Κυριακή 14 Ιουνίου 2015

Ἀκολουθία Ἁγίου ΓΡΗΓΟΡΙΟΥ Ἐπισκόπου Μεγάλης Ἀρμενίας



Ἀκολουθία Ἁγίου ΓΡΗΓΟΡΙΟΥ Ἐπισκόπου Μεγάλης Ἀρμενίας
Ψαλλομένη τῇ 30η Σεπτεμβρίου.


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἀρμενίας τὸν θεῖον δεῦτε διδάσκαλον, τῶν εὐσεβῶν οἱ δῆμοι, εὐφημήσωμεν πόθῳ, αὐτῷ ἀναβοῶντες, σαῖς προσευχαῖς, θεοῤῥῆμον Γρηγόριε, ἀπὸ κινδύνων καὶ πάσης ἐπιβουλῆς, τοὺς τιμῶντάς σε διάσωσον.

Εὐαγγελίου τὸν σπόρον ἐν τῇ καρδίᾳ σου, δεξάμενος βασάνων, μυστικῇ γεωργίᾳ, ἐξήνεγκας πολύχουν καρπὸν ἀληθῶς, εὐσεβείας καὶ πίστεως· δι’ οὗ πλουσίως διέθρεψας τὸν λαόν, Ἀρμενίας ὦ Γρηγόριε.

Ταλαιπωρίας ἐκ λάκκου Πάτερ Γρηγόριε, Χριστὸς ἀναγαγών σε, Ἀρμενίων ποιμένα, κατέστησεν ἀξίως· σὺ δὲ Αὐτῷ, προσφορὰν εὐαπόδεκτον, πληθὺν ἀνθρώπων προσήγαγες ἱερῶς, σεσωσμένων σῷ κηρύγματι.

Τίς μὴ ὑμνήσει εὐφήμως τὰς ἀριστείας σου; Σὺ γὰρ χειρὸς ἀνόμων, ῥυσθεὶς χάριτι θείᾳ, τὸ φῶς τῆς ἐπιγνώσεως τοῦ Χριστοῦ, Ἀρμενίοις ἀνέτειλας, ὧν καὶ ποιμὴν ἀνεδείχθης θεοειδής, παμμακάριστε Γρηγόριε.

Δόξα. Ἦχος α΄.
Τὸ γρήγορον στόμα τοῦ εὐαγγελικοῦ κηρύγματος, Γρηγόριον τῆς Ἀρμενίας, καλὸν ποιμένα καὶ διδάσκαλον, τῶν εὐσεβῶν τὰ συστήματα, χαρμονικῶς εὐφημήσωμεν. Οὗτος γὰρ διπλοῖς καμάτοις, Θεὸν εὐαρεστήσας ἐπὶ γῆς, διπλοῦς καὶ τοὺς στεφάνους, παρ’ Αὐτοῦ ἐκομίσατο· καὶ νῦν ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, τὴν θέωσιν ἄῤῥητον ὑφιστάμενος, ἀκαταπαύστως πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν εὐλαβῶς τελούντων, αὐτοῦ τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Γρήγορον τῆς ψυχῆς, τὸ ὄμμα κεκτημένος, Γρηγόριε τρισμάκαρ, τὴν δόξαν ἐθεάσω, θεότητος τὴν ἄῤῥητον.

Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ἤσχυνας ἀληθῶς, τῶν εἰδωλομανούντων, ὀφρὺν τὴν ἐπηρμένην, Γρηγόριε ὡς πλήρης, δυνάμεως καὶ πίστεως.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις ὁ ἱερός, ποιμὴν τῆς Ἀρμενίας, Γρηγόριε παμμάκαρ· ἡμῶν μὴ ἐπιλάθῃ, ἐν πίστει εὐφημούντων σε.

Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς Ὑπεραγία, εὐχαῖς τοῦ Γρηγορίου, ἐλέησον τὸν κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὸν Χριστόν, τεκοῦσα ἀπειράνδρως, εὐλογημένη Κόρη· ἡμῶν μὴ ἐπιλάθῃ, ὑμνούντων τὴν λοχείαν Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀποστόλων τὸν ζῆλον ἀκριβῶς μιμησάμενος, τοῦ Εὐαγγελίου τὸν λόγον, Ἀρμενίοις ἐκήρυξας, καὶ μύρῳ θείου Πνεύματος χρισθείς, ἐδείχθης Ἱεράρχης εὐκλεής, ὦ Γρηγόριε ὁ πόνοις ἀθλητικοῖς, μεγάλως πρώην ἔμπρεψας. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
  Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Μαρτύρων ἐν αἵματι, τὴν ἱερὰν διπλοΐδα, φοινίξας εἰσέδραμες, εἰς Ἁγίων Ἅγια, ἀξιάγαστε, ἔνθα φῶς ἄρρητον, ἔνθα θεία δόξα, ὅπου ἦχος ἑορτάζοντος, ἐν ᾧ τῶν πόνων σου, Μάρτυς ἀποδέχῃ τὰ ἔπαθλα, καὶ στέφος τὸ ἀμάραντον, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν, καὶ τοῦ Παραδείσου, τὴν οἴκησιν Γρηγόριε σοφέ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Βασάνων οὐκ ἔσεισε, σοῦ τὴν ψυχὴν τρικυμία, οὐ κάθειρξις χρόνιος, ἐν ζοφώδει λάκκῳ σε κατακρύπτουσα, Ἀθλητὰ ἔνδοξε, ἀλλ' ὡς φῶς ἤστραψας, τοῖς ἐν σκότει κινδυνεύουσι, τῆς ματαιότητος, οὓς υἱοὺς ἡμέρας ἀνέδειξας, λουτροῦ διὰ Βαπτίσματος, καὶ ἀναγεννήσεως κρείττονος, καὶ σωτηριώδους, καὶ θείας ἀληθῶς διαγωγῆς, ὡς Ἱεράρχης θεόληπτος, πάνσοφε Γρηγόριε.

Νυμφίον ἀθάνατον, Σὲ τὸν ἁπάντων Δεσπότην, Ῥιψιμία στέργουσα, τὴν δορὰν ἀφήρηται, τὴν τοῦ σώματος, τῶν παθῶν πρότερον, τὸν ζοφώδη σάκκον, ἐγκρατείᾳ διαρρήξασα· μεθ' ἧς ἠγώνισται, καὶ Γαϊανὴ ἡ ἀοίδιμος, παρθένων ἐπιφέρουσα, ὅμιλον στερρῶς ἐναθλήσαντα, καὶ καταβαλόντα, τῆς Εὕας τὸν ἀρχαῖον πτερνιστήν, ἃς ἐπαξίως γεραίροντες, σὲ Χριστὲ δοξάζομεν.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεόφρον Γρηγόριε, καταυγασθεὶς τὴν ψυχήν, φωταυγείᾳ τῆς χάριτος, τῶν εἰδώλων ἔλιπες, τὴν δεινὴν ματαιότητα, καὶ εὐσεβείας τοῖς προτερήμασι, τὸν ἐν Τριάδι Θεὸν ἐδόξασας. Ὢ τῆς σοφίας σου, τῆς ἐνθέου ἔνδοξε, δι’ ἧς ἐχθρόν, ὄντως ἀπεμώρανας, τὸν παναλάστορα.

Πάτερ, θεόφρον Γρηγόριε, ἀπὸ καρδίας Χριστόν, ἀγαπήσας τὸν Κύριον, εἰς οὐδὲν λελόγισαι, τὰς ἐν κόσμῳ τερπνότητας, ἀλλ’ ἀνενδότῳ γνώμῃ ὑπέμεινας, τὴν τῶν ἀθέων πικρὰν ὠμότητα. Ὢ τῆς ἀνδρείας σου, τῆς ἀῤῥήκτου ἔνδοξε, δι’ ἧς ἀστήρ, τῆς ἁγίας πίστεως, ἡμῖν ἀνέτειλας.

Πάτερ, θεόφρον Γρηγόριε, Εὐαγγελίου τὸ φῶς, Ἀρμενίοις ἀνέτειλας, ζήλῳ ὡς πυρούμενος, ὁλικῶς τοῦ κηρύγματος, ὧν καὶ ἐδείχθης ποιμὴν οὐράνιος, μιμήσει θείᾳ τοῦ Ἀρχιποίμενος. Ὢ τῶν καμάτων σου, τῶν πολλῶν τρισένδοξε, δι’ ὧν σαφῶς, Ἀποστόλων πέφηνας, σεπτὸς ὁμότροπος.

Δόξα. Ἦχος πλ. β'. Σεργίου.
Τὶς ἐπαξίως τῶν ἀρετῶν σου διηγήσεται τὰ τρόπαια; ποῖον στόμα τοῦ μαρτυρίου τὴν καρτερίαν ἀποφθέγξεται; ἐν ἀμφοτέροις γὰρ ἠρίστευσας Γρηγόριε. Ἀλλὰ μὴ παύσῃ δυσωπῶν, εὐαρεστήσας Χριστῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν, ὡς ἔχων Ἱερομάρτυς παρρησίαν πολλήν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν,  Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εἰδώλων τῆς δεινῆς ματαιότητος, τὴν καχέσπερον νύκτα καταλιπών, τῷ τῆς δικαιοσύνης Ἡλίῳ προσέδραμες, ἐγρηγόρως θεόφρον Γρηγόριε· ἔνθεν φωτοειδής, διπλοῖς καμάτοις γεγονώς, τῆς Ἀρμενίας ἐφώτισας τὸν λαόν, καὶ αὐτὸν ἀνεγέννησας, τῷ λουτρῷ τοῦ Βαπτίσματος· ὅθεν, ἀποστολικῆς κατηξίωσαι χάριτος, καὶ παρέστης τῷ θρόνῳ Χριστοῦ τοῦ Θεοῦ, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν

Ὁ αὐτός.
Θηρίων τὴν φύσιν ἡμέρωσας, καὶ Τηριδάτην τὸν τύραννον, εἰς τέλος κατήσχυνας, Ἱερομάρτυς Γρηγόριε πάνσοφε· Χριστὸς γὰρ οὐρανόθεν, προγνούς σου τὴν προαίρεσιν, ἐνέδυσέ σε ἀήττητον δύναμιν· ᾧ νῦν ἐν οὐρανοῖς, λαμπροφόρος παρεστώς, τὴν εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος β΄.
Ἀποστολικοῖς διαλάμπων προτερήμασι, τῆς Ἀρμενίας τὸν λαόν, ἐκ βυθοῦ τῆς πλάνης ἀνείλκυσας, τῷ ἀγκίστρῳ Γρηγόριε, τῶν θεοπνεύστων λόγων σου· καὶ προσήγαγες αὐτόν, διὰ πολλῶν καμάτων τῷ Χριστῷ, τῷ ἐνανθρωπήσαντι Λόγῳ τοῦ Πατρός· ὃς εὐαρεστηθεὶς τοῖς ἀγῶσί σου, Ἀποστόλων δήμοις σε συνηρίθμησε, καὶ θαυμάτων ταῖς δωρεαῖς κατεκόσμησε, δι’ ὧν πολλαπλῶς εὐεργετεῖς, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ δραστικῇ πρεσβείᾳ σου.

Ἦχος γ΄.
Ποταμὸς ὡς ἀειρείθρος, τῆς οὐρανίου σοφίας Γρηγόριε, τοῖς γλυκέοις τῶν λόγων σου ὕδασι, τῶν γηγενῶν τὰς διψῶσας ψυχὰς πλουσίως κατήρδευσας, καὶ τῶν ματαίων εἰδώλων τὴν βέβηλον ἀπάτην κατέκλυσας· δι’ ὧν καὶ νῦν ἀρδεύεις νοητῶς, τῆς Ἐκκλησίας τὰς ἀρούρας, τιμώσης σου τὴν μνήμην, τὴν ὄντως ἀξιέπαινον.

Ἦχος δ΄.
Τοὺς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶτάς σου, μαρτυρικοῖς συγκεράσας αἵμασι, κρατῆρα ἔπλησας ζωῆς, τοῖς εὐσεβέσι Γρηγόριε ἔνδοξε· οἵτινες σήμερον τὴν μνήμην σου τελοῦντες, τὸν ἕνα ἐν Τριάδι Θεὸν δοξάζουσι κράζοντες· Φιλάνθρωπε Κύριε, ὁ ἐκ μέσου εἰδωλικῆς συγχύσεως, τὸν θεῖόν σου θεράποντα ἐκλεξάμενος, καὶ δι’ αὐτοῦ τεράστια ἐργασάμενος, παντοδύναμε Κύριε δόξα Σοι.

Δόξα. Ἦχος πλ. α΄.
Τὸν γρήγορον ποιμένα Γρηγόριον, τὸν ἐν τῷ νόμῳ τοῦ Θεοῦ, φερωνύμως γρηγορήσαντα, τῆς Ἀρμενίας τὸν φωτιστὴν καὶ διδάσκαλον, καὶ κήρυκα μέγιστον τῆς ἀληθοῦς ἡμῶν πίστεως, δεῦτε πιστοὶ τιμήσωμεν κράζοντες· χαῖρε, ὁ ἐν μέσῳ ἀκανθῶν, ὡς ῥόδον ἐξανθήσας ἱερώτατον, προμηθείᾳ κρείττονι, τοῦ τὰ πάντα γινώσκοντος· χαῖρε, ὁ διὰ πόνων ἀθλητικῶν, ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθείς, καὶ μύρῳ τοῦ Πνεύματος, Ἱεράρχης χρισθεὶς ὅσιος· χαῖρε, ὁ τοὺς ἐν νυκτὶ τῆς κακίας, κεκρατημένους δυσσεβῶς, υἱοὺς ἡμέρας ἀναδείξας, τῷ θείῳ σου κηρύγματι· χαῖρε, Ἀποστόλων συμμέτοχε, Μαρτύρων συνόμιλε, καὶ Ἱεραρχῶν σύσκηνε. Ἀλλ’ ὦ Ἱερομάρτυς τρισόλβιε, ὡς παῤῥησίαν μεγίστην πλουτήσας, ἐκτενῶς τὸν Κύριον καθικέτευε, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, θείας χάριτος αὐγαῖς, ταῖς ὑπερκοσμίοις ηὐγάσθης, τὴν καθαράν σου ψυχήν, τότε ἠκολούθησας, ἐνθέῳ ἔρωτι, τῷ Κυρίῳ Γρηγόριε, τῷ νέμοντι πᾶσι, τῆς ζωῆς τὰς χάριτας, ὡς πολυεύσπλαγχνος· ὃν ὑπερβαλλόντως δοξάσας, τῷ τῆς ἀφθαρσίας στεφάνῳ, νικητὴς ὡς θεῖος ἐστεφάνωσαι.

Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ὅτε, ὡμολόγησας τρανῶς, ἀσεβοῦς τυράννου ἐν ὄψει, τὸν Βασιλέα Χριστόν, τότε καθυπέμεινας, ποικίλας μάστιγας, καὶ ἐν λάκκῳ Γρηγόριε, ἐβλήθης θηρίων, ὧν σε διεφύλαξε, σῶον ὁ Κύριος· ὅθεν, εὐσεβῶν αἱ χορεῖαι, σήμερον ἐν ὕμνοις τιμῶμεν, τὴν ἁγίαν μνήμην σου γηθόμενοι.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὅτε, ἐκ τοῦ λάκκου τῶν θηρῶν, ἀβλαβὴς παμμάκαρ ἐξῆλθες, ἐπισκοπῇ θεϊκῇ, τότε ὦ Γρηγόριε, φρικτῶς ἐξέστησαν, οἱ σὲ πρώην ὑβρίζοντες, καὶ ὁμονοοῦντες, δόξα πάντες ἔκραζον, τιμὴ καὶ αἴνεσις, πρέπει τῷ Θεῷ Γρηγορίου, ὅτι Θεὸς μόνος ὑπάρχει, καὶ πολλὰ ἐργάζεται τεράστια.

Δόξα.Ἦχος πλ. β'.
Εἰς τὸν ἄδυτον γνόφον τοῦ ἀφράστου φωτός, εἰσδύσας νοητῶς ὁ Μάρτυς καὶ Ποιμήν, ἐμυήθη τὰ ἀπόρρητα τῶν μυστηρίων Θεοῦ, ὡς Μάρτυς μὲν φωτιζόμενος, ὡς ποιμὴν δὲ μυσταγωγούμενος· διὸ διπλοῦς καὶ τοὺς στεφάνους, ἐκ τῆς ἄνω δόξης ἀνεδήσατο, πρεσβεύων πάντοτε Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀποστόλων τὸν ζῆλον ἀκριβῶς μιμησάμενος, τοῦ Εὐαγγελίου τὸν λόγον, Ἀρμενίοις ἐκήρυξας, καὶ μύρῳ θείου Πνεύματος χρισθείς, ἐδείχθης Ἱεράρχης εὐκλεής, ὦ Γρηγόριε ὁ πόνοις ἀθλητικοῖς, μεγάλως πρώην ἔμπρεψας. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Χριστοῦ τοῦ δι’ ἡμᾶς, ἐν Σταυρῷ ὑψωθέντος, Γρηγόριε λαμπρός, μιμητὴς ἀνεδείχθης, ὡς ἔμπλεως συνέσεως, ἀληθῶς καὶ φρονήσεως· ὅθεν εἴληφας, παρὰ Θεοῦ τοὺς στεφάνους, καὶ ἀπέλαβες, ὡς Ἱεράρχης καὶ Μάρτυς, θαυμάτων τὴν δύναμιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεκοῦσα ἐν σαρκί, τὸν φιλάνθρωπον Λόγον, ἐκαίνισας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, καὶ κράτος κατέλυσας, τοῦ ἐχθροῦ τοῦ ἀλάστορος· ὅθεν Δέσποινα, εὐλογημένη Μαρίαν, μεγαλύνομεν, τῶν εὐσεβῶν Σε οἱ δῆμοι, αἰτοῦντες τὴν χάριν Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς ποταμὸν τοῦ νοητοῦ Παραδείσου, τοῖς γλυκυτάτοις τῶν ῥημάτων σου ῥείθροις, τὰς ψυχικὰς κατήρδευσας, ἀρούρας τῶν πιστῶν, καὶ αὐτὰς ἀπέδειξας, τῷ Χριστῷ καρποφόρους, πάνσοφε Γρηγόριε, Ἱεράρχα καὶ Μάρτυς· ἀλλ’ ἐκτενῶς δυσώπει τὸν Θεόν, ἁμαρτιῶν ἡμῖν δοῦναι τὴν ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ῥητορευόντων Σε οὐ σθένουσι γλῶσσαι, ἀνευφημῆσαι Θεοτόκε ἀξίως, καὶ ἐξειπεῖν τὰ θεῖα μεγαλεῖά Σου· Σὺ γὰρ τὸν φιλάνθρωπον, ἐσωμάτωσας Λόγον, τὸν ἡμᾶς λυτρώσαντα, τῆς ἀρχαίας κατάρας· Ὃν ἐκτενῶς δυσώπει Μαριάμ, δοῦναι ἡμῖν ὡς οἰκτίρμων τὰ κρείττονα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγκίστρῳ τῶν λόγων σου ἐκ τοῦ τῆς πλάνης βυθοῦ, ἀνθρώπους ἀνείλκυσας, τῇ τοῦ Κυρίου φωνῇ, ὑπείκων Γρηγόριε· ὅθεν ὡς Ἀποστόλων, ἱερὸν ἰχνηλάτην, Μάρτυρα στεφηφόρον, καὶ σοφὸν Ἱεράρχην, προφρόνως σε εὐφημοῦμεν, αἰτοῦντες τὴν χάριν σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ἡ κυήσασα τὸν Ποιητὴν τοῦ παντός, τὸν νοῦν μου ἀπάλλαξον, τῶν ψυχοφθόρων παθῶν, τῇ θείᾳ Σου χάριτι· ἵνα ἐν κατανύξει, Θεοτόκε Μαρία, κράζω Σοι εὐγνωμόνως, τοῦ Ἀγγέλου τὸ χαῖρε· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΙΓ΄ Νοεμβρίου.
Ὀ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Γρηγόριε Ἱερομάρτυς μακάριε, φερωνύμως γρηγορήσας ἐν τῷ νόμῳ τοῦ Θεοῦ, λαμπροφόρος ἐν τῇ Σιών, τῶν Πρωτοτόκων ἀνελήλυθας, ἔνθα παρέστης εὐκλεῶς, τῷ θρόνῳ τοῦ Παντάνακτος· ὅθεν ἡμᾶς τοὺς γεραίροντας, τοὺς ἀποστολικοὺς καμάτους σου, ἐν τῇ ἐργασίᾳ τῶν θελημάτων τοῦ κρείττονος, γρηγόρους τῇ σῇ χάριτι ἀνάδειξον, ἵνα εὔρωμεν διὰ σοῦ, ζωὴν τὴν αἰώνιον.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου β΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν γρήγορον μέλπω σε, Μάρτυς, ποιμένα. Ὁ Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Τριστάτας κραταιοὺς.
Τριάδι τῇ Σεπτῇ παρεστὼς στεφηφόρος, ὡς γρήγορος ποιμήν, ὡς Μάρτυς ἱερός, ἱεραῖς σου δεήσεσι, κοίμισον τὰ τῶν παθῶν μου, ἀχλυώδη ἰνδάλματα, εὐφημοῦντος σε, Μάκαρ Γρηγόριε. 

Ὁ ἄδυτος λαμπτήρ, Ἱεράρχης ὁ μέγας, ὁ πολύαθλος ποιμήν, ἀγώνων ἡ τριβή, Ἀρμενίας τὸ καύχημα, σήμερον πρὸς εὐωχίαν, τοὺς πιστοὺς συνεκάλεσε· συνελθόντες αὐτὸν μακαρίσωμεν.

Ναμάτων ζωηρῶν, τῶν τοῦ Πνεύματος Μάκαρ, ἐμπλησθεὶς ὡς ποταμός, Ἐδὲμ τῆς νοητῆς, ἐκπεπόρευσαι πρόσωπον, ἄρδων τὸ τῆς Ἐκκλησίας, καὶ ξηραίνων τὸ πέλαγος, τῆς εἰδωλομανίας Γρηγόριε.

Θεοτοκίον.
Γυναῖκες τῷ Σταυρῷ, τοῦ ἐκ Σοῦ σαρκωθέντος, κραταιούμεναι Ἁγνή, ἐνήθλησαν στερρῶς, καὶ Αὐτῷ προσηνέχθησαν, ὄπισθέν Σου τῆς Παρθένου, παρθενίας λαμπρότησι, καὶ Μαρτύρων ἐν αἵματι λάμπουσαι.

Ὁ β΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον ἀντιστρόφως. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ὡς Ἱεράρχης καὶ Μάρτυς περιφανής, χάριν Πάτερ αἴτει μοι, ἵνα μέλψω ἐν ᾠδαῖς, τὴν ἁγίαν μνήμην σου φαιδρῶς, Ἀρμενίας φωτιστά, μάκαρ Γρηγόριε.

Ψαλμοῖς καὶ ὕμνοις ὑμνοῦμεν χαρμονικῶς, τὰ σεπτὰ τοῦ βίου σου, προτερήματα σοφέ, δι’ ὧν δοῦλος γνήσιος Χριστοῦ, ἀνεδείχθης ἀληθῶς, Πάτερ Γρηγόριε.

Χάριτος θείας ἀκτῖσι καταυγασθείς, ἑαυτὸν ἀνέθηκας, τῷ Δεσπότῃ τοῦ παντός, θαυμαστὲ Γρηγόριε καὶ φῶς, τοῖς ἀνθρώποις μυστικόν, ὄντως ἀνέτειλας.

Θεοτοκίον.
Κυριοτόκος ὑπάρχεις ὦ Μαριάμ, ὡς τὸν μόνον Κύριον, σωματώσασα Χριστόν, Ὃν ἀεὶ ἱκέτευε ἡμῖν, τῶν πταισμάτων ὡς Θεός, δοῦναι τὴν ἄφεσιν.

ᾨδὴ γ'. Ὅτι στεῖρα ἔτεκεν.
Ῥαπισμοῖς σιαγόνων σου, μύλας συντρίβεις λεόντων, καὶ ὀχετοῖς αἱμάτων, δαιμόνων λύθρον ἐκμειοῖς, εἰδωλικὰς προρρίζους τε, καταστρέφεις στήλας, ἀξιάγαστε.

Οὐ δεινῶν ἐπίτασις, οὐ χαλεπαὶ τιμωρίαι, οὐ ζοφωτάτη λάκκου, κάθειρξις χρόνιος τὴν σήν, ἀδαμαντίνην ἔτρεψε διάνοιαν Μάρτυς ἀξιάγαστε.

Νυσταγμὸν σοῖς ὄμμασι, Μάρτυς οὐκ ἔδωκας ἕως, τοὺς νυσταγμῷ κακίας, κεκρατημένους δυσσεβῶς, υἱοὺς ἡμέρας ἔδειξας κραυγάζοντας, Ἅγιος εἶ Κύριε.

Θεοτοκίον.
Μητροπάρθενον Κόρην, σὲ Ῥιψιμία ἡ Μάρτυς, ἐπισταμένη μόνην, ἐθέλχθη Σοῦ ταῖς καλλοναῖς, καὶ τῷ Χριστῷ ὀπίσω Σου προσήνεκται, ἄθλοις διαλάμπουσα.

Ἕτερος. Οὐκ ἔστιν ἅγιος.
Φιλήσας ἔρωτι σφοδρῷ, ἔνδοξε τὸν παθόντα, ἑκουσίως ἐν ξύλῳ, ἵνα σώσῃς τοὺς βροτούς, ἐν καρτερίᾳ πολλῇ, τὰς αἰκίας ἤνεγκας Γρηγόριε.

Ὑψώσας Ἅγιε τὴν σήν, ἔφεσιν πρὸς τὸ θεῖον, κατεφρόνησας πάντων, τῶν ἐν κόσμῳ γεηρῶν, καὶ ἐν τῷ πάσχειν Χριστοῦ, μιμητὴς ἐγένου ἀκριβέστατος.

Τυράννων ᾔσχυνας ὀφρύν, φύσιν δὲ τῶν θηρίων, ἐξημέρωσας Πάτερ, καὶ ἐκ λάκκου ὡς ἀστήρ, τῷ Ἀρμενίας λαῷ, φαεινὸς ἀνέτειλας Γρηγόρριε.

Θεοτοκίον.
Ὑμνοῦντι Δέσποινα ἁγνή, τὸν φρικτὸν τοκετόν Σου, δι’ οὗ σέσωσται κόσμος, τῆς κατάρας τοῦ Ἀδάμ, ἐν τοῖς κινδύνοις γενοῦ, βοηθός μοι Μῆτερ ἀκαταίσχυντος.

Κάθισμα Ἦχος γ'. Θείας πίστεως.
Βλέμμα γρήγορον τῆς διανοίας, Μάρτυς ἔνδοξε προκεκτημένος, ὁμωνύμως καὶ καταλλήλως διέπρεψας, ὑπὲρ Χριστοῦ τῇ ἀθλήσει στρεβλούμενος, ἐν προσευχαῖς ἀνενδότως ἠγρύπνησες· ὅθεν εἴληφας, ἱεραρχικῶς δι' αἵματος, βραβεῖον κατ' ἄμφω παμμάκαρ Γρηγόριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Εἰς περίβλεπτον σε ὕψος, μαρτυρίου ἀνήνεγκεν, ὑψηλὸς ἐν δόξῃ, Κύριος Ὕψιστος ἔνδοξε, Οὗ τὰ παθήματα χαίρων ἐξεικόνισας, Ἱερομάρτυς, δόξα βοῶν τῇ δυνάμει Σου.

Λυμαινόμενον ἀθέως, τὸν ἐχθρὸν χώραν ἅπασαν, τὴν τῶν Ἀρμενίων, θείᾳ δυναστείᾳ κατέβαλες, καὶ ὡς πυρσὸς ἀναλάμψας κατεφώτισας, τοὺς ἐν σκότει, κειμένους σοφὲ ματαιότητος.

Πολυπλάσιον τῷ Κτίστῃ, σοῦ τὸ τάλαντον ἤνεγκας, τῶν ἀνασωθέντων, θείαις διδαχαῖς σου Γρηγόριε, καὶ πρὸς Αὐτοῦ τὸν ἀγήρω κλῆρον εἴληφας, βασιλείαν, τὴν τῶν οὐρανῶν καὶ λαμπρότητα.

Θεοτοκίον.
Ὡς καλὴν ὡς ἐκλεκτὴν Σε, ὡς ὡραίαν ἠγάπησαν, νεάνιδες κόραι, μετὰ Ῥιψιμίας ἀθλήσασαι, παρθενομῆτορ Μαρία, καὶ ὀπίσω Σου, προσηνέχθησαν, τῷ Σῷ Υἱῷ εὐφραινόμεναι.

Ἕτερος. Χριστός μου δύναμις.
Σταυροῦ τῇ χάριτι, θωρακισάμενος, τῶν ἐχθρῶν μυριάδας τῶν νοητῶν, Πάτερ ἐταπείνωσας, καὶ τὸ τῆς πίστεως τρανῶς, κέρας ὕψωσας Γρηγόριε.

Ῥητόρων πέφηνας, σοφὲ τρανότερος, ῥητορεύσας τὸν λόγον τῆς ἀληθοῦς, γνώσεως Γρηγόριε, καὶ ἀπελύτρωσας πολλούς, τῆς εἰδώλων ματαιότητος.

Ποικίλας μάστιγας, στεῤῥῶς ὑπήνεγκας, καὶ βασάνους δριμείας τὸ τῆς σαρκός, ἀσθενὲς ῥωννύμενος, τῇ παναλκίμῳ τοῦ Χριστοῦ, δυναστείᾳ ὦ Γρηγόριε

Θεοτοκίον.
Ῥητόρων στόματα, Ἁγνὴ οὐ δύνανται, ἑρμηνεῦσαι Σοῦ τόκου τὸ θαυμαστόν, καὶ φρικτὸν μυστήριον· δι’ οὗ ἐῤῥύσθημεν βροτοί, τῆς ἀρχαίας παραβάσεως.

ᾨδή ε'. Τὸν φωτισμόν Σου, Κύριε.
Σταυροφανὲς ἑώρακας, σημεῖον ἐμφανῶς, φωτὶ ἐκλάμπον, καὶ λῦον τὴν νύκτα τὴν εἰδωλικήν, φωτός τε τέκνα, τοὺς πιστοὺς ἐργαζόμενον.

Ἐν κατωτάτῳ λάκκῳ σε, διέσωσε Θεός, θηρσὶ συνόντα ἐτῶν περιόδους, μέλλοντα φωτὶ τοῦ θείου Λόγου, καταυγάζειν τοὺς ἄφρονας.

Μαρτυρικῶς ἠγώνισαι, καὶ στεφθεὶς ὡς νικητής· χρισθεὶς δὲ μύρῳ ἱερωσύνης, ἔχρισας λαούς, δυσώδους πλάνης, ἀπαλλάξας Γρηγόριε.

Θεοτοκίον.
Οἱ τῆς ὀσμῆς αἰσθόμεναι, τοῦ μύρου τοῦ ἐκ σοῦ ἁγνή, Παρθένε ἐκλάμψαντος Λόγου, δι' ἀθλητικῶν, Αὐτῷ ἀγώνων, εὐηρέστησαν χαίρουσαι.

Ἕτερος. Ὁ τὸ φῶς ἀνατέλλων.
Ὁλικῶς τῷ Σωτῆρι τῶν ὅλων Χριστῷ, ἔνδοξε ἀνακείμενος, τοὺς ἀθέους κατήσχυνας Γρηγόριε.

Ξενωθεὶς τοῖς ἐν κόσμῳ οἰκεῖος Θεῷ, γέγονας ᾧ προσήγαγες, σεσωσμένους πολλοὺς τῷ σῷ κηρύγματι.

Νυσταγμὸν σοῖς βλεφάροις ποιμὴν ὡς καλός, οὐκ ἔδωκας Γρηγόριε, ἕως πάντας φωτὸς υἱοὺς ἀνέδειξας.

Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτει ὡς Μήτηρ Χριστοῦ, Δέσποινα ἀπειρόγαμε, τοῖς ὑμνοῦσι τὸν τόκον Σου τὸν ἄχραντον.

ᾨδὴ ς'. Ἐβόησε, προτυπῶν.
Ῥημάτων σου, δυναστείᾳ ναοὶ κατερράγησαν, καὶ δαιμόνων κατεβλήθη, ἀνίδρυτα ξόανα, καὶ πιστῶν καρδίαι, θεϊκῷ ἐνιδρύθησαν ἔρωτι.

Τηριδάτην, ὥσπερ συνδεδεμένον προσήγαγες, τῷ Κυρίῳ, ὥσπερ ἄρνα τὸν πρὶν λύκον ἄγριον, διὰ μέγαν πλοῦτον, εὐσπλαγχνίας Θεοῦ νῦν σῳζόμενον.

Ὑπέδειξας, πλανηθεῖσι τὴν τρίβον τὴν ἔνθεον, ἀπλανέσι διδαχαῖς, Ἱεράρχα χρησάμενος, ὡς ποιμὴν Ποιμένος, ἀληθοῦς μιμητὴς ὦ Γρηγόριε.

Θεοτοκίον.
Σταυρωθέντα, τὸν ἐκ Σοῦ ὡς ἐπέγνω σαρκούμενον, Θεοτόκε, Ῥιψιμία Αὐτῷ συνεσταύρωται, ὡς ἀμνὰς ποιμένι, ἱερεῖον Θεοῦ ὡς ἀμώμητον.

Ἕτερος. Τῷ κήτει καταποθείς.
Μαρτύρων ἀγωνισθείς, τὸν καλὸν ἀγῶνα Γρηγόριε, ἐκ λάκκου τῶν θηρίων, ὁ Δεσπότης σὲ ἀνήγαγε.

Λαμπρύνας τὸ ὀπτικόν, τῆς ψυχῆς σου Πάτερ Γρηγόριε, φωτί σου τὴν σκοτίαν, τῆς ἀπάτης διεσκέδασας.

Κηρύξας μόνον Θεοῦ, τὸν ἐκ τῆς Παρθένου Γρηγόριε, λαὸν τῆς Ἀρμενίας, τῶν δαιμόνων ἠλευθέρωσας.

Θεοτοκίον.
Λαλοῦμεν οἱ εὐσεβεῖς, ἁγνὴ Θεοτόκε τὴν δόξαν Σου· εὐχαῖς Σου οὖν διάσωζε, ἡμᾶς πάσης περιστάσεως.

Κοντάκιον. Ἦχος β'. Τοὺς ἀσφαλεῖς.
Τὸν εὐκλεῆ καὶ Ἱεράρχην ἅπαντες, ὡς ἀθλητὴν τῆς ἀληθείας σήμερον, οἱ πιστοὶ θείοις ἐν ᾄσμασι, καὶ ὑμνῳδίαις εὐφημήσωμεν, τὸν γρήγορον ποιμένα καὶ διδάσκαλον, Γρηγόριον, φωστῆρα τὸν παγκόσμιον· Χριστῷ γὰρ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

Ὁ Οἶκος.
Τοῦτον τὸν μέγαν ἐν ἀθλοφόροις, τὸν φωστῆρα τὸν θεῖον, Ἀρμενίας πιστοὶ ποιμένα τε καὶ πρόμαχον, ἐν ὑμνῳδίαις εὐφημοῦμεν, καὶ ᾄσμασιν ἐνθέοις αὐτοῦ τὴν μνήμην· τὴν γὰρ ἀχλὺν τῶν ματαίων εἰδώλων ἠφάνισε, σὺν αὐτοῖς καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν ἐνέκρωσε· διὸ τοὺς πόνους ὑπήνεγκε, σταθερᾷ διανοίᾳ καὶ χάριτι, καὶ πρεσβεύει Χριστῷ τοῦ σωθῆναι ἡμᾶς.

Συναξάριον.
Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου,
Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ,
Ἀρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή.

Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία,
Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη.
Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι.
Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει.
Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων,
Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει.

Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἀβραμιαῖοι ποτὲ.
Πολυειδεῖς βασάνους, καθυπομείνας Μάρτυς, πολλοὺς βασάνων ἠλευθέρωσας, μελλούσης ἐτάσεως, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.    

Οἶκον Τριάδος σαυτόν, ἀποτελέσας Μάρτυς, ναοὺς εἰδώλων κατηδάφισας, ναοὺς δὲ ἀνήγειρας, τῷ παντεπόπτῃ Λόγῳ, λαοῦ εἰς σωτηρίαν.

Ἱερουργὸς ἐδείχθης, σαυτὸν θυσίαν πρώην, θερμῶς προσάγων τῷ Δεσπότῃ σου· ὃν θύων μετέπειτα, τοῖς εὐσεβέσι νέμεις, ψυχῶν εἰς σωτηρίαν.

Θεοτοκίον.
Μαρτυρικοῖς στεφάνοις, κεκοσμημέναι Κόραι, τῷ ἐκ Παρθένου ἀνατείλαντι, Θεῷ προσηνέχθησαν, μελῳδικῶς βοῶσαι· Χριστέ, εὐλογητὸς εἶ.

Ἕτερος. Ὁ τῶν Ὁσίων Σου Παίδων.
Ἱερωτάτῃ σου γλώσσῃ, Γρηγόριε θεόφρον, τὸν τῆς χάριτος ἀνεκήρυξας λόγον, ὡς ζηλωτὴς οὐράνιος.

Θεοπειθέσιν εὐχαῖς σου, Γρηγόριε εἰδώλων, τὰ σεβάσματα καθελὼν καὶ τὰς στήλας, ναοὺς Θεῷ ἀνήγειρας.

Ἤρθης πρὸς ἄψευστον δόξαν, Γρηγόριε πρεσβεύων, τῷ παντάνακτι ἐκτενῶς ἵνα πάντες δεινῶν ῥυσθῶμεν θλίψεων.

Θεοτοκίον.
Λελυτρωμένοι Παρθένε, ὑπάρχοντες Σῷ τόκῳ, τὸν χαρμόσυνον ἀσπασμὸν τοῦ Ἀγγέλου, Σοὶ ψάλλομεν γηθόμενοι.

ᾨδὴ η'. Λυτρωτὰ τοῦ παντὸς.
Ἐναθλήσας νομίμως κατῄσχυνας, τοὺς ἀνόμους ἐχθροὺς κραταιότατα, ἱερουργὲ Γρηγόριε, καὶ Θεῷ προσηγάγω μέλποντα δῆμον· Εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Νεουργήσας τὴν ἄκαρπον ἄρουραν, κατεβάλου τοῦ λόγου τὰ σπέρματα, εἰς ἑκατὸν δρεψάμενος, λογικῶν ἀσταχύων τὴν εὐκαρπίαν, γεωργῷ τῶν ψυχῶν εὐφορήσασαν.

Ἀστραπαῖς σου τῶν λόγων ἐφώτισας, καὶ πολλὰς μυριάδας προσήγαγες, τῷ δι' ἡμᾶς ἑκούσια, ὑπομείναντι πάθη, ᾧ μελωδοῦμεν· Εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.
Οὐ βασάνων πληθὺν δειλιάσασα, οὐ σαρκὸς ἡδοναῖς ὑποκύψασα, τὸν ἐκ Παρθένου Κύριον, ὡμολόγει βοῶσα ἡ Ῥιψιμία· Εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ζηλωτὴς ὡς ὑπάρχων μέγας τῆς πίστεως, ἀπιστίας χειμάῤῥους Πάτερ ἐξήρανας, λόγοις δὲ τοῖς σοῖς, τοὺς ἀνόμους ἐδίδαξας, τοῦ Εὐαγγελίου, Γρηγόριε τὸν νόμον.

Εὐθαρσῶς Τηριδάτῃ ἀντιταξάμενος, τῷ βαρβάρῳ δυνάστῃ Πάτερ Γρηγόριε, δύναμιν Χριστοῦ, τὴν ἐν σοὶ ἐμαρτύρησας, ἐν ᾗ τῶν εἰδώλων, κατήργησας τὸ σέβας.

Δουλικῶς σὸν αὐχένα, Χριστῷ ὑπέκυψας, παρ’ οὗ ἄφθονον χάριν, Πάτερ δεξάμενος, γρήγορος ποιμήν, φερωνύμως Γρηγόριε, τῆς ἐν Ἀρμενίᾳ, ἁγίας ὤφθης ποίμνης.

Θεοτοκίον.
Ὁ ἐκ Σοῦ ἀνατείλας, τῆς δόξης Ἥλιος, ἁμαρτίας τὸ σκότος, Μῆτερ διέλυσεν, οὗ ἐν τῷ φωτί, Σαῖς πρεσβείαις ἀξίωσον, πορεύεσθαι πάντας, τοὺς Σὲ ὑμνολογοῦντας.

ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ἰσχύϊ νευρούμενος Χριστοῦ ὑπήνεγκας, τῶν βασάνων τὸ ἐπίπονον, στήλας κατέαξας δαιμόνων, ναοὺς εἰδωλικοὺς κατηδάφισας, λαούς τε τοὺς ἐν ἀγνοίᾳ ἐφώτισας, Ἱερομάρτυς πανσεβάσμιε.

Ὡς ὄρθρος ἀνέτειλεν ἡμῖν ἡ μνήμη σου, χαρισμάτων αἴγλην φέρουσα· σὺ γὰρ φωτὸς ὤφθης δοχεῖον, τοῦ θείου καὶ πρὸς φῶς ἐξεδήμησας, ἀνέσπερον πλουσίως λαμπόμενος, φωτοχυσίαις θείαις Ὅσιε.

Συνόμιλος ὤφθης Προφητῶν, Μαρτύρων τε, Ἀποστόλων ὁμοδίαιτος, Ἀρχιερέων καὶ Ὁσίων, Ἀγγέλων Ἀρχαγγέλων ἰσόρροπος· μεθ' ὧν ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, Πάτερ δυσώπει τὸν Φιλάνθρωπον.

Ἠρίστευσαν γύναια σεμνὰ τὴν ἔκπτωσιν, τὴν τῆς Εὕας ἀνορθούμενα, ἤνεγκαν πόνων τρικυμίαν, μεγάλα τὸν εἰς ὕψος καυχώμενον, ποσὶν ὡραιοτάτοις συνέτριψαν· ἃς ἐπαξίως μακαρίζομεν.

Θεοτοκίον.
Φωτὶ τοῦ προσώπου τοῦ ἐκ Σοῦ ἐκλάμψαντος, ἐλλαμφθεῖσα Ἀειπάρθενε, πόθῳ ἀσχέτῳ Ῥιψιμία, παθήματα Αὐτοῦ καὶ τὸν θάνατον, οἰκείᾳ τῇ σαρκὶ ἐξεικόνισεν· ὅθεν σὺν Σοὶ νῦν ἐπαγάλλεται.

Ἕτερος. Θεὸν ἀνθρώποις ἰδεῖν.
Γλυκὺς τοῖς λόγοις, τρανὸς τοῖς θαύμασι, καὶ μέγας τῇ σοφίᾳ, ὡς ὑπάρχων Γρηγόριε, τὴν πίστιν ἐκήρυξας, ἀποστολικῶς, Πάτερ τοῖς Ἁρμενίοις· ὅθεν ὁμότιμος, τῶν θεοκηρύκων, Ἀποστόλων ἀναδέδειξαι.

Βληθεὶς ἐν λάκκῳ, σῶος διέμεινας, καὶ θαύματι ἐκεῖθεν, ἀναχθεὶς σῷ κηρύγματι, ἐκ λάκκου ἐξήγαγες, τῆς εἰδωλικῆς, πλάνης πληθὺν ἀνθρώπων, οὓς τῷ Κυρίῳ σου, προσφορὰν ἁγίαν, ὦ Γρηγόριε προσήγαγες.

Ἀστὴρ ἐκλάμπων, φωτὶ τῆς γνώσεως, τοῖς κατεζοφωμένοις, τῇ ἀπάτῃ ἀνέτειλας· διὸ ὦ Γρηγόριε, φώτισον κἀμέ, πίστει ὑφάναντά σοι, τούτους τοὺς ὕμνους, καὶ Θεῷ εὐχαῖς σου, συμπαθέστατε οἰκείωσον.

Θεοτοκίον.
Ὑμνεῖ Παρθένε, ἡ κτίσις ἅπασα, τὰ ὑπὲρ νοῦν καὶ λόγον, μεγαλεῖα τῆς δόξης Σου, ἀφράστως γὰρ ἔτεκες, Λόγον τοῦ Πατρός, ἡμῶν πρὸς σωτηρίαν· Ὃν μεγαλύνοντες, σὺν ταῖς τῶν Ἀγγέλων, στρατιαῖς Σε μακαρίζομεν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῖς θεοδρόμοις ἴχνεσι, τοῦ Χριστοῦ Ἀποστόλων, ἀκολουθήσας ἔνδοξε, θεολήπτῳ καρδίᾳ, ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης, Ἀρμενίων τὰ πλήθη, ἀνείλκυσας Γρηγόριε, τῇ σαγήνῃ σῶν λόγων· ὅθεν κἀμέ, ἐκ βυθοῦ πταισμάτων τῇ χάριτί σου, ἐξάγαγε γεραίροντα, τὴν ἁγίαν σου μνήμην.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε
Φρικτὸν ἰδόντες θέαμα, ἐξέστησαν οἱ ἄπιστοι· ὃν γὰρ ἐνόμιζον εἶναι, νεκρὸν ἐν λάκκῳ θηρίων, ζῶντα ἀναβιβάσαντες, προσπίπτουσι κραυγάζοντες· Μέγας Θεὸς Γρηγορίου, ὁ τοῦτον δείξας φωστῆρα.
Θεοτοκίον.
Ὁ νώτοις ἐποχούμενος, χερουβικοῖς Πανάχραντε, ἐν ταῖς ἀγκάλαις Σου θέλων, σάρκα λαβὼν ἀνεκλήθη, ὅπως ἡμᾶς ἐργάσηται, υἱοὺς Θεοῦ τῇ χάριτι, τοὺς εἰς Αὐτὸν πιστεύοντας, καὶ Σε ἀεὶ εὐφημοῦντας, τὴν πρόξενον σωτηρίας.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ Γρηγόριε Χριστοῦ, πυρωθεὶς τῷ ἔρωτι, τὴν τῶν εἰδώλων κατέλιπες, πικρὰν κακότητα, καὶ τοῦ Ζωοδότου, τὸν Σταυρὸν ἐβάστασας, ἐπ’ ὤμων σου γενναίῳ φρονήματι· ὅθεν ἀνέτειλας, ἐν τῷ κόσμῳ ὥσπερ ἥλιος, καταυγάζων, πιστῶν τὰ συστήματα.

Πάτερ Γρηγόριε πολλῶν, τὰς ψυχὰς ὡδήγησας, πρὸς τοῦ Θεοῦ τὴν ἐπίγνωσιν, τῷ σῷ κηρύγματι, καὶ τοῦ μαρτυρίου, λαμπρυνθεὶς τοῖς στίγμασι, παρέστης λαμπροφόρος τῷ Κτίσαντι, Ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Γρηγόριε Θεῷ, ὅλος ἀνακείμενος, τοῦ ἀρχεκάκου διέλυσας, τὰ μηχανήματα, καὶ διπλοῖς καμάτοις, Θεοῦ ἀναδέδειξαι, θεράπων ἀληθῶς γνησιώτατος, Ὃν καθικέτευε, ὡς πλουτήσας χάριν ἄφθονον, ὑπὲρ πάντων ἡμῶν τῶν τιμώντων σε.

Πάτερ Γρηγόριε λαμπάς, ὤφθης τοῖς ἀγῶσί σου, πιμπρῶσα πλάνην πολύθεον, καὶ καταυγάζουσα, γηγενῶν καρδίαις, μυστικαῖς φαιδρότησι, τῆς ἄνωθεν δοθείσης σοι χάριτος· ὅθεν τιμῶμέν σε, Ὀρθοδόξων τὰ συστήματα, ἐκδεχόμενοι πίστει τὴν χάριν σου.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε φιλεόρτων πιστῶς τὰ συστήματα, τῆς Ἀρμενίας τὸν πολύσοφον διδάσκαλον, καὶ τοῦ Εὐαγγελίου γλυκύφθογγον ῥήτορα, Γρηγόριον τὸν γρήγορον νοῦν, ἐν ψαλμοῖς μακαρίσωμεν. Οὗτος γὰρ τῷ μύρῳ τοῦ Πνεύματος, Ἀρχιερεὺς τῆς Ἐκκλησίας γεγονώς, πρὸς σωτηρίου πλουσίως τὰς νομάς, τὰ λογικὰ τοῦ Κυρίου ἐποίμανε πρόβατα· καὶ ᾧ προσήγαγε πρώην θυσίαν ἑαυτόν, Χριστῷ τῷ ἐνανθρωπήσαντι Λόγῳ τοῦ Πατρός, χερσὶν ἀμώμοις καὶ καθαραῖς ἐλειτούργησεν· ὅθεν κατ’ ἀξίαν ἐν οὐρανοῖς δοξασθείς, ὑπὲρ ἡμῶν πρεσβεύει ἀεὶ τῷ Κυρίῳ, τῶν ἐκτελούντων αὐτοῦ τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀρμενίας ὁ φωτιστής, καὶ θεογνωσίας ὁ θεόφρων ὑφηγητής· χαίροις δυσσεβείας, ὁ θεῖος καθαιρέτης, καὶ εὐσεβείας μύστης, Πάτερ Γρηγόριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου