Κυριακή 14 Ιουνίου 2015

Ἀκολουθία Νεομάρτυρος ΠΑΝΑΓΙΩΤΟΥ τοῦ Καισαρέως.



Ἀκολουθία Νεομάρτυρος ΠΑΝΑΓΙΩΤΟΥ τοῦ Καισαρέως.
Ψαλλομένῃ τῇ 24η Ἰουνίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡλικίας ὥρα ὑπὲρ φύσιν ἤθλησεν ὑστέροις ἐν τοῖς καιροὶς ὑπὲρ τῆς πίστεως, φρονήματι σταθερῷ καὶ ἀπτοήτῳ ψυχῆς παραστήματι, καὶ ᾔσχυνε τὸν ἐχθρὸν, τῆς Καισαρείας τὸ κάλλιστον βλάστημα, Παναγιώτης ὁ θεόφρων, ὁ Μαρτύρων σύναθλος· οὗ τὴν ἔνθεον μνήμην ἑορτάσωμεν γηθόμενοι.

Βαβαὶ τῆς σῆς εὐανδρίας, σοφέ! τίς οὐ μὴ θαυμάσει, Παναγιώτη ἔνδοξε, ψυχῆς σου τὸ εὐσταθὲς καὶ ἀκατάπληκτον; Τυράννων γὰρ ἀπειλὰς τῇ τοῦ Σωτῆρος ἀγάπῃ οὐκ ἒπτηξας, ἀλλ᾿ ἤνεγκας καρτερῶς, ὑπὲρ Αὐτοῦ τὸ τεθνᾶναι, ἀοίδιμε· ὅθεν ἀθανάτου δόξης ἀληθῶς ἠξίωσαι, καὶ τῶν πάλαι Μαρτύρων ἀνεδείχθης ἰσοστάσιος.

Τῆς σῆς ἀθλήσεως, ἔνδοξε, τὴν ἁγίαν μνήμην ἐτησίως ἄγοντες, τιμῶμεν ὡς τοῦ Χριστοῦ νέον σε Μάρτυρα· τὸ ὄνομα γὰρ Αὐτοῦ ἐπὶ ἀπίστων στεῤῥῶς ὡμολόγησας, καὶ πλάνην τὴν δυσσεβή, τῆς εὐσεβείας τῷ ζὴλῳ κατήσχυνας· καί τμηθείς σου τὸν αὐχένα, ῥείθροις τῶν αἱμάτων σου, τὴν σεπτὴν Ἐκκλησίαν, Παναγιώτη μάκαρ, ἤρδευσας.

Προσόμοια ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Μαρτύρων τὴν ἄθλησιν, εὐσεβῶς μιμησάμενος, κατ᾿ αὐτοὺς δεδόξασαι δόξῃ κρείττονι· τὸν γὰρ ἀγῶνα τὸν ἔνθεον, νομίμως ἠγώνισαι, καὶ ἐδόξασας Χριστὸν, τῇ ἐκχύσει τοῦ αἵματος· Ὅν ἱκέτευε ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, Παναγιώτη, τοὺς τελοῦντας τὴν ἀξιέπαινον μνήμην σου.

Ἐν νεότητι σώματος, τῆς ψυχῆς τὴν στερρότητα, ἀρραγῇ καὶ ἄτρεπτον Μάρτυς ἒδειξας, καὶ τὸν ἀρχέκακον δράκοντα, ἀθλήσεως σκάμματι, ἐτροπώσω ἀνδρικῶς, Παναγιώτη πανεύφημε· ἰσοστάσιε, τῶν κλεινῶν Ἀθλοφόρων συμπολῖτα, τῶν Ἀγγέλων καὶ ἁπάντων τῶν εὐσεβῶν ἀγαλλίαμα.

Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, τὸν ἐχθρὸν τὸν ἀλάστορα, πανστρατεὶ ἐπόντισας καὶ ἐβύθισας, καὶ νικηφόρος ἀνέδραμες, Παναγιώτη ἔνδοξε, ἔνθα δήμιοι ἀθλητῶν  καὶ Ἁγίων τὰ τάγματα· μεθ᾿ ὧν πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λύτρῳθήναι, τοὺς τελοῦντας σου τὴν μνήμην, καὶ τὸν Σωτῆρα δοξάζοντας.

Δόξα. Ἦχος πλ. β´.
Ἀθλητικὴν ζηλώσας ἀρετὴν ὑπὲρ Χριστοῦ λαμπρῶς ἠγωνίσω, ἀθλητὰ Παναγιώτη· τῇ γὰρ θείᾳ στοιχειωθεὶς ἀγάπῃ, οὐκ ἐφείσω σαρκὸς θνῃσκούσης, ἀλλά προθύμως ἐχώρησας πρὸς τὰ τῆς εὐσεβείας σκάμματα· καὶ τῷ οἰκείῳ αἵματι, τὴν σὴν στολὴν πορφυρώσας, μαρτυρικῆς ἀναρρήσεως, παρὰ Χριστοῦ ἠξίωσαι· Αὐτὸν ἱκέτευε δεόμεθα, ἐλεηθήναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὶς μὴ μακαρίσει Σε…

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.
Ὁ νέος τοῦ Χριστοῦ ἀθλητὴς Παναγιώτης, ὁ τῆς Καισαρείας ὑψίκομος φοῖνιξ, τοὺς τῆς ἀθλήσεως καρποὺς τῇ Ἐκκλησίᾳ προβάλλεται· τὸν γὰρ θεῖον ἀνύσας ἆθλον, τὰς τῶν ἐπάθλων δωρεὰς, ἐν τῇ σεπτῇ αὐτοῦ μνήμῃ, ὡς ἐν ἐσόπτρῳ ἐκφαίνει· δεῦτε οὖν φιλομάρτυρες, ἐντρυφήσωμεν μυστικῶς, ἐκ τῆς ἀθλοφορικῆς αὐτοῦ χάριτος, τῷ Σωτῆρι βοῶντες· Κύριε, ὁ τὸν Σὸν ἐνισχύσας Μάρτυρα καταβαλεῖν τὸν δυσμενῆ, δώρησαι καὶ ἡμῖν ταῖς αὐτοῦ ἱκεσίαις εἰρήνην καὶ μέγα ἔλεος.

Ὁ αὐτός.
Μαρτυρικῆς εὐκλείας, ὡς καλῶς ἀγωνισάμενος ἠξιώθης, παμμάκαρ· σώφρονι γὰρ λογισμῷ, ἐν τῷ καιρῷ τῶν ἀγώνων, τὸ θανεῖν ὑπὲρ Χριστοῦ ἀληθῶς κέρδος μέγιστον κατὰ Παῦλον ἡγήσω· ὅθεν κλίνας τὸν αὐχένα τῷ ξίφει, τὴν μὲν γῆν τοῖς αἵμασιν ἐφοίνιξας, τὴν δὲ σεπτὴν Ἐκκλησίαν διήγειρας κραυγάζειν· Κύριε, δόξα Σοι.

Ἦχος β´.
Τυραννικὴν ἀπειλὴν ὑπερφρονήσας, καὶ νεότητος ἄνθος ὑπεριδὼν, ἀγαλλομένῃ τῇ ψυχῇ ἐχώρησας ἐπὶ τὸν προκείμενον ἀγῶνα· καὶ τῇ δι᾿ αἵματος πάλη καταπαλαίσας τὸν ἐχθρὸν, τῶν πάλαι Μαρτύρων ἐχαρακτήρισας τὴν ἀνδρείαν· μεθ᾿ ὧν, Νεομάρτυς Παναγιώτη, δοξασθεὶς, ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ´.
Νεανικὴν ἄγων ἡλικίαν, τυραννικὴν ἐξεφαύλισας μανίαν, Παναγιώτη μακάριε· ἀνενδότῳ γὰρ γνώμῃ καὶ ἐλευθέρᾳ φωνῇ, τὴν καλὴν ὁμολογίαν ὡμολόγησας ὑπὲρ ᾖς καὶ τέθνηκας ὡς ἀληθὴς στρατιώτης Χριστοῦ· διὸ μαρτυρικαῖς συνὼν τάξεσι, μὴ παύσῃ πρεσβεύων πάσης βλάβης, ῥύεσθαι τοὺς τελοῦντας τὴν μνήμην σου.

Δόξα. Ἦχος δ´.
Τὴν πανοπλίαν τοῦ φωτὸς ἀναλαβὼν, τόν τοῦ σκότους ἄρχοντα ἀθλητικῇ ἀριστείᾳ κατετροπώσω θεόφρον· ὅθεν ἐν τῇ περιφανεῖ σου ἀθλήσει, Ἄγγελοι τὴν σὴν νίκην ἐκρότησαν, ἡ δὲ Χριστοῦ Ἐκκλησία, ἐπινικίους ᾠδάς σοι, ἄδει καὶ τὴν ἁγίαν μνήμην σου χαρμοσύνως ἄγει· Ἀλλ᾿, ὦ νέε ἀθλητὰ Παναγιώτη, μὴ παύσῃ ἰλεούμενος ἡμῖν, Χριστὸν τὸν εὔσπλαγχνον, ὡς ἂν χάριν εὕρωμεν καὶ ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐπὶ βήματος κριτῶν, τῶν τῆς ἀδικίας παρέστης ἀκαταπλήκτῳ ψυχῇ, τότε τὴν χριστώνυμον κλῆσιν ἐκήρυξας, καὶ τῆς πλάνης συνέχεας, τῇ σῇ παῤῥησίᾳ, Μάρτυς τὰ φρυάγματα, λόγους τῆς χάριτος· ὅθεν ἀριστεύσας νομίμως, στέφος Παναγιώτη ἐδέξω, παρὰ τοῦ Χριστοῦ, δόξης τῆς κρείττονος.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Ξίφει ἐκτμηθεὶς τὴν κεφαλὴν, οἷα λογικὸν ἱερεῖον καὶ προσφορά μυστικὴ, καὶ ὡς ὁλοκάρπωμα σεπτὸν καὶ τέλειον, τῷ Χριστῷ προσενήνεξαι, Μάρτυς Παναγιώτη, καὶ προσθήκη γέγονας, τοῖς πάλαι Μάρτυσιν αἵμασι, τοῖς σοῖς δὲ ἀρδεύεις, τοὺς τῆς Ἐκκλησίας λειμῶνας, εὐσεβείας ἄνθη ἀναθάλλοντας.

Στίχ. Προωρόμην τὸν Κυριὸν μου...
Χαίροις ἀθλοφόρων κοινωνὲ, νέε ἀθλητὰ τοῦ Σωτῆρος ἀξιοθαύμαστε· τούτων γὰρ τὴν ἔνστασιν ἐπὶ τοῦ σκάμματος, καὶ τὸν ζῆλον τὸν ἔνθεον, σαφῶς ἐπεδείξω· ἒνθεν ἵσων ἔτυχες, τούτοις τιμῶν πρὸς Χριστοῦ· ὅθεν σὺν αὐτοῖς ἐκδυσώπει, πάσης Παναγιώτη ἀνάγκης, ῥύεσθαι τοὺς πόθῳ σὲ γεραίροντας.

Δόξα. Ἦχος πλ. δ´.
Σθένος θεῖον ἐνδεδυμενος ἐν ἀσθενείᾳ, τῆς σαρκὸς ἠνδραγάθησας, μακάριε, καὶ τὸν ἀρχαῖον πτερνιστην επελθόντα σοι δολίως, ἐν ἡλικίας νεότητι καταβαλῶν ἐθριάμβευσας· διο Χριστὸς τὸ αἷμά σου, ὡς μύρον εὐωδίας δεξάμενος, Παναγιώτη θεόφρον, δωρεῖται διὰ σοῦ τοῖς πιστοῖς, εἰρήνην καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Θεῖον βλάστημα τῆς Καισαρείας, καὶ ὁμότροπος τῶν ἀθλοφόρων ἀνεδείχθης, Παναγιώτη μακάριε· τοῦ γὰρ Σωτῆρος κηρύξας τὸ ὄνομα, ὑπὲρ Αὐτοῦ τὸ σὸν αἷμα ἐξέχεας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό  μέγα ἔλεος.

Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογιαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς Μάρτυρα Χριστοῦ καὶ λαμπρὸν ἀριστέα, τιμῶμέν σε πιστῶς, Παναγιώτη παμμάκαρ· νομίμως γὰρ ἐνήθλησας, καὶ τὴν πλάνην κατήσχυνας· ὅθεν σήμερον τὴν φωτοφόρον σου μνήμην πανηγυρίζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν αἰτοῦμεν πρὸς Κὺριον.
Θεοτοκίον.
Τεκοῦσα ἐν σαρκὶ, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἄφθορος Ἁγνή, μετὰ τόκον φανεῖσα, φθορᾶς πάσης ῥῦσαί με, καὶ κακίας τοῦ δράκοντος, καὶ καταύγασον, τῇν σκοτισθεῖσαν ψυχήν μου, ἀμαρύγμασι τῆς μετανοίας, Παρθένε, καὶ σῶσόν με δέομαι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Νέῳ ἐν σώματι, μάκαρ ἠρίστευσας, καὶ τὸν ἀρχέκακον, ὄφιν κατέτρωσας, τῇ σῇ ἀθλήσει, ἀθλητά, καὶ Μάρτυς τῆς ἀληθείας· θεὶᾳ ἀγαπήσει γάρ, πτερωθεὶς τὴν διάνοιαν, παρ᾿ οὐδὲν τὸν θάνατον ἐλογίσω τὸν πρόσκαιρον, διὸ τῆς ἀθανάτου ἀξίας, ἠξίωσαι, μάκαρ Παναγιώτη.
Θεοτοκίον.
Τὸν Ὑπερούσιον, Λόγον ἐν μήτρα σου, Ἁγνή ἐχώρησας δι’ ἀγαθότητα, σάρκα λαβόντα ἐκ τῶν σῶν, αἱμάτων ἀνερμηνεύτως· ὅθεν ὣς αἰτίαν σε, τῆς ἡμῶν ἀναπλάσεως, καὶ κρηπῖδα ἔχοντες, σωτηρίας ἀσάλευτον, ὑμνοῦμέν σε θερμώς, καὶ βοωμεν· χαῖρε, ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καθάπερ ἄνθος εὐθαλὲς καὶ εὐῶδες, ἐκ Καισαρείας νοητῶν ἐκβλαστήσας, Νεομαρτύρων, Παναγιώτη, καύχημα, τὴν ὀσμὴν τῆς χάριτος τὴν τερπνὴν καὶ ἁγίαν, ἅπασι διέπνευσας, δι᾿ ἀθλήσεως θείας· ἀθλητικῶς γὰρ ἒδειξας ἡμῖν, τῆς εὐσεβείας τὰ θεῖα χαρίσματα.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν ἐν τῇ γαστρὶ δεξαμένῃ, καὶ μετὰ σώματος, Αὐτὸν τετοκυῖα, δίχα τροπῆς, Παρθένε, καὶ συγχύσεως, λύτρωσαί με δέομαι, τῆς τροπῆς πρὸς τὰ χείρω, καὶ ἐν πέτρᾳ στήριξον, ἀπαθείας τὸν νοῦν μου· Σὺ γὰρ προστάτις, Κόρη τῶν βροτῶν, καὶ τῶν πταιόντων θερμὸν ἱλαστήριον.

Οἱ  Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ...
Εὐαγγέλιον· τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν᾿ Ψαλμός.
Δόξα. Ταῖς τοῦ ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου τελέσας τὸν δρόμον καὶ τῷ αἴματι τῆς ἀθλήσεως τὸν λόγον σφραγίσας τῆς πίστεως, τοῖς πιστοῖς εὐφροσύνη ἐδείχθης, καὶ τῇ τῶν πρωτοτόκων ὁμηγύρει συνήφθης· μεθ᾿ ὧν, Παναγιώτη θεόφρον, τῷ ἀθλοθέτῃ Λὸγῳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὑ ἡ ἀκροστιχίς· Παναγιώτῃ μέλισμα τῷ ἀθλοφόρῳ. Γερασίμου.
ᾨδὴ α΄ . Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
ΙΙαθῶν μου τὴν ζόφωσιν, λῦσον ταῖς σαῖς παρακλήσεσι, καὶ φῶς μοι πρυτάνευσον, τῇ διάνοια σοφέ, ἵνα μέλψω σου τὴν μνήμην, Παναγιώτη, καὶ τῆς σῆς ἀθλήσεως, Μάρτυς τὴν εὔκλειαν.

Αἱμάτων τοῖς ῥεύμασι, τῆς ἀσεβείας κατέκλυσας, τὸν ῥοῦν τὸν ψυχόλεθρον ἄθλησας ἄριστα, καὶ ἀνέδραμες, πρὸς γῆν τῆς ἀφθαρσίας, ᾠδήν ἐπινίκιον, ἄδων τῷ Κτίστῃ σου.

Νεότητι σώματος ψυχῆς ἀνδρεῖον τὸ φρόνημα, καὶ ἄτρεπτον ἔδειξας, ἐν τοῖς ἀγῶσι σοφέ, καὶ κατέβαλες, θεόφρον Παναγιώτη, τὸν πάλαι πτερνίσαντα γένος τὸ βρότειον.

Θεοτοκίον.
Ἀσπόρως συνέλαβες τὸν Ποιητήν πάσης κτίσεως, ἀφθόρως δὲ τέτοκας, τοῦτον Πανάχραντε, καὶ ἐθήλασας, τὸν τρέφοντα τὰ πάντα· ὦ δόξης! ὦ χάριτος! τῶν μεγαλείων Σου.

ᾨδὴ γ´. Τοὺς Σοὺς ὑμνολόγους.
Γενναίως τοὺς ἄθλους τῶν Μαρτύρων, ὑπῆλθες ὑστέροις ἐν καιροῖς, καὶ τοῖς οἰκεῖος μέλεσιν, ἐδόξασας μακάριε, Χριστὸν τὸν σὲ δοξάσαντα, ἀθλητικαῖς, Μάρτυς, χάρισι.

Ἰδόντες ψυχῆς σου τὴν ἀνδρείαν, ἐθαύμασαν ταύτης τὸ στεῤῥὸν, τῆς πλάνης οἱ συνήγοροι, καὶ ξίφει σὲ ἀπέτεμον, μηδόλως Μάρτυς φέροντες, τὴν εὐτολμίαν τῶν τρόπων σου.

Ὡς κρίνον ἐβλάστησας εὐῶδες, λειμῶνι τῶν θείων ἀθλητῶν, ὦ Παναγιώτη ἔνδοξε, καὶ τοὺς πιστοὺς κατηύφρανας, ἀΰλοις διαδόσεσι τῇς εὐωδίας τῆς κρείττονος.

Θεοτοκίον.
Τὴν ἄχραντον, Κόρη Σοῦ γαστέρα, οἰκήσας ὁ Λόγος τοῦ Θεοῦ, διπλοῦς ἐκ Σοῦ προέδραμε, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, καὶ ἔσωσε τὸν ἄνθρωπον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀθλήσει ἐφαίδρυνας τὴν Ἐκκλησίαν Χριστοῦ, προσθήκη δὲ γέγονας τοῖς ἀπ᾿ αἰῶνος καλῶς, ἀθλήσασιν ἔνδοξε· ὅθεν ζωῆς τοῦ ξύλου, σὺν αὐτοῖς ἀπολαύων, πρέσβευε, Παναγιώτη, ἐκτενῶς δυσωποῦμεν, ῥυσθῆναι πάσης ἀνάγκης, τοὺς σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ἐκ Σοῦ ὁ Ὑπέρθεος, σάρκα λαβὼν ὑπὲρ νοῦν, Ἀδὰμ τὸν πρωτόπλαστον, ἐκ τῆς ἀρχαίας ἄρας, ἐρρύσατο Ἄχραντε· ὅθεν κάμε Παρθένε, λογισμῶν χαμαιζήλων, λύτρωσαι δυσωπῶ Σε, καὶ παντοίων κινδύνων, παρέχουσα τῇ ψυχῇ μου, εἰρήνην καὶ ἔλλαμψιν.

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Ἤθλησας νομίμως Μάρτυς καὶ ἀνόμων τὸ φρύαγμα, παῤῥησίᾳ λόγων καὶ τῇ παντευχίᾳ τῆς πίστεως, ὡς τοῦ Χριστοῦ στρατιώτης κατεπάτησας καὶ ἐκραύγαζες· δόξα, Χριστέ, τῇ δυνάμει Σου.

Μαρτυρίου τὸν ἀγῶνα θεοφρόνως διήνυσας, καὶ Μαρτύρων δήμοις, Μάρτυς Παναγιώτη, συντέταξαι μαρτυρικαῖς ἀγλαΐαις λαμπρυνόμενος καὶ θεούμενος, θεαρχικαῖς ἐπιλάμψεσι.

Ἐπὶ βήματος παρέστης ἀσεβούντων, μακάριε, καὶ μεγαλοφώνως τούτοις, Παναγιώτη, ἐκραύγαζες· Χριστιανός εἰμι, συνετέ, ὦ ἄφρονες· δι᾿ ἀγάπην γὰρ τὴν τοῦ Χριστοῦ σφαγιάζομαι.

Λέων ὥσπερ ἐφορμήσας κατὰ σοῦ ὁ ἀντίδικος, κατησχύνθη, Μάρτυς, τῇ ἀθλητικῇ σου στερρότητι, ἀκαταπλήκτῳ νοΐ γὰρ τὸ μαρτύριον ἀναδέδειξαι, ὑπὲρ Χριστοῦ τοῦ Παντάνακτος.

Θεοτοκίον.
Ἱλασμὸν καὶ σωτηρίαν καὶ εἰρήνην καὶ ἔλεος, Κεχαριτωμένη, ὡς τοῦ Λυτρωτοῦ Μήτηρ, ἄφθορος δίδου τοῖς πίστει προστρέχουσι τῇ σκέπῃ Σου καὶ βοῶσί Σοι· χαῖρε, Ἁγνὴ Ἀειπάρθενε.

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Σαρκὸς κατεφρόνησας ὡς φθειρομένης, ἔνδοξε, ὥραν δὲ νεότητος παρεῖδες καὶ γηθοσύνως ὑπὲρ τῆς δόξης Χριστοῦ ἐδέξω τὸν θάνατον, σοφὲ, ὅθεν πρὸς ἀθάνατον μεταβέβηκας εὔκλειαν.

Μεγάλως ἀβρύνεται καὶ χαίρει τῇ σῇ χάριτι, πόλις Καισαρείας, Παναγιώτη· ἐκ ταύτης Μάρτυς γὰρ ἀνεβλάστησας, καὶ ἐν Βυζαντίῳ τὸν καλὸν δρόμον τῆς ἀθλήσεως, ἀκλινῶς ἐξετέλεσας.

Ἁγίων λαμπρότητας ἁγιασθεὶς ἐν Πνεύματι τῇ μαρτυρικῇ σου ἀριστείᾳ καὶ τοῖς χυθεῖσί σου, Μάρτυς, αἵμασιν οἰκεῖν ἠξιώθης ἐν χαρᾷ καὶ ὁρᾶν ἃ βλέπουσι τῶν Ἀγγέλων τὰ τάγματα.

Θεοτοκίον.
Τὸ ὄρος τὸ ἅγιον, ἐν ᾧ Χριστὸς κατώκησε τὴν ἐσφραγισμένην θείαν πύλην, τὴν παναγίαν καὶ μυστικὴν κιβωτὸν, τὴν θεοχαρίτωτον Ἁγνὴν Δέσποιναν, ὑμνήσωμεν ὡς ἡμᾶς περισκέπουσαν.

ᾨδὴ ς´. Τὴν θείαν ταύτην.
Ὡς τῶν Μαρτύρων ὁμόζηλος ἀνδρείως, Παναγιώτη, ἐκήρυξας Χριστοῦ τὸ ὄνομα, καὶ τὸ σὸν αἷμα ἐξέχεας, ὑπὲρ τῆς εὐσεβείας, ἀξιοθαύμαστε.

Ἀγαλλιᾶται τῇ δόξῃ σου, ἡ σὲ ἐνεγκαμένη Καισάρεια, ἡ δὲ τοῦ Βύζαντος ἁγιασθεῖσα σοῖς αἵμασι γεραίρει, Παναγιώτη, τὸ σὸν μαρτύριον.

Θεοῦ τὴν δόξαν ἠγάπησας, καὶ πάντα τὰ τοῦ κόσμου κατέλιπες, ἂνθος νεότητος, ὑπεριδὼν νοῒ σώφρονι, θεόφρον Παναγιώτη, καὶ χαίρων ἤθλησας.

Θεοτοκίον.
Λαμπὰς ἐδείχθης πολύφωτος, τὸν Ἥλιον τῆς δόξης ἀστράψασα, σαρκὸς παχύτητι, Οὗ ταῖς ἀκτῖσι, Πανύμνητε, νοός μου τὴν ὁμίχλην λῦσον καὶ σῶσόν με.

Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τῶν Μαρτύρων σύναθλος τῇ σῇ ἀθλήσει ἀνεδείχθης, ἔνδοξε ὑπὲρ Χριστοῦ σφαγιασθείς· διὸ στεφάνῳ τῆς δόξης σε, ὦ Παναγιώτη, Χριστὸς ἐστεφάνωσε.
Ὁ Οἶκος.
Τῆς εὐσεβείας τῷ φωτὶ τὸν νοῦν διηυγασμένος, τοῦ μαρτυρίου τὴν ὁδὸν διήνυσας προθύμως καὶ πρὸς ἀθάνατον ζωὴν ὑπὲρ Χριστοῦ θανατωθεῖς ἐσκήνωσας ἐνδόξως· οὗ γὰρ ἔπτηξας τυραννικὸν θυμὸν, οὐδὲ ἐπαγγελιῶν ἐπτόησαι δωρεαῖς, ἀλλ᾿ ἐρηρεισμένος τῇ πέτρᾳ τῆς πίστεως, καὶ πρὸς τὰ μέλλοντα ἀγαθὰ ἀποσκοπῶν, νεότητος παρ’ εἶδες ἀκμὴν καὶ πᾶσαν τὴν ἐν κόσμῳ τιμὴν καὶ τὸν θάνατον, ὡς γλυκεῖαν ἠσπάσω ζωὴν, ὦ Παναγιώτη, διὸ στεφάνῳ τῆς δόξης σε, Χριστὸς ἐστεφάνωσε.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Νεομάρτυρος Παναγιώτου, τοῦ ἐκ Καισαρείας μὲν ὁρμωμένου, ἐν δὲ τῇ Κωνσταντινουπόλει ἐν ἔτει 1765 ἀθλήσαντος.
Στίχοι.
Παναγιώτης Καισαρεὺς δι᾿ ἀγάπης
Τοῦ Κυρίου τέθνηκεν ὢ χρηστοῦ τέλους!
Χριστοῖο ἐρῶ Παναγιώτης ἀλκίφρων δειρὴν ἐτμήθη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδή ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὄμβροις ἔσβεσας τοῖς τῶν αἱμάτων, ἔνδοξε, πῦρ τὸ ἀλλότριον, παρανομούντων ἐχθρῶν, πιστοὺς δὲ διήγειρας, ψάλλειν ἑκάστοτε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς, εὐλογητὸς εἰ.

Φῶς τὸ ἄδυτον νομίμως ὡς ἠρίστευσας, Μάρτυς, κεκλήσωσαι τῆς τρισηλίου αὐγῆς καὶ βλέπεις ἃ βλέπουσιν Ἀγγέλων τάγματα, μεθ᾿ ὧν πάντοτε προσάδεις ἀγαλλόμενος· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὅλην ὕψωσας πρὸς ἐφετῶν τὸ ἒσχατον Μάρτυς, τὴν ἔφεσιν ἀπεριτρέπτῳ νοΐ, καὶ χαίρων ὑπέκλινας, ξίφει τὴν κάραν σου· ὅθεν ἔτυχες, ὧν περ ἐπόψεις, Ἅγιε, θεωθεὶς ἐν μετουσίᾳ.

Ῥώμην ἄμαχον ζωσάμενος τῆς πίστεως, κατετραυμάτισας τῶν πολεμίων ἐχθρῶν παμμάκαρ, τὰς φάλαγγας, χαρὰς δὲ ἔπλησας τὰ συστήματα τῶν εὐσεβῶν, καλλίνικε, τῇ καλῇ σου μαρτυρίᾳ.

Θεοτοκίον.
Ὡς φιλάγαθος Μήτηρ καὶ ἀειπάρθενος, Θεοχαρίτωτε, τοῦ τῆς ζωῆς ἀρχηγοῦ, ψυχῆς μου τὴν νέκρωσιν ζώωσον δέομαι καὶ κατεύθυνον, νοός μου τὰ κινήματα πρὸς ἐνθέους ἀναβάσεις.

ᾨδή η´. Παῖδας εὐαγεῖς.
Γόνος καὶ βλαστὸς καὶ τερπνὸς ὄρπηξ, σεπτὴς ῥιζαυχίας πέλων, ἔνδοξε, μαρτυρίου ἤνεγκας τοὺς καρποὺς ἐν Πνεύματι, δι᾿ ὧν ἐκτρέφεις πάντοτε, τοὺς πίστει ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἒτεμες τοῦ ψεύδους τὸν προστάτην τμηθεὶς σου τὴν κεφαλήν, Μάρτυς στεῤῥόψυχε, ῥείθροις τῶν αἱμάτων δὲ, μυστικῶς κατήρδευσας τὴν Ἐκκλησίαν ἅπασαν, χαίρουσαν ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, τὸν ἐνισχυκότα τὸν νέον ἀθλοφόρον.

Ῥεῦσάν σου τὸ αἷμα, Παναγιώτη τὴν γῆν μὲν τοῦ Βυζαντίου καθηγίασε, πονηρῶν δαιμόνων δὲ ἔπνιξε τὸ σύστημα· διό σου τὴν ὑπέρλαμπρον νίκην θαυμάζοντες, τελοῦμεν τὴν ἁγίαν σοῦ μνήμην καὶ ὑπερυψοῦμεν Χριστὸν τὸν ἀθλοθέτην.

Θεοτοκίον.
Ἀφλέκτως χωρήσασα ἐν μήτρᾳ, τὴν φλόγα τὴν ὑπερούσιον καὶ ἄστεκτον, Κόρη, τῆς θεότητος πλούτῳ ἀγαθότητος, τῶν πονηρῶν προλήψεων τῆς διανοίας μου τὴν ὕλην, καὶ παθὼν τὴν καλάμην φλέξον, Θεοτόκε, καὶ λάμπρυναν τὸν νοῦν μου.

ᾨδή θ΄. Ἅπας γηγενής.
Σύσκηνος τελῶν Μαρτύρων τοῖς τάγμασιν ὡς Μάρτυς ἔνθεος Παναγιώτη ἒνδοξε, καὶ ἀφθαρσίας στολὴ κοσμούμενος, καὶ δόξῃ κλεϊζόμενος τῇ ὑπὲρ ἒννοιαν, ἐκδυσώπει πάντοτε τοῦ ῥύεσθαι πάσης βλάβης τοὺς σὲ μακαρίζοντας.

Ἴαμα πιστοῖς, ὡς δρόσος γεγένηται προφητικῶς, Ἀθλητά, τὸ τίμιον αἷμά σου, τὸ δι᾿ ἀγάπην χυθὲν, τοῦ Κτίστου σου· ἀναψυχὴν παρέσχε γὰρ λιποψυχοῦσιν ἡμῖν τῆς δουλείας τῇ στενώσει, ἔνδοξε, καὶ εἰρήνην καὶ χάριν καὶ ἔλεος.

Μόνον τοῦ Χριστοῦ τὸ κάλλος τὸ ἄρρητον ποθήσας, Ἅγιε κόσμου τὴν τερπνότητα καὶ ἡλικίας ὥραν παρέδραμες, καὶ ὡς ἀρνίον ἄκακον, σαυτὸν παρέδωκας αἱμοβόρων ταῖς χερσὶ καὶ τέθυσαι καὶ Μαρτύρων τοῖς δῆμοις ἠρίθμησαι.

Ὅρμον τῆς ζωῆς τῆς ἄνῳ κατέλαβες καὶ κατεσκήνωσας, ἔνθα αἱ λαμπρότητες αἱ τῶν Ἁγίων ἀγαλλιώμεναι· ἀλλὰ κἀμοῦ ὡς ψέλλισμα νηπίων πρόσδεξαι, Παναγιώτη, ὅν σοὶ ὕμνον ἔπλεξα καὶ παθῶν μου τὸν ζόφον διάλυσον.

Θεοτοκίον.
Ὕψιστον Θεὸν τεκοῦσα ἐν σώματι, τὸν Ὑπερούσιον τοῦ Ἀδὰμ τὴν ἔκπτωσιν ἐπανωρθώσω, Παρθένε Ἄχραντε· διὸ κἀμὲ ἀνύψωσον ἀπὸ κοπρίας παθῶν, πρὸς ὑψώσεις νοερῶν ἐλλάμψεων, δία βίου καὶ πράξεως κρείττονος.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Μαρτυρικῶς ἠγώνισαι, καὶ τὸν Χριστὸν ἐδόξασας, τῇ σῇ ἀτρέπτῳ ἐνστάσει, καὶ τῇ τοῦ αἵματος χύσει, παρ᾿ Οὗ λαμπρῶς δεδόξασαι, ὡς ἀθλητὴς ἀήττητος· Ὅν ἐκτενῶς ἱκέτευε ὑπὲρ ἡμῶν, Παναγιώτη, τῶν εὐλαβῶς σε τιμώντων.

Θεοτοκίον.
Θεὸν ἀσπόρως τέξασα, δι᾿ εὐσπλαγχνίαν ἄφατον, θεοῦντα Θεογεννῆτορ, τῶν γηγενῶν τὴν οὐσίαν, χαρᾶς ἡμῖν παραίτιος, καὶ σωτηρίας πρόξενος, ἐδείχθης Ἀειπάρθενε· διὸ τὰ Σὰ μεγαλεῖα κηρύττομεν καὶ αἰνοῦμεν.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς ΙΙροσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἤθλησας στεῤῥότατα καὶ τὴν ὀφρὺν τοῦ ἀλάστορος. καταβέβληκας ἔνδοξε· ἐντεῦθεν τὸν στέφανον τῆς δικαιοσύνης, Μάρτυς Παναγιώτη, παρὰ Χριστοῦ ἀπολαβὼν, τοῖς τῶν Μαρτύρων δήμοις συντέταξαι· μεθ᾿ ὧν ἀγαλλιώμενος, ὑπὲρ ἡμῶν ἐκδυσώπησον, τῶν τελούντων τὴν μνήμην σου, τὴν ἁγίαν καί πάνσεπτον.

Θῦμα καθαρώτατον, καί ὁλοκάρπωμα τέλειον, καὶ θυσία εὐπρόσδεκτος, Χριστῷ προσενήνεξαι, τῷ σῷ Ἀθλοθέτῃ Μάρτυς Παναγιώτη, ὑπὲρ Αὐτοῦ σφαγιασθεὶς, καὶ καταισχύνας πλάνην τὴν βέβηλον· διὸ σὲ ἀντημείψατο, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Αἷμά σου τὸ τίμιον ὑπὲρ ἀγάπης τοῦ Κτίστου σου, ἐκχυθὲν καθηγίασε, τὴν χθόνα τοῦ Βύζαντος, τὸ δὲ θεῖον πνεῦμα, στίγμασι Μαρτύρων, ὡραϊσμένον εὐκλεῶς, τῶν Πρωτοτόκων καθυπεδέξατο, ἡ πόλις ἡ οὐράνιος, καὶ ἀθλοφόρων ὁ σύλλογος, κοινωνόν Παναγιώτη σε, ἐν ὑψίστοις ἐκτήσατο.

Χαίρει ἡ Καισάρεια, οἷά περ μήτηρ καλλίτεκνος, τῷ Χριστῷ προσενέγκασα, τὸν μέγαν Βασίλειον, καὶ σὺν τῇ Μακρινῇ, Γρηγόριον ἅμα, τοὺς θεηγόρους καὶ σοφοὺς, καὶ σὲ ἀρτίως ὡς νέον τίμιον καὶ κρῖνον εὐωδέστατον, τῷ τῆς ἀθλήσεως σκάμματι, Παναγιώτη μακάριε. πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Χαρὰς πρόξενος ἡμῖν ἐπέστη, ἡ ἐτήσιός σου μνήμη, Παναγιώτη νέε Ἀθλοφόρε· ἐν αὐτῇ γὰρ συνελθόντες, πνευματικῶς εὐφραινόμεθα, τῶν μαρτυρικῶν σου ἀρετῶν, ἀναθεωροῦντες τὴν χάριν, καὶ τῶν ἐπάθλων τὴν λαμπρότητα· δι’ ὧν εὕροιμεν παρὰ Χριστοῦ, σωτηρίαν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον τῆς κζ΄ Κυριακῆς.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον. (Ζήτει τῇ Τετάρτῃ τῆς γ´ ἑβδομάδος τοῦ Ματθαίου) .
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων ὁ μιμητής, καὶ τῶν Καισαρέων ἐγκαλλώπισμα ἱερὸν· χαίροις Παναγιώτη, Χριστοῦ νέε ὀπλίτα, τῆς εὐσεβείας ἄνθος, τὸ εὐωδέστατον.

Δίστιχον·
Παναγιώτη δέδεξο, τόνδε τὸν ὕμνον
Ὅν σοι Γεράσιμος ἐξύφανεν ἤδη.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου