼν Ῥοβέλιστα, εὐωδιάζει πιστούς, τοὺς πόθῳ γεραίροντας, τὰ Σὰ θαυμάσια, Μυροβλύτισσα, μοναζουσῶν νῦν καύχημα, καὶ ὀλβία μυροθήκη.

Καταβασία.
«κνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

ᾨδὴ η'.  Παῖδας εὐαγεῖς.
Πάναγνε Ἀμβρόσιος ὁ θεῖος, εἰς τόπον ὅν ἡ σεμνότης Σου ἐπέλεξεν, ἔκτισε περίκλυστον, μάνδραν καὶ ἀπέθεσε, ἐν ταύτῃ τὴν εἰκόνα Σου, τὴν μυροβλύζουσαν, Ῥοβέλιστα ἥν πλήθη μερόπων, προσκυνοῦντα ῥῶσιν, λαμβάνουσι καὶ σθένος.

φωνοι κατεῖδον οἱ ποιμένες, καὶ ἔντρομοι ἐν τοῖς βάτοις τὴν εἰκόνα Σου, ἥνπερ ὁ Ἀμβρόσιος, εἶχεν ὡς θησαύρισμα, ἐν τῷ αὐτοῦ ἀσύλητον, κελλίον Ἄχραντε, καὶ πόθῳ ἀσπασάμενοι ταύτην, Σε φωναὶς αἰσίαις, Ῥοβέλιστα ἀνύμνουν.

Νύκτα ζοφερὰν τῆς ἀγνωσίας, ἐσκέδαζε τὸ σεμνεῖόν Σου Ῥοβέλιστα, ἐν δουλείᾳ ἔτεσιν, ἐκδιδάσκον γράμματα, τὰ νεαρὰ βλαστήματα, τῶν περιχώρων Σου, κρυφίως καὶ ἐλεύθερον ἦμαρ, ἀνατέλλον πᾶσιν, ἐν ταῖς αὐτῶν καρδίαις.

λση καὶ βουνοὶ Ῥαδοβυζίων, ἐν οἷς ἡ εἰκών Σου κατεσκήνωσεν, εὐφροσύνην ζώννυνται, καὶ χαρὰν Ῥοβέλιστα, Παρθένε ἀνεκλάλητον, πιστοῖς κηρύττοντα, τὸ πλῆθος Σῶν ἀπείρων θαυμάτων, καὶ τὸ ὑπερβάλλον, Σῆς θείας προστασίας.
Καταβασία.
«Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

ᾨδὴ θ’.  Ἅπας γηγενής.
Γῆθεν πρὸς νομάς, Ῥοβέλιστα ἕλκυσον, αἰωνιότητος, τοὺς παρακαλοῦντάς Σε, καὶ ἀνυμνοῦντας, τὰ Σὰ θαυμάσια, ὀσμὰς ἡ διαχέουσα, ἀῤῥήτους πάντοτε, καὶ κλίνοντας καρδίας τὸ γόνυ, πρὸ τῆς Σῆς Εἰκόνος, τῆς βλυστανούσης μύρον.
Νῦν μοναζουσῶν, αἱ χεῖρες κρατοῦσί Σε, καθάπερ πάντιμον, ὄλβον καὶ ὑμνοῦσί Σε, αὐτῶν τὰ χείλη, Ἁγνὴ Ῥοβέλιστα, ἑκάστοτε κραυγάζοντα· ἀνατιθέμεθα, ἐλπίδας τὰς ἡμῶν εἰς Σὲ μόνον, ἀρωγὲ τῆς μάνδρας, ἡμῶν καὶ ἀντιλῆπτορ.

νθα ἡ Εἰκών, ἐν βάτοις ἡ θεία Σου, εὑρέθη ἔκτισται, νῦν Μονὴ περίδοξος, ἥτις ὡς φάρος, πρὸς τὴν μετάνοιαν, ποδηγετεῖ Ῥοβέλιστα, πιστῶν τὰ τάγματα, καὶ φαίνει τῆς Ἠπείρου καὶ Βάλτου, πλάτη ταῖς βολίσι, πληθύος Σῶν θαυμάτων.

Χαῖρε γλυκασμέ, τοῦ κόσμου Ῥοβέλιστα, Θεοχαρίτωτε, χαῖρε τιμαλφέστατον, Ῥαδοβυζίων ἁγνὴ κυάθιον, κἀμοῦ τοῦ ὑμνηπόλου Σου, καὶ πολυτλήμονος, οἰκέτου ἀκεσώδυνον φρέαρ, χαῖρέ Σοι κραυγάζω, ὑπερδεδοξασμένη.
Καταβασία.
«Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν».

Ἑτέρα.
« διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι».

Ἐξαποστειλάριον τῆς ἑορτῆς. Γυναῖκες ἀκουτίσθητε.
γάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.
Ἕτερον τῆς ἑορτῆς, ὅμοιον.
δὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.
Τῆς Ἁγίας Εἰκόνος. Ὅμοιον.
Εἰκὼν Σου ὦ Ῥοβέλιστα, ἡ τοὺς Ἀρταίους τέρπουσα, ἀνθὼν ἐν ἔαρος ὥρᾳ, μυρίπνους δέδεικται πᾶσι, δυσώδη ἀῤῥωστήματα, διώκουσα καὶ ἅπαντας, ὀσμαῖς ὑγείας σώματος, καὶ ψυχικῆς σοὺς οἰκέτας, μυρίζουσα Θεοτόκε.

Εἰς τοὺς Αἴνους. Τῆς Ἑορτῆς γ΄. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος
τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος, οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὄρος, διὰ σοῦ ἡμῖν δεδώρηται.

τοῦ παραδόξου θαυματος! ὁ ἐκ στείρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων Δημιουργοῦ, καὶ Παντοκράτορος, εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Τῆς Ἁγίας Εἰκόνος γ΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Εἰκὼν Σου Ῥοβέλιστα σεπτή, μύρον ἡ βλυστάνουσα, φωτὸς ἀκτίστου ἐκπέμπουσα, βολὰς Μητρόθεε, ὤφθη ἐν τοῖς βάτοις, ἔνθα νῦν ἡ Μάνδρα Σου, ἡ θεία ὠκοδόμηται φαίνουσα, τοὺς ἄρνας βόσκοντας, καὶ χαρᾶς ἀῤῥήτου ἔπλησεν, ὁμοφώνως, τοὺς Σὲ μακαρίζοντας.

Εἰκὼν Σου Ῥοβέλιστα σεπτή, εὖχος ἡ ὑπάρχουσα, τοῦ Ἀμβροσίου ἐπέλεξεν, ὑπεφυέστατα, μετακινουμένη, τόπον τὸν δασύσκιον, εἰς ὅν αὐτῆς τὸ θεῖον παλάτιον, καὶ μεγαλώνυμον, ἐγερθῆναι τάχος ἔμελλε, καὶ δειχθῆναι, ψυχῶν καθαρτήριον.

Εἰκὼν Σου Ῥοβέλιστα σεπτή, Κόρη Μοσχοβίτισσα, ἥνπερ κυκλοῦσι μονάζουσαι, σεμνῶς νῦν δέδεικται, πάσης ἀσθενείας, καὶ δεινοῦ νοσήματος, στεῤῥὸν ἀλεξιτήριον Πάναγνε, διὸ προστρέχουσα, ταύτῃ πᾶσα ἡ ὁμήγυρις, εὐσεβούντων, ἀντλεῖ ὕδωρ ῥώσεως.

Δόξα τῆς ἑορτῆς. Ἦχος πλ. β'.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἁγίας Εἰκόνος.
ς πρόξενον τῆς ἡμῶν σωτηρίας, μεγαλύνομέν Σε Παντάνασσα Θεοτόκε, εἰς αἰῶνας αἰώνων γηγενῶν αἱ χορεῖαι· ὡς προξένου δὲ θαυμάτων ξένων, τῇ Σῇ ἁγίᾳ Εἰκόνι προστρέχομεν, ἥν Ῥοβέλισταν κεκλήκαμεν, καὶ χαρμονικῶς βοῶμέν Σοι· Χαῖρε Μυροβλύτισσα Μῆτερ Πάναγνε, καταφυγὴ τῶν ἐν δίναις στενόντων, καὶ πάντων ταχινὴ βοηθὸς ἐν κινδύνοις καὶ θλίψεσι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις

Εἰς τὴν Λειτουργίαν
Τά Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τῶν Κανόνων ᾨδὴ γ' καὶ ς'. Ἤ Ἀντίφωνα Θεομητορικά.
Μεγαλυνάριον.
Χαίροις Ὀρθοδόξων ὁ γλυκασμός, καὶ Ῥαδοβυζίων, ὁ ἀκοίμητος θησαυρός, τῆς Ἀειπαρθένου, Εἰκὼν ἡ καθ’ ἑκάστην, Ῥοβέλιστα Κυρία, μύρον προχέουσα.

Κοινωνικὸν. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου