Σάββατο 20 Ιουνίου 2015

Ἁγίων ΘΕΟΔΩΡΟΥ Ἐδέσσης καί ΜΙΧΑΗΛ, ΤΩΝ ΑΓΙΟΣΑΒΒΙΤΩΝ



Ἀκολουθία Ἁγίων ΘΕΟΔΩΡΟΥ Ἐδέσσης καί ΜΙΧΑΗΛ, ΤΩΝ ΑΓΙΟΣΑΒΒΙΤΩΝ
Ψαλλομένη  τῇ 19η Ἰουλίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου (1983)


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Δυὰς τῶν Ἁγίων εὐκλεής, ὁ σοφὸς Θεόδωρος, καὶ Μιχαὴλ ὁ μακάριος, ὡς ἄστρα πάμφωτα, ἐν τῇ Ἐκκλησίᾳ, σήμερον ἐξέλαμψαν, πυρσεύοντες ἡμῶν τὴν διάνοιαν, ὧν ἑορτάσωμεν, τὴν ἁγίαν μνήμην χαίροντες, τὸν Σωτῆρα, Χριστὸν μεγαλύνοντες.
Πάτερ Θεόδωρε Θεῷ, ὥσπερ δῶρα πάντιμα, τὰς ἀρετὰς προσενήνοχας, τῆς πολιτείας σου· ἀσκητὴς γὰρ πρῶτον, ὤφθης ἐνθεώτατος, καὶ εἶτα Ἱεράρχης θεόληπτος· διὸ γεραίρει σε, ἡ Μονὴ Σάββα τοῦ μάκαρος, καὶ ἡ πόλις, Ἔδεσσα ἡ ποίμνη σου.
Παμμάκαρ θεόφρον Μιχαήλ, ἀρετῶν ἀσκήσεσι, καταφαιδρύνων τὸν βίον σου, Μαρτύρων σκάμμασι, τὸν Χριστὸν δοξάζεις, ἀνενδότῳ στάσει σου· διὸ διπλῶν βραβείων ἠξίωσαι, καὶ δήμοις ἥνωσαι, τῶν Ἁγίων ἀγαλλόμενος, καὶ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοχεῖα ἐνθέων δωρεῶν, Ἅγιε, Θεόδωρε, καὶ Μιχαὴλ ἀξιάγαστε, λύχνοι ἀείφωτοι, θείας ἐπιπνοίας, ἀρετῶν κειμήλια, καὶ θεῖοι τοῦ Σωτῆρος θεράποντες, ἀεὶ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β´.
Τῆς κοσμικῆς ἀπαναστάντες σχέσεως, τὴν ἐν Χριστῷ ζωὴν ὑπήλθετε, ἀσκητικοῖς καμάτοις, νεκρώσαντες σαρκὸς τὸ φρόνημα· ἔνθεν Ἱεράρχης ὅσιος, ὤφθης Θεόδωρε, καὶ Ἀθλητὴς ἀήττητος, οἰκείοις αἵμασι, Μιχαὴλ θεόφρον. Ἀλλ᾿ ὡς Ἀγγέλων συμπολῖται καὶ μέτοχοι, καὶ τῶν Ἁγίων κοινωνοί, σὺν αὐτοῖς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...

ΑΠΟΣΤΙΧΑ. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χρίσματι Ἱερῶ, ποιμὴν Ἐδέσσης ὤφθης, Θεόδωρε θεόφρον, καὶ τοῦ Εὐαγγελίου, ἐργάτης ἐνθεώτατος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἤθλησας ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, ὦ Μιχαὴλ τρισμάκαρ, καὶ Ὁσιομαρτύρων, ἐγένου ἰσοστάσιος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ...
Χαίροις ἡ ξυνωρίς, Ἁγίων θεοφόρων, Θεόδωρε παμμάκαρ, καὶ Μιχαὴλ θεόφρον, πρέσβεις ἡμῶν πρὸς Κύριον.
Δόξα. Τριαδικόν.
Ἕνα σὲ τοῦ παντός, Θεὸν καὶ Βασιλέα, Τριὰς Ὑπεραγία, δυὰς ἡ τῶν Ἁγίων, θεοπρεπῶς ἐκήρυξε.
Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ ὤφθης Θεοῦ, καὶ Ἄχραντος παρθένος, ἔμεινας μετὰ τόκον· διὸ Θεογεννῆτορ, ὑμνοῦμέν σου τὰς χάριτας.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τά Ἀπολυτίκια.
Τοῦ ἁγ. Θεοδώρου. Ἦχος γ´. Θείας πίστεως.
Δῶρον ἔνθεον, τῇ Ἐκκλησίᾳ, ὡς ἐκπλήρωσις ἐπαγγελίας, φερωνύμως ἀνεδείχθης Θεόδωρε· ἐν ἀρεταῖς γὰρ κοσμήσας τὸν βίον σου, ἱεραρχίας κανῶν ἐχρημάτισας· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τῶν Ἁγίων κοινόν. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῶν Ὁσίων Πατέρων τὴν δυάδα τιμήσωμεν, Θεόδωρον τὸν θεῖον τῆς Ἐδέσσης τὸν Πρόεδρον, ὁμοῦ σὺν Μιχαὴλ τῷ θαυμαστῷ, ὁπλίτῃ τοῦ Παντάνακτος Χριστοῦ, τῆς Μονῆς Ἁγίου Σάββα ἄνθη τερπνά, συμφώνως ἀνακράζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου...

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ προτυπώσας τῇ κλήσει τὸν σὸν βίον, ὅτε ἠκολούθησας ἀπὸ νεότητος, Χριστῷ τῷ Λόγῳ Θεόδωρε, στεῤῥᾷ καρδίᾳ, καὶ ὁλοτρόπῳ ἐφέσει Ὅσιε, τότε προσενήνοχας ὡς δῶρα τίμια, τούτῳ τὰ θεῖά σου σκάμματα· ὅθεν ἐδέξω, περιουσίαν δώρων τῆς χάριτος, καὶ τῆς Ἐδέσσης ποιμὴν ἔνθεος, Ἱεράρχα σοφὲ ἐχρημάτισας, ἱκετεύων ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ ἀγγελώνυμον κλῆσιν κεκτημένος, ὅτε σαῦτον δέδωκας, πόνοις ἀσκήσεως, τρωθεὶς ἀγάπη τῇ κρείττονι, καὶ καταλείψας, τὰ ἐν τῷ κόσμῳ οἷα σφαλλόμενα, τότε ὡμολόγησας Χριστὸν τὸν Κύριον, ἄκαταπλήκτῳ φρονήματι, τοῖς ἀσεβέσι, καὶ τὸ σὸν αἷμα προθύμως ἔχεας, Ὁσιομάρτυς ἀξιάγαστε, Μιχαὴλ τῶν Ἀγγέλων συνόμιλε, καὶ Μαρτύρων τῆς δόξης, ἀνεδείχθης ἰσοστάσιος.
Οἱ τοῦ Σωτῆρος θεράποντες οἱ θεῖοι, Θεόδωρε πάνσοφε, Ἐδέσσης πρόεδρε, καὶ Μιχαὴλ ἀξιάγαστε· Μονῆς Ἁγίας, Ἁγίου Σάββα θρέμματα τίμια, οἱ δόξης τῆς κρείττονος, συναπολαύοντες, καὶ ἐν μεθέξει θεούμενοι, ἱκετηρίους, ἀεὶ δεήσεις Χριστῷ προσάγοντες, μὴ διαλίπητε δεόμεθα, τῶν πταισμάτων λαβεῖν ἡμᾶς ἄφεσιν, καὶ τὸν νοῦν φωτισθῆναι, φωτισμῷ ρ Ἁγίου Πνεύματος.
Προσόμοια ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ἔλαμψας Θεόδωρε, ἐν τῇ ἀσκήσει ὡς Ἄγγελος, ἀρετῶν ταῖς λαμπρότησι, καὶ Μονὴν ἐλάμπρυνας, τήν τοῦ θείου Σάββα, τῇ σῇ πολιτεία, καὶ Ἱεράρχης ἱερός, γεγενημένος Ἁγίῳ Πνεύματι, Ἐδέσσης ἐχρημάτισας, ποιμὴν καὶ Πρόεδρος ὅσιος, καὶ πιστοὺς κατεπύρσευσας, θεῖκοις σου δωρήμασιν.
Ἄσκησιν ἐπόθησας, δι᾿ ἧς σαῦτον ἀπεκάθηρας, προσπαθείας τοῦ χείρονος, ἄθλοις στεῤῥοτάτοις δέ, τὸν Χριστὸν δοξάσας, Μιχαὴλ θεόφρον, Ὁσιομάρτυς θαυμαστός, καὶ τῶν Ἀγγέλων ὤφθης συμμέτοχος· μεθ᾿ ὧν ἀπαύστως πρέσβευε, πάσης ἀνάγκης καὶ θλίψεως, ἐκλυτροῦσθαι τοὺς μέλποντας, τὴν ἁγίαν σοῦ ἄθλησιν.
Ἔρωτι τοῦ Κτίσαντος, περιφανῶς ἠγωνίσασθε, οὐρανίῳ φρονήματι, Θεόδωρε Ὅσιε, δωρεαῖς ἐκτρέφων, καὶ θαυματουργίαις, τὰς διανοίας τῶν πιστῶν, ὡς Ἱεράρχης θεοειδέστατος, ἀθλήσει δὲ κατῄσχυνας, τὸν πολυμήχανον δράκοντα, Μιχαὴλ ἀξιάγαστε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον ὡς λυχνία δίφωτος ἐξέλαμψαν, Θεόδωρος ὁ τῆς Ἐδέσσης ποιμήν, καὶ Μιχαὴλ ὁ Ἀθλητῶν τῶν ἀθανασίας πλήρης κοινωνός, τῶν πιστῶν τὰς ψυχάς καταυγάζοντες· Τρισηλίου γὰρ φωτός, τὰς ἀποῤῥοίας δεχόμενοι, τοῦ φωτὸς τὰ ἔργα προφαίνουσι, τοῖς ὁμοφώνως βοῶσι· χαίροις ὁ δι᾿ ἀσκήσεως λαμπράς, θείων δωρεῶν τρυφήσας, καὶ θεόκριτος ποιμήν, τῆς Ἐδέσσης φανείς, θεόσοφε Θεόδωρε· χαίροις Μιχαὴλ ἀγγελώνυμε, ὁ ἐν ἀρεταῖς εὐδοκίμησας, καὶ ἀθλητικῶς Χριστῷ εὐαρεστήσας· χαίροις δυὰς ὑπέρτιμε, τῆς ἡγιασμένου Σάββα Μονῆς ἅγιον κλέος, καὶ πρὸς Θεὸν πρέσβεις ἡμῶν θερμότατοι· ᾧ ἀεὶ πρεσβεύετε, σῴζεσθαι ἡμᾶς δεόμεθα.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σὲ Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γάρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτήσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὑ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἠρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἡ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοία τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄.
Τῶν ἀρετῶν τὴν τρῖβον, ἀκλινῶς βαδίσαντες, τῆς οὐρανίου λήξεως ἐτύχετε, Θεόδωρε μακάριε, καὶ Μιχαὴλ Ὁσιομάρτυς· τῶν γὰρ χαμαὶ συρομένων, ἀπαρνησάμενοι τὴν σχέσιν, τῷ Χριστῷ ᾠκειώθητε, ἀρετῶν ἐπιδόσεσι, καὶ καμάτων θείων πόνοις·  ὁ μέν Χριστῷ εὐηρέστησεν, ὁ δὲ οἰκείῳ αἵματι, αὐτὸν ἐμεγάλυνε καὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀμφότεροι λαβόντες, πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Ἀγγελικῇ πολιτείᾳ κοσμούμενος, ἱεραρχίας ἠμφιάσω τὴν στολήν, ὡς τοῦ Πνεύματος σκεῦος, Ἀρχιερεῦ Θεόδωρε· τῷ γὰρ θείῳ θελήματι, σεαυτὸν ὑπέταξας, καὶ ἐνεργείας κρείττονος, τὴν καρδίαν πεπλήρωσαι· καὶ τὸ θεῖον Εὐαγγέλιον, ἱερουργήσας πρακτικῶς, πολλοῖς σωτηρίας πρόξενος γέγονας, θαυμάτων δυνάμεσι, καὶ λόγων χάριτι· τῆς γὰρ δόξης ὁ Κύριος, ἐν σοὶ ἐπανεπαύσατο, καὶ θείων δωρεῶν σὲ ἠξίωσεν, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ´.
Εὐσεβείᾳ διαλάμπων, μαρτυρικοὺς ἀγῶνας ἠγωνίσω, ὑπὲρ τῆς δόξης Χριστοῦ, Ὁσιομάρτυς Μιχαὴλ μακάριε· ἀνενδότῳ γὰρ καρδία, καὶ ἁγίοις χείλεσιν ὡμολόγησας, Θεὸν ἐπὶ πάντων, τὸν Σωτῆρα Κύριον, τὸν διὰ Σταυροῦ ἡμᾶς ῥυσάμενον, τῆς ἀρχαίας κατάρας, ἀμετρήτῳ ἐλέει· καὶ πόνοις ὁμιλήσας καὶ ἀλγηδόσι, τὸν ἀγῶνα τετέλεκας, ὡς Ἀθλητὴς ἀήττητος· διὸ τοὺς ὑμνοῦντας σε, ῥύου πάσης ἀνάγκης, αἰτούμενος ἡμῖν τὸ θεῖον ἔλεος.
Δόξα. Ἦχος δ´.
Τὴν ἐκλεκτὴν τῶν Ἁγίων ξυνωρίδα, τοὺς ἀγγελικῶς τῷ κόσμῳ διαλάμψαντας, Θεόδωρον τὸν θεῖον, καὶ Μιχαὴλ τὸν ἔνδοξον, τοῖς τῶν ᾀσμάτων ἄνθεσι καταστέψωμεν· ὁμοφρόνως γὰρ βιώσαντες, καὶ πολλῶν δωρεῶν ἀξιωθέντες, ὁ μὲν ἱεραρχικῶς Χριστῷ εὐηρέστησεν, ὁ δὲ οἰκείῳ αἵματι, αὐτὸν ἐμεγάλυνε· καὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀμφότεροι λαβόντες, πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ τῆς Ἐδέσσης ποιμήν, θεοδωρητῶν δωρεῶν θεῖον ὄργανον, τὸ σκεῦος τῆς ἀπαθείας, τὸ πλῆρες θείου φωτός, ἀρετῶν ὁσίων ἐνδιαίτημα· Θεόδωρε ἔνδοξε, εὐσεβείας ὑπόδειγμα, τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, καὶ ἀσκήσεως, ἱερᾶς τὸ κειμήλιον· λύχνος ὁ παμφαέστατος, τῶν θείων ἐλλάμψεων, ὁ τῶν παθῶν διαλύων, θαύμασι θείοις σκοτόμαιναν· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, ὁ δι᾿ ἀσκήσεως τὸν νοῦν καθηράμενος, καὶ ἄθλοις τοῦ μαρτυρίου, Εὐαγγελίου τὸ φῶς, τοῖς ἐν σκότει λάμψας τῇ ἐνστάσει σου· σαῦτον γὰρ μακάριε, διὰ πόθον τὸν ἔνθεον, στεῤῥῶς ἠρνήσω, καὶ ἀνδρείως ἠγώνισαι, καὶ κατῄσχυνας, τὸν ἐχθρὸν τὸν παμβέβηλον. Ὅθεν τῆς ὑπὲρ ἔννοιαν, χαρᾶς κατηξίωσαι, ὦ Μιχαὴλ θεοφόρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα· ὅν ἵλεων δίδου, ταῖς θερμαῖς σοῦ ἱκεσίαις, τοῖς σὲ γεραίρουσι.
Στίχ· Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ....
Χαίροις ἡ τῶν Ἁγίων δυάς, Ἁγίου Σάββα τῆς Μονῆς θεῖα θρέμματα, ἀσκήσεως οἱ κανόνες, Ἀγγέλων οἱ μιμηταί, καὶ Ὁσίων πάντων καλλωπίσματα, Θεόδωρε Ὅσιε, τῆς Ἐδέσσης ὁ πρόεδρος, Ὁσιομάρτυς, Μιχαὴλ ἀξιάγαστε, δένδρα εὔκαρπα, δωρεῶν θείου Πνεύματος. Ὅθεν ὡς ἀπολαύοντες, τῆς δόξης τῆς κρείττονος, ὑπὲρ ἡμῶν δυσωπεῖτε, τὸν πολυέλεον Κύριον, ἡμῖν δωρηθῆναι, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τῆς σαρκὸς τὸ φρόνημα, τῇ ψυχῇ ὑποτάξαντες, ἀγγελικῶς ἐπολιτεύσασθε, ἐπὶ γῆς μακάριοι· τῷ γὰρ πόθῳ τοῦ Χριστοῦ, τὰ πάντα παριδόντες, ὑπερφυῶς ἠγωνίσασθε, καὶ τοῦ ἐχθροῦ τὴν ἰσχὺν ἐθριαμβεύσατε. Καὶ νῦν Θεόδωρε θεόσοφε, Ἀρχιερέων καλλονή, σύν Μιχαὴλ τῷ ἐν ἄθλοις στεῤῥῷ, τὰς ἀμοιβὰς τῶν πόνων καρπούμενοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τά Ἀπολυτίκια.
Τοῦ ἁγ. Θεοδώρου. Ἦχος γ´. Θείας πίστεως.
Δῶρον ἔνθεον, τῇ Ἐκκλησίᾳ, ὡς ἐκπλήρωσις ἐπαγγελίας, φερωνύμως ἀνεδείχθης Θεόδωρε· ἐν ἀρεταῖς γὰρ κοσμήσας τὸν βίον σου, ἱεραρχίας κανῶν ἐχρημάτισας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τῶν Ἁγίων κοινόν. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῶν Ὁσίων Πατέρων τὴν δυάδα τιμήσωμεν, Θεόδωρον τὸν θεῖον τῆς Ἐδέσσης τὸν πρόεδρον, ὁμοῦ σὺν Μιχαὴλ τῷ θαυμαστῷ, ὁπλίτῃ τοῦ Παντάνακτος Χριστοῦ, τῆς Μονῆς Ἁγίου Σάββα ἄνθη τερπνά, συμφώνως ἀνακράζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ποιμὴν θεοειδής, καὶ σοφὸς Ἱεράρχης, τῇ ψήφῳ τοῦ Θεοῦ, τῆς Ἐδέσσης ὠράθης, Θεόδωρε μακάριε, Ἀσκητῶν ἀκροθίνιον· ὅθεν πρέσβευε, σὺν Μιχαὴλ τῷ ἁγίῳ, τῷ ἀθλήσαντι, ὑπὲρ Χριστοῦ στεῤῥοτάτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Πηγὴ ἁγιασμοῦ, καὶ σωτήριος σκέπη, ἡ σὴ πρὸς τὸν Θεόν, καὶ Υἱόν σου Παρθένε, πρεσβεία ἡμῖν πέφυκε, πειρασμῶν ἀπαλλάττουσα, τὰς ψυχὰς ἡμῶν, καὶ γλυκασμὸν χορηγοῦσα, θείας χάριτος, τοῖς μεγαλύνουσι Κόρη, τὴν ἄῤῥητον δόξαν σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεόδωρον μέλψωμεν, καὶ Μιχαὴλ τὸν στεῤῥόν, τὰ θεία βλαστήματα, καὶ ἄρνας τοὺς λογικούς, καὶ ἄνθη τὰ εὔοσμα, Λαύρας τῆς περιφήμου, Σάββα τοῦ θεοφόρου, ὅπως αὐτῶν πρεσβείαις, λυτρωθείημεν πάντες, ποικίλων ἐν τῷ βίῳ, κινδύνων καὶ θλίψεων.
Θεοτοκίον.
Θεόνυμφε Δέσποινα, ἡ προστασία ἡμῶν, καὶ μέγα προσφύγιον, καὶ σκέπη ἡ σωστική, καὶ ἄῤῥηκτον ἔρεισμα, ῥῦσαί με τῆς μανίας, τοῦ δολίου Βελίαρ, δίδου δὲ τῇ ψυχῇ μου, μετανοίας ἀκτῖνα, ἵνα σὲ μεγαλύνω, διὰ σοῦ σῳζόμενος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Δωρεαῖς θεοσδότοις κατακοσμούμενος, θαυματουργίαις ἐκλάμπεις Πάτερ Θεόδωρε, ὡς Χριστοῦ ἱερουργὸς καὶ μύστης ἔνθεος· καὶ δι’ ἀθλήσεως στεῤῥᾶς, Μιχαὴλ μεγαλυνθείς, ἀξίως ἐστεφανώθης· διὸ ὑμᾶς εὐφημοῦμεν, ὡς πρεσβευτὰς ἡμῶν πρὸς Κύριον.
Θεοτοκίον.
Ἡ Θεὸν ἀποῤῥήτως κυοφορήσασα, καὶ Ἀδὰμ τὴν ἀρχαίαν κατάραν λύσασα, Ἀειπάρθενε Ἁγνὴ, κόσμου προσφύγιον, τὴν ἀθλίαν μου ψυχήν, τῆς δυναστείας τοῦ ἐχθροῦ, ἀπάλλαξον δυσωπῶ σε, καὶ τῶν παθῶν μου τὸν ῥύπον, θείῳ ἐλέει σου ἀπόπλυνον.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄. ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ...
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλεῆμον, Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Τῆς συγγενείας τὸν συνδεσμόν, πολλῷ πλέον ἐλαμπρύνατε, τοῖς ἱεροῖς καμάτοις, Ὅσιοι Πατέρες, ἐν μιᾷ γὰρ ψυχῇ, τὸν τῆς εὐσεβείας ὑπελθόντες ἀγῶνα, ἐπαξίως ἐπάθλων ἐτύχετε, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Ἀλλ᾿ ὦ Θεόδωρε καὶ Μιχαήλ, ἐν οὐρανοῖς αὐλιζόμενοι, διὰ παντὸς δυσωπεῖτε σῴζεσθαι, τοὺς ὑμᾶς μακαρίζοντας.

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου ἐκ ταῆς Μικρᾶς Παρακλήσεως καὶ τῶν Ἁγίων οὑ ἡ ἀκροστιχίς: «Θεόδωρον σὺν Μιχαὴλ μέλπω. Γερασίμου».
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Θρόνῳ τῆς δόξης παρεστῶτες Ἅγιοι, τοῦ Βασιλέως Χριστοῦ, καὶ φωτὶ ἀύλῳ, καταλαμπρυνόμενοι, Θεόδωρε μακάριε, Μιχαήλ τε θεόφρον, παθῶν ἀχλύος μὲ ῥύσασθε, μέλποντα ὑμῶν τὰ παλαίσματα.
Ἐκ ῥιζουχίας εὐσεβοῦς ἐβλάστησας, ὡς ἄνθος εὔοσμον, καὶ τῇ εὐωδίᾳ τῶν κατορθωμάτων σου, πᾶσαν ψυχὴν κατηύφρανας, ὥσπερ Ἄγγελος ζήσας, μετὰ σαρκὸς δι᾿ ἀσκήσεως, Πάτερ θεοφόρε Θεόδωρε.
Ὅλον τὸν νοῦν σου πρὸς Θεὸν ἀνέτεινας, βίου λαμπρότητι, ἐν τῇ θείᾳ Λαύρᾳ, Σάββα τοῦ θεόφρονος, κατασκηνώσας Ὅσιε, Μιχαὴλ καὶ ἀθλήσει, γνώμῃ ἀνδρείᾳ κατῄσχυνας, πάντα τοῦ ἐχθροῦ τὰ βουλεύματα.
Θεοτοκίον.
Δεδοξασμένη Μαριὰμ Πανάχραντε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἐκ τῆς ἀδοξίας, τῶν παθῶν ἐξάγαγε, ψυχήν μου τὴν τυφλώττουσαν, καὶ φωτὶ μετανοίας, καταύγασόν με καὶ σῶσόν με, τὸν εἰλικρινῶς σοι προσπίπτοντα.

ᾨδὴ γ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Ὡς ἐκκαθάρας τῶν παθῶν, Θεόδωρε τὴν καρδίαν, ἐνδιαίτημα φωτὸς ἀνεδείχθης, καὶ φωστὴρ ἀειφανής, Ἐδέσσης ἐχρημάτισας, ἱεραρχίας χρῖσμα, παρὰ Θεοῦ κομισάμενος.
Ῥώμῃ Θεοῦ κραταιωθείς, ἠρίστευσας ἐν ἀθλήσει, καὶ καθεῖλες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις· ὅθεν ἄνωθεν Χριστός, Μιχαὴλ ἐδέξατο, τοὺς ἱεροὺς πόνους, ὡς ἱερὸν ὁλοκάρπωμα.
Οἱ τῶν Ἀγγέλων μιμηταί, Θεόδωρε Ἱεράρχα, Μιχαὴλ Ὁσιομάρτυς Κυρίου, οἱ δοξάσαντες Χριστόν, ὑπερφυέσι σκάμμασιν, αὐτὸν ἐκδυσωπεῖτε, δοῦναι ἡμῖν θεῖον ἔλεος.
Θεοτοκίον.
Νόμων τῆς φύσεως ἐκτός, τὸν Νομοδότην τεκοῦσα, καὶ παρθένος μετὰ τόκον φανεῖσα, τὴν φθαρεῖσάν μου ψυχήν, τοῖς πάθεσι καινούργησον, διὰ τῆς μετανοίας, Θεοκυῆτορ καὶ σῶσόν με.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἀπαρνησάμενον, πάντα τὰ γήϊνα, βίον ἰσάγγελον, στεῤῥῶς ἠνύσατε, καὶ δωρεῶν θεαρχικῶν ἐπλήσθητε θεοφόροι, Θεόδωρε Ὅσιε, Ἱερέων ἀγλάϊσμα, Μιχαήλ τε ἔνδοξε, Ἀθλητῶν ἰσοστάσιε· καὶ νῦν τοῖς Ἀσωμάτοις συνόντες, ῥύσασθε πάσης ἡμᾶς βλάβης.
Θεοτοκίον.
Τὸν ὑπερούσιον, Θεὸν καὶ Κύριον, σάρκα γενόμενον, δι’ ἀγαθότητα, ἐκυοφόρησας Ἁγνή, καὶ τέτοκας ἀποῤῥήτως· ὅθεν μεγαλύνομεν  καὶ καρδίᾳ καὶ στόματι, τὴν μεγαλοπρέπειαν, τῶν πολλῶν μεγαλείων σου, καὶ πόθῳ σοι βοῶμεν Παρθένε· χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ´. Σύ μου ἰσχύς.
Σὺ Μοναστῶν, θεῖον ὑπόδειγμα πέφηνας, ἐν τῇ Λαύρα, Σάββα τοῦ παμμάκαρος, ἀγωνισάμενος, ἱερῶς, ἀσκητὴς δὲ μέγας, ἐν ταύτῃ ὤφθης Θεόδωρε· διὸ σὲ ὁ Δεσπότης, δωρεῶν οὐρανίων φερωνύμως ἠξίωσεν Ἅγιε.
Ὡς τῷ ζυγῷ, καθυποσχὼν τὸν αὐχένα σου, τοῦ Σωτῆρος, Μιχαὴλ πανθαύμαστε, ὑπακοῆς ὤφθης χαρακτήρ· ὅθεν ὁ Δεσπότης, μαρτυρικῆς σὲ ἠξίωσεν, ἀθλήσαντα νομίμως, εὐκληρίας βοώντα· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Νᾶμα ζωῆς, τῆς αἰωνίου δεξάμενοι, ἐν καρδία, βίου καθαρότητι, οἷα θεράποντες τοῦ Θεοῦ, Θεόδωρε Πάτερ, καὶ Μιχαὴλ παναοίδιμε, βλυστάνετε ἀπαύστως, γλυκασμὸν σωτηρίας, τοῖς ὑμνοῦσιν ὑμῶν τὰ παλαίσματα.
Θεοτοκίον.
Μῆτερ Θεοῦ, εὐλογημένη Πανάμωμε, Θεοτόκε, μόνη Ἀειπάρθενε, ῥῦσαι φθορᾶς με τῆς τῶν παθῶν, καὶ τῆς δυναστείας, τοῦ χαλεποῦ κοσμοκράτορος, καὶ λάμπρυνον τὸν νοῦν μου, μετανοίας τῷ φέγγει, καὶ πταισμάτων μοι αἴτει τὴν ἄφεσιν.

ᾨδὴ ε´ . Ἵνα τι με ἀπώσω;
Ἱεραῖς ὑποθήκαις, καὶ ταῖς τῶν θαυμάτων λαμπραῖς ἐπιδείξεσι, τῷ Χριστῷ προσάγεις, καὶ φωτὶ εὐσεβείας κατηύγασας, τὸν πρὶν ἐν τῷ σκότει, τῆς ἀσεβείας Βασιλέα, Ἱεράρχα Θεόδωρε Ὅσιε.
Χριστὸν δύναμιν ἔχων, οὐδαμῶς ἐπτόησαι ἐχθροῦ τὴν δύναμιν, Μιχαὴλ θεόφρον, καὶ ἀνδρείως πυρὸς κατετόλμησας, καὶ τμηθεὶς τὴν κάραν, νίκης διάδημα ἐδέξω, ἐκ χειρὸς τοῦ Κυρίου σου Ἅγιε.
Ἀσκητὴς θεοφόρος, καὶ Ἀρχιερεὺς θεόληπτος πέφηνας, Θεόδωρε Πάτερ, Ἀθλητὴς δὲ καὶ Μάρτυς ἀήττητος, Μιχαὴλ ὠράθης, Χριστοῦ τοῦ πάντων Βασιλέως· διὰ τοῦτο ὑμᾶς μακαρίζομεν.
Θεοτοκίον.
Ἡ Θεὸν τετοκυῖα, καὶ τὴν παρθενίαν φυλάξασα ἄφθορον, τὴν κατεφθαρμένην, νῦν ψυχήν μου ῥοπῇ τῇ τοῦ χείρονος, κάθαρον Παρθένε, καὶ ἀνακαίνισον λιταῖς σου, καὶ τῷ φόβῳ Κυρίου με τείχισον.

ᾨδὴ στ´. Ἰλάσθητί μοι Σωτήρ.
Λαμπόμενος τῷ φωτί, τῆς ἀληθείας Θεόδωρε, τοῦ ψεύδους τοὺς εὑρετάς, εἰς τέλος κατῄσχυνας, καὶ θαύμασιν ἔδειξας, τοῦ Εὐαγγελίου, Ἱεράρχα τὴν λαμπρότητα.
Μαρτυρικῶς ἐναθλῶν, ὑπὲρ Χριστοῦ θερμῷ ἔρωτι, φαρμάκων δόσιν δεινήν, γηθόμενος πέπωκας, καὶ ἐκτὸς διέμεινας, ἐκ τῆς τούτων βλάβης, Μιχαὴλ ἐκπλήττων ἅπαντας.
Εὐφραίνεται ἡ Μονή, Ἁγίου Σάββα ἡ πάντιμος, ὑμᾶς ὡς ἄνθη τερπνά, κατέχουσα Ἅγιοι, Θεόδωρε Ὅσιε, Μιχαήλ τε Μάρτυς, καὶ ὑμᾶς στέφει τοῖς ᾄσμασι.
Θεοτοκίον.
Λυχνία χρυσοειδής, καὶ φωταυγὴς καὶ ἑπτάφωτος, ἐδείχθης Κόρη Ἁγνή, Πατρὸς τὸ ἀπαύγασμα, τεκοῦσα ἐν σώματι, πάντα καταυγάζον, οἰκουμένης τὰ πληρώματα.

Κοντάκιον τοῦ ἁγ. Θεοδώρου. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἡ σεπτή σου ἄσκησις, Ἱερωσύνης τῷ φέγγει, ἱερῶς ἠγλάϊσται τῇ θεϊκῇ προμηθείᾳ, σκεῦος γὰρ τοῦ Παρακλήτου γεγενημένος, ἔβλυσας τῇ Ἐκκλησίᾳ ζωῆς τὸν λόγον· διὰ τοῦτο σὲ τιμῶμεν, ὡς Ἱεράρχην Χριστοῦ, Θεόδωρε.
Κοντάκιον τῶν Ἁγίων κοινόν. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν τῶν Ὁσίων ἱερὰν ξυνωρίδα, ὡς ἡμῶν πρέσβεις πρὸς Χριστὸν τὸν Σωτῆρα, χρεωστικῶς ὑμνήσωμεν φιλέορτοι, Θεόδωρον τὸν ἔνδοξον, τῆς Ἐδέσσης ποιμένα, Μιχαὴλ σὺν τούτῳ δέ, τὸν στεῤῥῶς ἠθληκότα· οὗτοι καὶ γὰρ πρεσβεύουσιν ἀεί, πᾶσι διδόναι, πταισμάτων συγχώρησιν.
Ὁ Οἶκος.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενοι, τὰ ἐν κόσμῳ τερπνὰ κατελίπετε· καὶ ἀγάπῃ τῇ θείᾳ πυρούμενοι, ἐν τῇ Λαύρᾳ τῇ θείᾳ ἐδράμετε, Σάββα τοῦ κλεινοῦ Πατρός, καὶ ἡγιασμένου, Θεόδωρε μακάριε, καὶ Μιχαὴλ ἀξιοθαύμαστε· καί ἁγιασθέντες ἁγίαις πράξεσι, καὶ ἰσαγγέλῳ πολιτείᾳ, ὁ μὲν ποιμενάρχης ἀληθής, τῆς ἐν Ἐδέσσῃ Ἐκκλησίας ὤφθης, καὶ θαύμασιν ἐτράνωσας, Εὐαγγελίου τὴν ἀλήθειαν· ὁ δὲ ὑπακοὴ τὸ πρότερον, καὶ ἀθλητικαῖς ἀριστείαις ὕστερον, ὡς θῦμα εὐπρόσδεκτον τῷ Χριστῷ προσενήνεξαι· καὶ ἀμφότεροι δοξασθέντες, πρεσβεύετε ἀεί, πᾶσι διδόναι πταισμάτων συγχώρησιν.
Συναξάριον.
Τῇ ΙΘ´ τοῦ αὐτοῦ μηνός,  μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα Ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος· καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Μιχαὴλ ἀνεψιοῦ αὐτοῦ.
Στίχοι.
Εἰς τὸν Ἅγ. Θεόδωρον.
Θείων δωρεῶν Θεόδωρε μετέσχες,
Ἀξίως τῆς κλήσεως καλῶς βιώσας.
Δῶρον Θεός σε, Θεόδωρε τρισμάκαρ,
Πόλει δέδωκε τῆς Ἐδέσσης ὡς μέγα.
Εἰς τὸν Ἅγ. Μιχαήλ.
Μιχαὴλ ὡς Ὅσιος ὁμοῦ καὶ Μάρτυς,
Διπλῶν τέτευχε παρὰ Χριστοῦ ἐπάθλων.
Δεκάτ᾿ ἢ δ´ ἐνάτη Θεόδωρον Μιχαήλ τε ἀείδω.
Οὗτοι ὥρμηντο ἐκ τῆς ἐν Μεσοποταμία Ἐδέσσης. Ὑπελθόντες τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν, ἐγένοντο μοναχοὶ ἐν τῇ περιβοήτῳ Λαύρᾳ Σάββα τοῦ Ἡγιασμένου, ἀσκητικοῖς ὁμιλοῦντες σκάμμασι καὶ πλείστοις ἀγῶσιν.  Καὶ πότε ὁ Μιχαὴλ σταλεὶς τῇ Ἁγία Πόλει, περιέπεσε χερσὶν Ἀγαρηνῶν, οἵτινες ἐβίαζον αὐτὸν ἀρνήσασθαι τὸν Χριστὸν, ὁ δὲ μὴ εἶξας τῇ τούτων βουλή, καὶ πολλὰς αἰκίας ὑποστάς, ἐκομίσατο τὸν τοῦ μαρτυρίου στέφανον. Ὁ δὲ θεῖος Θεόδωρος, νεύσει Θεοῦ Ἀρχιερεὺς γεγονώς, ποιμὴν Ἐδέσσης κατέστη· ἔνθα τοῦ Εὐαγγελίου τὸν λόγον ἱερουργῶν, καὶ θαύμασιν ἐκλάμπων, τὸν ἐκεῖσε Ἡγεμόνα, Ἀγαρηνὸν ὄντα, τῇ πίστει τοῦ Χριστοῦ ἐπεσπάσατο, καὶ υἱὸν φωτὸς ἀνέδειξε. Καὶ καλῶς ποιμάνας τὴν ἐμπιστευθείσαν αὐτῷ ποίμνην, κεκοίμηται ὁσίως, καὶ ἀπέλαβε τῆς ἀφθαρσίας τὸ διάδημα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Πόνοις καὶ θαύμασιν ἐκλάμπων, πλείστους ἤγαγες, τῇ πίστει τοῦ Κυρίου, ᾧ μετέστης λαμπρῶς, Θεόδωρε κραυγάζων· εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὤφθης τοῦ Πνεύματος τῇ δρόσῳ, ἀκατάφλεκτος, πυρὶ ὡς προσωμίλεις, Μιχαὴλ Ἀθλητά, καὶ τῷ Χριστῷ ἐβόας· εὐλογητὸς εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Γνώσει λαμπόμενοι τῇ θείᾳ, καὶ ταῖς πράξεσι, ζωῆς τῆς ἐνάρετου, φωταυγεῖτε ἡμᾶς, ἀεὶ πρὸς σωτηρίαν, Θεόδωρε θεόσοφε, Μιχαὴλ Ὁσιομάρτυς.
Θεοτοκίον.
Ἔργοις τοῦ σκότους ἐδουλώθην, ἀλλὰ Δέσποινα, ἡ φωταυγής σου σκέπη, τὴν ἀχλὺν τὴν δεινήν, λυσάτω τῆς ψυχῆς μου, ἵνα τὸ φῶς θεάσωμαι, τοῦ Υἱοῦ σου καὶ Θεοῦ μου.

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.
Ῥήσεσι τῶν χειλέων σου, καὶ φωτὶ τῷ τοῦ βίου σου, τὸ τῆς ἀσεβείας σκότος ἀποτίθησιν, ὁ ἄναξ Θεόδωρε, καὶ τῷ Χριστῷ προσέδραμε, καὶ ἐν εὐφροσύνῃ, εὐσεβῶς ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀσκητικῶς διέπρεψας Μιχαὴλ παμμακάριστε, καὶ ἀθλητικῶς Κυρίῳ ἐξεδήμησας, διό σου τὸ λείψανον, ὡς θησαυρὸν ἐδέξαντο, οἱ ἐν τῇ Μονῇ, τοῦ θείου Σάββα βοῶντες· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Συντονωτάτοις σκάμμασι, τῆς ὁσίας ἀσκήσεως, πολύτιμα σκεύη τοῦ Ἁγίου Πνεύματος, Θεόδωρε πάνσοφε, καὶ Μιχαὴλ θεόληπτε, ὤφθητε ἀξίως, ὁμοφώνως βοῶντες· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱερωτέρα πέφηνας, Θεοτόκε Πανύμνητε, τῆς ὑπερκοσμίου τῶν Ἀγγέλων τάξεως, τὸν τούτων κυήσασα, Δημιουργὸν καὶ Κύριον, σῴζοντα φθορᾶς, τοὺς εὐσεβῶς ἐκβοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Μεγίστων χαρισμάτων ἀξιωθείς, Ἱεράρχα θεόφρον Θεόδωρε, παρὰ Θεοῦ, ὡς αὐτοῦ θεράπων θεοειδής, ἀξίως ἱερούργησας, λόγον τὸν τῆς χάριτος καὶ σοφῶς· καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, χορεύων θεοφόρε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Ὁ πρότερον ἀσκήσεως τῷ φωτί, Μιχαὴλ λαμπρυνθεὶς τὴν διάνοιαν, ἀθλητικῶς, ὕστερον ἐδόξασας τὸν Χριστόν, καταβαλῶν τὸν τύραννον, ἀσθενείᾳ φύσεως εὐσθενῶς· διὸ διπλᾶς ἐδέξω, τὰς θείας ἀντιδόσεις, Ὁσιομάρτυς ἀξιάγαστε.
Ὑμνοῦμεν τοὺς ἀγῶνας ἡμῶν ὁμοῦ, τὴν σεπτὴν ὑμῶν μνήμην γεραίροντες, πανευλαβῶς, καὶ ἀναβοῶμεν ἀπὸ ψυχῆς· Θεόδωρε Πατὴρ ἡμῶν, σὺν ἀδελφιδῷ σου τῷ Μιχαήλ, πρεσβεύετε Κυρίῳ, πταισμάτων δοῦναι λύσιν ἡμῖν καὶ ἔλλαμψιν σωτήριον.
Θεοτοκίον.
Ὑψίστου Μήτηρ ὤφθης παναληθής, καὶ παρθένος μεμένηκας ἄφθορος· ὅτι Θεός, ὁ ἐκ σοῦ ἀφράστως σωματωθείς, μεγάλα καὶ παράδοξα, ἐν σοὶ ἀπειργάσατο καὶ φρικτά· διὸ σὲ Θεοτόκε, ψυχῇ τε καὶ καρδίᾳ, ἀκαταπαύστως μεγαλύνομεν.

Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῶν δωρεῶν τοῦ Πνεύματος, δοχεῖον πανυπέρτιμον, Θεόδωρε ἀνεδείχθης, τῇ ἐναρέτῳ ζωῇ σου, καὶ τῷ οἰκείῳ αἵματι, ὦ Μιχαὴλ ἐφοίνιξας, τὴν σὴν στολὴν ὡς ἠθλησας, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος· διὸ ὑμᾶς εὐφημοῦμεν.
Θεοτοκίον.
Θεὸν τὸν Παντοκράτορα, σαρκὸς ἐν ὁμοιώματι, γεννήσασα ἀποῤῥήτως, φθορᾶς ἐῤῥύσω τὸν κόσμον· διὸ κάμε ἀπάλλαξον, φθοροποιῶν προσλήψεων, καὶ ταῖς ἀκτῖσι λάμπρυνον, τῆς μετανοίας τὸν νοῦν μου, Θεογεννῆτορ Μαρία.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Πάτερ ἱερὲ Θεόδωρε, ἀσκητικαῖς ἀρεταῖς, καὶ πολλαῖς ἐπιδόσεσι, θείων ἀναβάσεων, τὴν ψυχὴν ἀπεκάθηρας, καὶ ἐπληρώθης θείων ἐλλάμψεων, καὶ τῆς Ἐδέσσης ποιμὴν θεόσοφος, ὤφθης καὶ ἴθυνας, τὴν σὴν ποίμνην Ἅγιε, πρὸς τὸν Χριστόν, λόγοις τε καὶ θαύμασι, καὶ θείαις πράξεσι.
Μάκαρ Μιχαὴλ μακάριε, ὑπακοῆς ἀπλανοῦς, διανυῶν τὸ στάδιον, τὸ σὸν αἷμα κέχυκας, διὰ πόθον τὸν ἔνθεον· ὑπὲρ Χριστοῦ γὰρ νομίμως ἤθλησας, καὶ μαρτυρίου στέφανον εἴληφας· ὅθεν ἱκέτευε, δοῦναι ἡμῖν ἄφεσιν, ἁμαρτιῶν, καὶ παθῶν ἐκλύτρωσιν, τοῖς σὲ γεραίρουσι.
Λαύρα ἡ σεπτὴ ἀγάλλεται, ὡς κεκτημένη ὑμᾶς, οἷα δένδρα κατάκαρπα, τῆς θείας ἀσκήσεως, Σάββα τοῦ θεομάκαρος, σὺν Θεοδώρῳ Μιχαὴλ ἔνδοξε, καὶ μακαρίζει ὑμῶν τὰ σκάμματα, ἣν ἀεὶ ῥύεσθε, συμφορῶν καὶ θλίψεων, παρὰ Χριστοῦ, εἰρήνην αἰτούμενοι, ταύτῃ καὶ ἔλεος.
Χαίροις ξυνωρὶς πανθαύμαστε, τῆς ἐνάρετου ζωῆς, θαυμαστὰ ὑποδείγματα, Ἅγιε Θεόδωρε, τῆς Ἐδέσσης ὁ Πρόεδρος, καὶ Μιχαήλ τε Μάρτυς ἀήττητε, ὁ καταισχύνας τὸν παναλάστορα· χαίρετε σύσκηνοι, οὐρανίων τάξεων, μεθ᾿ ὧν ἀεί, αἰτεῖσθε δεόμεθα τὸ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τῷ τῆς χάριτος φωτί, τὴν ζωὴν κατευθύνοντες, ἀπροσκόπτως διήλθετε, τὴν ὁδὸν τῆς ἀσκήσεως, Πατέρες Ὅσιοι· καὶ ὡς Χριστοῦ μιμητής, πολλαχὼς ἐν Ἐδέσσῃ διέπρεψας, Ἱεράρχα Πάτερ Θεόδωρε· ἀθλητικοῖς δὲ πόνοις, εὐσεβείας ἔδειξας τὴν ἰσχύν, Μιχαὴλ Ὁσιομάρτυς. Καὶ νῦν τῆς ἄνω ζωῆς, ἄμφω ἀπολαύοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε Κεχαριτωμένη Μῆτερ Ανύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ συνήθη.
Ἀπόστολον τοῦ Ἁγίου Σπυρίδωνος,
Εὐαγγέλιον Ὀσιάκον.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάρια.
Τοῦ ἁγ. Θεοδώρου.
Χαίροις ἡσυχίας μυσταγωγός, καὶ τῆς Ἐκκλησίας, Ἱεράρχης φωταγωγός, χαίροις τῆς Ἐδέσσης, ὁ μέγας πολιοῦχος, Θεόδωρε τρισμάκαρ, Πατέρων καύχημα.
Τῶν Ἁγίων κοινόν.
Χαίροις τῶν Ἁγίων ἡ ξυνωρίς, Θεόδωρε Πάτερ, τῆς Ἐδέσσης θεῖος φωστήρ, Μιχαήλ τε μάκαρ, Χριστοῦ Ὁσιομάρτυς, Μονῆς Ἁγίου Σάββα, ἐγκαλλωπίσματα.

Δίστιχον.
Θεόδωρόν τε καὶ Μιχαὴλ συνάμα,
Γεράσιμος ὕμνησεν ᾄσμασι θείοις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου