Κυριακή 14 Ιουνίου 2015

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ Πάργας Ἠπείρου. Ψαλλομένη τῇ 11η Φεβρουαρίου


Ἀκολουθία ΠΑΝΑΓΙΑΣ Πάργας  Ἠπείρου.
Ψαλλομένη τῇ 11η Φεβρουαρίου

Ποίημα Ἀνδρέου Ἱερέως Ἱδρωμένου, τοῦ ἐκ Πάργης.
 
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Ποίοις εὐφημιῶν ᾄσμασι.
Ποίοις, εὐτελεῖς ὄμμασιν, ἐποψόμεθά Σου τὴν εἰκόνα, ἣν τὰ τῶν Ἀγγέλων στρατεύματα, βλέπειν ἀδεῶς οὐ δεδύνηται, μεμνημένοι τῶν πολλῶν θαυμάτων, τὰ πάλαι καὶ ἐς ἀεὶ ἡμῖν γινόμενα, εἰς δόξαν εὐχαριστίαν καὶ προσκύνησιν τῆς σεβασμίας εἰκόνος, τοῦ Θεοῦ ἁγίασμα, τὸ παρέχον πᾶσιν ἡμῖν ἐν τῇ μνήμῃ αὐτῆς, πλουσίως ξένα τεράστια. (Δίς).
Ποῖα, πνευματικὰ ᾄσματα, νῦν προσάξωμεν τῇ Θεοτόκῳ, κύκλῳ τῆς εἰκόνος ἱστάμενοι, πάντες οἱ πολλῶν ἀπολαύσαντες, τεραστίων καὶ φρικτῶν θαυμάτων; ἡνίκα ἀνιστορῆσαι ἠβουλήθημεν, τὸ εἶδος τῆς Σῆς, εἰκόνος Θεονύμφευτε, παλαιόν τε οὔσης καὶ ἀρχαῖον, ἐπήρθη εἰς ὕψος ἡ εἰκὼν καὶ ἔφυγεν, ἡμῖν δὲ πᾶσιν ἐδίδου ἰδεῖν, ὡς τοῦτο οὐ θέλουσα. (Δίς).

Τρόμου καὶ φόβου ἅπαντες ἐπλήσθησαν, Παναγία Θεοτόκε, ὅτε τὰς βροντὰς ἐν οἴκῳ ἤκουσαν, πάντες οἱ πιστοὶ πρὸς Σὲ ἠθροίσθησαν, καὶ μετάρσιον φρικτῶς γὰρ κατιδόντες, τὴν θείαν καὶ σεβασμίαν Σου φρικτὴν μορφήν, τοῦ θείου τότε ναοῦ ἅπαν τὸ ἔδαφος, ὅλον ἐπλήσθη τῶν θρήνων, πρὸς Σὲ τῶν Χριστιανῶν βοώντων μετὰ πίστεως· ὦ Δέσποινα, πρόφθασον καὶ ἐξελοῦ τοῦ φόβου τὴν ποίμνην Σου. (Δίς).
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν ἀνθρώπων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια τοῦ κόσμου, τὸ μέγα καταφύγιον, καὶ ἡμετέρα σκέπη, τὴν σήμερον ἡμέραν ἐν τῷ σεπτῷ Αὐτῆς τεμένει, πάντας ἡμᾶς συγκαλεῖ, ταῖς τῶν θαυμάτων Αὐτῆς ἀκτῖσιν εὐφράναι· τοὺς γὰρ ἐν ἀσθενείᾳ καὶ θλίψει παντοίᾳ, πάντας ταχέως παραμυθεῖ· ὅθεν κατὰ χρέος ἀνυμνοῦντες βοήσωμεν πρὸς Αὐτήν· συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθου Δέσποινα, ἀλλὰ σκέπασον ἡμᾶς, τοὺς πιστῶς ἐκτελοῦντας τὴν μνήμην τῶν παμμεγίστων θαυμάτων Σου, Ἄχραντε.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. κγ΄ 10-17).
ξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν  Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 27, Μδ΄, 1-4).
σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1).
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν: Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Σὺν Ἀγγέλοις σήμερον, δόξαν πάντων τῷ Ἄνακτι ᾄσωμεν, χορείαν συγκροτοῦντες· ἡ γὰρ ἄχραντος καὶ θεία ἀναφανεῖσα γεννήτρια Αὐτοῦ, τὴν καθαρωτάτην καὶ σεπτήν, τῆς ἁγίας μορφῆς Αὐτῆς εἰκόνα, ἀντιλήπτορα καὶ ὑπέρμαχον τῆς ἡμῶν πολιτείας, πᾶσιν ἡμῖν θεωρεῖν παρέθηκε, δεινῶν παντοίων καὶ πολέμων διασώζουσα· διὸ καὶ γηθόμενοι ἑορτάσωμεν, τῆς εἰκόνος ταύτης τὸ θαυμάσιον τὸ ἄῤῥητον, τὸ πρωτότυπον ἐν οὐρανοῖς, αὐτῆς δι’ ἡμᾶς, πρεσβεῦον πλουτήσαντες.

Ὁ αὐτός.
νάξωμεν χεῖρας καὶ ψυχήν, καὶ ἀῤῥυπάντοις χείλεσιν ᾄσωμεν, τῇ προστασίᾳ τῆς πόλεως ἡμῶν ὁμοφώνως· Παρθένε, τοὺς εἰκόνος τῆς σεβασμίας ταύτης Σου τὸ θαυμάσον, πόθῳ δοξάζοντας περιφρούρησον, κακίστης αἰχμαλωσίας ἡμᾶς, τῇ θείᾳ Σου καὶ παντοδυνάμῳ ἐκλυτρουμένη δυνάμει, ὡς ἐν Σοὶ ἐκ νεότητος ἐλπίζοντας· ἵνα ἐν συντετριμμένῃ καὶ τεθαῤῥηκυίᾳ ψυχῇ, πάντοτε εὐφημῶμεν, Ἁγνὴ τὸ θεῖον τόκον Σου.

Ἦχος β΄.
ξεπλάγησαν Κόρη, ἀκούσαντες ἐν τῷ θείῳ Σου ναῷ, ἀθρόων βροντῶν, οἱ προγενεστέροι ἡμῶν Ἀειπάρθενε, εἰς ὕψος δὲ ἀπαίρουσαν πάντες βλέποντες, τὴν ἁγίαν εἰκόνα Σου, φόβῳ Σοι ἀνεβόων· τῶν Σοὶ εὐχομένων ἐπάκουσον, καὶ τούτου ἡμᾶς τοῦ κινδύνου ἐλευθέρωσον, ὡς κεχαριτωμένη ἵλεως χρηματίζουσα, τοῖς ἐπταικόσισοι Ἁγνή, καὶ δοξάζουσι ἀεὶ τὰ σεπτὰ καὶ θεῖά Σου θαυμάσια.

Ὁ αὐτός.
εόντων πάντων τε καὶ φθαρτῶν τὴν προσπάθειαν, ἀξίωσον ἡμᾶς πάντας Σοῦ τοὺς δούλους μισεῖν, ἀξιύμνηστε Δέσποινα· τὴν γὰρ εἰκόνα Σου ταύτην, ὑμνῳδίαις φαιδραῖς δοξάζοντες ἀνυμνοῦμέν Σε, καὶ παντοίων πολέμων ῥύστιν, ἀεὶ ἐξαιτούμεθα πίστει, τὴν θείαν Σου βοήθειαν.

Ἦχος δ΄.
Δόξαν ἀναπέμψωμεν, τῇ τεκούσῃ τὸν Σωτῆρα, ἑορτὴν θείαν ἄγοντες Πάργιοι πάντες· Ταύτης δὲ τὴν ἔνδοξον καὶ παναγίαν ἀληθῶς δοξολογεῖν εἰκόνα, ὁμοφρόνως συνέλθωμεν, μετὰ τοῦ Γαβριὴλ ἀνακράζοντες· ὡς εὐλογημένη ἐν πάσαις ὑπάρχουσα, γυναιξὶν εὐφράνθητι, ὦ κεχαριτωμένη, Μαρία ἁγνή.

Ὁ αὐτός.
Νῦν ἡμῖν εὐφρόσυνος ἐπέλαμψε πανήγυρις, τὴν τῶν Παργίων ἅπασαν, εὐφραίνουσα ὁμήγυριν· ὑμνεῖτε ἄνδρες, νέοι προσκυνεῖτε, πρεσβῦται δοξάζετε, τὴν τῶν πάντων δεσπόζουσαν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
γγελικῶν στραταρχιῶν τὴν ἀναδεδειγμένην, ἐκ τῆς Αὐτῆς ἄγαν ἁγιωσύνης Παμβασιλίδα, τῶν Παργίων ἡ πληθύς, πᾶσαν ἀποθέμενοι, ἁμαρτίας συμπλοκήν, μετὰ κατακρίσεως, σήμερον ᾠδαῖς λαμπραῖς ἐν πίστει ἀνυμνολογήσωμεν· Αὐτὴ γὰρ τὴν Ἑαυτῆς ἡμῖν εἰκόνα παρέθετο, ἐθνικῶν ἁλώσεων, καὶ νοσημάτων δεινῶν ἀπολύτρωσιν, καὶ περίφραγμα τεῖχος καὶ φρούριον, τῆς ἡμῶν πόλεως ἀπόρθητον.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μετὰ πόθου καὶ πίστεως, Θεοτόκε φιλάγαθε, ἑορτὴν ποιούμενοι εὐφραινόμεθα, ταῖς τῶν θαυμάτων ἐλλάμψεσιν, ἀεὶ μνημονεύοντες, ὧν ἡμῖν διηνεκῶς, ἐνεργοῦσα ἀπέδειξας, πρὸς ἀσφάλειαν· ἐξαιρέτως δὲ ταύτην τὴν ἡμέραν, καθ’ ἣν ὤφθημεν Παρθένε, ἀνιστορῆσαί Σε Δέσποινα.

Στ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Θεοτόκε πανύμνητε, τὴν ἁγίαν εἰκόνα Σου, θησαυρὸν ἀσύλητον πάντες ἔχομεν, ὅτι ἐν τῇ πόλει Σου Ἄχραντε, ὑπάρχειν ἠξίωσας, κραταιὰν καταφυγήν, φυλακτήριον ἄμαχον, δόξαν πάντοτε, καὶ θαυμάτων πηγὴν πεπληρωμένην, τοῖς τιμῶσί Σε Παρθένε, γνωριζομένην ἑκάστοτε.

Στ. Τὸ πρόσωπόν σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
πανάχραντε Δέσποινα, τῶν Μαρτύρων τὸ καύχημα, Προφητῶν τὸ στήριγμα καὶ διάσωσμα, τῶν Ἀπόστόλων καὶ πάντων Σύ, ὑπάρχουσα Δέσποινα, τῶν Ἁγίων καὶ χαρά, καὶ ὡράϊσμα πέφυκας· ὅθεν ἅπαντες, μετὰ φόβου καὶ πόθου προσκυνοῦμεν, τὴν ἁγίαν Σου εἰκόνα, οἱ σεσωμμένοι ταῖς θλίψεσι.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.
ς πλοῦτον ἀδαπάνητον πανάχραντε Θεοτόκε, οἱ δοῦλοι τὴν ἁγίαν εἰκόνα Σου κεκτήμεθα, καὶ δοξάζομεν σήμερον χαίροντες, καὶ προσκυνοῦμεν μεμνημένοι τῶν θαυμάτων Σου, τῶν πρὸς ἡμᾶς εἰς ἀεὶ γινομένων, καὶ βοῶμεν ἐκτενῶς· χαῖρε, θησαυρὲ καὶ πλοῦτε ἀδαπάνητε· χαῖρε, φρουρὲ καὶ φύλαξ τῆς ἡμῶν πολιτείας· Σοὶ γὰρ οἱ πάντες προστρέχομεν, οἱ ἐν κινδύνοις καὶ θλίψεσι κατενεχθέντες, καὶ Σὲ πρὸς τὸν ἐκ Σοῦ τεχθέντα πρέσβυν εὐπρόσδεκτον, ἀεὶ κεκτήμεθα· μὴν οὖν ἐλλείπῃς Παρθένε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Παρθένε πανύμνητε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, τὴν πόλιν Σου φύλαττε ἣν ἐκ κινδύνων πολλῶν, ἐλύτρωσας Ἄχραντε· πάντες οὖν οἱ Σοὶ δοῦλοι, Σῷ ναῷ Θεοτόκε, τρέχοντες προσκυνοῦμεν, τὸ παράδοξον θαῦμα, ὅπερ ἀνερμηνεύτως ἐπράχθη, τῇ εἰκόνι τῇ Σῇ. (γ΄).

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Μεσίτην πρὸς Θεόν, Σὲ πλουτοῦμεν Παρθένε, προστρέχοντες πιστῶς, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ Ἀειπάρθενε, ῥῦσαι λέγοντες τοὺς ἐκτελοῦντας τὴν μνήμην, τῶν θαυμάτων Σου, τῶν πρὸς ἡμᾶς γινομένων, ἀείποτε Δέσποινα.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν Παργίων σήμερον, πανηγυρίζει ἡ πόλις, τὸ φρικτὸν τεράστιον, γεγενημένον ἐν αὐτῇ, τῇ Θεοτόκῳ κραυγάζουσα· χαῖρε Παρθένε, ἡμῶν τὸ στερέωμα.
Δόξα. Καὶ νῦν.
Θεοτόκε ἄχραντε, παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε, τοὺς ἐκτελοῦντας τὸ φρικτόν, τῆς Σῆς εἰκόνος τεράστιον, τῇ πόλει ταύτῃ, γενόμενον Δέσποινα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Δεῦτε πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε θρόνε πυρίμορφε, τοῦ Δεσπότου τῶν ὅλων, Χριστοῦ τοῦ Παντάνακτος· χαῖρε μόνη Κυρία ἁπάσης τῆς κτίσεως· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαρία θεοδόξαστε· πρέσβευε τῷ Σῶ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς Σοὶ προστρέχουσι πίστει, καὶ πόθῳ ὑμνοῦσί Σε.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Τὸ πρόσωπόν σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστάσα Μαριάμ...
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύμα-τι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ἦχος β΄. Εὐφραίνονται σήμερον Παργίων δῆμοι, τὸ Σὸν ὑμνοῦντες Παρθένε θαῦμα.
Καὶ νῦν. Τό αὐτό.
Ἰδιόμελον. Ἦχος πλ. α΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Δεῦτε συναθροισθέντες, ὑμνήσωμεν φιλέορτοι, τὸ θεῖον τῆς Παρθένου εἰκόνος τερατούργημα, καὶ ᾄσμασι πρὸς Αὐτὴν μελιῤῥύτοις, ἀνακράξωμεν πάντες· ἡμῖν Πανύμνητε, τοῖς τῆς θείας Σου εἰκόνος τὰ ὑπὲρ νοῦν θαυμάσια δοξάζουσι, τὴν θαυμασίαν Σου παρέχου ἀρωγήν, ἐκ τῶν τῆς Ἄγαρ υἱῶν, διασώζουσα ἀβλαβῆ τὴν πόλιν Σου.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ τὸ θαῦμα εἰκόνος τῆς Σῆς Κόρης, Ἀνδρέας. Ποίημα Ἀνδρέου Ἱερέως Ἱδρωμένου τοῦ ἐκ Πάργης.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
μνήσωμεν σήμερον δῆμος Παργίων ἐν ᾄσμασι, φαιδροῖς τὸ ἀπόῤῥητον τῆς σεβασμίας Μητρός, τοῦ Θεοῦ ἡμῶν, τεράστιον ὃ Ταύτης, τὸ θεῖον ἡμῖν ποτε ἔδειξε μόρφωμα.

Μαρία Θεόνυμφε Μῆτερ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πιστῶς ἑορτάζουσιν, ἐν ἐτησίαις ᾠδαῖς, τὸ παράδοξον, τῆς Σῆς εἰκόνος θαῦμα, χαρίζου συγχώρησιν, πᾶσι καὶ ἔλεος.

Νοεῖν οὐ δυνάμενοι ἡμῶν οἱ πρόγονοι Πάναγνε, εἰκών Σου ὃ δέδρακεν, ὑπερφυῶς Σῷ ναῷ, τερατούργημα, ἐξίσταντο συγγνώμην, παρέχου βοῶντές Σοι, ἡμῖν τοῖς δούλοις Σου.

θαῦμα ἐξαίσιον γραφέως πάλιν οὐ δέχεται, γραφὴν ἡ ἀμώμητος, καὶ σεβασμία εἰκών, τῆς Θεόπαιδος, καὶ σκέπης ἡμῶν πάντων, ἀλλὰ πρὸς ὃν ἵδρυτο, θῶκον προσέρχεται.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Τὸ θαῦμα ἡμῖν τὸ Σὸν ὑμνοῦσι, χαρίτων Σου δίδου τὴν πληθύν, καὶ πάσης ἐλευθέρωσον, Ἀγαρηνῶν ἁλώσεως, ἵνα ἐν πίστει πάντοτε, ὑμνῶμεν Κόρη τὴν δόξαν Σου.

πάντων Δεσπότης Σὲ δοχεῖον, καὶ θρόνον προέκρινεν ἁγνόν, πρὸ χρόνων Παναμώμητε, διὸ θαυμάτων ἔμπλεων, κόσμου παντὸς τοῖς πέρασι, Σὲ ποταμὸν ἐναπέδειξε.
Θαυμάτων πηγάζει τῆς εἰκόνος, ἡ χάρις τῆς Σῆς ὠκεανόν, τοῖς πλέουσι συμπλέουσα, τοὺς πολεμοῦντας σκέπαζε, καὶ τοῖς νοσοῦσι Πάναγνε, χαριζομένη τὴν ἴασιν.

πέρχεται πάλιν ἡ εἰκών Σου, ὦ θαῦμα Πανάμωμε πρὸς ὅν, ἔκπαλαι ἐγκαθίδρυσαν, θρόνον ἡμῶν οἱ πρόγονοι, τὴν τοῦ γραφέως δεύτερον, ἀνιστορίαν μὴ θέλουσα.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τὸ κλέος τῶν πιστῶν, καὶ ἐλπὶς ἐπταικότων, ἀχείμαστος λιμήν, πάντων τῶν Ὀρθοδόξων, τὸ ἄσυλον φρούριον, κραταιόν τε καὶ ἄμαχον, ἱκετεύομεν, πάντες οἱ δοῦλοί Σου Κόρη, σκέπε φύλαττε, ἡμᾶς τοὺς πίστει ὑμνοῦντες, τὰ ἄπειρα θαύματα.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
περτέρα τῶν Ἀγγέλων καὶ κτισμάτων ὑπάρχουσα, σεμνοτέρα πάντων, Κόρη ἀπειρόγαμε φύλαττε, τοὺς τῷ ναῷ Σου ἐν πίστει καταφεύγοντας, καὶ τὸ θεῖόν Σου, ἀνευφημοῦντας θαυμάσιον.

Μεγαλώνυμε Παρθένε τοῖς Σὲ ῥύστιν κινδύνων τε, καὶ πολέμων σκέπην, νόσων ἀνιάτων τε ἴασιν, ἐξαιτουμένοις παρέχου Σὴν βοήθειαν, ὡς δοξάζουσι, πίστει Ἁγνὴ τὴν εἰκόνα Σου.

ποῤῥήτως ἐκτελεῖ Σου τὰ θαυμάσια Πάναγνε, ἡ εἰκών ἡ θεία, πόλει τῇ ἡμῶν ἀνυμνούσῃ Σε, ἐκ πειρασμῶν ἐθνικῶν αὐτὴν ἀείποτε, διασώζουσα, καὶ παραδόξως ῥωννύουσα.

Ἐκλειπέτωσαν οἱ πόλιν τὴν ἡμῶν ἐνεδρεύοντες, ἀθεΐας παῖδες, σκέπει γὰρ καὶ σώζει ἡ Πάναγνος, ἐκ τῶν ἡμᾶς πολεμούντων ἡμᾶς πάντοτε, τοὺς ἐν δάκρυσι, πρὸς τὸν ναὸν Αὐτῆς φεύγοντας.

Ἰκνουμένην καθορῶντες τὴν εἰκόνα Σου Ἄχραντε, εἰς τὸν θρόνον πάντες, οἱ ἡμῶν προόντες ἐκραύγαζον, τῶν ἐν ἀγνοίᾳ σφαλέντων ἡμῶν πάριδε, τὸ ἀνόμημα, Μήτηρ Θεοῦ ἡ ἀπείρανδρος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Καλλίστην ὡς κρήνην Σε ταῖς τῶν θαυμάτων ῥεύσεσι, πᾶσιν ἀπειργάσητο Παρθένε, λόγος ὁ μήτραν Σὴν καθαρῶς ὑπελθών, τοὺς δίψῃ κατόχους ἀρωγῆς, πάντας θεραπεύουσαν, καὶ κινδύνων ἐξαίρουσαν.

Οὐράνιοι Ἄγγελοι καὶ ἄνθρωποι εὐφράνθητε, ἅμα ἑορτάζοντες τὴν μνήμην, τοῦ τεραστίου ὁ ἡμῖν γέγονεν, ὑπὸ τῆς εἰκόνος τῆς Μητρός, Λόγου τοῦ Παντάνακτος, καὶ Θεοῦ τῶν δυνάμεων.

Νευρούμενοι σθέσει Σου τὰς τῶν ἀθέων Πάναγνε, φάλαγγα τροπούμεθα τὴν χάριν, τῆς Σῆς εἰκόνος ἀρωγὴν ἔχοντες· ἀλλὰ καὶ ἑξῆς ἡμῖν τὰ Σά, δεῖξον Παναμώμητε, μεγαλεῖα ὡς εὔσπλαγχνος.

ρῶν τὴν εἰκόνα Σου ὁ Σὸς λαὸς Πανάμωμε, θρόνῳ τῷ Αὐτῆς προσερχομένην, καὶ τὴν δευτέραν γραφὴν μὴ θέλουσαν, πρὸς ὕψος ἐκτείνων τὰς αὐτοῦ, χεῖρας ἀνεβόα Σοι· δὸς Παρθένε Σὸν ἔλεος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Συμπλέκων ὕμνον ἑόρτιον, Παργίων ὁ λαὸς νῦν εὐφράνθητι, ἡ προστασία μου, χαῖρε κραυγάζων τοῖς θαύμασιν, ὡς λυτρουμένη Κόρη τῶν πολεμούντων με.

Τριάδος οἶκος ὑπάρξασα, Πανάμωμε ἁγνὸς ἀναδέδειξαι, ἡμῶν ὑπέρμαχος, θαύματα θεῖα πηγάζουσαν, τὴν Σὴν εἰκόνα Κόρη ἡμῖν ἐνδείξασα.

χοῦσα Κόρη ἡ πάνσεπτος, εἰκών Σου καὶ βροντῶν ἐμπιπλώσασα, ναὸν Σὸν Ἄχραντε, τόπον ἐκεῖνον ἀφίκετο, ὃν ἐξ ἀρχῆς κατεῖχε, δόξα Σοῖς θαύμασι.

Σὺν τρόμῳ πάντες ὡς ἤκουσαν, θορύβων τῶν πολλῶν οἱ προπάτορες, ἡμῶν τῆς θείας Σου, Κόρη εἰκόνος προσέδραμον, ἐν τῷ ναῷ Σου θρήνων τοῦτον πληρώσαντες.

Κοντάκιον. Ἦχος δ’. Τῇ ὑπερμάχῳ.
Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει Σου, προσπεφευγόντες Σὲ πιστοὶ Ἁγνὴ δοξάσομεν, μνημονεύοντες Σῶν Ἄχραντε θαυμασίων· ἀλλ’ ὦ Δέσποινα ἀεὶ ἡμῖν βοήθησον, ἐκ παντοίων ἡμᾶς κινδύνων ἀπαλλάττουσα, ἵνα κράζωμέν Σοι· Χαῖρε πάντων βοήθεια.
Ὁ Οἶκος.
Ἄνθρωποι συνελθόντες, τῆς Παρθένου ἐν οἴκῳ, ἐβούλοντο τὴν Αὐτῆς ἀνιστορῆσαι εἰκόνα, παλαιάν τε οὖσαν καὶ σαθρὰν φέροντες δέ, οὗ ἔμελλεν ὁ ζωγράφος κατιδείν τε καὶ σκεφθῆναι, ἀφ’ ἑσπέρας περὶ ταύτης αὕτη δὲ αίφνιδίως, πρὸς ὄρθρον παραδόξως ἀπεκατέστη Σοῦ ἧν τὸ πρῶτον, οἱ δὲ ἰδόντες αὐτὴν ἐμπλησθέντες φόβου καὶ χαρᾶς, ἐβόων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, πανάσπιλε Παναγία·
χαῖρε,  βροντῶν ἁπάντων ἡ σωτηρία.
Χαῖρε, δῶρον οὕσα ἡμῶν καὶ διάσωσμα·
χαῖρε,  τῶν Παργίων ἁπάντων τὸ καύχημα.
Χαῖρε, ὅ,τι Σὺ ἡμᾶς ἐλύτρωσας, ἐκ παντοίων συμφορῶν·
χαῖρε,  ὅ,τι Σὺ κατετραυμάτισσας, πολεμίων τὸν στρατόν.
Χαῖρε, ὅ,τι ὑπάρχεις κατ’ αὐτῶν σωτηρία·
χαῖρε,  ἀδιαλείπτως πρὸς ἡμᾶς ἰατρεία.
Χαῖρε, πιστῶν ἁπάντων τὸ καύχημα·
χαῖρε,  ἰδίως ἑκάστῳ διάσωσμα.
Χαῖρε, δι’ ἧς πᾶς πιστὸς ἐκλυτροῦται·
χαῖρε,  δι’ ἧς πᾶς ἐχθρὸς ἐκτροποῦται.
Χαῖρε, πάντων βοήθεια.

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τοῦ γενομένου ἐν τῇ πόλει Πάργῃ μεγίστου καὶ ὑπερφυοῦς θαύματος, παρὰ τῆς Ἁγίας Εἰκόνος τῆς Κυρίας ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῆς εὑρισκομένης νῦν ἐν τῷ προαστείῳ Κερκύρας Μανδουκίῳ.
Φρίττω ἐννοῶν τῆς Παρθένου τὸ θαῦμα,
ὅταν ἐπόρθη ἐκ γῆς πρὸς τὸν ἀέρα.
Ἐνδεκάτη μητέρος θεία, εἰκὼν ἀέρθη ἐν ἦρι.
Ταῖς τῆς Παναχράντου Σου Μητρός ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Σαλπισάτωσαν τὰ ὄρη ἀγαλλόμενα, ἡ γῆ καὶ θάλασσα καὶ οὐρανὸς σὺν ἡμῖν, λαμπρῶς ἑορτάζοντα, τὰ θεῖα θαύματα, τῆς Θεόπαιδος, ἅπερ ἡμῖν ἑκάστοτε, ἡ εἰκὼν Αὐτῆς δεικνύει.

πανέντιμος καὶ θεία Μητροπάρθενε εἰκών Σου, θαύματα ὑπ’ οὐρανὸν ἐκτελεῖ, τοῖς πᾶσι χαρίζουσα, πλουσίᾳ χάριτι, τὰ αἰτήματα· Σὺ γὰρ αὐτῆς ἁγίασις, καὶ θαυμάτων χορηγία.

Συσχεθήτωσαν αἰσχύνη οἱ ἀντίπαλοι εἰκόνων, βλέποντες τὴν παρ’ ἡμῖν τῆς Ἁγνῆς, εἰκόνα πηγάζουσαν, ἄῤῥητα θαύματα, καὶ τῆς χάριτος, πεπληρωμένην ἅπασαν, τῆς τῶν πάντων Βασιλίσσης

Κεκμηκότας ψυχοφθόροις ἡμᾶς πάθεσι παρθένοι ἴσχυσαν τὴν τοῦ Κυρίου ὁδόν, ὁδεύειν ἀείποτε, ἵνα ἐν στόματι, Παναμώμητε, ὁμονοοῦσι ἅπαντες, τὴν εἰκόνα Σου τιμῶντες.

λαμπρότατος ναός Σου Ἁγνὴ σήμερον ἰδὼν τὰ τέκνά Σου ἐν ἑαυτῷ συνωδά, ἀχθέντα γηθόμενος, δόξαν Σὴν μέλπεται, καὶ ἐνδύεται, περιβολὴν ἑόρτιον, ἑορτάζων γηθοσύνως.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
ᾶον ἀνυμνεῖν θαυμάτων τῶν παραδόξων, τὴν πλημμύραν Σου πᾶσαν Παναμώμητε, φρένα παρατρέχουσαν, ἀγγελικὴν καὶ βρότειον· διό Σε χαίροντες, ἁγία Θεοτόκε Μαρία, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

κει ἀληθῶς τῆς Σῆς εἰκόνος, πρὸς Σὲ τὸ ἀρχέτυπον ἡ εὔκλεια, Πάναγνε ὡς ἔφησε, πρώην ὁ Βασίλειος, διὸ σκιάζει ἅπασαν, αὐτὴν ἡ χάρις Σου, θαυμάτων, πελαγίζουσαν ῥείθροις, ἀποδεικνυμένη, τὴν κτίσην εἰς αἰῶνας.

πάντων κακῶν ἡμῶν ἡ πόλις, τὴν θείαν εἰκόνα Σου Πανάμωμε, λύτρωσιν πλουτήσασα, χεῖράς Σοι ἱκέτιδας, ἀναφωνεῖ ὑψώσασα, ἡμῖν Πανύμνητε, σφαλμάτων, παῤῥῶσα τὰ πλήθη, τὴν πανσθενουργόν Σου βοήθειαν παρέχου.

Νηπίων ἀνδρῶν καὶ πρεσβυτέρων, τῷ θείῳ ναῷ Σου ἐκατέφυγε, γένος ἅπαν Πάναγνε, ἤχων ὅτε ἤκουσε, προσερχομένην βλέπον δέ, ἐν ὧ ἦν ἔκπαλαι, τὴν θείαν Σου, εἰκόνα Παρθένε, σύγγνωθι ἐβόα, τοῖς Σοὶ ἡμαρτηκόσι.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Δεῦτε Μητρί, τοῦ Λόγου ἑόρτιον, ὕμνον φιλέορτοι, ᾄσωμεν γηθόμενοι, καὶ ταύτη χαῖρεν συμφώνως κράξωμεν, ὅτι ἡμῖν παράδοξα θαυματουργοῦσαν Ἁγνή, τὴν εἰκόνα δέδωκας τὴν θείαν Σου, καὶ παντοίων δεινῶν ἀπαλλάττουσαν.

άνον ἐφ’ ἡμᾶς, ἐλέους Σου ἄβυσσον, Κόρη ἀπείρανδρε, πόθῳ ἑορτάζοντας, καὶ ἀνυμνοῦντας τὸ θεῖον θαῦμά Σου, ὃ ἡ εἰκών Σου δέδρακεν, ἀνιστορῆσαι γάρ, τὸν ζωγράφον πάλιν οὐ προσήκατο, ἀλλὰ θρόνον ἱκάνει ὃν ἵστατο.

χει ἀρωγόν, καὶ θεῖον θεμέλιον, ῥύστιν κινδύνων τε, μάχης νίκην ἄῤῥητν, καὶ νόσων πάντων μεγίστην ἴασιν, τὴν αἰνετὴν εἰκόνα Σου, ἡ πόλις πᾶσα ἡμῶν, διὰ τοῦτο, ἅπαντες ὑμνοῦμέν Σε, καὶ πιστῶς Σε ἀεὶ μακαρίζομεν.

γει σὺν ἡμῖν, Ἀγγέλων τὰ Τάγματα, ἀγαλλιώμενα, μνήμην πανευφρόσυνον, τοῦ θείου Κόρη, καὶ λαμπροῦ θαύματος τῆς ἐν ἡμῖν εἰκόνος Σου, δόξαν προσάγοντα, τῇ δυνάμει, Λόγου τοῦ δοξάσαντος, θαυμασίοις αὐτήν Σε Πανάμωμε.

Σώζου Σὸν λαόν, καὶ δέχου Πανύμνητε, ὕμνον ἀνάξιον, ἐκ χειλέων Ἄχραντε, ἀνάγνων πᾶσιν εἰρήνην δίδουσα, καὶ καθαρὰν μετάνοιαν, ἵνα ἐν πίστει Σε, πάντες θεία, πάντοτε δοξάζομεν, σεσωσμένοι ταῖς θείαις πρεσβείας Σου.

Ἐξαποστειλάριον. Ἀπόστολοι ἐκ περάτων.
Θεοκυῆτορ Παρθένε, Χριστιανῶν ἐλπίς, σῶζε καὶ φύλαττε πάντας, τοὺς τὴν σεπτήν Σου εἰκόνα, τιμῶντας καὶ ἀνυμνοῦντας, καὶ Σὲ αὐτὴν προσκυνοῦντας.
Ἕτερον.
Δεῦτε ἀθροίσθητε πάντες, ἐν τῷ ναῷ τῆς Παρθένου, καὶ μνήσθητε παραδόξως, τῆς σεβασμίας εἰκόνος, ὅτε εἰς ὕψος ἐπήρθη, καὶ πᾶς πιστὸς ἐφοβήθη.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Παρθενομῆτορ Μαρία θεοχαρίτωτε, Χριστιανῶν ἡ δόξα, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἄγρυπνος προστάτις τῶν εὐσεβῶς, αἰτουμένων Σε Ἄχραντε, μὴ διαλίπῃς πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ τῶν Σὲ προσκυνούντων ἀεί. (Δίς).

Θεοκυῆτορ Παρθένε καὶ Ἀπειρόγαμε, Σὲ προστασίαν μόνην, κεκτημένοι βοῶμεν· ἄχραντε Παρθένε ῥῦσαι ἡμᾶς, τοὺς τῷ θείῳ τεμένει Σου, περιπολοῦντας δεόμεθα ἐκτενῶς, τῆς γεένης ταῖς πρεσβείαις Σου.

Τῶν οὐρανῶν πλατυτέρα Παρθένε Ἄχραντε, καὶ ἀνωτέρα πάσης, κτίσεως Θεοτόκε, Δέσποινα τοῦ κόσμου σῶσον ἡμᾶς, τοὺς πιστῶς προσκυνοῦντάς Σε, καὶ μεμνημένους θαυμάτων Σου τῶν πολλῶν, ἃ ἡμῖν ἐπιδεικνύεις ἀεί.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, καὶ σκιρτήσωμεν ἑορτάζοντες τῆς Παντανάσσης Μητροπαρθένου τὸ παράδοξον, καὶ ἐξαίσον θαῦμα φαιδρῶς, καὶ πάντες ἐν τῷ θείῳ τεμένει Αὐτῆς προσδράμωμεν, ὕμνοις τε καὶ ἐγκωμίοις πρὸς Αὐτὴν ἐκβοήσωμεν λέγοντες· χαίροις, ἡ πλατυτέρα τῶν οὐρανῶν, καὶ ἀνωτέρα τῶν Ἀγγέλων· χαίροις, ναὲ ἔμψυχε, ἡ χωρήσασα τὸν ἐν πᾶσι ἀχώρητον, Μαρία Θεόνυμφε· πάντες γὰρ ἡμεῖς οἱ ἐν κινδύνοις ἀεὶ εἰς Σὲ καταφεύγοντες σωζόμεθα. Κατάβαλε Δέσποινα τῶν ἀθέων τὰ θράση, τῶν εἰς ἀεὶ πολεμούντων ἡμᾶς, καὶ γνώτωσαν, ὡς ἀεὶ ἡμῶν φύλαξ, καὶ σκέπη ὑπάρχεις Ἄχραντε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἀειπάρθενε Μαριάμ, τοῦ πάντων Δεσπότου Θεανθρώπου τε Ἰησοῦ, Χριστοῦ Μήτηρ ὤφθης, καὶ πάντων τῶν ἀνθρώπων, ἁμαρτωλῶν προστάτις, καὶ καταφύγιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου