Δευτέρα 15 Ιουνίου 2015

Ἁγίων 15 ΜΑΡΤΥΡΩΝ τῶν ἐν Τιβεριουπόλει



Ἀκολουθία Ἁγίων 15 ΜΑΡΤΥΡΩΝ τῶν ἐν Τιβεριουπόλει
Ψαλλομένη τῇ 28η Νοεμβρίου


ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά.
Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, ὑμνωδιῶν ᾄσμασιν, εὐφημήσωμεν εὐσεβοφρόνως, τοὺς Ἱερομάρτυρας ἅπαντας, καὶ τερατουργοὺς Πεντεκαίδεκα· ὡς τῶν Τιβερίων ὑπερμάχους· τοὺς μέν, ὡς χοροστασίας προεξάρχοντας, τοὺς δέ, ὡς μετὰ τῶν πρώτων κοπιάσαντας, ἐν τῷ τῆς πίστεως λόγῳ, ἀσκητῶν τε πόνοις, καὶ ἀθλήσαντας σὺν αὐτοῖς, οὓς ἔστεψε Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις, τοὺς τοῦ Χριστοῦ κήρυκας, ἐπαινέσωμεν ἐν ἐτησίοις, τοὺς ἐκ τῆς Ἑῶας ἐκλάμψαντας, καὶ μαρτυρικῷ τέλει δύναντας, ἐν τῇ πρὸς δυσμὰς τοῦ Τιβερίου· Τιμόθεον, τὸν ἐν ταύτῃ προεδρεύσαντα, Θεόδωρον, τὸν Πατρᾶσι θείοις σύνεδρον, τῇ κατὰ Ἀρείου Συνόδῳ, Κομασίῳ ἅμα Εὐσεβίῳ τε μονασταῖς, σὺν ἕνδεκα ἑσπερίοις, οἷς μύσται προσηριθμήθησαν.

Ποίοις, διανοιῶν ὄμμασι, θεωρήσωμεν ἀναδραμόντες, δόξαν οὐρανίαν καὶ ἄφθαρτον, τὴν μετ’ Ἀγγέλων συνοίκησιν, τῆς τριπλῆς πεντάδος τῶν Ἁγίων· ἐκεῖνα, γὰρ ἀληθῶς ἐκληρονόμησαν, ἅπερ, εἰσὶν ἀθεώρητα καὶ ἄφραστα, καὶ ἀκοῇ καὶ καρδίᾳ, τῶν βροτῶν ἀνήκουσα, καὶ ἀνέφικτα ἀγαθά, καὶ τὶς ἐξισχύσειεν ἀξίως αὐτοὺς αἰνέσασθαι.

Δόξα.
Ἦχος α΄. Θεαρχίῳ νεύματι, ἄνωθεν ὁ θεοφόρος Τιμόθεος, ὑπὸ τοῦ θείου κινούμενος Πνεύματος·
Ἦχος πλ. α΄. Καταλαμβάνειν τὴν περίκλυτον Θεσσαλονικαίων πόλιν, σπουδαίως ἠπείγετο·
Ἦχος β΄. Σὺν ᾧ Κομάσιος, σὺν Εὐσεβίῳ ἅμα, καὶ Θεοδώρῳ τῷ θείῳ, οἳ ἦσαν συνέκδημοι ἀπὸ Νικαίας, εἰδωλολάτρας κρατοῦντας ἐκφεύγοντες, τῷ δέει κρατούμενοι, μὴ ἀσεβείᾳ καθυπαχθεῖεν·
Ἦχος πλ. β΄. Καὶ διὰ τοῦτο τῆς πλάνης, τὰ ἐκεῖσε λυμαινομένης, εἰς Τιβεριούπολιν εὐθέως παραγίνονται·
Ἦχος γ΄. Ἔνθα τοὺς δέκα καὶ ἕνα, συμφοιτητὰς προσεπεκτήσαντο, εἰς συνασπισμὸν τοῦ Εὐαγγελίου·
Ἦχος βαρύς. Διὰ τούτων γὰρ ὁ παγγενὴς φωτισμός, Τιβερίοις γέγονε, καὶ ἐν τοῖς πέριξ Χριστὸς γνωρίζεται· καὶ τούτοις ἄξιον γέρας, ἀπονέμειν ἀδύνατον·
Ἦχος δ΄. Τούτων γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν·
Ἦχος πλ. δ΄. Διὸ Μάρτυρες θυηπόλοι καὶ φίλοι, καὶ Ἀπόστολοι τοῦ Χριστοῦ, τρὶς πέντε ὄντες, διηνεκῶς διαφυλάττοι τε βλάβης, ἀπὸ πάσης τοῦ ἐχθροῦ ἀνωτέρους, τοὺς ὑμνοῦντας ὑμῶν νῦν, τὴν θείαν τελείωσιν·
Ἦχος α΄. Τῆς Τιβερίου ἡ πᾶσα πληθύς, μακαρίζει ὑμᾶς.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ Αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς Παντοδύναμος.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία τοῦ Θεοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει, τῶν Ὀρθοδόξων τὸ σύστημα, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ ὑμῶν Ἅγιοι, θαυματουργοὶ Πεντεκαίδεκα, καὶ δοξολογεῖ Χριστὸν τὸν δι’ ὑμῶν, παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος πλ. α΄.
Δεῦτε πιστοὶ σήμερον, ᾀσματικὴν χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων Πεντεκαίδεκα τὴν μνήμην, ἐνδόξως τιμήσωμεν λέγοντες· χαίρετε Μάρτυρες ἔνδοξοι, Θεόδωρε, Τιμόθεε, Ἱεραρχῶν τὸ ἐγκαλλώπισμα· χαίρετε, τῆς Τιβερίου οἱ στεῤῥοὶ πολιοῦχοι· χαίρετε, Πέτρε καὶ Ἰωάννη, Εὐσέβιε, Κομάσιε, Δανιήλ, καὶ ὁ λοιπὸς κατάλογος τῶν Μαρτύρων, καὶ Χριστῷ ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ, κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος πλ. δ΄.
ᾈσματικὴν χορείαν κροτήσωμεν σήμερον, τῶν Ἀθλοφόρων Χριστοῦ τελοῦντες μνήμην φαιδράν· οὗτοι γάρ, ἐν τῇ Τιβεριουπόλει σκηνώσαντες, τοῦ ἐχθροῦ θριαμβευταί, εἰσαεὶ ἀναδείκνυνται, καὶ Χριστῷ ἀπαύστως ὑπὲρ ἡμῶν δυσωποῦσιν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, συνέδριον ἀνόμων, συναθροίζεται κατὰ τῶν δικαίων· Φίλιππος ὁ δυσσεβής, σὺν Οὐάλεντι, ὡς τὸν Ζωοδότην τὸ πρίν, θανάτου ψήφῳ ἐκδεδώκασι, τῶν Τιβερίῳ τοὺς ἱεροὺς διδασκάλους· οὗτοι γὰρ οὐκ ἤνεσχον τοῦ θῦσαι τοῖς εἰδώλοις, οἱ τοῦ Χριστοῦ προσκυνηταί, ἤλεγξαν δὲ μᾶλλον τοὺς τυράννους παῤῥησίᾳ, πέντε πρὸς τοὺς δέκα νικηφόροι φανέντες· προσκυνοῦμεν τοὺς ἀγῶνας ὑμῶν ὦ Ἀθληταί, σώσατε ἡμᾶς ταῖς εὐχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Οὐράνιοι φωστῆρες ἐν γῇ, τρὶς πέντε νῦν ἀνίσχουσιν· οὓς ἀξίως, ἐπαινέσωμεν πιστοί, Τιμόθεον τὸν θεῖον, Εὐσέβιον καὶ Πέτρον, καὶ Ἰωάννην τοὺς θεόφρονας.

Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Δοχεῖα ὄντως ὤφθητε, τοῦ Πνεύματος θεόφρονες, τῆς Τριάδος, γεγονότες ὑπουργοί, ψυχὰς κεχερσωμένας, ἀρότρῳ θείου λόγου, κατηνεώξατε σεβάσμιοι.

Στ. Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Συνέλθωμεν συμφώνως πιστοί, γεραίροντες τὴν φάλαγγα, τῶν Μαρτύρων, καὶ σεπτῶν Ἱεραρχῶν, Λευϊτῶν Ἱερέων, τὴν μνήμην ἐκτελοῦντες, συνασκητῶν τὸ ἐγκαλλώπισμα.

Δόξα. Ἦχος πλ. β΄.
Ἱεραρχῶν τὰς καλλονάς, καὶ τῶν Μαρτύρων κλέη, τὰς βρύσεις τῶν θαυμάτων, καὶ τοὺς ταχεῖς τῶν πιστῶν ἀντιλήπτορας, συνελθόντες οἱ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· χαίρετε, Τιβερίων φρουροί, καὶ πρόμαχοι σεπτοί, καὶ στύλοι ἀπερίτρεπτοι· χαῖρε, πεντὰς ἡ τριπλὴ Ἀθλητῶν, ἡ τῶν τυράννων ἐνώπιον τὴν Τριάδα κηρύξασα· χαίρετε, ἀδικούντων τοῦ θράσους καθαιρέται, καὶ ἀδικούμενων θερμότατοι προστᾶται· καὶ νῦν Πατέρες ἱερόαθλοι, μὴ παύσητε πρεσβεύειν Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ᾀεί, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Τῶν ἐν ὅλῳ τῷ κόσμῳ.
Τῇ ἀσκήσει τὴν σάρκα νεκρώσαντες, εὐσεβείας τὸν λόγον κηρύξαντες, καταφρονήσαντες τῶν ἐπιγείων, καὶ Χριστὸν ποθοῦντες σοφοὶ Ἀθληταί, τοῖς τυράννοις γενναιοφρόνως ἀντικατέστητε, καὶ στεφάνοις ἀθλητικοῖς κατεστέφθητε, ἰάσεις τοῖς προσιοῦσιν ἀναπηγάζετε.

Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Μέγα καύχημα, ἡ Τιβερίων, καὶ ὀχύρωμα, τοὺς Ἱεράρχας, Ἱερεῖς τε καὶ Λευΐτας κατέχουσα, τῶν γὰρ εἰδώλων τὴν πλάνην ἐλέγξαντες, τῶν ἀσεβούντων νικηταὶ ἀνεδείχθησαν· οὗτοι δαιμόνων ἀποσοβοῦντες τὰς φάλαγγας, ῥῶσιν δωροῦνται πιστοῖς οἱ πεντεκαίδεκα.

Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τριάδος τῆς σεπτῆς, ἡ τριπλὴ πεντὰς θεία, αἰνέσθω παρ’ ἡμῶν, Θεοδώρῳ σὺν ἅμα, ὁ μέγας Τιβέριος, καὶ ὁ θεῖος Κομάσιος, σὺν τοῖς δώδεκα, τῆς Ἐκκλησίας φωστῆρσιν, οἱ πανάριστοι, τῶν σωζομένων ποιμένες, οἱ στύλοι τῆς πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, Σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Οἱ σοφοὶ διδάσκαλοι, τῶν Τιβερίων, τὸν Χριστὸν δοξάσαντες, ἔργοις καὶ λόγοις ἐπὶ γῆς, μεγαλυνέσθωσαν σήμερον, ὡς σωτηρίας ἡμῶν ὄντες πρόξενοι.
Δόξα.
Ἑορτάζει σήμερον, ἡ Τιβερίου, τὴν σεπτὴν πανήγυριν, τῶν διδασκάλων τῶν αὐτῆς, καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, ταύτην τὴν πόλιν, αὐτῶν θείοις δόγμασιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτωρ, Ἀδὰμ ἡ ἀνάκλησις.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φωστῆρες ὑπέρλαμπροι τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε ταῖς διδαχαῖς ὑμῶν, Πατέρες θεόσοφοι· τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι, Χριστῷ πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα. Κανν. Σταυροθεοτοκίον
Παρθένε Πανάμωμε Μήτηρ ΧριστοτοΘεοῦ, ῥομφαία διλθέ Σου τν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας κουσίως, τν Υἱὸν καΘεόν Σου, ὅν περ ελογημένη, δυσωποσα μπαύσῃ, συγχρησιν πταισμάτων, ἡμν δωρήσασθαι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῶν Διδασκάλων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες, καὶ γεγόνατε ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ τῶν Ἁγίων δύο εἰς η΄.
Ὁ α’ Κανών. Ποίημα κυρίου Κωνσταντίνου Ἀρχιερέως Τιβεριουπόλεως τοῦ Καβάσιλα.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ἄνοιξόν μου τὸ στόμα, Λόγε τοῦ Θεοῦ καὶ λόγον ἔμπνευσον, εὐφημῆσαι ἀξίως, τοὺς σεπτοὺς Ἱερεῖς Σου καὶ Μάρτυρας.

Τοὺς διττοὺς θεομάχους, Ἰουλιανόν τε καὶ τὸν Ἄρειον, ὦ Θεόδωρε μάκαρ, ἐν ἰδίοις καιροῖς καταβέβληκας.

Τιμοθέου τοὺς ἄθλους, τοῦ ἱεροκήρυκος τιμήσωμεν, Εὐσεβίου τοὺς πόνους, εὐσεβῶς οἱ πιστοὶ εὐφημήσωμεν.

Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν Σε.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Σύνταγμα τερπνὸν Μαρτύρων ἐπαινέσω.
ᾨδὴ α΄. Ἦχος α΄. Πικρᾶς δουλείας ῥυσθείς.
Σεπτῶν Μαρτύρων πανήγυριν, τελέσωμεν γηθόμενοι σήμερον, τὸν πάντων Θεὸν καὶ Κύριον, ἵλεον ὅπως τούτων ταῖς προσευχαῖς, εὕροιμεν καὶ δόξης, τῆς αὐτῶν μετὰ χαρᾶς ἀξιωθείημεν.

Υἱοὶ Θεοῦ κατὰ μέθεξιν, γεγόνατε τοῖς ἔργοις δοξάσαντες, Αὐτὸν καὶ δόξης ἐτύχετε, Μάρτυρες ἀνεκφράστου καὶ ἀγαθῶν, τῶν ἐπουρανίων, καὶ μενούσης ἀληθῶς μακαριότητος.

Νοὸς στεῤῥότητι πρότερον, τὸν λόγον τῷ Πατρὶ ὁμοούσιον, τρανώσας ᾔσχυνας Ἄρειον, εἶτα τὸν παραβάτην ῥήμασι σοῖς, ὡς ποιμὴν καὶ Μάρτυς, ἐναπέπνιξας σοφὲ Μάρτυς Θεόδωρε.

Θεοτοκίον.
Τὸ θεῖον ὄρος τιμήσωμεν, ἐξ οὗ ἐτήθη λίθος ἀκρόγωνος, εἰς ἕνωσιν ἄγων ἄῤῥητον, τὰ τὸ πρὶν διεστῶτα τὴν ἀληθῆ, τοῦ Θεοῦ Μητέρα, ὡς αἰτίαν τῆς ἡμῶν ἐπανορθώσεως.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Νεύματα σωτήρια, τοῦ ἀγαθοῦ σοφοὶ  Πνεύματος, ὡς ποταμοί, Πέτρον ἐμφορεῖτε, καὶ δεκάδα θεόφρονα.

Ἄθροισμα θεόλεκτον, Ἱεραχῶν σοφῶν σήμερον, καὶ μοναστῶν, νῦν καὶ Ἱερέων, καὶ μιγάδων ὑμνήσωμεν.

Ἤλεγξε παράνομα, ἡ γερουσία σου Κύριε, ἡ ἱερά, ἔργῳ τοῦ ἐχθίστου, τῶν ἀρχόντων τὰ σκάμματα.

Θεοτοκίον.
Εὔας τῆς προμήτορος, Σὺ ἐπανόρθωσις γέγονας, τὸν ἀρχηγόν, τῆς ζωῆς τῷ κόσμῳ, Θεοτόκε κυήσασα.

Ἕτερος. Τῷ πρὸ τῶν αἰώνων.
Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ, καὶ λέγων Αὐτῷ· ἐπὶ τὴν πέτραν τῶν Σῶν ἐντολῶν, στήριξόν με Δέσποτα.

ᾌσμασιν ἐνθέοις, ὁ θεόφρων τιμάσθω Τιμόθεος, Θεὸν τιμήσας ἐναρέτῳ, πολιτείᾳ καὶ στέφος, διπλοῦν παρ’ Αὐτοῦ δεξάμενος, ὡς Ἱεράρχης καὶ Μάρτυς Χριστοῦ, τῶν παθῶν θεόκριτος.

Γνώμῃ στεῤῥοτάτῃ, Ἰωάννης καί Πέτρος Θεόδωρε, Σέργιός τε καὶ Νικηφόρος, πρεσβυτέρων καθέδρα, Θεὸν ἀγνοοῦντες δι’ αἵματος, τῷ ὑπ’ αὐτῶν θυομένῳ Χριστῷ, χαίροντες προσήχθησαν.

Μίαν καρτερίαν, ἣν δυσὶν ἀπεδείξαντο σώμασιν, οἱ γενναιόφρονες Λευΐται, τοῦ Χριστοῦ καὶ ὁπλῖται, στεῤῥοὶ Θωμᾶς καὶ Βασίλειος, καὶ διαδήμασι τὰς κεφαλάς, νίκης κατεστέφθησαν.

Θεοτοκίον.
Ἄῤῥητος ὁ τρόπος, τῆς συλλήψεως καὶ τῆς κυήσεως, τῆς Σῆς Παρθένε Θεοτόκε, τὸν γὰρ ἄληπτον πᾶσιν, Υἱὸν τοῦ Θεοῦ συνείληφας, ἄνευ σπορᾶς καὶ τεκοῦσα Ἁγνή, μένεις ᾀειπάρθενος.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τοὺς Μάρτυρας Χριστοῦ, καὶ στεῤῥοὺς πολιούχους, συνέλθωμεν πιστοί, ἐπαξίως τιμῆσαι, ὡς θύματα ὁλόκληρα, ὡς θυσίας ὡς θύτας Χριστοῦ· οὗτοι Ἄρειον, καὶ παραβάτην εἰς τέλος, κατετρώπωσαν, τοῦ μαρτυρίου τὸ στέφος, λαμπρῶς ἐνδυσάμενοι.
Δόξα.
Ἀστέρες φαεινοί, τῆς Χριστοῦ Ἐκκλησίας, ἐδείχθητε σοφοί, διδαγμάτων ἀκτῖσιν, αὐτὴν καταυγάζοντες, καὶ τῶν ἄθλων λαμπρότησι, τῶν θαυμάτων τε, ταῖς παραδοξοποιΐαις· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, πιστῶς ἑορτάζομεν.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διασύρειν οἱ δόλιοι, ἔσπευδον τὸ κήρυγμα τὸ σεβάσμιον, ἀλλὰ τούτων ἐχαλίνωσαν, τὴν λυσσώδη γλῶσσαν οἱ σεβάσμιοι.

Τῶν εἰδώλων ἠλέγξατε, Μάρτυρες τὸν δόλον καὶ τὴν δυσσέβειαν, τὸν Χριστὸν δὲ ἐκηρύξατε, νικητὴν θανάτου ἱερώτατοι.

Οὐ κιβδήλοις ἐκραύγαζον, θύομεν θυσίαν ἀλλὰ τὰ σώματα, ὡς θυσίαν νῦν εὐάρεστα, τῷ Θεῷ τῶν ὅλων προσενέγκομεν.

Ἐπὶ πέτραν ἐπήξατε, τὴν οἰκοδομὴν ὑμῶν ἱερώτατοι· διὰ τοῦτο ἀπερίτρεπτοι, προσβολαῖς πνευμάτων ἀνεδείχθητε.

Θεοτοκίον.
Θεοτόκον Σε Πάναγνε, οἱ πεφωτισμένοι πάντες κηρύττομεν· τὸν γὰρ ἥλιον ἐκύησας, τῆς δικαιοσύνης Ἀειπάρθενε.

Ἕτερος. Ῥάβδος ἐκ τῆς ῥίζης.
Ἀκήκοε πάλαι Ἀββακούμ, Θεὲ Πανυπεράγαθε, τὴν ἀκοήν Σου και φόβῳ ἐκραύγαζεν· ἥξει ὁ Θεὸς ἀπὸ Θαιμάν, ἐξ ὄρους κατασκίου δασέως, εἰς τὸ σῶσαι τὸν κόσμον, δόξα τῇ δυνάμει Αὐτοῦ.

Τὴν φέρουσαν τρίβον πρὸς ζωήν, ἀσκητικῶς ὁδεύσαντες, ἀθλητικῆς εὐκλείας ἔτυχον, Εὐσέβιος ὁ στεῤῥός, ὁ κλεινὸς Κομάσιος Χαρίτων, ὁ θεῖός τε Δανιήλ, καὶ ὁ πανευκλεὴς Ἱερόθεος.

Ἐπίκηρον Σώκρατες σοφέ, στρατείαν μὲν κατέλιπες, τῷ Βασιλεῖ Χριστῷ ἐστρατεύθης δέ, πρὸς τοὺς τυράννους στεῤῥῶς ἀντικαθιστάμενος, θύειν ἀναγκάζοντες βεβήλοις θεοῖς, καὶ θῦμα Θεῷ, τέλειον προσήχθης εὐάρεστον.

Ῥήμασιν ὑμνείσθω ἱεροῖς, Θεόδωρος Τιμόθεος, Εὐσέβιός τε καὶ Κομάσιος, Θεόδωρος Δανιήλ, Πέτρος καὶ Νικηφόρος, Σωκράτης Χαρίτων Ἰωάννης, Βασίλειος καὶ Θωμᾶς, Ἱερόθεός τε καὶ Σέργιος.

Θεοτοκίον.
Πύλην πλατυτέραν οὐρανῶν, καὶ θρόνον Σὲ γινώσκομεν, τῶν Σεραφεὶμ ὑπερτέραν Πάναγνε· ὃν γὰρ τὸ πᾶν οὐ χωρεῖ, ὡς Θεὸν ἐχώρησας, καὶ φέρεις ἀγκάλαις ὥσπερ βρέφος, ἐν θρόνῳ τῷ πατρικῷ, φύσιν τὴν ὑμῶν ἐνιδρύοντα.

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι, Κύριε.
Τοῦ Πέτρου τὴν θερμότητα φέρων τοῦ Ἀποστόλου, Πέτρος ὁ μακάριος, τοὺς ἀνομοῦντας διήλεγξε.

Τὸν ἔλεγχον μὴ φέροντες γλώττης ἀληθεστάτης, τὰς χεῖρας ἀπέτεμον, ἄμφω τοῦ Πέτρου οἱ ἄνομοι.

Τὴν μίαν τῶν χειρῶν ἐκριφεῖσαν ἀνελομένη, τὸ φῶς ἐκομίσατο ἡ ἀβλεπτοῦσα τὸ πρότερον.

Θεοτοκίον.
Παρθένον μετὰ τόκον ὑμνοῦμέν Σε Θεοτόκε· Σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Ἕτερος. Θεὸς ὢν εἰρήνης.
Τὸ ἄδυτον φῶς Σου, ἔλλαμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων Σε, εἰρήνην παρεχόμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν, ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, τῶν ἐντολῶν Σου τρέχοντες, δοξολογοῦμέν Σε Φιλάνθρωπε.

Νευραῖς μὲν ἠγχόνησας, πρώην σοφέ, τῶν δογμάτων Θεόδωρε Ἄρειον, εἰσαῦθις παραβάτην τε αἱμάτων τοῖς κεραυνοῖς, εἰς ὕψος βλασφημίαν, λαλοῦντας καὶ σὺν τούτοις, τὸν ἀρχέκακον ὄφιν, γλώττῃ καθάπερ τούτοις χρώμενον

Ὁσίως τῆς ποίμνης, προέστης σοφέ, Τιβερίου τῆς πόλεως πρόεδρος, γενόμενος Τιμόθεε, καὶ χρήσματι σεπτῷ, λαοὺς καθαγιάζων, ἐν αἵματι ἰδίῳ, εἰς τὰ ἅγια χαίρων, τὰ τῶν Ἁγίων προσεχώρησας.

Νικαίας ἐκφῦντες, τῶν ἄθλων φωτί, τῶν θαυμάτων βολαῖς τὴν περίοικον, τῆς Τιβερίου πόλεως, αὐγάζουσι φαιδρῶς, ὡς μέγιστοι φωτῆρες, Τιμόθεος ὁ μέγας, καὶ Θεόδωρος ἅμα, Εὐσέβιός τε Κομάσιος.

Θεοτοκίον.
Μὴ φλέξας Παρθένε, σεπτήν Σου νηδύν, ἐξ ἁγνῶν Σου αἱμάτων σεσάρκωται, ἀτρέπτως ὡς ηὐδόκησεν, ὁ λόγος τοῦ Θεοῦ, οὗ μίαν ὀρθοδόξως, ὑπόστασιν φρονοῦμεν, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ἐνεργείαις καὶ θελήμασιν.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Μὴ θύσαντες τοῖς γλυπτοῖς, εἰδώλοις μακαριώτατοι, τὰς κεφαλὰς εὐθαρσῶς, ὑμῶν ἀπετμήθητε, ἅς περ ὁ οὐράνιος, Βασιλεὺς ἀξίως, ἱερώτατοι κατέστεψεν.

Τὴν Τιβερίου σοφοί, καὶ ταύτης πᾶσαν περίχωρον, ἐκ πλάνης εἰδωλικῆς, πρὸς φῶς ὁδηγήσατε, θείας ἐπιγνώσεως, θαύμασι καὶ λόγοις, τὴν ἀπάτην φυγαδεύσαντες.

Τοῦ θύματος καὶ Θεοῦ, θυσίαι θεῖαι γεγόνατε, τὸ πρότερον γὰρ Αὐτῷ, θυσίαν ἀναίμακτον, προσφέροντες Ἅγιοι, ἑαυτῶν τὸ αἷμα, τῷ τιθέντι κατεθύσατε.

Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννήτωρ Ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐκλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Ἕτερος. Σπλάγχνων Ἰωνᾶ.
Ὅλος ἐκ παθῶν ἀμέτρων συνέχομαι, καὶ κήτει κακῷ συγκαταπέμπομαι· ἀλλ’ ἀνάγαγε, ἐκ φθορᾶς με ὡς πρώην Χριστὲ Ἰωνᾶν, καὶ πίστει μοι μετάνοιαν δωρούμενος Σωτήρ, ὅπως ἐν φωνῇ  αἰνέσεως, σωτηρίας τε Πνεύματι θύσω Σοι.

Ἄνω σου τὸν νοῦν, συντείνας πρὸς Κύριον, τεθεὶς κατὰ γῆς, ῥαβδισμοὺς ἤνεγκας, ἀμφοτέρων τε, τῶν χειρῶν ἐκκοπὴν ἐκαρτέρησας, καὶ τῆς κάρας διὰ ξίφους τὴν ἀφαίρεσιν· σοῦ γὰρ Πέτρε οἱ ἀλάστορες, τοὺς ἐλέγχους τῆς γλώττης οὐκ ἔφερον.

Ῥίπτονται κυσίν, αἱ τμηθεῖσαι χεῖρές σου, γυνὴ μηδέ ποτε, φῶς θεάσασα, δεξιὰν τὴν σήν, αἰσθομένη πεσοῦσαν πρὸς πόδας αὐτῆς, ὑφαρπάσασα λαθραίως προσεκόμισε, καὶ ταύτην τυφλοῖς αὐτῆς ὄμμασιν, ἐπιθεῖσα τὸ βλέπειν ἀπείληφεν.

Τίμιος ὑμῶν, ὁ θάνατος Ἅγιοι, δ’ οὗ τὴν ζωήν, τὴν ἀτελεύτητον, ἐκληρώσασθε, κεφαλὰς γὰρ τῷ ξίφει τεμνόμενοι, τῇ τῶν ὅλων κεφαλῇ Χριστῷ συνήφθητε, νίκης στεφάνοις κοσμούμενοι, καὶ ἡμῖν σωτηρίαν αἰτούμενοι.

Θεοτοκίον.
Ὕψιστον Θεόν, τεκοῦσα ἀνύψωσας, εἰς βάθη κακίας, ὀλισθήσασαν, παναμώμητε, τῶν ἀνθρώπων τὴν φύσιν· διὸ δυσωπῶ, εἰς ἱλύν με ἐμπαγέντα παραπτώσεων, χεῖρα σωστικὴν ἐκτείνασα, σωτηρίας πρὸς ὕψος ἀνάγαγε.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Οἱ πεντεκαίδεκα Χριστοῦ Ἀθλοφόροι, τῆς Τιβερίου οἱ στεῤῥοὶ πολιοῦχοι, ὥσπερ ἀστέρες σήμερον ἀνίσχουσι φαιδροί, Τιμόθεος Θεόδωρος, οἱ κλεινοὶ Ἱεράρχαι, Εὐσέβιος Κομάσιος, καὶ ὁ θεῖος Σωκράτης, σὺν τῇ δεκάδι τῶν συναθλητῶν, πᾶσι θαυμάτων, ἀκτίνας πυρσεύοντες.
Ὁ Οἶκος.
Τοὺς Ἰεράρχας τοὺς σεπτοὺς καὶ θείους ὑποφήτας, τῶν ξένων μυστηρίων Χριστοῦ τῆς παρουσίας, μέλλων ὑμνῆσαι τολμηρῶς, ὁ ἐσκοτισμένος, ἐκ πταισμάτων χαλεπῶν, ψυχήν τε καὶ διάνοιαν, τὴν ἄνωθεν αἰτοῦμαι βοήθειαν, ὅπως ἐγκωμίοις καταστέψω τοὺς Ἁγίους, οὓς ἄνωθεν ἔστεψεν ὁ Κτίστης· διττοὺς γὰρ ἀνδρικῶς ἔῤῥιψαν τοὺς τυράννους, τόν τε Ἄρειον τὸ πρίν, καὶ παραβάτην, ὑφ’ οὗ τὰς ἱερὰς ἐτμήθησαν κάρας, πᾶσι θαυμάτων ἀκτίνας πυρσεύοντες.

Συναξάριον.
Τῇ ΚΗ´ τοῦ αὐτοῦ μηνός, οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος, οἱ Ἐπίσκοποι· Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος, οἱ Ἱερεῖς· Βασίλειος καὶ Θωμᾶς, οἱ Διάκονοι· Ἱερόθεος, Δανιήλ, Χαρίτων, Κομάσιος, Εὐσέβιος, οἱ Μοναχοί· καὶ Σωκράτης, Ἐτιμάσιος, ἐν Τιβεριουπόλει ξίφει τελειοῦνται (361).
Τρίπεμπτος οὖσα τῆς τριάδος ἡ ἵλυ,
ἄθρους σεβάζει θείοτητα Τριάδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τιμόθεον Σέργιον, Θωμᾶν Σωκράτην Πέτρον Βασίλειον· Δανιὴλ Νικηφόρον, Κομάσιόν τε καὶ Εὐσέβιον, σὺν Θεοδώροις Ἰωάννην μέλψωμεν, Χαρίτωνά τε πιστοί, καὶ Ἱερόθεον.

Θαυμάτων ἐνέργειαν, καὶ μετὰ τέλος τὸ ἀξιέραστον, τῶν Ἁγίων ἡ κόνις, παρέχει προσπτυσσώμεθα, οἱ μελῳδοῦντες ἀπαύστως καὶ ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πεντάδα διέζευξεν, ἐκ τῆς δεκάδος τῶν Ἀθλοφόρων Χριστοῦ, ὧν τὰ πνεύματα φέρει, ἡ ἄνω πόλις ἀεὶ ἀχώριστα, ὁ τῶν Βουλγάρων ἄναξ ὁ ἀείμνηστος, εὐλογητὸς ἐκβοῶν· ὁ τῶν Πατέρων Θεός.

Ὡς σύμπνοια πίστεως, εἰς ἓν συνῆψε τούτους διέζευξεν, ὁ φιλόχριστος ἄναξ, ὁ τῶν Βουλγάρων οὓς λαβόμενος, μιᾶς πεντάδος γηθόμενος ἔψαλλεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Οὐ μία τῶν πόλεων, εἰς κλῆρον ἔσχε τοὺς θεοκήρυκας, ἀλλὰ θείᾳ προνοίᾳ, καὶ χῶραι διεμερίσαντο, φωταγωγοῦντας τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον.
Ἁπάντων μὲν Κύριος, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντες Σὲ καταγγέλομεν· καὶ ἓν εἰδότες Σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυὲς καὶ συναΐδιον.

Ἕτερος. Οἱ παῖδες εὐσεβείᾳ.
Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δὲ εὐσέβειαν ποτέ, παῖδες Ἅγιοι δειχθέντες σαφῶς· καὶ συμφώνως μελῳδοῦντες ὕμνον ἔψαλλον· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ῥανίσι τῶν αἱμάτων, ἀθεΐας τὸ πῦρ ἀπεσβέσατε, καὶ τῶν θαυμάτων ποταμοῖς, νοσημάτων κατακλίζετε, τοὺς χειμάῤῥους καὶ πιστοὺς λυτροῦσθε ψάλλοντας· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ὡς λήθης οὐκ ἀξίους, φανεροῖ Χριστὸς ὑμᾶς πανόλβιοι, ἐγκεκρυμμένους ὑπὸ γῆν, περιόδοις ἐτῶν πλείοσι, τῶν θαυμάτων ποταμοὺς ἀναπηγάζοντας, τοῖς ἐκ βοῶσι· Θεὸς εὐλογητὸς εἶ.

Νοσήματα ποικῖλα, ἐκδιώκονται καὶ πονηρότατα, πνεύματα Μάρτυρες σοφοί, ἀπελαύνονται τῇ χάριτι, ἣν τὰ λείψανα ὑμῶν ἀναβλυστάνουσι, τοῖς ἐκβοῶσι· Χριστῷ εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐκύησας ἐν χρόνῳ, τὸν ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψαντα, λόγον Παρθένε ὑπὲρ νοῦν, ὃν ἱκέτευε τὰ χρόνια, τῆς ψυχῆς μου τὰ δεινὰ πάθη ἰάσασθαι, ἵνα ὑμνῶ Σε, ἀεὶ εὐλογημένη.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Κατασεισθεὶς τὸ πρότερον, ὁ ναὸς συγκατέχωσεν, ὑπὸ ἀσεβῶν τὰ τῶν Μαρτύρων λείψανα· ἀλλ’ ὁ δοξαζόμενος ἐν τοῖς Ἁγίοις Κύριος, διὰ εὐσεβούντων, ἀπεκάλυψε ταῦτα, εἰς ῥῶσιν ἀσθενούντων, καὶ ψυχῶν σωτηρίαν, τῶν πίστει εὐλογούντων Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῷ παρειμένῳ νέμουσι, τῶν μελῶν τὴν ἀνόρθωσιν, ὡς τὴν εὐφωνίαν τῷ ἀλάλῳ πρότερον· λεπρῷ δὲ τὴν κάθαρσιν, καὶ δαιμονιῶσιν ἴασιν, καὶ τετυφλωμένοις, τὴν ἀνάβλεψιν αὖθις, ἀκέστορες γὰρ θείοι, ἐκ Θεοῦ δεδομένοι, ἐφάνησαν τῇ ποίμνῃ Χριστοῦ εἰς τοὺς αἰῶνας.

Ὁ ἐπιὼν θρασύτερον, τῇ μόνῃ ἐπ’ ὀχήματος, ἄφνω σὺν τῷ ἵππῳ ἀφανὴς ἐγένετο, καὶ τούτου τὴν ἄφυκτον, ὡς ἔβλεψαν ἀπώλειαν, οἱ συστρατιῶται, καὶ ἀλάστορες φόβῳ, ἀπέδρασαν τὴν χάριν, ἀπαγγέλλοντες πᾶσι, τὴν παρὰ τοῦ Κυρίου δοθεῖσαν τοῖς Ἁγίοις.

Τριαδικόν.
Τρισοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς Τρισυποστάτου φύσεως, γεννήτορα ἄναρχον ὁμοφυᾶ τε λόγον Πατρός, καὶ συμβασιλεύον, ὁμοούσιον Πνεῦμα, οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Θαύματος ὑπερφυοῦς.
Τέρατος ὑπερφυοῦς, ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος πάλαι, τὸ γὰρ πῦρ οὐκ ἔφλεξε νέους παῖδας, Χριστοῦ δηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν γέννησιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν, εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Πόλις ἡ τῶν Νικααίων ἐγκαυχᾶτα, τοῖς σπαργάνοις ὑμῶν θεοφόροι, ἡ τοῦ Τιβερίου δὲ τῶν θαυμάτων κατατρυφᾷ, καὶ σεμνύνεται τοῖς ἄθλοις καὶ τοῖς ᾄσμασι· Θεόδωρε θεῖε καὶ Τιμόθεε, θεομάκαρ Εὐσέβιε καὶ Κομάσιε, ἀνυμνολογοῦσα Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾌσμασιν ὁ ἱερὸς ὑμνείσθω Πέτρος, καὶ Θεόδωρος καὶ Ἰωάννης, Νικηφόρος Σέργιος καὶ Βασίλειος καὶ Θωμᾶς, καὶ Χαρίτων Δανιὴλ καὶ Ἱερόθεος, σὺν τούτοις Σωκράτης ὁ πανόλβιος· εὐλογείτω δὲ ἡ κτίσις πᾶσαν τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἴασιν τοῖς εὐσεβῶς προσερχομένοις, ἀπονέμετε παθῶν καὶ νόσων, τυφλοῖς τὴν ἀνάβλεψιν τοῖς ἀλάλοις τε καὶ κωφοῖς, τὸ λαλεῖν τε καὶ ἀκούειν πανσεβάσμιοι· χωλοῖς εὐδρομίαν καὶ ἀνόρθωσιν, παρειμένοις καὶ λύσιν πάσης κακώσεως, τοῖς ὑμνολογοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Νέκρωσον τὰς ἐμπαθεῖς Θεοκυήτωρ, τῆς ἀθλίας μου ψυχῆς κινήσεις, καὶ τὸν νοῦν μου ζώωσον νεκρωθέντα ταῖς ἡδοναῖς, ζωηφόροις ἐνεργείαις τῇ πρεσβείᾳ Σου, ὅπως ὑμνῶ Σε μέλπων Σου· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο.
Τιμόθεον Κομάσιον καὶ Θωμᾶν, καὶ Εὐσέβιον θεῖον καὶ Σέργιον, καὶ Δανιήλ, Σωκράτην καὶ Χαρίτωνα τὸν σοφόν, Βασίλειον καὶ Πέτρον τε, σὺν Ἱεροθέῳ τῷ θαυμαστῷ, δυσί τε Θεοδώροις, τὸν ὄντως Νικηφόρον, σὺν Ἰωάννῃ μακαρίσωμεν.

Ἀκίβδηλον φυλάξαντες τῷ Χριστῷ, τῷ νεφροὺς καὶ καρδίας ἑτάζοντι οἱ Ἱερεῖς, τὴν ἱερωσύνην καὶ καθαράν, οἱ ἀσκηταὶ τὴν νέκρωσιν, τὴν πρὸ τῆς νεκρώσεως τῆς φθορᾶς, πρὸς τέλος καὶ σφραγίδα, χρυσὴν τοῦ μαρτυρίου, τὸ θεῖον τέλος ἐκομίσασθε.

Εἰλήφατε τῶν πόνων τὰς ἀμοιβάς, πεντεκαίδεκα Μάρτυρες ἔνδοξοι τὸ θεουργόν, βλέποντες ἀμέσως κάλλος Χρίστου, ἐξ οὗπερ ἐμφορούμενοι, λάμψατε πλουσίως μαρμαρυγάς, ἡμῖν τοῖς εὐφημοῦσιν, ὑμῶν τὴν θείαν μνήμην, παθῶν τὰ νέφη ἐκδιώκοντες.

Θεοτοκίον.
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν Ἀγαθόν, λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ἕτερος. Μυστήριον ξένον.
Ὁ ἄναρχος Λόγος, Θεός τε καὶ Κύριος, ἐπελεύσει Πνεύματος θείου, τῇ Πατρικῇ εὐδοκίᾳ, ἐν μήτρᾳ ἐσκήνωσας, τῇ Σῇ καὶ τεχθεὶς ἀσπόρως Ἄχραντε, ἡμᾶς ἐκαινούργησε· διό Σε μεγαλύνομεν.

Ἐξαίσιον ξένον, φρικτὸν τὸ τεράστιον, ὁ γὰρ εἰς τὴν ἔνδοξον ἔφιππος, στρατιώτης τολμήσας, ναὸν εἰσελᾶσαι, ὑμῶν αὐτῷ ἵππῳ ἐγεγόνει ἀφανής, τῶν ὁρώντων θαμβουμένων, πάντων Ἅγιοι.

Συνέλθωμεν πάντες, συμφώνως γεραίροντες, τὴν τριπλοπεντάριθμον φάλαγγα, τοῦ Χριστοῦ ἀριστέων, θερμῶς καὶ βοῶντες· αὐτῶν ταῖς πρεσβείαις Ὑπεράγαθε, παθῶν καὶ κινδύνων καὶ πταισμάτων, ἡμᾶς λύτρωσαι.

Ὡς Ἅγιοι τῆς εὐσεβείας, ὑπάρχοντες στύλοι, ἀπερίπτρεπτοι πάσης αἱρετικῶν, γλωσσαλγίας τηρεῖτε τὴν ποίμνην ὑμῶν, ἐκλυτρούμενοι παντοίων πειρασμῶν, καὶ ποικιλῶν ἀναγκῶν ἀειμακάριστοι.

Θεοτοκίον.
Ὡς τράπεζα ζωῆς, τὸν ἄρτον ἐχώρησας, πάντας τὸν ἐκτρέφοντα Κόρη, παντουργικῇ ἐπισκιάσει καὶ τοῦτον θηλάζεις, μαζοῖς ὥσπερ βρέφος ὃν ὑμνοῦντες ὡς Θεόν, Σὲ κυρίως Θεοτόκον καταγγέλλομεν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Τὰ τοῦ φωτὸς δοχεῖα, τὰς φεγγοβόλους ἀστραπάς, Τιμόθεόν τε τὸν μέγαν, σὺν τοῖς δυσὶ Θεοδώροις, καὶ τῇ λοιπῇ δωδεκάδι, ἀνευφημήσωμεν πάντες.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε  θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πολυώνυμον σύνταγμα, πολυποίκιλα βάσανα, Ἀθλητῶν ὑπέμεινε καρτερώτατα, καὶ πρὸς τὸν μόνον Θεὸν ἡμῶν, μετέβη γηθόμενον, μυριάσι νοητῶν, Ἀσωμάτων ἀγάλλεσθε, ὡς τοῦ δράκοντος· τὰς πολλὰς χιλιάδας ἐκνικῆσαν, τῇ ἐνστάσει τῇ βεβαίᾳ, καὶ τῇ τοῦ Πνεύματος χάριτι. (Δίς).

Ὁ περίδοξος Σέργιος, καὶ ὁ μέγας Τιμόθεος, Πέτρος καὶ Κομάσιος Ἰωάννης τε, καὶ σὺν δυσὶ Θεοδώροις τε, Θωμᾶς Ἱερόθεος, Νικηφόρος Δανιήλ, καὶ ὁ θεῖος Βασίλειος, καὶ Σωκράτης τε, ὁ Εὐσέβιος ἅμα καὶ Χαρίτων, σὺν αὐτοῖς μεγαλυνέσθω, τῆς εὐσεβείας οἱ πρόβολοι.

Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, τῆς ἀγάπης ἔνδοξοι τοῦ ποιήσαντος, ὑμᾶς χωρίσαι κατίσχυσε· διὸ ἐκληρώσασθε, Βασιλείαν οὐρανῶν, καὶ τρυφὴν ἀδαπάνητον, καὶ μὴ λήγουσαν, οὐδαμῶς εὐφροσύνην ἀλλ’ αἰτεῖσθε, καὶ ἡμῖν ἀγαθοδότως, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Εὖ δοῦλοι ἀγαθοί, καὶ πιστοὶ ἐργάταις τοῦ ἀμπελῶνος Χριστοῦ· οἱ καὶ τὸ βάρος τῆς ἡμέρας βαστάσαντες, καὶ τὸ δεδομένον τάλαντον αὐξήσαντες, καὶ τοῖς μεθ’ ὑμῶν ἐλθοῦσιν, οὐκ ἐφθονήσατε· διὸ ἤνοικτα πύλη Βασιλείας ὑμῖν, εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, πρεσβεύοντες ὑπὲρ ἡμῶν, θεῖοι πεντεκαίδεκα.

Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τοὺς Ἱερομάρτυρας τοῦ Χριστοῦ, τοὺς πέντε καὶ δέκα, καθαιρέτας τῆς δυσσεβοῦς, πλάνης τῶν εἰδώλων, καὶ τοῦ Παραβάτου, δοξολογοῦντες ἀνυμνήσωμεν.

Ὑμνείσθω Τιμόθεός τε σεπτῶς, Κομάσιος ἅμα, καὶ Εὐσέβιος καὶ Θωμᾶς, Δανιὴλ Χαρίτων, σὺν τῷ Ἱεροθέῳ, ὡς τῷ Χριστῷ συστρατευσάμενοι.

Ὑμνείσθωσαν ἔτι πανευλαβῶς, Πέτρος καὶ Σωκράτης, καὶ Θεόδωροι οἱ σεπτοί, σὺν τῷ Βασιλείῳ, Σεργίῳ Νικηφόρῳ, καὶ Ἰωάννη οἱ θεόφρονες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου