Σάββατο 20 Ιουνίου 2015

Ὁσίου ΝΙΚΗΦΟΡΟΥ τοῦ Λεπροῦ.



Ἀκολουθία Ὁσίου ΝΙΚΗΦΟΡΟΥ τοῦ Λεπροῦ.
τοῦ ἐν Χίῳ ἐπ᾿ ἐσχάτων τῇ καρτερίᾳ ἀθλήσαντος καὶ ἐν ἀσκήσει διαπρέψαντος. 
Ψαλλομένη τῇ 4η Ιανουαρίου 
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τοῦ Ἀνθίμου ταῖς ῥήσεσι, τοῦ ἐν Χίῳ ὑπήκουσας, Νικηφόρε πάντιμε, καὶ ἐβάδισας, τῶν μοναζόντων τοῖς ἴχνεσιν, νηστείαν γὰρ ἔστερξας, ἀγρυπνίαν σιωπήν, καὶ εὐχὴν ἀδιάλειπτον· μὴ φεισάμενος, τοῦ λεπρῶντος σαρκίου σου στεῤῥόφρον, ἀλλ᾿ ἀσκήσει ἀπειργάσω, τοῦτο χιόνος λευκότερον.

Ἀλγηδόνας ἐν σώματι, ἐκ τῆς λέπρας ὑπέμεινας, ὡς Ἰὼβ γηθόμενος, καρτερόψυχε· εἶτα ὀμμάτων σου πήρωσιν, μελῶν τε παράλυσιν, Νικηφόρε ἀλλ᾿ ἀρθείς, μετεώρως ὡς εἶδέ σε ὁ Εὐμένιος, ὁ σεπτὸς μαθητής σου ὡς ὁ Παῦλος, κάλλη θεῖα ἐποπτεύσω, ὧν νῦν τρυφὰς ἀγαλλόμενος.

Τῶν χαρίτων κειμήλιον, Νικηφόρε σὲ ἔγνωμεν, θησαυρὸν πολύτιμον, μαργαρίτην τε· τῆς Ἐκκλησίας καὶ στήριγμα, διδάσκαλον ἔμπειρον, ἀενάου προσευχῆς, θλιβομένων παρήγορον· ταπεινώσεως, ἀκτησίας τε τύπον εὐωδίας, μυριπνόου σὲ ταμεῖον, κρήνην θαυμάτων ἀείῤῥουν τε.

Χριστωνύμων πληρώματα, ἑορτὴν νῦν χαρμόσυνον, συγκροτοῦντες ᾄσμασιν, δεῦτε στέψωμεν· τὸν Νικηφόρον τὸν μάκαρα, τὸν ἄρτι τελέσαντα, λέπρας τρῖβον τὴν στενήν, καὶ τὴν κλῆσιν τοῖς πράγμασι· δικαιώσαντα, ὡς νικήσαντα κράτος τοῦ δολίου, καρτερίᾳ ἀνενδότῳ, τῶν ἀλγεινῶν καὶ τῶν θλίψεων.
Δόξα. Ἦχος α΄.
Τὸν καλλίνικον στεφανίτην, τῆς οὐρανίου στρατολογίας, δεῦτε νικητικῶς πάντες καταστέψωμεν. Νικηφόρον τὸν λεπρόν, ἀγογγύστως τὸν βαστάντα τὸν σταυρόν, τῆς πανωδύνου ἀσθενείας.Ὑπομονῇ οὖν μακρᾷ δοκιμασθείς, ὑπὲρ χρυσίου τοῦ προσκαίρου λάμπει, καὶ τὸ διάδημα τοῦ κάλλους ἐδέξατο, ἐκ τῆς χειρὸς Κυρίου. Αὐτοῦ τὰς ἀριστείας ἀναμέλψωμεν, ἵνα κτησώμεθα πρέσβυν τοῦτον πρὸς Θεὸν τὸν παντοδύναμον, τοῦ δοῦναι πᾶσι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Τῶν ὑδάτων πᾶσα ἡ φύσις, ἀγάλλου νῦν φαιδρῶς καὶ σκίρτησον, καὶ σὺ Ἰορδάνη ποταμέ, τὰ ῥεῖθρά σου ἐν μεγαλωσύνῃ προετοίμασον. Ἰδοὺ γὰρ ἐπὶ σέ, ἔρχεται τοῦ βαπτισθῆναι θελήματι, ὁ μέγας Βασιλεύς, καὶ τῶν Ἁγίων Ἅγιος Θεός, ἵνα σώσῃ καὶ ἁγιάσῃ, τοὺς προσκυνοῦντας Αὐτόν, καὶ ἐν πίστει βοῶντας· ὁ τῶν θαυμασίων Θεός, δόξα σοι.

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ. Ἦχος β΄. Οἶκος τοῦ᾿Ἐφραθᾶ.
Ἔαρ ὡς θαυμαστόν, παθῶν ἐν τῷ χειμῶνι, ὁ θεῖος Νικηφόρος, ἀνέτειλε καὶ θάλψιν, μηνύει τὴν οὐράνιον

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Λέπραν τῆς σῆς σαρκός, βαστάσας Νικηφόρε, ὡς ὁ Ἰὼβ γενναίως, σὺν τούτῳ ἡ ψυχή σου, Θεοῦ τῷ θρόνῳ ἵσταται.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κρήτη ἐν σοὶ σκιρτᾷ, καὶ Χῖος ἐπαγάλλει, σῇ μνήμῃ Νικηφόρε, τῶν οὐρανῶν δὲ πᾶσαι, δυνάμεις συγχορεύουσιν.
Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Μονὰς ἡ Τρισαγία, νῦν ἐκ πιστῶν προσδέχου, τὸν ὕμνον τὸν τρισάγιον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τέρπου ὦ Βαπτιστά, θεόφρον Ἰωάννη, ἰδοὺ γὰρ ὁ Δεσπότης, ἐκ σοῦ τοῦ βαπτισθῆναι, ἐν Ἰορδάνῃ ἔρχεται.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι, ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος, χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἀκόλουθα.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὡς ἔαρ χειμῶνος ἐν καιρῷ, Νικηφόρου σήμερον, λεπροῦ ἡ μνήμη ἀνέτειλε· κρυμὸν σκεδάζουσα, τῶν παθῶν καὶ θάλψιν, ταῖς ψυχαῖς παρέχουσα, καὶ θείαν ἀληθῶς ἀγαλλίασιν, τῆς γῆς τὸ πρόσωπον, ὑπερκάλλως ὡραΐζουσα, λαμπηδόσι πολιτείας κρείττονος.

Τῆς λέπρας ἀθλήσας τῷ πυρί, Νικηφόρε πάντιμε, ὑπὲρ χρυσίου διέλαμψας· Χριστοῦ τὸ ἄῤῥητον, ὑπεμφαίνων κάλλος, καὶ Αὐτοῦ γενόμενος, λαμπὰς ἐπάνω ὅρους ἐκχέουσα, τὸ φῶς τὸ ἄδυτον, καὶ τῇ θείᾳ ἱλαρότητι, δαδουχοῦσα τῶν πιστῶν τὸ πλήρωμα.

Κρήτη ἀγάλλου σὸν υἱόν, Νικηφόρον βλέπουσα, λευχειμονοῦντα καὶ στέφανον· τῆς δόξης φέροντα· τῇ χωνείᾳ λέπρας, χαλκευθεὶς γὰρ ἔμεινε, ἀδάμαντος γεώδους στεῤῥότερος, καὶ νῦν τὸν ἄφθαρτον, διανέμει πλοῦτον ἅπασι, τοῖς τοὺς ἄθλους αὐτοῦ μακαρίζουσιν.
Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ ἐξαισίου θαύματος! Ἐν τῇ λεπρώσῃ σαρκί, Νικηφόρος ὁ πάντιμος, Ἀγγέλων ἐπέφθασε, καθαρότητα ἄμετρον· καθυπομείνας ἄλγη ἐπώδυνα· ἐν εὐφροσύνη νῦν ἐπαγάλλεται. Τούτου δεήσεσιν, ἱεραῖς Φιλάνθρωπε, τῆς χαρμονῆς, τῆς ἐπουρανίου σου, ἡμᾶς ἀξίωσον.

Χαίροις Νικηφόρε πάνσεπτε! Ὑπομονῆς ὁ κανών, καρτερίας ὑπόδειγμα, τελείας ἀσκήσεως, χαρακτὴρ θεοτύπωτος· τῆς ἐγκρατείας φίλος ἐράσμιος· ἀκτημοσύνης μέγας διδάσκαλος· ὕψος εἰς ἄῤῥητον, ἐν σαρκὶ αἰρόμενος, τοῦ οὐρανοῦ, εἶδες τὰ θαυμάσια, ὡς Παῦλος πρότερον.
Πύκτα εὐσεβείας ἄριστε, τοῦ πολυάθλου Ἰώβ, μιμητὰ προθυμότατε, Λαζάρου τοῦ πένητος, ἐν πληγαῖς ἰσοστάσιε· ἐν τῇ καμίνῳ λέπρας ὡς πρότερον· παῖδες οἱ θεῖοι ἐστης ἀνάλωτος· Χαίρων τε ἔμελπες, Νικηφόρε ὄνομα, τὸ τοῦ Θεοῦ, ὃν ὑπὲρ τῶν φίλων σοῦ, ἀεὶ δυσώπησον.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς εὐσεβείας τὸν ἐραστήν, τὸν τῆς καλῆς ἀθλήσεως πύκτην, ὑπομονῆς τὸ κεφάλαιον, Νικηφόρον τὸν σεβάσμιον, δεῦτε συμφώνως τιμήσωμεν. Οὗτος γὰρ διελθών, διὰ πυρὸς καὶ ὕδατος, τῆς πανωδύνου λέπρας, ἐξῆλθεν εἰς ἀναψυχὴν εὐφρόσυνον. Καὶ τῇ χωνείᾳ τῶν θλίψεων χαλκευθείς, ὑπὲρ χρυσίου διαλάμπει, πάντων ταῖς ψυχαῖς παρέχων, χαρμονὴν τὴν σωτήριον.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Δεῦτε σήμερον πιστοί, ὡς δοῦλοι τοῦ πάντων Θεοῦ καὶ Βασιλέως, φαιδρῶς προεορτάσωμεν, γηθόμενοι τῷ πνεύματι. Καὶ τῆς καρδίας τὰ ὄμματα, πρὸς Ἰορδάνην ποταμὸν εὐσεβῶς ἄρωμεν, ὅπως ἴδωμεν τόν Ἰωάννην, ὡς δοῦλον ὑπηκόως πορευόμενον τοῦ βαπτίσαι τῇ χειρί, τὸν μόνον ἀναμάρτητον. Τούτῳ βοῶντες εἴπωμεν· μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ πάντων Βαπτιστά, ὅπως τῷ Κυρίῳ εὐπειθῶς δουλεύοντες, μισθὸν κομισώμεθα παρ’ Αὐτοῦ, τὴν ἀνεκλάλητον χαράν, εἰς τὸν νυμφῶνα τὸν οὐράνιον.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τοῦ Χριστοῦ τὸν ἀγαθὸν καὶ πιστότατον δοῦλον, Νικηφόρον τὸν μακάριον, δεῦτε πάντες ἐν ᾠδαῖς μακαρίσωμεν. Τὸ γὰρ τάλαντον αὐτοῦ, φιλοπόνως ἐργασάμενος, ἐν καρτερία ἀρίστῃ, καὶ θαυμαστῇ ὑπομονῇ, εἰς ἑκατὸν ἐπηύξησεν. Ὅθεν καὶ εἰσελθών, εἰς νυμφῶνα τῆς δόξης, πρεσβεύει σὺν δικαίοις πᾶσι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ἀστέρα τὸν πάμφωτον, τὸν ἐκ Κρήτης ἄρτι ἀνατείλαντα, καὶ πᾶσαν τὴν κτίσιν, φωτὶ αὐτοῦ καινοπρεπεστάτῳ αὐγάσαντα, δεῦτε φωτωνύμοις ᾠδαῖς μεγαλύνωμεν. Νικηφόρον τὸν θεόφρονα, χαίροις αὐτῷ λέγοντες, υἱὲ ἡμέρας ἀγλαόφωτε, ὁ τὴν κλῆσίν σου δικαιώσας ταῖς πράξεσιν, ὡς νικήσας τῆς σαρκὸς τὸ φρόνημα, καὶ στεφθεὶς τῷ τῆς δόξης διαδήματι. Δόξαν δὸς καὶ ἡμᾶς εὑρεῖν, τὴν εἰς τοὺς αἰῶνας διαμένουσαν.
Ἦχος γ΄.
Σχῆμα τὸ ἰσάγγελον, τῶν Μοναζόντων ἐτίμησας καλῶς, Νικηφόρε θεοτίμητε τῶν Ἀγγέλων Ἰσοστάσιε. Ἀγρυπνίαις γὰρ πολλαῖς, νηστείαις καὶ προσευχαῖς, τὴν λεπρῶσαν σάρκα σου νεκρώσας, εἰς οὐρανοὺς ἦρας εὐπειθῶς, τῆς σῆς ψυχῆς τὰ ὄμματα· ἔνθα σώματι ἀρθείς, Θεὸν ἐνοπτρίσω καὶ τὰ ἐκεῖ κάλλη ἐθεάσω τὰ ἀθέατα. Πρέσβευε σὺν Ἀγγέλοις ἐκτενῶς, τῶν χαμαιζήλων παθῶν ἡμᾶς χωρισθῆναι, ἵνα Θεῷ ἀρέσαι ἀξιωθῶμεν, τῷ βραβεύοντι τοῖς φίλοις Αὐτοῦ, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Τὸν θησαυρὸν τὸν μὴ φθειρόμενον, εὗρες ἐν οὐρανοῖς Νικηφόρε πανόλβιε· καὶ γὰρ ἠγάπας τὴν πτωχείαν, ὑπὲρ χρυσίον καὶ ἀργύριον, ἀκτημοσύνην ἠρετίσω καὶ ὑπακοὴν ὡσαύτως, ὑπὲρ πᾶσαν πολυτέλειαν. Τύπος δὲ ἐγένου πραότητος, τῆς εἰρήνης ἐραστής, ἀοργησίας φίλος καὶ διδάσκαλος καὶ πάσης ταπεινώσεως ἐργάτης δόκιμος. Ταύτας καὶ ἡμᾶς ἐργάζεσθαι ἀξίωσον, ἐν καθαρῷ συνειδότι, ἵνα πλουσίας χάριτος τὰς δωρεᾶς, παρὰ Θεοῦ κομισώμεθα.
Δόξα. Ἦχος πλ. α΄.
Ἡ μεγαλονῆσος Κρήτη, οἷα μήτηρ σου ἱερά, καυχᾶται τῇ σεπτῇ σου ἑορτῇ, Νικηφόρε μεγαλώνυμε. Χῖος δὲ μέγα σεμνύνεται, ὅτι ἐν ταύτῃ ἐγκαρτερήσας, ἆθλα μεγάλα ἐπέγραψας τῆς ὑπομονῆς, καὶ τὰς ἀριστείας κατώρθωσας τὰς λαμπράς. Θεὸν ἐδόξασας τὸν θαυμαστὸν ἐν Ἁγίοις, τὸν σὲ ἀντιδοξάσαντα ἐν θαύμασι πολλοῖς, καὶ δείξαντα σὲ τοῦ Πνεύματος δοχεῖον, καὶ τῶν λειψάνων σου τὴν θήκην κρήνην οὐρανίου εὐωδίας τοῖς πιστοῖς πολύῤῥυτον. Αὐτὴν προσκυνοῦντες εὐλαβῶς, χάριν κομιζόμεθα ζωῆς, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Αἱ τῶν Ἀσωμάτων Ἀγγέλων τάξεις, δοξολογίαις ἱεραῖς αἰνοῦσι, τὸ τοῦ Δεσπότου Χριστοῦ, μέγα καὶ φρικτὸν ἐπὶ τῆς γῆς μυστήριον. Ὁ γὰρ τούτου Πρόδρομος Ἰωάννης, ὁ τῆς ἐρήμου θεοπρόβλητος κῆρυξ, καὶ τῆς οἰκουμένης λύχνος φωτεινός, ὁ τοῖς Ἀγγέλοις τῇ πολιτείᾳ ἰσότιμος, μέλλει τῇ πηλίνῃ αὐτοῦ χειρί, βαπτίσαι ἐν ποταμῷ τὸ πῦρ τῆς Θεότητος. Ὅθεν τῶν ναμάτων τῆς δροσοβόλου χάριτος, ὡς κοινωνοῦντες οἱ πιστοί, βοήσωμεν σὺν Ἀγγέλοις, καθαρωτάτοις χείλεσι ψυχῆς, ὕμνον τὸν τρισάγιον, εἰς τοὺς αἰῶνας σὺν αὐτοῖς ἀγαλλιώμενοι.

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ ὑπηρέτης Χριστοῦ, Σιὼν τῆς θείας μαργαρίτης πολύτιμος, ὁ τύπος τῆς ἐγκρατείας, ἀδιαλείπτου εὐχῆς, θησαυρὸς ὁ μέγας, καὶ διδάσκαλος· χαρίτων ὁ πλήρης, τῆς διοράσεως ἔσοπτρον, ἀκτημοσύνης, τῆς τελείας ὑπόδειγμα, ταπεινώσεως, τῆς βαθείας ἀνάβασις· λόγοις παρηγορίας σου, ὁ στέργων τοὺς κάμνοντας, τοῦ Παρακλήτου ὁ νέμων, τὴν εὐωδίαν τὴν ἄῤῥητον, σεπτὲ Νικηφόρε, τῶν λεπρῶν ἡ εὐκοσμία, καὶ σέλας ἄδυτον.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Λέπραν τῆς σῆς σαρκὸς ὡς Ἰώβ, γενναιοφρόνως Νικηφόρε ἐβάστασας, καρδίᾳ καθαρωτάτῃ, εὐχαριστῶν τῷ Θεῷ, καὶ ὁδεύων τρῖβον, τὴν σωτήριον· Ἀγγέλων τὸ σχῆμα, ὁ νουνεχῶς ἐνδυσάμενος, καθυπακούσας, τοῦ Ἀνθίμου διδάγμασι, καὶ ἀσκήσεως, θεῖος στῦλος γενόμενος· πύκτης ὁ ἐμπειρότατος, τῆς ἄνω ἀθλήσεως, τῆς καρτερίας ὁ ἄκμων, ὑπομονῆς τὸ ἐκσφράγισμα, ἀστὴρ ὁ ἐκφαίνων, τοῖς ἐν σκότει καθημένοις, Θεοῦ λαμπρότητα.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Κρήτη περιχαρῶς νῦν σκιρτᾷ, ὡς λαμπροφόρον σὲ υἱὸν ἀναδείξασα, καὶ νέαθλον στεφανίτην, ὦ Νικηφόρε λεπρέ, τῆς χιόνος πλέον, καθαρώτερε· ἡ πόλις συνάμα, τοῦ Ἀλεξάνδρου σεμνύνεται, καὶ νῆσος Χῖος, εὐκλεῶς ἐπαγάλλεται, ἥν ηὐλόγησας, τοῖς τιμίοις ἱδρῶσί σου. Ἄστυ τῶν Ἀθηναίων δέ, κλεινὸν συνευφραίνεται, ἐν ᾧ τῆς πίστεως δρόμον, ἐν καρτερία τετέλεκας, Ἐδὲμ δὲ συγχαίρει, ἧς ἐν κόλποις σου τὸ πνεῦμα, ἀεὶ αὐλίζεται.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν οὐρανομήκη κλίμακα, τῶν θείων ἀρετῶν ἀναβέβηκας, Νικηφόρε οὐρανόφρον, χειραγωγούμενος καλῶς, ταῖς θεοσοφοῖς νουθεσίαις, τοῦ μεγάλου διδασκάλου σου Ἀνθίμου. Ὃς ἐν ἄθλοις ὁσιότητος, τὴν νῆσον Χῖον ἐν ὑστέροις χρόνοις ἡγίασεν, καὶ θαυμασίοις ἱεροίς, τὴν Ἐκκλησίαν πᾶσαν ἑξαισίως κατελάμπρυνεν. Σὺν τούτῳ Θεὸν ἱκέτευε, τοῦ ἀξιώσαι καὶ ἡμᾶς τῆς θείας λαμπρότητος, ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, ὡς Πατὴρ ἀπειροεύσπλαγχνος.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἡ περιλάλητος χορός, τῶν Προφητῶν ἁπάντων, δεῦρο ἐν μεγαλωσύνῃ πάσῃ, τῆς ἐνθέου χαρᾶς βλέψον τὴν τελείωσιν. Ἡ γὰρ ὑπέρτιμος σφραγίς σου, τῆς διαθήκης τὸ πλήρωμα, Ἰωάννης τῶν γηγενῶν ὁ πλέον μείζων, ἐν ὕδασι τοῦ Ἰορδάνου ἔρχεται, τήν του Πατρὸς βουλὴν διακονῆσαι, Υἱὸν τὸν σαρκωθέντα βαπτίσαι, Πνεύματος δὲ ἰδεῖν τὴν παρουσίαν. Τῇ Τριάδι οὖν πρέσβευε ἐκτενῶς, τοῦ φωτίσαι καὶ ἡμῶν, τὸ τῆς ψυχῆς τριμερὲς ἐν χάριτι, ἵνα υἱοὶ φωτὸς γενόμενοι, Θεὸν δοξολογῶμεν τὸν μόνον ἀθάνατον.

ΑΠΟΛΥΤΙΚΙΟΝ. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι, ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος, χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Σκιρτάτω εὐσεβῶν, ἡ ὁμήγυρις πᾶσα, ἐν χείλεσιν ἁγνοῖς, περιέπουσα ὕμνοις, λεπρῶν τὸ ἐγκαλλώπισμα, Νικηφόρον τὸν πάνσεπτον· ὃς ἐβάδισεν, ὁδὸν τῶν θλίψεων χαίρων· καὶ ὑπέδειξε, τῆς ταπεινώσεως πᾶσι, τὸ μέτρον τὸ ἄριστον.
Δόξα. Ὅμοιον.
Τῆς Κρήτης ἡ λαμπρά, μεγαλονῆσος δεῦρο, εὐφραίνου τὸν λεπρόν, Νικηφόρον ὁρῶσα, στολὴν τὴν ἀπαστράπτουσαν, τῆς ψυχῆς περικείμενον· καὶ τὸ ἄφθαρτον, τῆς δόξης στέφος φοροῦντα· σὺν Ἀγγέλοις δέ, ἐν τῷ Φωτὶ κατοικοῦντα, εἰς θεῖα σκηνώματα.
Καὶ νῦν. Ὅμοιον. Προεόρτιον.
Ἀγάλλου ποταμέ, Ἰορδάνη καὶ σκίρτα, ἰδοὺ γὰρ ἐπὶ σέ, ὁ Δεσπότης τῶν ὅλων, σαρκὶ νῦν παραγίνεται, ἐκ χειρὸς ἥν διέπλασεν· ἀναδέξασθαι, τὸν Βαπτισμὸν ἑκουσίως· ἵνα ῥύσηται, ἐκ τῆς χειρὸς τοῦ δολίου, τὸ γένος τὸ βρότειον.

Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῖς ἐνθέοις σοῦ ἄθλοις σεπτῶς ἐκόσμησας, τὴν νῆσον Χῖον παμμάκαρ ἐγκαρτερήσας λεπρῶν, τῇ ἐγκλείστρᾳ τοῦ Χριστοῦ τὸ θεῖον ὄνομα· στέργων ἐξ ὅλης σου ψυχῆς, διδαχθεὶς τὰ ὑπὲρ νοῦν, Ἀνθίμου ὑψηγορίαις, καὶ γενόμενος Νικηφόρε, ἐν τῇ ἀσκήσει μέγας λύχνος Χριστοῦ.
Δόξα. Ὅμοιον.
Τοῦ Ἰὼβ ἐμιμήσω τὸ καρτερόψυχον, ἐν καταιγίσι τοῦ βίου καὶ πολυτρόποις δεινοῖς, Νικηφόρε ἐκ παιδὸς γὰρ καθυπέμεινας· πόνους λεπρώσῃ σου σαρκί, τῶν ὀμμάτων σκοτασμόν, καὶ πάρεσιν τῶν μελῶν σου, νῦν δὲ χορεύεις σὺν Ἀγγέλοις, περὶ τὸν Θρόνον τοῦ Δεσπότου Χριστοῦ.
Καὶ νῦν. Ὅμοιον. Προεόρτιον.
Ἰορδάνου τὰ ῥεῖθρα προευπρεπίσθητε, καὶ γὰρ ὑμῖν προσεγγίζει ὁ Βασιλεὺς τοῦ παντός, ἀπολαύσασθαι σαρκί, ἵνα ἐνδύσηται δόξης χιτῶνα τοὺς βροτούς, καὶ οἰκείους τῷ Πατρί, καὶ φίλους αὐτοῦ ποιήσῃ, κληρονόμους τε Βασιλείας, καὶ δαιτυμόνας τῆς Τραπέζης αὐτοῦ.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καρτερίας ἀθλητά, στεῤῥῶν ἀγώνων ἀριστεῦ, ὁ ἐν λέπρας τῇ φλογί, ὥσπερ οἱ Παῖδες πειρασθείς, καὶ τῇ ψυχῇ σου ἀνάλωτος διαμείνας, ταύτην δὲ φωτὸς ἐργασάμενος, πλέον καθαρὰν ἀπαστράπτουσαν· Τριαδικὴς Θεότητος τὴν αἴγλην, ὦ Νικηφόρε σεβάσμιε· Θεὸν δυσώπει, πάντας κηλίδων, ψυχικῶν ἀποπλύναι.
Δόξα. Ὅμοιον.
Ἀγρυπνίας ἐραστήν, τῆς θεωρίας στοχαστήν, τὸν ἐργάτην τὸν πιστόν, ἀδιαλείπτου προσευχῆς, ἀκτημοσύνης ἀκίβδηλον χαρακτῆρα, πύκτην ἱκανόν, τῆς ἀσκήσεως, δείκτην ἀπλανῆ ταπεινώσεως· ὑπακοῆς κειμήλιον τὸ ἔμπνουν, τὸν Νικηφόρον τιμήσωμεν· τῆς δόξης πλούτῳ, ὃν ὁ Δεσπότης, ἐπαξίως κατέστεψεν.
Καὶ νῦν. Ὅμοιον. Προεόρτιον.
Ἀσωμάτων λειτουργῶν, οἱ ἐπουράνιοι χοροί, νῦν ἐξίστανται Θεόν, καὶ Βασιλέα τοῦ παντός, ἐν Ἰορδάνῃ ἐγγίζοντα καθορῶσαι, Κήρυκα Αὐτοῦ δὲ προάγγελον, Θεῖον Βαπτιστὴν πορευόμενον· τὸ φοβερὸν Μυστήριον τελέσαι, καὶ καταδεῖξαι τοῖς ἔθνεσι· Θεοῦ τὴν ἄκραν φιλανθρωπίαν, τοῦ σαρκὶ κενωθέντος.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὢν ἀνταπέδωκεν ἡμῖν;
Πᾶσα πνοή. Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν´  Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β´.
Στίχος: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός...
Χριστοῦ τῆς Ἐκκλησίας, τὸν ἡγιασμένον λύχνον, τὸν ἐπάνω ὄρους κείμενον, καὶ φέγγει τῶν ἀρετῶν, πᾶσι τοῖς πέρασιν ἀπαστράπτοντα, Νικηφόρον τὸν λεπρὸν ἐγκωμιάσωμεν. Ἐν ἐλαίῳ γὰρ ὑπομονῆς, τῆς ψυχῆς τὴν λαμπάδα ἐνέπλησε, καὶ ἕτοιμος γενόμενος, εἰσῆλθε σὺν φρονίμοις παρθένοις, εἰς τὴν χαρὰν τοῦ Κυρίου, Αὐτοῦ δοξολογῶν τὸ πανάγιον ὄνομα.

Οἱ Κανόνες: Τοῦ Μηναίου ὁ Προεόρτιος.
Τοῦ Ὁσίου. Ὁμόηχος, οὗ ἡ ἀκροστιχίς: «Νικηφόρον λεπρὸν ἐγκωμιάζω. Ἰσιδώρας».
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Νικητικαῖς ἀγλαΐαις καταστεφθείς, Νικηφόρε πάνσεπτε, τὴν λεπρῶσαν μου ψυχήν, καθαραῖς σοῦ λάμπρυνον εὐχαῖς, τοῦ ἐξαίρειν τὰ πολλὰ σου προτερήματα.
Ἰαματόβρυτον χάριν παρὰ Θεοῦ, δαψιλῶς ἐπλούτησας, Νικηφόρε ἱερέ, ὡς βαστάσας λέπρας ἀλγεινῆς, πολυχρόνιον αὐχμὸν ἀειμακάριστε.

Κεκοσμημένος τῷ κάλλει τῶν ἀρετῶν, καὶ χρυσοῦ λαμπρότερον, ἀπαστράπτων τοῖς ἐν γῇ, φωτεινῶν ἀκτίνων σου αὐγαῖς, Νικηφόρε τὴν καρδίαν μου ἱλάρυνον.
Θεοτοκίον.
Ἡ τοῦ Ὑψίστου ἀρχαία Κόρη βουλή, ἐν σοί πέρας εἴληφε, Μαριὰμ παναληθῶς, ὡς τεκοῦσα ἄναρχον Θεόν, ἐπανάγοντα βροτοὺς εἰς τὸν παράδεισον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Φωνὴν ἐβόας τῷ Θεῷ, ὡς Ἰὼβ Νικηφόρε, τὴν Αὐτοῦ εὐσπλαγχνίαν, ἐκ βαθέων εὐλογῶν, ὅτι ἐν λέπρας πυρί, τὴν ψυχήν σου θείως ἀπεκάθηρεν.

Ὁδὸν διέδραμες μακράν, Κρήτης ἐκ νήσου μάκαρ, Ἀλεξάνδρου εἰς πόλιν, ἀφικόμενος σπουδῇ, καὶ τὰς ἀνάγκας τοῦ ζῆν, Νικηφόρε τέχνη ποριζόμενος.

Ῥαβδίον φίλτρου θεϊκοῦ, ἔχων ὡς βακτηρίαν, ὀρφανίας διέβης, στενωτάτην ἀτραπόν, τῷ Οὐρανίῳ Πατρί, σὴν ἐλπίδα Νικηφόρε θέμενος.
Θεοτοκίον.
Οὐδόλως ἔφθειρε τὴν σήν, μήτραν Θεὸς Παρθένε, ἐνοικήσας ἐν ταύτῃ, καὶ ἀφράστως σαρκωθείς, ὅπως θανάτου φθορᾶς, ἀπαλλάξῃ γένος τὸ ἀνθρώπινον.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς πτώχειας τὸν πλοῦτον ἐνστερνισθείς, εὐθυπόρως διέβης τρῖβον στενήν, τῆς θείας τελειώσεως, Νικηφόρε μακάριε· ἐν γὰρ ὁσίοις τρόποις, καλῶς ἐνδιέπρεψας· καὶ μοναστῶν ἐκόσμησας, τὰ θεία συστήματα· πόνους ὑπομείνας, ἀλγεινῆς ἀσθενείας, τὴν λέπραν τοῦ σώματος, ὀφθαλμῶν τε τὴν ἄμβλυνσιν, καὶ μελῶν σου παραλύσιν. Κύριον δοξάζων ἀεί, τὸν σὲ πλουτήσαντα θείοις χαρίσμασιν· καὶ σὲ δείξαντα σκεῦος, εὐωδίας τοῦ Πνεύματος.
Δόξα. Ὅμοιον.
Τοῦ Ἀνθίμου ὑπείκων ταῖς διδαχαῖς, τοῦ ἐν Χίῳ διέλαμψας εὐπρεπῶς, νηστείαις καὶ δεήσεσι, προσευχαῖς ἀγρυπνίαις τε· καὶ ἀνεδείχθης κόσμῳ, ὡς στῦλος ὑπέρφωτος· ὡς Μωϋσῆς τὸ πρότερον, δεικνύνων τοῖς πέρασιν· Πόλιν τὴν ἁγίαν, προσευχῆς ἀενάου, διδάσκων ἐν λόγοις σου, Νικηφόρε καὶ πράξεσι, ἀγαθῶν τὴν ἀκρότητα· ὕψη εἰς τὰ θεῖα ἀρθείς, ὡς ὁ οὐράνιος Παῦλος ἐν σώματι· μεθ’ οὗ πρέσβευε Πάτερ, τοῦ σωθῆναι τοὺς δούλους σου.
Καὶ νῦν. προεόρτιον.
Ἰορδάνου νῦν πᾶσαι αἱ προχοαί, εὐφροσύνως σκιρτήσατε ἐν χαρᾷ, ἰδοὺ γὰρ νῦν πορεύεται, πρὸς ὑμᾶς ὁ Θεάνθρωπος· τοῦ βαπτισθῆναι θέλων, χερσὶν οἷς διέπλασε· καὶ ἐμπιπλᾷν τὰ σύμπαντα, αὐτοῦ τῆς χρηστότητος· πᾶσα δὲ συμφώνως, τῶν ὑδάτων ἡ φύσις, ἀγάλλου καὶ χόρευε, τῶν ναμάτων μετέχουσα, τῆς Αὐτοῦ καθαρότητος. Ὕψωσον Χριστῷ δὲ φωνήν, καὶ τὴν ἀμέτρητον χάριν μεγάλυνον· τοῦ ποιήσαντος πάντα, εἰς τὸ σώσαι τὸν ἄνθρωπον.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Νηστείαις ἤνυσας, ζωῆς τὸ στάδιον· ἀγρυπνίαις παννύχοις καὶ προσευχαῖς, Ἄγγελος ἐπίγειος, μετὰ σαρκὸς πολιτευθείς, Νικηφόρε ἀξιάγαστε.

Ἰατρείαν ἔνειμας, Θεῷ ἐν πνεύματι· ταπεινώσεως μάκαρ καὶ συντριβῆς, χαίρων ὅθεν εἴληφας, ὦ Νικηφόρε παρ’ Αὐτοῦ, τὴν ἀκήρατον ἀπόλαυσιν.

Ἐν Χίῳ ἔζησας, λεπρῶν οἰκήματι καὶ μοναστῶν ἐνεδύσω σχῆμα σεπτόν, ὅπερ κατετίμησας, ἐν τῇ ἀσκήσει σου καλῶς, Νικηφόρε πανσεβάσμιε.
Θεοτοκίον.
Πατρὸς βουλήματι, Υἱὸν γεγένηκας, Παναγία Παρθένε δίχα σπορᾶς, Πνεῦμα γὰρ τὸ Ἅγιον, ἐν τῇ γαστρί σου κατελθόν, Θεοτόκον σὲ εἰργάσατο.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Ῥημάτων θείου μυσταγωγοῦ, ἤκουες Ἀνθίμου τοῦ σοφοῦ, τρῖβον διδάσκοντος βαίνειν σε, εἰς εὐθεῖαν τρόποις χρηστοῖς, ἀρέσκειν Θεῷ, ὃν πόθῳ Νικηφόρε, κατεμεγάλυνας.

Ὀμμάτων πήρωσιν τῶν φθαρτῶν, ἔφερες δοξάζων τὸν Θεόν, φῶς καθορῶν τε Θαβώριον, Νικηφόρε λύχνε Χριστοῦ, ὁ φαίνων ἐν γῇ, τὸ φῶς Εὐαγγελίου, τὸ ἱλαρώτατον.

Νεώσας ἄρουραν σῆς ψυχῆς, πίστεως ἀρότρῳ ἱερῷ, στάχυν ἀπέδωκας πλούσιον, τὰς καρδίας πάντων πιστῶν, στηρίζοντα νῦν, τῶν πόθῳ Νικηφόρε, ὑμνολογούντων σε.
Θεοτοκίον.
Εἰρήνης τέξασα τὴν πηγήν, Δέσποινα Παρθένε Μαριάμ, πάντα τὰ ἔθνη κατήλλαξας, τῷ Δεσπότῃ πάντων Θεῷ καὶ Τούτου βουλή, τὰ πρῴην διεστῶτα, εἰς ἕν συνήγαγες.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Γαλήνης ἐπέγνωκας, Νικηφόρε τὴν πηγήν, καὶ ὡς διψῶσα ἔλαφος, ἀδιστάκτως προσέδραμες τοῦ πιεῖν, τὸ νᾶμα· τὴν δίψαν σου τῆς ψυχῆς, καταπαῦον ἀληθέστατα.

Κοσμήσας τοῖς τρόποις σου, τὴν χορείαν τῶν λεπρῶν, ἐν ἀρεταῖς διέπρεψας, Νικηφόρε τοῖς πέρασι τηλαυγῶς, ἐκλάμπων· καὶ πρόσωπον τὸ τῆς γῆς, πανιέρως καθωράϊσας.

Ὡράθης μετάρσιος, ἐν δεήσεως καιρῷ, σῷ μαθητῇ θεόληπτε, Εὐμενίῳ ἐγγίσαντί σοι νυκτός, ἐν ὥρᾳ· καὶ ἔβλεψας, οὐρανοῦ Νικηφόρε τὰ θαυμάσια.
Θεοτοκίον.
Μαρία Θεόνυμφε, παρθενίας καθαρόν, καὶ εὐαγὲς ἀνάκτορον, τὴν ψυχήν μου καθεύδουσαν τῶν παθῶν, τῷ σκότει· ἀνάστησον, σαῖς λιταῖς πρὸς Θεὸν Ὃν ἐσωμάτωσας.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς καρτερίας ἀθλητὴν τὸν γενναιότατον, ὑπομονῆς τε τὸν ἀλύγιστον ἀδάμαντα, τὸν ἐν θλίψει ἀσθενείας δοκιμασθέντα· καὶ ὡσαύτως τὸν Θεὸν δοξολογήσαντα, Νικηφόρον τὸν λεπρὸν ἐγκωμιάσωμεν· τούτῳ λέγοντες· Χαίροις νίκης φερώνυμε.
Οἶκος.
Ἄκαμπτος ἐν ἀσκήσει, Νικηφόρος ἐδείχθης, τῆς λέπρας ὑπομείνας τὰ ἄλγη. Καὶ τῷ Θεῷ ἐντεῦθεν ὁλοτρόπως ἀνακείμενος, εὐχαριστίας Τούτῳ αἴνεσιν προσέφερες, ἐκ καθαρᾶς καρδίας σου θεοφόρε. Διὸ καὶ νῦν ἡμεῖς, τῆς εὐσεβείας πόθῳ ἐμφορούμενοι, βοῶμέν σοι διαφερόντως ταῦτα·
Χαίροις, τὸ σθένος τῆς ἐγκρατείας·
χαίροις,  ὁ ἄτλας τῆς καρτερίας.
Χαίροις, τῆς σαρκὸς τὰ ἄλγη ὁ βαστάσας ἐν ἀνδρείᾳ·
χαίροις,  Πνεύματος τὰ κάλλη ὁ γνωρίσας ἐν σοφίᾳ.
Χαίροις, τῶν Ὁσίων τύπος, μοναστῶν ὑπογραμμός·
χαίροις,  τῶν πιστῶν ἐν θείαις ἀρεταῖς χειραγωγός.
Χαίροις, τοῦ φωτὸς ὁ στῦλος, ὁ τὴν κτίσιν ἐκλαμπρύνων·
χαίροις,  Ἐκκλησίας λύχνος, τὰς ψυχὰς ὁ ἱλαρύνων.
Χαίροις, τὸ τῆς Κρήτης κλέος καὶ υἱὸς πανευπρεπής·
χαίροις,  ἡ τῆς Χίου δόξα, τοῦ Ἀνθίμου μαθητής.
Χαίροις, ὁ διὰ τῆς λέπρας καθαρθεὶς ὑπὲρ χρυσίον·
χαίροις,  πίστιν ὁ τηρήσας πρὸς Χριστὸν τὸν σὸν νυμφίον.
Χαίροις νίκης φερώνυμε.

Συναξάριον.
Τῇ δ΄ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Νικηφόρου τοῦ λεπροῦ, τοῦ ἐν Χίῳ ἐπ᾿ ἐσχάτων τῇ καρτερία ἀθλήσαντος καὶ ἐν ἀσκήσει διαπρέψαντος.
Στίχοι:
Σχῆμα Μοναχῶν φορέσας Νικηφόρος,
τύπος προσευχῆς ἐγένετο ἀπαύστου.
Ἰανουαρίου τετράδι σὰρξ λεπρῶσα Νικηφόρου χθονὶ ἐτάφη,
πνεῦμα δὲ ὁλόλαμπρον ἐν οὐρανοῖς ἀνέπτη.
Οὗτος ὁ πανίερος καὶ ἐν Ὁσίοις θαυμαστὸς πατὴρ ἡμῶν Νικηφόρος, πατρίδα ἐπίγειον ἔσχε τὸ χωρίον Σηρικάριον τῆς μεγαλονήσου Κρήτης, ἔνθα ἐγεννήθη περὶ τὰ τέλη τοῦ δεκάτου ἔνατου αἰῶνος (ἐν ἔτει 1890), ἐκ γονέων εὐσεβῶν καὶ τὰς ἀρετὰς ἐν ἁπλότητι ψυχῆς καὶ πίστει ἐπιμελουμένων. Τούτους, τὴν παιδικὴν ἔτι ἄγων ἡλικίαν ἐστερήθη, τὴν δὲ κηδεμονίαν αὐτοῦ ἀνέλαβεν ὁ ἐκ πατρὸς πάππος τοῦ Ἰωάννης Τζανακάκης.
Τῇ θλίψει τῆς ὀρφανίας προσετέθη πάραυτα καὶ ἡ ἀνύποιστος ὀδύνη τῆς λέπρας καὶ τὰ ἐκ ταύτης ὅσα ἀλγεινά. Τὸ ἐμφανὲς τῶν στιγμάτων τῆς φοβερωτάτης καὶ ἀνιάτου ἔτι νόσου ταύτης, ἠνάγκασαν τὸν δεκαεξάχρονον Νικόλαον, ὅπως μεταβῇ ἐκ τῶν Χανίων τῆς Κρήτης, ἔνθα τὴν τοῦ κουρεύειν τέχνην ἐξεμάνθανεν, εἰς Ἀλεξάνδρειαν τὴν μεγάλην. Κἀκεῖ ἐργαζόμενος τὰ τοῦ ζῆν ἐξοικονομεῖ καὶ τοῖς πολλοῖς φιλίαν συνάπτων, τῆς ἀγαθῆς καὶ καθαρὰς αὐτοῦ καρδίας τὴν ἀγάπην ἔκδηλον ἐποίει. Τιμὴν δὲ περισσὴν προσνέμων τοῖς Ἀρχιερεῦσιν, Ἱερεῦσι καὶ ἄλλοις ἐκκλησιαστικοῖς προσώποις, τὴν αὐτῶν συμπαράστασιν ἀντέλαβεν ὡσαύτως.
Τῇ συμβουλῇ ὅθεν καὶ ἐνισχύσει Ἀρχιερέως τοῦ Ἀλεξανδρινοῦ Θρόνου, ἔφθασεν εἰς τὴν ἱερὰν τῆς Χίου νῆσον, παραδοθεὶς εἰς ὑπακοὴν τελειωτάτην τοῦ μακαρίου καὶ ἐν ἀρεταῖς περιβοήτου Γέροντος Ἀνθίμου τοῦ Βαγιάνου. Οὗτος καταβαλῶν τὸ ποσὸν τῶν τριάκοντα χρυσῶν λοϊζίων, ἐκ τῶν συναχθέντων πρὸς ἀνέγερσιν τῆς Ἱερᾶς Μονῆς «Παναγίας τῆς Βοηθείας», ἧς ἐγένετο κτίτωρ μετ᾿ ὀλίγον καὶ ἐν θαύμασι ξακουστός, συγκατερίθμησε τὸν λεπρὸν Νικόλαον εἰς τοὺς ἐγκαταβιοῦντας ἐν τῷ λεπροκομείῳ τῆς Χίου, ἐν ἔτει 1914. Μετὰ παρέλευσιν δύο ἐτῶν, ἔκειρε τοῦτον μεγαλόσχημον Μοναχόν, μετονομάσας αὐτὸν Νικηφόρον.
Τῷ ὄντι δὲ ὕστερον ἡ κλῆσις τοῖς ἔργοις ἐπαληθεύσατο, καθ᾿ ὅσον ἐν ἀγῶσιν ἀσκητικοῖς διέπρεψεν οὗτος καὶ ἐν νίκαις ἱεραῖς ἐπεσφραγίσατο τοὺς κατὰ Θεὸν αὐτοῦ καμάτους, γενόμενος ἀθλητὴς Χριστοῦ ἱκανώτατος. Ἐν καρτερίᾳ τῶν ἐκ τῆς λέπρας δεινῶν ἄκαμπτος, ἐν τῇ ὑπομονῇ ἀκέραιος, ἐν τῇ ἀσκήσει θαυμαστός. Νηστεύων οὐκ ἐπαύσατο, παρὰ τὸ ἀσθενὲς τοῦ πήλινου σκεύους τῆς σαρκός, ἀπέχων καὶ αὐτοῦ τοῦ ἐλαίου τὰς διατεταγμένας ὑπὸ τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας ἡμέρας. Τὰς ἀγρυπνίας ἑξαιρέτως ἠγάπα, προσευχόμενος ἐν νυκτὶ εἰς τὸ κελλίον τοῦ, ἔνθα ἀμετρήτους μετανοίας ἄχρις ἐδάφους ἐποίει. Τῆς ἐκκλησιαστικῆς συνάξεως οὐδέποτε ἐχωρίζετο, μετέχων ἐνεργῶς ὡς ψάλτης εἰς τὸν ἱερὸν Ναὸν τοῦ Ἁγίου Λαζάρου, ἐν τῷ λεπροκομείῳ τῆς Χίου, ἔνθα ἐφυλάσσετο καὶ ἡ θαυματουργὸς εἰκὼν τῆς «Παναγίας τῆς Ὑπακοῆς», ἥν ἐπιμελῶς ἐπεχρύσωσε ὁ ὅσιος Ἄνθιμος, τῇ ἐν ὁράματι αὐτοῦ προσταγὴ τῆς Κυρίας Θεοτόκου.
Τὸ ἱερὸν ψαλτήριον καὶ πλῆθος τροπαρίων ἀπήγγειλε μετὰ ζήλου ἐπαινετοῦ καὶ ἀπὸ στήθους πλειστάκις ἔλεγεν, ὅταν ἡ ὅρασις αὐτοῦ ἐμειώθη καὶ ἐξέλιπε σὺν καιρῷ. Τῆς ἐργασίας οὐχ ἠμέλει, περιποιούμενος τὸν μικρὸν του ἀνθόκηπον μετὰ τοῦ μαθητοῦ καὶ βοηθοῦ αὐτοῦ Θεοδώρου. Τῆς ἐγκρατείας τύπος ἐγένετο, ἀρκούμενος εἰς τὰ πλέον χρειώδη καὶ μοιράζων τὰ λοιπά. Τῆς πτώχειας καὶ ἀκτημοσύνης εἰκὼν τελεία ἐφάνη, τῆς προσευχῆς δὲ κεφάλαιον καὶ θησαυρὸς πολύτιμος, τὸ τοῦ Παύλου πληρῶν ἐν ἀκριβείᾳ «ἀδιαλείπτως προσεύχεσθε». Τῆς εἰρήνης φίλος μηδέποτε φιλονικῶν, τῆς εὐσεβείας ἐραστής, τῆς πίστεως σφραγίς, τῆς δὲ παρηγορίας στόμα γλυκύτατον. Χαρισμάτων τιμίων πλήρης κρατήρ, διακρίσεως στάθμη, διοράσεως μέτρον, προοράσεως δὲ ὀφθαλμὸς καθαρός, τὰ πόῤῥω ὡς ἐγγὺς γινώσκων, ἐν τῷ σώματι ἐτι περιών, ἀλλὰ καὶ μετὰ θάνατον ἐξαίσια τοιαῦτα ἐπιτελῶν, Θεοῦ συνεργοῦντος.
Τῇ ταπεινώσει τὰ ὑψηλὰ ἐκτήσατο, ὁ θεσπέσιος οὗτος Νικηφόρος, εἰς μέτρα φθάσας Ἀγγέλων. Διὸ καὶ πρὸ τοῦ τέλους αὐτοῦ ἤρθη μετέωρος ἐν καιρῷ νυκτός, καθ᾿ ὃν προσηύχετο, ὡς ἔβλεψεν αὐτὸν Εὐμένιος, ὁ τούτου μαθητής, ὁ διαμένων ὡς ἱερουργὸς ἐν τῷ ἀντιλεπρικῷ σταθμῷ «Ἅγια Βάρβαρα» Ἀθηνῶν, ἔνθα μετέβη ὁ ὁσιώτατος Νικηφόρος ἀπὸ τοῦ ἔτους 1957, ὅτε ἔπαυσεν ἡ λειτουργία τοῦ λεπροκομείου τῆς Χίου. Εἰς τοῦτον τὸν ἐνάρετον ἄνδρα καὶ θεῖον Εὐμένιον ἐνεχείρισε τὴν ἐπιστολὴν τοῦ Ἁγίου Ἀνθίμου, τοῦ Γέροντος τοῦ, ὁ λεπρὸς Νικηφόρος, λέγουσαν ἐν ἄλλοις: «Προσέξατε τοῦτον τὸν θησαυρόν, τοῦτον τὸν πολύτιμον μαργαρίτην...». Μαργαρίτης Χριστοῦ πάνυ ἀκριβός, θησαυρὸς προσευχῆς μέγα ὑπέρτιμος, ὁ λεπρὸς τῷ σώματι, πλὴν καθαρώτερος χιόνος τῇ ψυχῇ Νικηφόρος. Τῆς νήψεως διδάσκαλος, τῆς νοερᾶς προσευχῆς καθηγητὴς ἐμπειρότατος, τῆς καθαρᾶς καρδίας ἐπιμελούμενος τὴν τελειότητα, τῆς ὁμιλίας μετὰ τοῦ Θεοῦ Ἀγγέλων ἐφάμιλλος, τῆς ἁρπαγῆς τοῦ νοὸς γνώστης δοκιμώτατος, τῆς ἐλευθερίας τοῦ πνεύματος ὑψιπέτης ἀετός, Θεοῦ ἐραστής, Θεοῦ στρατιώτης, Θεοῦ θεράπων, Θεὸν ἀναπνέων, Θεοῦ εὐωδία τοῦ μόνου εὐλογητοῦ.
Τὸν Ἰὼβ ἐμιμήσατο ἄχρι τέλους, ὅτε ἐν κλίνη κατέκειτο, τῶν μελῶν αὐτοῦ ἐκ τῆς λέπρας παραλυθέντων. Ὡς Λάζαρος ὁ ἐν πληγαῖς, ἐν πραότητι ἐκαρτέρει, τὸν Θεὸν δοξολογών, οὑ εἰς χεῖρας τὴν ψυχὴν αὐτοῦ παρέδωκεν, ἐν ἔτει 1964, τῇ τετάρτη Ἰανουαρίου μηνός, ἐνταφιασθεὶς ἐν τῷ Κοιμητηρίῳ τοῦ ἀντιλεπρικοῦ σταθμοῦ ἐν Ἀθήναις. Οὕτως ἐν ἀφανείᾳ μετέβη εἰς οὐρανούς, ὁ τῷ Θεῷ γνωστὸς καὶ οἰκεῖος καὶ υἱὸς ὑπήκοος Αὐτοῦ, Νικηφόρος ὁ λεπρός.
Τὰ τίμια καὶ εὐωδιάζοντα καὶ χαριτόβρυτα αὐτοῦ λείψανα, ἐφυλάσσοντο εἰς θήκην μικροῦ κιβωτίου, ὑπὸ τοῦ πνευματικοῦ τοῦ τέκνου, Εὐμενίου Ἱερομόναχου, ὅστις διηκόνησε τόν᾿Ὅσιον τοῦτον ἐπὶ τῷ τέλει τῆς ἐπὶ γῆς αὐτοῦ καλῆς στρατείας, διανεμηθέντα ὑπ᾿ αὐτοῦ τοῖς σεβομένοις τὸν Ὅσιον τοῦτον Πατέρα, τὸν ἐν ἐσχάτοις χρόνοις ἄριστον ὑπογραμμὸν τῆς ἀσκητικῆς πολιτείας καὶ πύκτην ἐμπειρότατον ἐν τοῖς ἐνθέοις ἀγωνίσμασιν, Νικηφόρον τὸν λεπρόν, τὸ καύχημα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ πάντων ἡμῶν πρέσβυν πρὸς Θεὸν θερμότατον.
Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἱκανώτατον σὲ ἔγνωμεν διδάσκαλον, νήψεως καὶ ἀπαύστου εὐχῆς· παρ᾿ Ἀνθίμου γὰρ Νικηφόρε, ἔμαθες αὐτήν, καὶ ἔψαλλες ὅλῃ σου ψυχῇ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀριστεύσας ἐν τιμίοις ἀγωνίσμασιν, στέφανον ἀνεδήσω λαμπρόν· καὶ ἀμάραντον Νικηφόρε, ὅθεν ἐν χαρᾷ, Κυρίῳ τὴν αἴνεσιν βοάς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ζηλωτὴς Ἰὼβ τοῦ θείου ἀνεδέδειξαι, λέπρωσιν καρτερήσας σαρκός· καὶ τὰ ἕλκη σου Νικηφόρε, φέρων ἀνδρικῶς, γηθόμενος ἔψαλλες ἀεί· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὡραιότητος ὡς σκήνωμα ὑπάρχουσα, Δέσποινα Θεοτόκε Ἁγνή· τὸν ὑπέρτερον ἐν τῷ κάλλει, ἔτεκες Θεόν, καὶ ἅπαντας ἤγειρας βοᾷν· εὐλογημένη ἡ Θεόν, ἀποτεκοῦσα σαρκί.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἱκανὰ τῶν ἀγώνων, ἔστησας τρόπαια, καὶ Θεὸν στεφοδότην, ἄθλοις σου ηὔφρανας· ὅθεν παρ᾿ Αὐτοῦ, λαμπρά, γέρα ἐκόμισας· καὶ τῆς εὐωδίας, τὰ ῥεῖθρα Νικηφόρε.

Σοφιστὴν τῆς κακίας, πάτερ ἐγέλασας, καὶ σοφίας τῆς ἄνω, ἔσοπτρον γέγονας· βλέπειν τὰ μακράν, καλῶς, λέγειν τὰ μέλλοντα· καὶ ἐπιγινώσκειν τὰ θεία Νικηφόρε.

Ἱερὸν Παρακλήτου, στόμα γεγένησαι, καὶ παρήγορον λόγον, χαίρων μετέδωκας· πόνων γὰρ ὁδόν, δραμών, δέδειξαι μέτοχος· τῶν εἰρηνοδώρων, χαρίτων Νικηφόρε.
Θεοτοκίον.
Δυνατὸν ἐν ἰσχύϊ, Λόγον ἐκύησας, ὡς Αὐτὸς ἠβουλήθη, Πάναγνε Δέσποινα· φύσεως θεσμούς, σεμνή, μόνη ἐκαίνισας· σοὶ οὖν προσφωνοῦμεν, τὸ χαῖρε εἰς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Στίχ.: Μεγάλυνον ψυχή μου, λεπρῶντα Νικηφόρον, τὸν ἄθλοις καρτερίας λαμπρῶς μεγαλυνθέντα.
Ὡς μέγαν πλοῦτον πιστοῖς κατέλιπες, τὰ ἱερὰ καὶ πλήρη εὐωδίας σου λείψανα· ἐν αὐτοῖς γὰρ Πνεύματος, Ἁγίου πολλή, χάρις κατασκηνοῦσα· νέμει ἑκάστοτε, ῥῶσιν Νικηφόρε καὶ ζωῆς, θείαν ἀπόλαυσιν.
Στίχ.: Μεγάλυνον ψυχή μου, λεπρῶντα Νικηφόρον, Ὁσίων θείους δήμους κοσμήσαντα πρεπόντως.
Ῥαδίως τρῖβον στενὴν ἐβάδισας, ἐν πλατυσμῷ καρδίας Νικηφόρε πανόλβιε· καὶ αὐλὰς κατῴκησας, τὰς πλήρεις φωτός, πόλεως οὐρανίου· ἔνθα Κυρίῳ σου, σὺν τοῖς ἀπ᾿ αἰώνων ἐκλεκτοῖς, προσάγεις αἴνεσιν.
Δόξα.
Στίχ.: Μεγάλυνον ψυχή μου, λεπρῶντα Νικηφόρον, χαρίτων Παρακλήτου θησαύρισμα εὐῶδες.
Ἀγγέλων ἅμα εὐφραίνει τάγμασιν, ἐν οὐρανοῖς ἀφράστως Νικηφόρε ἀοίδιμε· τῇ σαρκὶ ὡς ἄϋλος, ἠσκήθης ἐν γῇ, πόνους καθυπομείνας· θείῳ φρονήματι, ὅθεν νῦν μετέχεις τῆς τερπνῆς, ἀγαλλιάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Στίχ.: Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Σοφίαν Λόγον Θεοῦ καὶ Δύναμιν, ἐν σῇ γαστρὶ Παρθένε παραδόξως ἐκύησας· καὶ Ἀδὰμ ἀνήγαγες, εἰς θρόνον Θεοῦ, δόξης τε παραστάτην· τοῦτον ἐποίησας, ἵνα σου δοξάζῃ ἐκτενῶς, τὴν ἀγαθότητα.

Ἐξαποστειλάρια. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὰ ἀλγεινὰ τῆς λέπρας, καθυπομείνας ἀδρικῶς, τὸν τῆς ψυχῆς σου χιτῶνα, ἐλάμπρυνας πανευπρεπῶς, ὦ Νικηφόρε τῆς νίκης, φερωνυμῶν τῆς καλλίστης.
Προεόρτιον. Ὅμοιον.
Ἡ τῶν ὑδάτων φύσις, πᾶσα ἀγάλλου ἐν χαρᾷ, ὁ γὰρ τῶν πάντων Δεσπότης, ἐν Ἰορδάνῃ ποταμῷ, ἑκὼν μολεῖ βαπτισθῆναι, ὑπὸ τοῦ θείου Προδρόμου.

ΑΙΝΟΙ. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἑορταζέτω νῦν Κρήτη, ἡ μεγαλόνησος, καὶ οἷα μήτηρ χεῖρας, γηθοσύνως κροτείτω, μέλπουσα τὸν ταύτης, ἄρτι υἱόν, Νικηφόρον τὸν πάνσεπτον, τὸν ὑπομείναντα λέπρας τὰ ἀλγεινά, τοῦ ἀδάμαντος στεῤῥότερον.
Ἰὼβ Νικηφόρε, γενναίως ἔφερες, ἐκ παίδων ὀρφανίαν, ξενιτείαν τε θλίψεις, λέπραν καὶ ὀδύνας, καὶ σκοτασμόν, τῶν προσκαίρων ὀμμάτων σου, ἀλλ᾿ οὐρανίων τὰ κάλλη καινοπρεπώς, ἐθεάσω ἐν καρδία σου.

Ὑπομονὴς Νικηφόρε, κανὼν γεγένησαι, τῆς καρτερίας μέτρον, ἐγκρατείας ἡ στάθμη, λύχνος φωτοφόρος, ὑπακοῆς, προσευχῆς τε διδάσκαλος, τῆς ταπεινώσεως βάθρον ὑψοποιόν, καὶ πραότητος θησαύρισμα.

Ταῖς νουθεσίαις Ἀνθίμου, ὑπείκων γέγονας, Σιὼν τῆς ἄνω λίθος, χρυσαυγὴς Νικηφόρε, πλέον τῆς χιόνος, τῇ σῇ ψυχῇ, καθαρεύων μακάριε, καὶ ἀπαστράπτεις λειψάνοις σου ἱεροῖς, εὐωδίαν τὴν οὐράνιον.
Δόξα. Ἦχος πλ. α΄.
Τὸ τοῦ Παναγίου Πνεύματος, ἱερώτατον ταμεῖον, τὸ τῆς χιόνος καθαρώτερον ἔσοπτρον τῶν ἀρετῶν, Χριστοῦ τοῦ πραέος καὶ ταπεινοῦ τῇ καρδίᾳ, τὸν ἐράσμιον φίλον, Νικηφόρον μεγαλύνωμεν. Καὶ γὰρ τῇ ψυχῇ αὐτοῦ, ἐμεγάλυνε τὸν Κύριον, τὰ Τούτου γλυκέα λόγια, ἀπὸ στήθους ψάλλων ἐκτενῶς, στόμα δὲ παρήγορον ἐγένετο τοῖς πᾶσι. Πρεπόντως οὖν παρὰ Χριστοῦ ἐτιμήθη, τῇ τῶν λειψάνων αὐτοῦ ἀῤῥήτῳ εὐωδίᾳ, εὐφραίνων ἀεὶ τοὺς προσκυνοῦντας αὐτά, καὶ τὴν πανέορτον αὐτοῦ μνήμην δοξάζοντας.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἡ τῶν γηγενῶν παραπεσοῦσα φύσις, γηθοσύνως νῦν προεόρτασον, τῆς μεγάλης εὐλογίας τὰ προοίμια. Ἰδοὺ γὰρ ὁ Ὕψιστος Θεός, καὶ Βασιλεὺς τῶν αἰώνων, ἐν τοῖς ποταμίοις ὕδασιν, ἐγγίζει βαπτισθῆναι· ἵνα δι᾿ ὕδατος εἰς οὐρανούς, πάντας ἀνυψώση, καὶ βασιλείας χαρίσηται τὸ ἀξίωμα. Σὺν τῷ Ἀδὰμ καὶ ἡμεῖς πανηγυρίσωμεν, τῆς σωτηρίου χαρᾶς τὴν ἀντίδοσιν, οὕτω βοῶντες· ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν Δυνάμεων Κύριος, εἰς τοὺς αἰῶνας, δόξα Σοι.
Δοξολογία Μεγάλη.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά καὶ εἰς τοὺς Μακαρισμοὺς ἡ γ΄ καὶ στ΄ ᾠδὴ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου.
Ἀπόστολος.
Προκείμενον τοῦ Ἀποστόλου. Ἦχος βαρὺς (Ψαλμὸς ριε΄): Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἐστὶ νόμος...
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Εὐαγγέλιον Ὁσιακόν.

Μεγαλυνάριον.
Δεῦρο φιλοχρίστων θεία πληθύς, τοῦ Χριστοῦ τὸν φίλον Νικηφόρον νῦν τὸν λεπρόν· ὕμνοις ἐγκωμίων κοσμήσωμεν ἀξίως, ὡς θείας καρτερίας, πύκτην πανάριστον.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου