Ἀκολουθία Ὁσίου ΙΩΑΚΕΙΜ Νοτενῶν.
Ψαλλομένη τῇ 3η Ἰουλίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰωακεὶμ τοῦ Ὁσίου δεῦτε τιμήσωμεν, τὴν μνήμην τὴν ἁγίαν, εὐσεβῶν αἱ
χορεῖαι· οὗτος γὰρ ὁσίως ἐν ἀρεταῖς, τῷ Θεῷ εὐηρέστησε, καὶ τῶν Ἁγίων τῆς δόξης
ἐν οὐρανοῖς, ἐπαξίως κατηξίωται.
Τῶν Νοτενῶν ἐπαγάλλου Μονὴ καὶ χόρευε, κατέχουσα ἐν κόλποις, ὡς πολύτιμον
ὄλβον, Ἰωακεὶμ τοῦ θείου καὶ θαυμαστοῦ, τὰ μυρίπνοα λείψανα, ἐξ ὧν ἡ χάρις τοῦ
Πνεύματος τοῖς πιστοῖς, ἀναβλύζει τὰ ἰάματα.
Τοῦ Σκιαδᾶ τὸ χωρίον Πάτερ εὐφραίνεται, ὡς εὐθαλῆ βλαστόν σε, καὶ
κατάκαρπον δένδρον, βλαστῆσαν χαρισμάτων τῶν μυστικῶν, πολιτείας τῆς
κρείττονος, Ἰωακεὶμ θεοφόρε καὶ εὐλαβῶς, τὴν σὴν μνήμην ἄγει σήμερον.
Τῶν ἀρετῶν μυροθήκη δι’ ἐναρέτου ζωῆς, ἐν τοῖς ὑστέροις χρόνοις, ἐν πολλῇ
ταπεινώσει, ἐδείχθης θεοφόρε Ἰωακείμ, καὶ ψυχὰς τῶν τιμώντων σε, εὐωδιάζεις τῇ
ἄνωθεν δαψιλῶς, σοὶ δοθείσῃ Πάτερ χάριτι.
Δόξα. Ἦχος δ΄.
Τοῖς ἴχνεσι Χριστοῦ ἀκολουθήσας, τῶν πάλαι Ὁσίων μιμητὴς ἐδείχθης, ἀμέμπτῳ
σου ζωῇ, θεοφόρε Πάτερ Ἰωακείμ· ἐγκρατείας γὰρ τοῖς πόνοις, ὑπερβὰς τῶν ἐν
κόσμῳ, ὑπερκοσμίων μετέσχες δωρεῶν, καὶ τοῦ πόθου τὸ πέρας κατείληφας, ὡς
καθαρὸς τῇ καρδίᾳ, καὶ ἀληθὴς Θεοῦ θεράπων. Αὐτὸν ἱκέτευε, δεόμεθα Ὅσιε, ὑπὲρ
τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σε
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκεῦος περιφανές, τοῦ Παρακλήτου ὤφθης, Ἰωακεὶμ θεόφρον, ἀγγελικῶς τελέσας,
τὸν βίον Σου μακάριε.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει τῶν Νοτενῶν, Μονὴ καθηγητήν σε, Ἰωακεὶμ πλουτοῦσα, καὶ πόθῳ
ἑορτάζει, τὴν φωτοφόρον μνήμην Σου.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Τέρπου πνευματικῶς, περίοικος Τριταίας, Ἰωακεὶμ τὸν θεῖον, πρὸς τὸν Θεὸν
μεσίτην, καὶ πρέσβυν μέγαν ἔχουσα.
Δόξα. Τριαδικόν.
Δόξα Σοι παντουργέ, Τρισήλιε θεότης, ἡ δόξῃ οὐρανίῳ, δοξάσασα ἀρτίως,
Ἰωακεὶμ τὸν Ὅσιον.
Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες ἐν σαρκί, τὸν πρὸ αἰώνων Λόγον, καινίζοντα τὸν κόσμον· διὸ Σὲ
Θεοτόκε, ἀπαύστως μεγαλύνομεν.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας
πίστεως.
Βίον ἔνθεον, καλῶς ἀσκήσας, θείας χάριτος, ὤφθης δοχεῖον, Ἰωακεὶμ Θεοφόρε
μακάριε, τῶν Νοτενῶν τῆς Μονῆς ἐγκαλλώπισμα, καὶ Σκιαδὰ ἱερώτατον βλάστημα,
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ
γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ
προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τῆς χάριτος μέτοχον, καὶ τῆς δόξης ἰσότιμον, τῶν Ἁγίων Ὅσιε εὐφημοῦμέν
Σε· ὅτι αὐτῶν ἐν τοῖς ἴχνεσιν, ἀμέμπτως ἐβάδισας, καὶ ἐπλήσθης δωρεῶν, τῶν
ἀΰλων τοῦ Πνεύματος, τῇ ἀσκήσει σου· διὰ τοῦτο τὴν μνήμην σου τὴν θείαν, ἱερῶς
ἐπιτελοῦμεν, Ἰωακεὶμ παναοίδιμε.
Τῷ Χριστῷ ἐκ νεότητος, σεαυτὸν ἀναθέμενος, μοναστὴς θεόληπτος ἐχρημάτισας,
καὶ οἰκονόμος τῆς χάριτος, ὡς πλήρης συνέσεως, ἱερὲ Ἰωακείμ, καὶ ποιμὴν
ἐνθεώτατος, θείῳ Πνεύματι, τῆς Μονῆς Νοτενῶν Πάτερ ἐδείχθης, ἐναρέτου
πολιτείας, καρποφορῶν τὴν λαμπρότητα.
Τῶν Ὁσίων ἐφάμιλλος, ἀρετῶν ἐνδιαίτημα, Ἱερέων ἔνθεον ἐγκαλλώπισμα, φωτὸς
ἀΰλου ἐναύλισμα, καὶ πάσης ὑπόδειγμα, ἐναρέτου ἀγωγῆς, τῇ λαμπρᾷ πολιτείᾳ σου,
ὤφθης Ἅγιε· διὰ τοῦτο Θεόθεν ἐδοξάσθης, καὶ παρέχεις τοῖς αἰτοῦσιν, Ἰωακεὶμ
χάριν ἔνθεον.
Σκιαδᾶ θεῖον βλάστημα, καὶ περίδοξον καύχημα, καὶ προστάτης μέγιστος πέλεις
Ὅσιε, καὶ πρὸς Χριστὸν τὸν φιλάνθρωπον, πρέσβυς ἑτοιμότατος, τῆς Μονῆς δὲ
Νοτενῶν, ἀντιλήπτωρ θερμότατος· διὰ τοῦτό σου, τὴν ἁγίαν τελοῦσι Πάτερ μνήμην,
καὶ ἐν σοὶ ἀεὶ καυχῶνται, Ἰωακεὶμ θεοδόξαστε.
Ἐγκρατείας τοῖς σκάμμασι, σεαυτὸν καθῃράμενος, τοῦ Ἁγίου Πνεύματος σκεῦος
γέγονας, καὶ τῷ Θεῷ ὥσπερ Ἄγγελος, ἱέρευσας Ὅσιε, ὡς θεόφρων λειτουργός,
μυστηρίων τῆς χάριτος, καὶ τὸν βίον σου, ὡς ἀμώμητον ἤγαγες θυσίαν, τῷ Δεσπότῃ
τῶν ἁπάντων, Ἰωακεὶμ παμμακάριστε.
Τοῖς τιμίοις λειψάνοις σου, οἱ πιστοὶ καταφεύγοντες, ἐν Ἁγίῳ Πνεύματι
κομιζόμεθα, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, καὶ θείας πληρούμεθα, εὐωδίας καὶ
ὀσμῆς, τὸν σὸν βίον γεραίροντες καὶ κηρύττοντες, ἣν ἐπλούτησας χάριν οὐρανόθεν,
ὡς θεράπων τοῦ Κυρίου, Ἰωακεὶμ Πάτερ Ὅσιε.
Δόξα. Ἦχος πλ. β΄.
Ἀσκητικὴν ποθήσας βιοτήν, θεοπρεπῶς ἐδοξάσθης, Ἰωακεὶμ Πάτερ Ὅσιε· τῇ γὰρ
θείᾳ στοιχειωθεὶς ἀγάπῃ, ὅλον τὸν πόθον Θεῷ ἀνέτεινας, καὶ τὴν στενὴν καὶ
τεθλιμμένην ὁδόν, ἀνεπιστρόφως ὥδευσας· τῷ γὰρ κόσμῳ σταυρωθείς, τῆς ἐν Χριστῷ
μακαρίας ζωῆς, τοὺς καρποὺς ἐξήνεγκας, καὶ τῶν πάλαι Ὁσίων, ἐχαρακτήρισας τὸν
βίον. Μεθ’ ὧν τῆς ἄνω ζωῆς κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες,
μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ
ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, τῶν Νοτενῶν ἡ Μονή, Ἰωακεὶμ τοῦ Ὁσίου, σεμνυνομένη τοῖς
λειψάνοις· καὶ σὺν αὐτῇ ἀγάλλου, ἡ εὐκλεὴς αὐτοῦ πατρίς, ἁγιαζομένη τῇ χάριτι,
τοῦ θεοφόρου βλαστοῦ σου· ἐν ἀληθεῖ γὰρ ὁσιότητι, καὶ ἀρετῶν τοῖς ἔργοις, τὸν
Χριστὸν ἐδόξασεν, ἀγγελικῶς πολιτευόμενος· καὶ τὴν ἁγίαν αὐτοῦ μνήμην,
ἀμφότεραι τελοῦσαι, τῶν ἐν αὐτῷ τρυφήσατε, θεϊκῶν δωρημάτων· δι’ αὐτοῦ γὰρ πᾶσι
δωρεῖται, Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ θεῖον Αὐτοῦ ἔλεος.
Ἦχος β΄.
Εὐαγγελικῶς τὸν σταυρόν σου ἀράμενος, τῆς φωνῆς τοῦ Κυρίου πληρωτὴς
ἐχρημάτισας, Ἰωακεὶμ Πατὴρ ἡμῶν· τὸν γὰρ κόσμον ἠρνήσω, πτερωθεὶς θείῳ ἔρωτι,
καὶ τῶν παθῶν ἀπεξεδύσω τὸν χιτῶνα, δι’ ἐγκρατείας πολλῆς, καὶ προσευχῆς
συντόνου, τῆς σαρκὸς νεκρώσας τὸ φρόνημα· καὶ τῆς ἀπαθείας θησαυρίσας τὸν
πλοῦτον, μοναστῶν ὑποτύπωσις πέφηνας, καὶ ποδηγέτης ἀσφαλής· ἡ γὰρ χάρις τοῦ
Πνεύματος, ἐν τῇ ψυχῇ σου σκηνώσασα, ἀρετῶν σε λύχνον φαεινόν, τῇ Ἐκκλησίᾳ
ἔδειξεν, ἐν καιροῖς ζοφεροῖς, φωταγωγοῦντα τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Τῇ τοῦ βίου λαμπρότητι, μιμητὴς καὶ ὁμότροπος, τῶν ἀπ’ αἰῶνος Ὁσίων,
ἀνεδείχθης Πάτερ Ὅσιε· ἐν ἰσότητι γὰρ ζήλου, τὰ κρείττονα ζηλῶν χαρίσματα, τῆς
κατ’ ἐκείνους ἀναστροφῆς, καὶ τῶν ἐπάθλων καὶ δωρεῶν, συνόμιλος ὤφθης, καὶ
κοινωνὸς θεοειδής· καὶ ὡς μύστης τῶν ἀρετῶν, καὶ ἐργάτης δόκιμος, ὑφηγητὴς
πρακτικός, ἀσκητικῆς ἐγένου τελειότητος. Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ἀξίως σε
ἐδόξασεν, Ἰωακεὶμ μακάριε· ᾧ πρέσβευε πάντοτε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Ἀνακαθάρας σεαυτόν, τῆς τῶν παθῶν ἀχλύος, ταῖς ἐναρέτοις πράξεσι,
κατοικητήριον ὤφθης τοῦ Πνεύματος, Ἰωακεὶμ Πάτερ Ὅσιε· ἐν ᾧ ζῶν καὶ
πολιτευόμενος, ἐν σαρκὶ Ἄγγελος ἐδείχθης οὐρανίῳ φρονήματι, τῆς ἐν σοὶ δωρεᾶς,
τὰς ἀποδείξεις παρέχων, καὶ περιὼν τῷ σώματι, καὶ μεταστὰς τῶν τῇδε. Ἀλλ’ ὦ
Πατέρων ἰσότιμε, καὶ συμπολῖτα Ἀγγέλων, σὺν αὐτοιῖς ἱκέτευε ὑπὲρ τῶν τιμώντων
σε.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις θεοφόρον, καὶ ἐν Ἱερεῦσιν Ὅσιον, Ἰωακεὶμ τὸν θεόφρονα, ὕμνοις
καὶ ὠδαῖς πνευματικαῖς εὐφημήσωμεν· ἀσκητικῶς γὰρ Θεῷ εὐηρέστησε, καὶ ἀγγελικῶς
τῷ ἐν Ὑψίστοις Κυρίῳ ἱέρευσε· καὶ ἐν ἀμφοτέροις δόκιμος φανείς, τῆς οὐρανίου
Βασιλείας, τὸ δηνάριον ἐδέξατο παρὰ τοῦ δικαίου μισθαποδότου· ᾧ καὶ πρεσβεύει
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἰωακεὶμ ἱερέ, ὁ ἐκ νεότητος σαυτὸν ἀναθέμενος, τῷ πάντων Θεῷ καὶ
Κτίστῃ, καὶ ὁλοτρόπῳ σπουδῇ, Τούτου ὑπακούσας τῷ θελήματι· ἐντεῦθεν ἐβίωσας,
πολιτείαν ἰσάγγελον, καὶ μοναζόντων, ὑποτύπωσις πέφηνας, ὡς τῆς ἄνωθεν,
πεπλησμένος ἐλλάμψεως· ὅθεν σε μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου, καὶ
προσπτυσσόμεθα πόθῳ, τὴν τῶν λειψάνων σου λάρνακα, Χριστὸν ἀνυμνοῦντες, τὸν
δοξάσαντά σε Πάτερ, ὑστέροις ἔτεσι.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Ἰωακεὶμ ἱερέ, ἱερωσύνης ἱερώτατον ἄγαλμα, Ὁσίων ὁ θιασώτης, καὶ
μιμητὴς ἀληθής, καὶ τῆς εὐκληρίας ἰσοστάσιος· ἀγάπης κειμήλιον, ταπεινώσεως
σκήνωμα, ἠθῶν ὁσίων, φυτοκόμος πανάριστος, σκεῦος πάγχρυσον, θησαυρῶν τῶν τῆς
χάριτος· κλῆμα τὸ εὐφορώτατον, τὸν βότρυν τὸν πέπειρον, τῆς ἐν Χριστῷ
πολιτείας, ἀσκητικῶς προβαλλόμενον, ἡμῖν τοῖς ἐκ πόθου, ἐκτελοῦσί σου τὴν
μνήμην, τὴν ἀεισέβαστον.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίρει, τῶν Νοτενῶν ἡ Μονή, καὶ Σκιαδᾶς ἡ σὴ πατρὶς Πάτερ Ὅσιε· ἡ μὲν γὰρ
ἐν τοῖς σπαργάνοις, ἐγκαυχωμένη τοῖς σοῖς, ἡ δὲ κεκτημένη τὰ σὰ λείψανα· καὶ
ἄμφω χορεύουσαι, τῇ εὐκλείᾳ σου Ἅγιε, ἐπιτελοῦσι, χαρμοσύνως τὴν μνήμην σου,
ἐκδεχόμεναι, ἀρωγῆς σου τὰς χάριτας. Ταύταις οὖν δίδου πάντοτε, τῆς θείας
πρεσβείας σου, τὰς σωστικὰς ἀντιλήψεις, Ἰωακεὶμ παναοίδιμε, Χριστὸν ἱκετεύων,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἰσάγγελον ζωήν, ἀσκητικῶς πολιτευσάμενος, τῶν κατ’ αὐτὴν χαρίτων,
ἠξιώθης Πάτερ Ὅσιε· ἐγκρατείᾳ γὰρ πολλῇ, καὶ συντόνῳ δεήσει, καὶ προσευχῇ
διηνεκεῖ, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, μετασχὼν τῶν ὑπὲρ αἴσθησιν· καὶ νῦν
ἀμέσως ἀπολαύων, ὧν ἐν αἰνίγμασιν ἐδέχου τὴν μετοχήν, Ἰωακεὶμ μακάριε, πρέσβευε
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας
πίστεως.
Βίον ἔνθεον, καλῶς ἀσκήσας, θείας χάριτος, ὤφθης δοχεῖον, Ἰωακεὶμ θεοφόρε
μακάριε· τῶν Νοτενῶν τῆς Μονῆς ἐγκαλλώπισμα, καὶ Σκιαδὰ ἱερώτατον βλάστημα·
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ
γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ
προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου, Σωτήρ.
Ὁσίως τὴν ζωήν, διανύσας σου Πάτερ, τῶν πάλαι ἀσκητῶν, ἐκομίσω τὴν χάριν·
διὸ τὴν θείαν μνήμην σου ἑορτάζομεν χαίροντες, καὶ βοῶμέν σοι· Ἰωακεὶμ θεοφόρε,
ᾀεὶ πρέσβευε, τῷ φιλανθρώπῳ Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ Λόγος τοῦ Θεοῦ, ἐν γαστρί Σου σκηνώσας, ἀτρέπτως ἐκ τῶν Σῶν, ἐσαρκώθη
αἱμάτων, καὶ ἔσωσε τὸν ἄνθρωπον, τῆς ἀρᾶς ὡς φιλάνθρωπος· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν
Παναγία, πάσης ῥύεσθαι, ἐπιβουλῆς καὶ μανίας, ἐχθροῦ τοῦ ἀλάστορος.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἰχνηλατήσας τοὺς ἐν βίῳ ἀγῶνας, τῶν Θεοφόρων καὶ Ἁγίων Πατέρων, τῆς ἀρετῆς
αὐτῶν ἐδείχθης μέτοχος, τρόπον μὲν ἐφάμιλλον, ἐνδειξάμενος Πάτερ, στέφος δὲ
ὁμότιμον εἰληφὼς οὐρανόθεν· μεθ’ ὧν δυσώπει, ὦ Ἰωακείμ, πάσης ῥυσθῆναι ἡμᾶς
περιστάσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θεοχαρίτωτε ἁγνή Θεοτόκε, ἡ τὸν Θεὸν ἀνερμηνεύτως τεκοῦσα, καὶ τὴν ἀρχαίαν
λύπην ἀφανίσασα, πάσης ἡμᾶς λύτρωσαι ἀθυμίας καὶ ζάλης, καὶ εἰρήνην δώρησαι καὶ
καλῶν εὐπραγίαν, τῷ Χριστωνύμῳ Δέσποινα λαῷ, τῷ ἀφορῶντι πρὸς Σὲ μετὰ πίστεως.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Νοτενῶν ἐν τῇ Μάνδρᾳ δεῦτε προσέλθωμεν, καὶ τὰ τίμια λείψανα ἀσπασώμεθα,
τοῦ κλεινοῦ Ἰωακεὶμ καὶ θεομάκαρος· ὅτι παρέχουσιν ἀεί, εὐωδίαν μυστικήν, καὶ
χάριν καὶ εὐφροσύνην, τοῖς προσιοῦσιν ἐν πίστει, καὶ τὸν Σωτῆρα μεγαλύνουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὑπέρθεον Λόγον σαρκὶ κυήσασα, ἀναλαβόντα Παρθένε ἡμῶν τὸ φύραμα,
ἐλυτρώσω τὸν Ἀδὰμ τῆς κατακρίσεως, καὶ παρέχεις τοῖς πιστοῖς, προστασίαν
ἀψευδῆ, καὶ λύσιν πάσης ἀνάγκης· διό Σε ὑμνολογοῦμεν, καὶ τῇ Σῇ σκέπῃ
καταφεύγομεν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, τῆς θείας ἀγάπης τῷ πυρὶ ἀναφλεχθείς, τῶν παθῶν τὴν ὕλην
ἔφλεξας, ἀσκητικοῖς ἄνθραξι· καὶ τῷ φωτὶ τοῦ Κυρίου πορευθείς, υἱὸς φωτὸς
ἐδείχθης, καὶ ἐναρέτων ἔργων λαμπὰς φωταυγής· καὶ νῦν ἐν ταῖς λαμπρότησι τῶν
Ἁγίων χορεύων, σὺν αὐτοῖς ἱκέτευε, πάσης ἡμᾶς ῥύεσθαι θλίψεως, Ἰωακεὶμ μακάριε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, οὗ ἡ
ἀκροστιχίς: Ἰωακεὶμ Ὁσίῳ τὸν ὕμνον ᾄδω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἰσχύν μοι πρυτάνευσον, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, Τριὰς ὁμοούσιε, ὅπως ὑμνήσω
φαιδρῶς, τοῦ Ὁσίου Σου, Ἰωακεὶμ τὴν μνήμην, τοῦ Σὲ μεγαλύναντος, βίου
λαμπρότητι.
Ὡς πῦρ θεῖον Ὅσιε, ἐν τῇ ψυχῇ σου δεξάμενος, ἀγάπην τὴν ἔνθεον, χαίρων
κατέλιπες, ἐκ νεότητος, τοῦ κόσμου τὴν ἀπάτην, καὶ λύχνος ἀσκήσεως, ὤφθης
νεόφωτος.
Ἁγίων τοῖς ἴχνεσιν, ἀκολουθήσας θερμότατα, αὐτῶν τῆς λαμπρότητος, ὤφθης
συμμέτοχος, ἐκκαθάρας σου, Ἰωακεὶμ θεόφρον, ψυχῆς τὴν καταστάσιν, ἐνθέοις
σκάμμασιν.
Θεοτοκίον.
Κατεῖδόν Σε πρότερον, Πνεύματι θείῳ λαμπόμενοι, Προφῆται οἱ ἔνθεοι,
ποικίλοις τύποις Ἁγνή· ἡμῖς ἄρτι δέ, κυρίως Θεοτόκον, κηρύττοντες Δέσποινα
διασωζόμεθα.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐφάνης ἐν χρόνοις τοῖς ὑστέροις, τῶν πάλαι Ὁσίων μιμητής, τῇ καθαρᾷ ἀσκήσει
σου, Ἰωακεὶμ μακάριε, καὶ λειτουργὸς θεόληπτος, τῶν Μυστηρίων τῆς χάριτος.
Ἰθύνας νοός σου τὰς κινήσεις, πρὸς μόνον τὸ ὄντως ἐφετόν, τῶν ἀρετῶν
ἐβάδισας, τὴν τρίβον τὴν σωτήριον, καὶ χαίρων Πάτερ ἔφθασας, πρὸς τελειότητος
ἔλλαμψιν.
Μονάσας ὁσίως καὶ ἀμέμπτως, καὶ πάθη νεκρώσας τῆς σαρκός, ζωῆς τῆς ὑπὲρ
ἔννοιαν, Ἰωακεὶμ Πατὴρ ἡμῶν, τοὺς ψυχοτρόφους ἤνεγκας, καρποὺς ἐν Πνεύματι
Ὅσιε.
Θεοτοκίον.
Ὁ θρόνος Θεοῦ ὁ ἐπηρμένος, ἡ στάμνος τοῦ μάννα τῆς ζωῆς, ὁ οἶκος ὁ
ὑπέρλαμπρος, τῆς θεϊκῆς σαρκώσεως, ἡ Θεοτόκος Δέσποινα, μεγαλυνέσθω τοῖς
ᾄσμασι.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν βίον σου Ὅσιε ὥσπερ θυσίαν δεκτήν, Θεῷ προσενήνοχας, ὡς λειτουργὸς
ἱερός, τῆς θείας χρηστότητος· ὅθεν καθηγιάσθης, καὶ λαμπρῶς ἐδοξάσθης,
Πνεύματος ἐνεργείᾳ ὡς θεράπων Κυρίου· ᾧ καὶ ἡμᾶς προσάγαγε, Ἰωακεὶμ Πατὴρ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν φύσιν τὴν ἄστεκτον ἐν τῇ γαστρί Σου Ἁγνή, ἀφλέκτως ἐβάστασας καὶ
σαρκοφόρον ἡμῖν, τὸν Λόγον γεγένηκας· θέλων γὰρ ὁ Δεσπότης, τὸν Ἀδάμ ἀναπλάσαι,
ἄτρεπτος ἐκ γαστρός Σου, τοῖς ἀνθρώποις
προῆλθε· διό Σε Θεοτόκε ἀπαύστως δοξάζομεν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Συντονίᾳ θεοφόρε ἐναρέτων σου πράξεων, τύπος ἐγκρατείας, καὶ καθηγητὴς
ὤφθης ἄριστος, τῶν Νοτενῶν τῆς Μονῆς, βουλῇ τῇ ἄνωθεν, καὶ κατεύθυνας, ταύτην
πρὸς βίον ὑπέρτερον.
Ἱεράτευσας ὁσίως λειτουργῶν ὥσπερ Ἄγγελος, καθαρᾷ καρδίᾳ, καὶ ἀμέμπτοις
τρόποις τῷ Κτίστῃ σου, Ἰωακεὶμ θεοφόρε, παρ’
οὗ εἴληφας, πολυπλάσιον, τὴν τῶν καμάτων ἀντίδοσιν.
Ὡς περίδοξόν σε γόνον καὶ ἀγλάϊσμα ἔνθεον, καὶ θερμὸν προστάτην, καὶ
περιφανῆ ἀντιλήπτορα, τοῦ Σκιαδᾶ τὸ χωρίον ἔχον Ὅσιε, ἑορτάζει σου, λαμπρῶς τὴν
μνήμην τὴν πάνσεπτον.
Θεοτοκίον.
Τὸν τῶν ὅλων συνοχέα ἐν γαστρί Σου χωρήσασα, ἀστενοχωρήτως, Κόρη τῶν παθῶν
τῆς στενώσεως, καὶ συνοχῆς θλιβερᾶς με ἀπολύτρωσαι, τὸν τὸ μέγα Σου,
ἐπικαλούμενον ὄνομα.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ βίος σου Ὅσιε, ὡς ἐκλεκτὸν θυμίαμα, τῷ Σωτῆρι πάντων προσηνέχθη· ὅθεν
τοῖς πᾶσιν ὡς εὐωδία Χριστοῦ, ὤφθης τῇ ἀμέμπτῳ σου ζωῇ, κατευφραίνων πάντοτε,
τῶν πιστῶν τὰ νοήματα.
Νοὸς καθαρότητι, καὶ ἤθεσι χρηστότητος, καὶ ψυχῇ ἀπλάστῳ καὶ εὐθείᾳ, καὶ
ταπεινώσει πολλῇ κοσμούμενος, ὤφθης ἀληθῶς Ἰωακείμ, καὶ Ἁγίων σύσκηνος,
ἀναδέδειξαι Ἅγιε.
Ὑμνεῖ σου τὰ σκάμματα, καὶ χάριν τὴν δοθεῖσάν σοι, ἡ τῶν Νοτενῶν ἁγία
μάνδρα, τῶν σῶν λειψάνων τὴν παναγίαν σορόν, οἷα θησαυρὸν Ἰωακείμ, ἔχουσα
οὐράνιον, καὶ σκιρτῶσα τῇ δόξῃ σου.
Θεοτοκίον.
Μαρία θεόνυμφε, ἀνθρώπων καταφύγιον, καὶ ἁμαρτανόντων σωτηρία, καὶ
θλιβομένων τὸ παραμύθιον, λάμπρυνον τὸν νοῦν μου τῷ φωτί, τῆς Σῆς ἀγαθότητος,
σκοτισθέντα τοῖς πάθεσι.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νόμῳ τῷ θείῳ πειθόμενος, Χριστῷ ἀσκητικῶς ἠκολούθησας, ὁσίαις πράξεσιν,
Ἰωακεὶμ παμμακάριστε· διὸ τῆς οὐρανίου δόξης ἠξίωσαι.
Ὁ τῶν Ὁσίων ὁμότροπος, καὶ χάριτος αὐτῶν ὁ ἰσότιμος, ἀνευφημείσθω μοι,
Ἰωακεὶμ ὁ μακάριος, ὁ ἐν ὑστέροις χρόνοις ἀσκήσας ἄριστα.
Νέον ὡς ἄστρον ἀνέτειλας, ὡς ἄσαρκος βιώσας ἐν σώματι· ἔνθεν τῇ δόξῃ σου, ἡ
Νοτενῶν Μονὴ γάννυται, καὶ ἡ πατρίς σου χαίρει τῇ προστασίᾳ σου.
Θεοτοκίον.
Ἀνερμηνεύτως κυήσασα, τὸν Λόγον ἐν παχύτητι σώματος, θύρα σωτήριος, καὶ
κλίμαξ ὤφθης οὐράνιος, ἀνάγουσα Παρθένε ἡμᾶς τῷ Κτίσαντι.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν Ὁσίων σύμμορφος, Πάτερ ἐδείχθης, πολιτείαν ἄμεμπτον, διαδραμὼν ἐπὶ τῆς
γῆς, Ἰωακεὶμ παναοίδιμε· ὅθεν ἐδέξω, τὸν ἄφθαρτον στέφανον.
Ὁ Οἶκος.
Ἀγγελικῶς ἐπὶ τῆς ἀνύσας τὴν ζωήν σου, ἀπαρνησάμενος σαυτόν, καὶ χαίρειν
πᾶσι προσειπών, ὁσίως καὶ σωφρόνως ἐδούλευσας Κυρίῳ· τὴν γὰρ σάρκα νεκρώσας σὺν
τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τῆς ἀκηράτου ζωῆς δοχεῖον εἰργάσω τὴν ψυχήν,
καὶ μονὴν ταύτην ἐτέλεσας, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τῆς μιᾶς Θεαρχίας· τῶν
ἀπ’ αἰῶνος γὰρ Ὁσίων ἐμιμήσω τὸν βίον, καὶ τῆς εὐκλείας αὐτῶν ἀξίως ἠξιώθης,
Ἰωακεὶμ Πάτερ Ὅσιε· ὅθεν τῶν Νοτενῶν ἡ Μονὴ ἀγάλλεται, ἁγιαζομένη τοῖς ἁγίοις
λειψάνοις σου, καὶ Σκιαδᾶ τὸ χωρίον σεμνύντεται τῇ γεννήσει· ἀμφοτέρων γὰρ
πέλεις καὶ προστάτης καὶ καύχημα, ὡς παρὰ Θεοῦ θαυμαστωθείς, παρ’ Οὗ καὶ ἐδέξω
τὸν ἄφθαρτον στέφανον.
Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ιωακείμ, τῆς Μονῆς
τῶν Νοτενῶν ἐν Ἀχαΐᾳ.
Τὸν Ἰωακεὶμ Χριστὸς λαμπρῶς δοξάζει,
ὡς αὐτὸν δοξάσαντα ἤδη ἐν βίῳ.
Ἰωακεὶμ τριτάτῃ τελέουσι μνήμην ἱεράν.
Ταῖς αὐτοῦ
ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Δυναμούμενος τῷ σθένει τοῦ Παντάνακτος, τὸν προσβαλόντα
σοι, κατηγωνίσω ἐχθρόν, καὶ πίστει διήνυσας τὸ τῆς ἀσκήσεως, μέγα στάδιον,
Ἰωακεὶμ μακάριε, Σκιαδᾶ χωρίου κλέος.
Ὡς πολύτιμον θησαύρισμα κατέχουσα, Πάτερ τὰ λείψανα,
τῶν Νοτενῶν ἡ Μονή, τοῦ θείου σου σώματος, καλεῖ πρὸς αἴνεσιν, νῦν τῆς μνήμης
σου, τὰς περικύκλῳ Ἅγιε, κώμας πόλεις καὶ χωρία.
Γνῶσιν ἔνθεον πλουτήσας ἐκ νεότητος, καὶ
στοιχειούμενος, Πάτερ τῷ φόβῳ τοῦ Θεοῦ, ἁπάσης ἐξέκλινας ματαίας σχέσεως, καὶ
ἐβάδισας, ἀνεπιστρόφως Ὅσιε, τὴν ὁδὸν τῆς σωτηρίας.
Θεοτοκίον.
Ἐκ νηδύος Σου δικαιοσύνης Ἥλιος, Κόρη ἀνέτειλεν, ἐν
ἀνθρωπίνῃ μορφῇ, καὶ κόσμον κατηύγασε φωτὶ θεότητος, οὗ ταῖς λάμψεσι, τὴν
σκοτισθεῖσαν πάθεσι, φωταγώγησον ψυχήν μου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥάβδῳ τῆς σοφῆς σου ποιμανσίας, παμμάκαρ Ἰωακεὶμ καλῶς
ἐποίμανας, πρώην ἐν τῇ Δίβρῃ μέν, μάνδραν τὴν θεόλεκτον, καὶ τὴν Μονὴν δὲ
ὕστερον τῶν Νοτενῶν ἀπλανῶς, ὡδήγησας, Χριστῷ τῷ Σωτῆρι, ἥτις τὴν σεπτήν σου
πανηγυρίζει μνήμην.
Ἄσκησιν μιμούμενος τὴν θείαν, τῶν πάλαι θεοειδῶν
Πατέρων Ὅσιε, ἀσκητὴς θεόληπτος, ὤφθης ἐν τῷ βίῳ σου, ἐν τοῖς ὑστέροις ἔτεσιν
Ἰωακεὶμ θαυμαστέ, αἰσχύνας τὸν ἐχθρὸν τὸν ἀρχαῖον, καὶ καταπαλαίσας αὐτοῦ τὴν
δυναστείαν.
Σύσκηνος Ἁγίων ἐν ὑψίστοις, ὑπάρχων Ἰωακεὶμ καὶ
ἰσοστάσιος, καὶ μετέχων Ὅσιε, τῶν ὑπὲρ κατάληψιν, ἀΰλων ἐπιλάμψεων καὶ δωρεῶν
θεϊκῶν, ἱκέτευε Χριστὸν θεοφόρε, ὑπὲρ τῶν τελούντων, τὴν φωταυγῆ σου μνήμην.
Θεοτοκίον.
Ἴδε μου τὴν κάκωσιν Παρθένε, καὶ ἴασαι τῆς καρδίας μου
τὸ σύντριμμα, τὴν ψυχήν μου φώτισον, μετανοίας χάριτι, καὶ ἅπαντα τοῦ βίου μου
τὰ διαβήματα, κατεύθυνον, τῷ φόβῳ Κυρίου, πρὸς τὰς ἐπιδόσεις ζωῆς τῆς μακαρίας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μνήμην τὴν σεπτήν, τῆς σῆς μεταστάσεως Πάτερ πρὸς
Κύριον, χαρμοσύνως ἄγομεν, τὴν πολιτείαν σου μακαρίζοντες, Ἰωακεὶμ μακάριε δι’
ἧς ἐδόξασας, τὸν Δεσπότην, πάντων τῶν ἐν δόξῃ σε, ἀϊδίῳ δοξάσαντα Ὅσιε.
Ὄλβον ἀληθῆ, τὰ θεῖά σου λείψανα πλουτοῦντες Ἅγιε, ἃ
ἐν κόλποις κέκτηται, ἀγαλλομένη τῶν Νοτενῶν ἡ Μονή, τούτοις πιστῶς προστρέχομεν
καὶ κομιζόμεθα, εὐωδίαν, Πάτερ τὴν τοῦ Πνεύματος, καὶ ὑγείαν ψυχῆς τε καὶ
σώματος.
Ὕμνοις ἱεροῖς, γεραίρει σε Ἅγιε ἡ σὴ πατρὶς ἐν χαρᾷ, ἣν
ἀεὶ διάσωζε, πάσης ἀνάγκης καὶ περιστάσεως, Ἰωακεὶμ θεόληπτε καὶ δίδου πάντοτε,
ταύτῃ Πάτερ, τὰ τῆς προστασίας σου, ἀγαθὰ οὐρανόθεν δωρήματα..
Θεοτοκίον.
Ὕδατι ζωῆς, ἡδίστῳ με πότισον διψῶντα ἄχραντε, πάντοτε
τὴν χάριν Σου, καὶ τῶν παθῶν μου σβέσον τοὺς ἄνθρακας, καὶ πρὸς τὸ φῶς μεἴθυνον
τῆς ἄνω λήξεως, ἔνθα Κόρη, τῆς ἀϊδιότητος, ποταμοὶ ἀενάως βλυστάνουσι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς διέπρεψας, Ἰωακεὶμ Πατὴρ ἡμῶν, ἐν ἐγκρατείᾳ
ἁπάσῃ, καὶ ἀρετῶν ἐργασίᾳ, καὶ σκεῦος πολυτίμητον, τοῦ Παρακλήτου γέγονας· καὶ
νῦν ὡς ἔχων Ἅγιε, πρὸς τὸν Χριστὸν παῤῥησίαν, ὑπὲρ ἡμῶν ἐκδυσώπει.
Θεοτοκίον.
Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν Ἁγίων αἴνεσις, καὶ τῶν
βροτῶν σωτηρία, καὶ καταφύγιον μέγα, ὑπάρχεις παναμώμητε, ἁγνὴ Θεογεννήτρια·
διὸ κἀμὲ ἀπάλλαξον, τῆς τῶν παθῶν τυραννίδος, τῇ κραταιᾷ Σου πρεσβεία.
Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βίον τὸν ἰσάγγελον, θεοπρεπῶς ἐπεπόθησας καὶ προθύμως
διήνυσας, ἔρωτι τοῦ Κτίστου σου, πτερούμενος Πάτερ, καὶ ἀπετινάξω, πᾶσαν
φροντίδα γεηράν· ὅθεν ἐπλήσθης τῶν ὑπὲρ ἔννοιαν, ἀΰλων ἐπιλάμψεων, Ἰωακεὶμ
παμμακάριστε, καὶ τῆς ἄνω λαμπρότητος, ἐπαξίως τετύχηκας.
Πόνοις τῆς ἀσκήσεως, καὶ ἀπαθείας ταῖς χάρισι, καὶ
λοιποῖς προτερήμασι, λαμπρῶς σεμνυνόμενος, βιοτῆς ἁγίας, πάντων τῶν Ἁγίων,
ὤφθης ἰσότιμος σοφέ, καὶ τῶν στεφάνων ἐκείνων μέτοχος, καὶ νέμεις τοῖς τιμῶσί
σε, Ἰωακεὶμ παναοίδιμε, τῆς θερμῆς προστασίας σου, τὰ δωρήματα Ἅγιε.
Ἔχει σου τὰ λείψανα, τὰ ἱερὰ καὶ σεβάσμια, ὥσπερ
πλοῦτον οὐράνιον, τοῦ Πνεύματος Ὅσιε, Νοτενῶν ἡ Μάνδρα· ἔνθα προσκαλεῖται, πρὸς
εὐφροσύνην μυστικήν, πανηγυρίσσαι τὴν θείαν μνήμην σου, τὰ τῶν πιστῶν
συστήματα, ὡς ἂν ἐκ τούτων κομίσωνται, τῆς ἐνθέου χρηστότητος, εὐωδίαν
οὐράνιον.
Χαίρει ἐν τῇ δόξῃ σου, καὶ εὐφροσύνως ἀγάλλεται, ἡ
πατρίς σου μακάριε, ἥτις τῷ ὀνόματι Σκιαδᾶ καλεῖται, καὶ πανηγυρίζει, τὴν σὴν
ἁγίαν ἑορτήν, καὶ μετὰ πίστεως ἀνακράζει σοι· ἀπαύστως με διάσωσον, Ἰωακεὶμ
θεοδόξαστε, τῇ θερμῇ ἀντιλήψει σου, πειρασμῶν τε καὶ θλίψεων.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τὴν ἀγαθὴν μερίδα, κατὰ τὴν θείαν ῥῆσιν
ἐκλεξάμενος, καταλλήλως διέπρεψας· ἐν ἀληθεῖ γὰρ ὁσιότητι, σεαυτὸν ἐκόσμησας,
καὶ τῆς δικαιοσύνης τὸν πλοῦτον, ἐν τῷ ταμείῳ τῆς ψυχῆς, ἐθησαύρισας, ἀσκήσει
συντόνῳ, τοῖς πάλαι ἁμιλληθεὶς Ὁσίοις· μεθ’ ὧν τῆς ἄνω δόξης μετέχων, Ἰωακεὶμ
μακάριε, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε,
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος
ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ.
Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἐγκαλλώπισμα ἱερόν, Νοτενῶν τῆς Μάνδρας, καὶ προστάτης καὶ βοηθός,
Σκιαδᾶ χωρίου, τῆς σῆς πατρίδος Πάτερ, Ἰωακεὶμ θεόφρον, ὃ σκέπε πάντοτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου