Ἀκολουθία Ὁσίας ΘΕΟΚΤΙΣΤΗΣ τῆς Λεσβίας.
Ψαλλομένη τῇ 9η
Νοεμβρίου
Ποίημα Γερασίμου Μοναχοῦ
Μικραγιαννανίτου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακόν, εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους δ’ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἡ νῆσος Λέσβος ὡς δένδρον σε εὐθαλέστατον, βλαστήσασα Ὁσία, τῇ σῇ δόξῃ
καυχᾶται· σὺ γὰρ σπουδῇ συντόνῳ τῶν ἀρετῶν, τοὺς καρποὺς ἐγεώργησας, δι’ ὦν
ἐκτρέφεις ἑκάστοτε τῶν πιστῶν, τὰς καρδίας θείῳ Πνεύματι.
Τῇ τοῦ Βελίαρ μανίᾳ αἰχμαλωσίαν πικράν, ὑπενεγκοῦσα Μῆτερ, ὡς ἐχθρῶν
ἀλαστόρων, ἐῤῥύσθης προμηθείᾳ τῇ θεϊκῇ, καὶ ἐν Πάρῳ ἐσκήνωσας, ἔνθα Ἀγγέλων τὸν
βίον μετὰ σαρκός, θείῳ ἔρωτι ἐζήλωσας.
Θάμβους ἐπλήσθη, Ὁσία, ὁ εὐσεβὴς θηρευτής, ἡνίκα σε κατεῖδεν, ὡς ἀσώματον
ὄντως, καὶ πίστει ὑπουργήσας τῇ ἱερᾷ Θεοκτίστῃ ἐφέσει σου, τῆς θαυμαστῆς σου
ἐκήρυξε βιοτῆς, τὰ ἀνδρεῖα κατορθώματα.
Ὡς θεοδώρητον πλοῦτον καὶ θησαυρὸν ἀληθῆ, τὰ θεῖα λείψανά σου, Θεοκτίστη
Ὁσία, ἡ νῆσος Ἰκαρία νεύσει τῇ σῇ κτησαμένη ἀγάλλεται, καὶ τὴν ἁγίαν σου μνήμην
καὶ εὐκλεῆ, ἑορτάζει εὐφημοῦσά σε.
Δόξα. Ἦχος α΄.
Τῆς ἰσαγγέλου ζωῆς σου τὰ σκάμματα, τίς ἐπαξίως διηγήσεται, Θεοκτίστη Ὁσία;
πάντας γὰρ ἐξέπληξας, τῇ στεῤῥοτάτῃ ἀσκήσει σου, καὶ τοῖς Ἀγγέλοις ἐξωμοίωσαι,
τῆς ἀνθρωπίνης φύσεως, ὑπερβᾶσα τοὺς ὅρους. Μεθ’ ὧν τῆς ἀλήκτου χαρᾶς ἀπολαύουσα,
κατ’ ἀξίαν τῶν πόνων σου, πρέσβευε τῷ σῷ Νυμφίῳ, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα,
πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
ΑΠΟΣΤΙΧΑ. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρωτι θεϊκῷ, τρωθεῖσα Θεοκτίστη, ἀπὸ παιδὸς ἐμφρόνως, Κυρίῳ ἀνετέθης, καὶ
τούτῳ ἠκολούθησας.
Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Πάχος τὸ τῆς σαρκός, λεπτύνασα Ὁσία, συντονωτάτοις πόνοις, εἰς οὐρανοὺς
ἀνέπτης, οἷα τρυγὼν φιλέρημος.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εἴληφας ἐκ Θεοῦ, πλουσίας ἀντιδόσεις, Ὁσία Θεοκτίστη, καὶ νέμεις τοῖς
αἰτοῦσι, τὰ ἀγαθὰ δωρήματα.
Δόξα. Τριαδικόν.
Μόνη μόνῳ Θεῷ, τῷ Τρισηλίῳ Μῆτερ, λατρεύουσα ὁσίως, ἐρήμῳ ἐν ἀβάτῳ
θεουργικῶς δεδόξασαι.
Καὶ νῦν. Θεοτοκίον.
Ἔχουσα τὴν Ἁγνήν, Παρθένον Θεοτόκον, βοήθειαν Ὁσία, ῥᾶον τήν τῆς ἐρήμου,
σκληραγωγίαν ἒφερες.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καί τό Ἀπολυτίκιον. Ἦχος
γ΄. Τήν ὡραιότητα.
Ἡ Λέσβος βλάστημα, θεῖόν σε κέκτηται, τοῖς δὲ ἀγῶσί σου, Πάρος ἡγίασται καὶ
τῷ σῷ σκήνει τῷ σεπτῷ, πεπλούτηται Ἰκαρία. Ὅθεν ὡς παρθένον σε, καὶ Ὁσίαν
γεραίρομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου τοῖς βοῶσί σοι
Μῆτερ· χαίροις Ὁσία Θεοκτίστη.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε
Παρθένε. Ἐν τῇ γαστρὶ γὰρ ἐκ τῇ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ
διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε
ἐκέκραξα ἱστῶμεν Στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α’. Ὤ τοῦ παραδόξου
θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος, ὑπὲρ φύσιν ζωήν, γυναικείῳ σώματι, δυνάμει τῇ τοῦ
Χριστοῦ, στεῤῥῶς διήνυσεν, ἐν Πάρῳ ἀσκητικῶς, ἡ Θεοκτίστη τῆς Λέσβου τὸ
βλάστημα, καὶ ᾔσχυνε τὸν ἐχθρόν, τὸν καθ’ ἡμῶν χαλεπῶς ὠρυόμενον· ὅθεν
χαρισμάτων θείων, δαψιλῶς ἐτρύφησε, καὶ ἁγίων Ἀγγέλων, ἀνεδείχθη ἰσοστάσιος.
Βαβαὶ τῆς σῆς πολιτείας σεμνή! σὺ γὰρ ὑπερέβης, τοὺς ὅρους τῆς φύσεως,
ἀσκήσει σου τῇ στεῤῥᾷ καὶ ὑπὲρ ἄνθρωπον· ἐξ ὅλης γὰρ τῆς ψυχῆς, ἀκολουθοῦσα
Χριστῷ τῷ Νυμφίῳ σου, τὴν ἔρημον κατοικεῖν, αἰχμαλωσίας πικρᾶς ὡς διέδρασας,
ᾑρετίσω Θεοκτίστη, καὶ κατετραυμάτισας, τὸν ἀρχέκακον ὂφιν, ἀνενδότοις σου
παλαίσμασι.
Τὴν σὴν θαυμάζουσιν ἄσκησιν, τῶν Ἀγγέλων τάξεις, καὶ βροτῶν συστήματα, καὶ
φρίττουσι ζοφερῶν, πνευμάτων φάλαγγες, χορεύει δὲ μυστικῶς, ἁγιασθεῖσα ἡ Πάρος
τοῖς πόνοις σου, σκιρτᾷ δὲ καὶ σὺν αὐτῇ ἡ Ἰκαρία τῷ θείῳ λειψάνῳ σου· ἡ δὲ
Λέσβος Θεοκτίστη, ἐν σοὶ καλλωπίζεται, καὶ Χριστὸν μεγαλύνει, τὸν λαμπρῶς σε
θαυμαστώσαντι.
Προσόμοια ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς παρθένος ἀκήρατος, τῷ Χριστῷ κατηγγύησαι, Μῆτερ ἐκ νεότητος θείῳ ἔρωτι,
καὶ τὸν ζυγὸν αὐτοῦ ἄρασα, αὐτῷ ἠκολούθησας, ἀλλ᾿ ὁ βάσκανος ἐχθρός, πειρασμούς
σοι ἐπήγαγε, καὶ αἰχμάλωτον, καθιστᾷ σε βαρβάροις Θεοκτίστη, ἀλλ’ ᾐσχύνθη τῇ σῇ
στάσει, κᾳὶ τῷ ἀνδρείῳ φρονήματι.
Ὡς κατεῖδεν Ὁσία σε, εὐδοκίᾳ τῇ κρείττονι, οἷαπερ ἀσώματον μετὰ σώματος, ἐν
τῷ ναῷ τῆς Θεόπαιδος, ἐξέστη τῷ πνεύματι, ὁ θεόφρων θηρευτής, καὶ ὡς θήραμα
κάλλιστον, καὶ οὐράνιον, Θεοκτίστη προτέθεικε τῷ κόσμῳ, τῆς λαμπρᾶς σου
πολιτείας, τὰ ὑπὲρ φύσιν παλαίσματα.
Ὥσπερ ἄνθος ἡδύπνευστον, ἐκ τῆς Λέσβου ἐβλάστησας, καὶ ἐν Πάρῳ ἔπνευσας τῆς ἀσκήσεως, τὴν εὐωδίαν ἐν
Πνεύματι, Ὁσία ἰσάγγελε· τὸ δὲ λείψανον τὸ σόν, ὥσπερ δῶρον οὐράνιον, καὶ
πολύτιμον, ἐδωρήσω τῇ νήσῳ Ἰκαρίᾳ, Θεοκτίστη μακαρία, τῶν Ἀσωμάτων ἐφάμιλλε.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον τὴν σὴν ἁγίαν μνήμην, πνευματικῶς ἑορτάζοντες, Θεοκτίστη Ὁσία, τὸν
σὸν Νυμφίον Χριστὸν δοξάζομεν, τὸν λαμπρῶς σὲ μεγαλύναντι, καὶ ἀγαλλιάσει
βοῶμέν σοι· χαίροις ἡ τὴν τοῦ θήλεος ἀσθένειαν ἀποῤῥίψασα, καὶ ἐν ἀνδρείῳ
φρονήματι, ἀγωνισαμένη ὡς ἄσαρκος· χαίροις ἡ τὴν κλῆσιν τοῖς ἔργοις, ἀληθῆ
δείξασα, καὶ ἱερὸν ἀνάθημα, καὶ νύμφη Χριστοῦ φανεῖσα ὡς καλλιπάρθενος· χαίροις
ὁ τῆς Λέσβου βλαστός, τῆς Πάρου θεῖον ἐντρύφημα, καὶ τῆς Ἰκαρίας προστάτις καὶ
ἔφορος. Ἀλλὰ πρέσβευε ἀπαύστως, Ὁσία Μῆτερ, τῷ Σωτῆρι ἡμῶν καὶ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε...
Εἴσοδος. Προκείμενον. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη.
Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ
ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν,
καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον
ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν
ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς
διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ
εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τό Ἀνάγνωσμα.
Υἱέ ἄνοιγε σόν στόμα λόγῳ Θεοῦ,…
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνεται ἐν Κυρίῳ ἡ ἐνεγκαμένη σε Λέσβος, τὰ σπάργανά σου κατέχουσα,
Θεοκτίστη Ὁσία· ἡ δὲ Πάρος ἀγάλλεται, τῶν ἀγώνων σου τεθεαμένη τὸ μέγεθος, καὶ
τοῖς ὁσίοις ἱδρῶσί σου, καταρδευθεῖσα Μῆτερ· ἀλλὰ πλέον τούτων, γάννυται,
Ἰκαρία ἡ κλεινή, τὸ χαριτόβρυτόν σου λείψανον, τῇ σῇ νεύσει πλουτήσασα· χάριν
γὰρ καὶ ἔλεος ἐξ αὐτοῦ καρποῦται, καὶ τῷ σὲ δοξάσαντι κράζει· Κύριε, δόξα σοι.
Ἦχος β’.
Ἀγγελικὴν ζωὴν ἀγαπήσασα, ἐκ νεότητος Χριστῷ ἠκολούθησας, Θεοκτίστη θεόφρων·
ᾧ καὶ νυμφευθεῖσα, πάντα πόθον ὑπερεῖδες γεηρόν, καὶ ἐπτερώθης τῷ πνεύματι,
ταῖς θείαις ἀναβάσεσι καὶ αἰχμαλωσίαν ὑποστᾶσα, τὸν ἀρχέκακον ἐχθρὸν
ᾐχμαλώτευσας, τοῖς ἐρημικοῖς σου παλαίσμαισιν· ὢ τοῦ θαύματος, γυμνὴ καὶ
ἄστεγος ἐν ἐρήμῳ ἔζησας, Θεῷ μόνῳ λατρεύουσα, τῷ γνώριμόν σε πᾶσι ποιήσαντι,
τοῖς ὁλοψύχως βοῶσι, Κύριε δόξα σοι.
Ἦχος γ’.
Τὶς ἐπαξίως ὑμνήσει, τῆς ἰσαγγέλου σου ζωῆς τὰ σκάμματα, Θεοκτίστη
θεόληπτε; τὴν ἐν ἐρήμῳ μόνωσιν, τῶν δακρύων τὰ χεύματα, τῆς προσευχῆς τὸ
σύντονον, τὴν ἀκροτάτην ἐγκράτειαν, καὶ τὰς κατὰ τῶν ἀοράτων ἐχθρῶν, ἀνδρείας
συμπλοκάς; Ὡς μέγα σου τὸ κατόρθωμα, καὶ θαυμαστὴ ἡ δοθεῖσά σοι ἔλλαμψις! Κατ’
ἀξίαν γὰρ δεδόξασαι, καὶ λαμπαδηφόρος ἐν τῷ νυμφῶνι τῆς δόξης τοῦ Νυμφίου σου·
οὗ καὶ ἡμᾶς ἀξίωσον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.
Ἦχος δ’.
Παρθενικῇ ἐκλάμπουσα χάριτι, βαρβαρικῆς ἐπιδρομῆς ἐγένου ἔργον,
αἰχμαλωτισθεῖσα τῷ σώματι· ἀλλὰ χειρὶ Θεοῦ, ῥυσθεῖσα, τὸν μὲν ῥυσάμενόν σε
ἐδόξασας Κύριον, τῇ ξενοτρόπῳ πολιτείᾳ σου, τὸν δὲ τὰ δεινά σοι τεκτηνάμενον,
αἰχμάλωτον εἶλες τοῖς πόνοις σου, τὸν τὴν Εὔαν πάλαι πτερνίσαντα, καὶ κατ’
αὐτοῦ τρόπαιον μέγα ἤγειρας, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ. Ἀλλ’ ὦ Θεοκτίστη Ὁσία,
τῆς μανίας αὐτοῦ ἀπάλλαξον ἡμᾶς, αἰτουμένη ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός.
Τὴν ὑπὲρ φύσιν σου ἄσκησιν, θαυμαστῶς ἐδόξασεν ὁ τῆς δόξης Κύριος,
Θεοκτίστη θεοδόξαστε· αὐτῷ γὰρ ὁλοσχερῶς ἀνατέθης, καὶ ὡς ἄσαρκος ἔζησας,
μῃδόλως πρόνοιαν τῆς σαρκὸς ποιήσασα· ὅθεν χαρισμάτων θείων ἐπλήσθης, καὶ τῶν
Ἀγγέλων στάσεως ᾐξίωσαι, θεωθεῖσα θείᾳ μετοχῇ· ἡμῖν δὲ παρέχεις, ἴασιν ψυχῆς
καὶ ῥῶσιν σώματος, καὶ πταισμάτων ἄφεσιν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...
Εἰς τόν Στίχον. Ἦχος πλ. α᾿. Χαίροις ἀσκητικῶν.
Χαίροις ἀγωνισμάτων στεῤῥῶν, ἄκουσμα ξένον ἀληθῶς καὶ παράδοξον· ἐν φύσει
γὰρ γυναικείᾳ τὴν τῶν Ἀγγέλων ζωήν, ἀνενδότως Μῆτερ, πεπολίτευσαι, σαρκὸς τὴν
γυμνότητα, καὶ ἐρήμου τὴν κάκωσιν, καὶ τῶν ἀσάρκων, πολεμίων τὸν πόλεμον,
καρτερήσασα, οὐρανίῳ φρονήματι· ὅθεν σε θεασάμενος, Ὁσία ὡς ἄσαρκον, ὁ θηρευτὴς
κατεπλάγη, τῶν ἀρετῶν σου τὴν ἔλλαμψιν, δι’ ἧς ἀπαυγάζεις, Θεοκτίστη τοῖς ἐν
κόσμῳ, χάριν θεόσδοτον.
Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Χαίροις περιστερὰ λογική, ἡ τῆς πικρᾶς αἰχμαλωσίας τὰ θήρατρα, φυγοῦσα
προνοίᾳ θείᾳ, καὶ πρὸς τὸ ἄλσος στεῤῥῶς, τῆς ἐρήμου Πάρου καταπαύσασα, ἐξ οὗ
πρὸς κατάπαυσιν, ἀληθῶς τὴν οὐράνιον, ἀσχέτῳ πόθῳ, καὶ ἀνδρείῳ φρονήματι,
ἐναπέβλεψας, Θεοκτίστη ἰσάγγελε· ἧς νῦν καταπολαύουσα, καὶ δόξαν τὴν ἄῤῥητον,
αὐτοπροσώπως ὁρῶσα, τοῦ ἀθανάτου Νυμφίου σου, ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρει ἡ Ἰκαρία ἐν σοί, τὸ χαριτόβρυτον καὶ θεῖόν σου λείψανον, πλουτήσασα
Θεοκτίστη, τῇ εὐδοκίᾳ τῇ σῇ, οἷα πλοῦτον Μῆτερ ἐπουράνιον· ἡ Λέσβος καὶ Πάρος
δέ, τῇ σῇ δόξῃ ἀγάλλονται, ἡ μὲν λαμπρῶς σε, ἐνεγκοῦσα καὶ θρέψασα, ἡ ἑτέρα δέ,
δεξαμένη τοὺς ἄθλους σου. Ταύτας ἀεὶ περίσκεπε, καὶ πάντας διάσωζε, τοὺς
ἑορτάζοντας πόθῳ, τὴν παναοίδιμον μνήμην σου, Χριστὸν αἰτουμένη, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ'.
Τῶν λαμπρῶν ἀγώνων σου, εἰς πᾶσαν γῆν ἐξῆλθεν ὁ φθόγγος, Θεοκτίστη Ὁσία
θεόληπτε. Βαβαὶ τῆς σῆς ἀνδρείας, καὶ σταθερᾶς ὑπομονῆς, ἧς ἐνεδείξω ἐν τῷ
σκάμματι! ἔξω κόσμου καὶ σαρκὸς γὰρ ἐγένου, ὑπὲρ τὰ ὁρώμενα, τῇ σαρκὶ
διατελέσασα. Καὶ νῦν τῶν πόνων τρυγῶσα τους καρπούς, δυσώπει δεόμεθα μακαρίᾳ, Χριστὸν
τὸν Νυμφίον σου, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τας δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καί τό Ἀπολυτίκιον. Ἦχος γ΄. Τήν ὡραιότητα.
Ἡ Λέσβος βλάστημα, θεῖόν σε κέκτηται, τοῖς δὲ ἀγῶσί σου, Πάρος ἡγίασται καὶ
τῷ σῷ σκήνει τῷ σεπτῷ, πεπλούτηται Ἰκαρία. Ὅθεν ὡς παρθένον σε, καὶ Ὁσίαν
γεραίρομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου τοῖς βοῶσί σοι
Μῆτερ· χαίροις Ὁσία Θεοκτίστη.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε
Παρθένε. Ἐν τῇ γαστρὶ γὰρ ἐκ τῇ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ
διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου Σωτήρ.
Εὐφραίνει μυστικῶς, ἡ ἁγία σου μνήμη, Ὁσία τοῦ Χριστοῦ, εὐσεβῶν τὰς
καρδίας, ἐν ᾗ συνελθόντες σε, ἐν ᾠδαῖς, μακαρίζομεν, καὶ δοξάζομεν, τὸν σὲ
δοξάσαντα Λόγον. Ὃν ἱκέτευε, διὰ παντὸς Θεοκτίστη, ὑπὲρ τῶν ψυχῶν ᾑμῶν.
Θεοτοκἱον.
Ναῷ τῷ ἱερῷ, τῆς Ἁγνῆς Θεοτόκου, ἡμέρας καὶ νυκτός, προσεδρεύουσα Μῆτερ,
ναὸς ἁγιώτατος, μυστικῶς ἐχρημάτισας, θείαις πράξεσι, τῆς Παναγίας Τριάδος,
μεγαλύνουσα, στόματι, νῷ καὶ καρδίᾳ, Παρθένον τὴν Ἄχραντον.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη
Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, ὁ κυνηγέτης κατιδών, ὥσπερ κρόκην σε σεμνή, ῥιπιζομένην
τῇ πνοῇ, ἐν τῷ ναῷ τῆς Θεοτόκου ἐν τῇ Πάρῳ, καὶ ἔφριξε μαθών, τῆς πολιτείας
σου, τοὺς πόνους τοὺς μακρούς, καὶ τὰ παλαίσματα, καὶ καθηγίασται Μῆτερ τῇ
προσψαύσει σου, καὶ τῇ δοθείσῃ σοι χάριτι. Ἀλλ’ ἐκδυσώπει, ὦ Θεοκτίστη, ὑπὲρ
ἡμῶν τῶν τιμώντων σε.
Θεοτοκίον.
Τῆς σῆς δόξης τὰς αὐγάς, Θεοχαρίτωτε Ἁγνή, Θεοκτίστη ἡ σεμνή, κατανοοῦσα
μυστικῶς, ἐν τῷ ναῷ σου τῷ ἁγίῳ σχολάζουσα, ἔφερε στεῤῥῶς, ἅπαν ἐπίπονον, βίου
τοῦ σκληροῦ, τοῦ τῆς ἀσκήσεως, καὶ εὐχαρίστῳ ψυχῇ ἐμεγάλυνε, τὰ μεγαλεῖά σου
Ἄχραντε, χαῖρε βοῶσα, Εὐλογημένη, τῶν βροτῶν καταφύγιον.
Μετά τόν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ᾿ Τήν Σοφίαν
καί Λόγον.
Ὑπὲρ φύσιν ἀσκήσασα ἐπὶ γῆς, ἐδοξάσθης ἀξίως ἐν οὐρανοῖς· εἰς ἔρημον νῆσον
γάρ, θεοφόρε σκηνώσασα, καὶ κατὰ μόνας Μῆτερ, Θεὸν θεραπεύουσα, ἀθέατος τοῖς
πᾶσιν, ἐτέλεις καὶ ἄγνωστος· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων γνωσθεῖσα, τοὺς πάντας
ἐξέπληξας, παραδόξῳ ἀσκήσει σου, Θεοκτίστη ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Τὸν Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, ἁγνὴ καὶ
πανάφθορος, μετὰ τόκον διέμεινας, καὶ τῆς φθορᾶς ἐῤῥύσω, Ἀδὰμ τὸν κατάκριτον,
τῆς εὐλογίας Κόρη, τὴν ἄβυσσον τέξασα· ὅθεν τὴν ψυχήν μου, τοῦ ἐχθροῦ ἐπηρείας,
ἀπάλλαξον δέομαι, καὶ δὸς σύνεσιν Πάναγνε, ἵνα πράττω τὸ θέλημα, Χριστοῦ τοῦ
σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ πταισμάτων λάβω τὴν συγχώρησιν, καὶ ζωῆς ἐπιτύχω,
μελλούσης ὁ δοῦλός σου.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχε μοι...
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ...
Εὐαγγέλιον τῆς γ’ Κυριακῆς τῶν Νηστειῶν.
Ὁ Ν’ Ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τοῖς ἐρημικοῖς σου παλαίσμασι, τοῦ ἐχθροῦ ἐπάτησας τὰς μεθόδους,
ἀῤῥενωθεῖσα ταῖς φρεσίν, Ὁσία Μῆτερ· τοῖς θεουργικοῖς δὲ χαρίσμασι, δι᾿ ὧν παρὰ
Θεοῦ ἐδοξάσθης, τῆς Ἐκκλησίας φαιδρύνει τὸ πλήρωμα, ἐν Ἁγίῳ Πνεύματι· ἀλλ’ ὦ
Θεοκτίστη θεόφρον, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οἱ Κανόνες· τῆς Θεοτόκου ἐκ τῆς Μικρᾶς Παρακλήσεως καί
τῆς Ὁσίας δύο.
Κανών πρῶτος, οὗ ἡ ἀκροστιχίς, «Τῇ Θεοκτίστῃ
τόν ὕμνον φέρω. Γερασίμου».
Ὠδή α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ταῖς Τριαδικαῖς μαρμαρυγαῖς, λαμπρυνομένη Ὁσία θεόληπτε, φωτισμόν μοι
δώρησαι, φωτιστικαῖς Θεοκτίστη πρεσβείαις σου, ἵνα σου τοῦ βίου ὑμνήσω τὰ
κατορθώματα.
Ἤστραψεν ἡ μνήμη σου ἡμῖν, ὑπὲρ ἡλίου αὐγὰς καταυγάζουσα, πιστῶν τὴν
διάνοιαν, τῶν ἀρετῶν σου Ὁσία λαμπρότησι, καὶ παθῶν τὸν ζόφον, ὁλοτελῶς
ἐκδιώκουσα.
Θείας ἀγαπήσεως τὸ πῦρ, ἐν τῇ ψυχῇ δεξαμένη πανεύφημε, κόσμου τὴν
τερπνότητα, ἀπὸ παιδὸς Θεοκτίστη κατέλιπες, καὶ τῷ σῷ νυμφίῳ, Χριστῷ θερμῶς
ἠκολούθησας.
Θεοτοκίον.
Ἔλαμψεν ἡμῖν σωματικῶς, ἐκ τῆς γαστρός σου ὁ ἄδυτος Ἥλιος, καὶ κόσμον
ἐφώτισε, θεογνωσίας ἀκτῖσι Πανάχραντε, καὶ τῶν Ὁσίων στίφη, περιφανῶς
ἐπεσπάσατο.
Κανών δεύτερος, οὗ ἡ ἀκροστιχίς, «Τίς σοῦ τόν
βίον Ὁσία μέλψει; Γερασίμου».
Ὠδή α’. Ἦχος πλ. α’. Ἵππον καί ἀναβάτην.
Τέλους τοῦ μακαρίου, ἐπιτυχοῦσα σεμνή, καὶ Ἀγγέλων χορείαις συνοῦσα καὶ
χορεύουσα, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σου, Θεοκτίστη τὴν μνήμην
ᾄσμασι.
Ἴθυνας τῆς ψυχῆς σου, ἀπὸ παιδὸς τὴν ῥοπήν, ὁλοτρόπως Ὁσία πρὸς ἐφετῶν τὸ
ἔσχατον, καὶ πόθῳ ἠμφίεσαι, μοναχῶν τὸ ἔνδυμα, ἑλομένη βίον οὐράνιον.
Σώματι καὶ καρδίᾳ, ἀνατεθεῖσα Χριστῷ, καὶ αὐτῷ νυμφευθεῖσα ὡς καθαρὰ καὶ
ἄμωμος, ἁγνείαν ἀκήρατον, τούτῳ προσενήνοχας, Θεοκτίστη καὶ βίον ἄμεμπτον.
Θεοτοκίον.
Σάρκα ἐκ σοῦ ὁ Λόγος, ἀναλαβὼν ἀληθῶς, ἔμψυχόν τε καὶ ἔννουν καὶ λογικὴν ὡς
εὔσπλαγχνος, Παρθένε Θεόνυμφε, τὴν ἀρὰν ἠφάνισε, καὶ τὸν ἂνθρωπον ἀνεσώσατο.
Κανών πρῶτος. Ὦδή γ’. Ὁ μόνος εἰδώς.
Ὁρών σε ὁ βάσκανος ἐχθρός, ὁσίως διαπρέπουσαν, αἰχμαλωσίαν σοι ἐτεκτήνατο,
ἐπιδραμόντων ἐχθρῶν ὠμότητι, ἀλλὰ τούτου ᾔσχυνας, Μῆτερ τὰ βουλεύματα,
λυτρωθεῖσα προνοίᾳ τῇ κρείττονι.
Κατάραντες Μῆτερ οἱ ἐχθροί, εἰς Πάρον προσωρμίσθησαν, ὧν διαδρᾶσα τὰς
χεῖρας πέφευγας, ὡς σκεπτομένη Χριστοῦ τῇ χάριτι, καὶ εἰς τόπον ἔρημον, ὡς
τρυγὼν φιλέρημος, Θεοκτίστη Ὁσία ἐσκήνωσας.
Τὴν ἔρημον Πάρον ἀνδρικῶς, Ὁσία κατοικήσασα, καὶ κατὰ μόνας Θεῷ σχολάζουσα,
τὴν τῶν Ἀγγέλων ζωὴν διέζησας, γυμνὴ καὶ ἀνέστιος, καὶ πᾶσιν ἀθέατος, καὶ
ἐχθροῦ τὴν κακίαν ἐγύμνωσας.
Θεοτοκίον.
Ἰλύος με λύτρωσαι Ἁγνή, παθῶν τῶν τυραννούντων με, καὶ τοῦ βορβόρου τῶν
ἔργων ῥῦσαί με, καὶ μετονοίας φωτί με αὔγασον, μὴ παρίδῃς
Ἄχραντε, τὴν οἰκτράν μου δέησιν· ὅτι σύ μου ἐλπὶς καὶ βοήθεια.
Κανών δεύτερος. Ὠδή γ’. Ὁ πήξας ἐπ’ οὐδενός.
Οὐκ ἔπτηξας τοῦ ἐχθροῦ, τὸ θράσος θεόληπτε, ἀλλ’ ἀνδρείᾳ γνώμῃ πρὸς πᾶσαν
ἄσκησιν, τῆς κατὰ Χριστὸν διαγωγῆς, ἐχώρησας Θεοκτίστη, καὶ τῶν Ἀγγέλων τὰ
τάγματα, τῇ σῇ πολιτείᾳ ἐξέστησας.
Ὑψώθης πρὸς ἀρετῶν, τὴν ἄκραν ἀκρώρειαν, τῇ σῇ ἀκροτάτῃ ἀσκήσει πάνσεμνε,
καὶ φωταγωγεῖς διὰ παντός, πάντων τὰς διανοίας, τῇ ψυχικῇ σου λαμπρότητι, Μῆτερ
Θεοκτίστη θεόσοφε.
Τὸ τάχος τὸ τῆς σαρκός, Ὁσία ἐλέπτυνας, ἐγκρατεῖς πόνοις καὶ ταῖς δεήσεσι,
ταῖς ἀδιαλείπτοις πρὸς Θεόν, καὶ πάσῃ σκληραγωγίᾳ τὴν δὲ ψυχὴν ἀπετέλεσας,
θείων χαρισμάτων ἀνάπλεων.
Θεοτοκίον.
Ὁ λόγος ὁ τοῦ Θεοῦ, ἐκ σοῦ σὰρξ γεγένηται, ὃ ἦν μείνας Κόρη δι᾿ ἀγαθότητα,
καὶ τὴν ἀπωσθεῖσαν τῶν βροτῶν, φύσιν τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς ἀπεκάθηρε, καὶ εἰς
οὐρανοὺς ἀνεβίβασε.
Κάθισμα, Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀῤῥενωθεῖσα ταῖς φρεσὶ Θεοκτίστη, πρὸς ἀνδρικοὺς ἐναπεδύσω ἀγῶνας, καὶ ἐν
αὐτοῖς Ὁσία ἠνδραγάθησας· ὤ! τῆς σῆς στεῤῥότητος! πῶς ὑπέφερες Μῆτερ, ἐρήμου
τὴν κάκωσιν, καὶ ἐχθρῶν τὰς ἐφόδους; διὸ μεγάλων ἔτυχες τιμῶν, καὶ ἀφθαρσίας
στεφάνῳ κατέστεψαι.
Θεοτοκίον.
Ἐν τῷ ναῷ σου Θεοτόκε Παρθένε, προσκαρτεροῦσα ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἡ τοῦ
Υἱοῦ σου τὸν ζυγὸν ποθήσασα, ὕμνοις καὶ δεήσεσι, τὴν σὴν δόξαν γεραίρει, καὶ
ναὸς τερπνότατος, τῆς Τριάδος ἐδείχθη, ἡ Θεοκτίστη ἡ θεοειδής, ἦς ταῖς
πρεσβείαις ἡμᾶς Κόρη ὤκτειρον.
Κανών πρῶτος. Ὠδή δ’. Ὄρος σε τῇ χάριτι.
Σώματος ἐνέκρωσας, σεμνὴ τὰ σκιρτήματα, δι’ ἡσυχίας παντελοῦς, καὶ
σκληροτάτης ἀγωγῆς· ψυχὴν δὲ ὡράϊσας, τῇ ὡραιότητι Μῆτερ τῶν πόνων σου, καὶ τῷ
Σωτῆρι ὁσίως νενύμφευσαι.
Τριάκοντα ἔμεινας, πρὸς πέντε ἐν ἔτεσιν, ἐν γῇ ἐρήμῳ ἀνδρικῶς, μόνη καὶ
μόνῳ τῷ Θεῷ, Ὁσία λατρεύουσα, καὶ τοῖς ἀνθρώποις τελοῦσα ἀθέατος· διὸ θεόθεν
ἀξίως δεδόξασαι.
Ἤνεγκας τὴν γύμνωσιν, σαρκός σου ὡς ἄσαρκος, καὶ κακουχίας τὰς λοιπάς, τῆς
ἐν ασκήσει σου ζωῆς· ἐντεῦθεν ἠμφίεσαι, τῆς ἀφθαρσίας στολὴν τὴν ὑπέρλαμπρον,
πεποικιλμένην τῇ αἴγλῃ τῆς χάριτος.
Θεοτοκίον.
Τέτοκας Πανάχραντε, σαρκὸς ὁμοιώτατι, τὸν Ὑπερούσιον Θεόν, ἀνακαινίζοντα
ἡμᾶς, καὶ ἄφθορος ἔμεινας, μετὰ τὴν κύησιν Μῆτερ ἀπείρανδρε· διὸ φθορᾶς τῶν
παθῶν με ἀπάλλαξον.
Κανών δεύτερος. Ὠδή δ’. Τήν θείαν ἐννοήσας Σου.
Ναῷ τῷ τῆς Ἁγνῆς Θεομήτορος, φοιτῶσα Μῆτερ εὐλαβῶς, ταύτης τὴν χάριν
ἐπλούτησας, καὶ τὴν θερμὴν προστασίαν, Ὁσία Θεοκτίστη θεόληπτε.
Βαρβάρων αἰσθητῶν ὡς ἀπέδρασας, κατηγωνίσω νουνεχῶς, τὸ νοητὸν Μῆτερ
δράκοντα, καὶ κατεπάτησας τοῦτον, τοῖς σοῖς ἀνδῥειοτάτοις παλαίσμασι.
Ἰσχύϊ σθενουμένη τῆς χάριτος, ἤνεγκας Μῆτερ καρτερῶς, τὴν τῆς ἐρήμου
σκληρότητα, καὶ τὴν σκληρὰν τῶν δαιμόνων, μανίαν τῷ σῷ βίῳ κατέβαλες.
Θεοτοκίον.
Ὁ θρόνος τοῦ Θεοῦ ὁ πυρίμορφος ἐν ᾧ ἐκάθισε Χριστὸς σωματικῶς ὡς
φιλάνθρωπος, ἡ Θεοτόκος Μαρία, ἡμῶν ἡ προστασία, ὑμνείσθω μοι.
Κανών πρῶτος. Ὠδή ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ὁλοτρόπως ἀνετέθης τῇ προνοίᾳ τοῦ Κτίστου σου, καὶ τελείως τῆς σαρκός σου
τῆς φροντίδος ἠλόγησας· ὅθεν ἐπισκέψεως Θεοῦ, Ὁσία ἠξιώθης, καὶ παρακλήσεως
κρείττονος.
Νυμφευθεῖσα τῷ Σωτῆρι ἐκ νεότητος πάνσεμνε, ὥσπερ προῖκα τούτῳ Μῆτερ καὶ
φερνὴν πολυτίμητον, ἤνεγκας ἀσκήσεως τῆς σῆς, τοὺς μακροτάτους πόνους, καὶ
ἀρετῶν τὴν λαμπρότητα.
Ὑψηλὸν βιοῦσα βίον ταπεινώσει φρονήματος, ἐταπείνωσας τὸν πάλαι καθ᾿ ἡμῶν
ἐπαιρόμενον· ὅθεν ἀνυψώθης πρὸς Θεόν, Ὁσία Θεοκτίστη, τῶν ἀρετῶν σου ταῖς πτέρυξι.
Θεοτοκίον.
Μόνη οὖσα ἐν ἐρήμῳ τῇ τῆς Πάρου Πανάχραντε, ἡ Ὁσία Θεοκτίστη τῷ ναῷ σου
ἐσχόλαζε, καὶ τὴν σὴν τερπνότητα Ἁγνή, σκριτᾶ Δαυῒδ ὁρῶσα, θείας, χαρᾶς
ἐνεπίμπλατο.
Κανών δεύτερος. Ὠδή ε’. Ὁ ἀναβαλλόμενος.
Νεκρωθεῖσα πάνσεμνε, κόσμου τοῖς πράγμασι, καὶ μονωθεῖσα παντὸς ἀνθρώπου,
πολιτείαν ἄϋλον, ἤνυσας ἐν ὕλῃ καὶ ἅπαντας ἐξέπληξας.
Ὁλονύκτοις στάσεσι, Μῆτερ σχολάζουσα, καὶ τῇ νηστείᾳ τῇ ἀκροτάτῃ τῶν ὑπὲρ
κατάληψιν, δωρεῶν μετέσχες, καὶ θεϊκῶν ἐλλάμψεων.
Στομωθεῖσα ἔνδοξε, πόνοις ἀσκήσεως, πυρὶ τῆς θείας Μῆτερ ἀγάπης, ψύχους καὶ
τοῦ καύσωνος, ἔφερες τὸ βάρος, Ὁσία ὡς ἀσώματος.
Θεοτοκίον.
Ἱλασμόν μοι δώρησαι, μόνη Πανάχραντε, καὶ τῶν παθῶν μου τελείαν λύσιν, καὶ
πρὸς φῶς με ἴθυνον, τὸ τῆς μετανοίας, ἐκ σκότους παραπτώσεων.
Κανών πρῶτος. Ὠδή στ’. Ἐκύκλωσεν ἡμᾶς.
Ναῷ τῷ τῆς Πανάγνου ὡς τεθέαται, ὁ θηρευτής σε ἔνδοξε, ἐξέστη πιστωθεὶς τὰ
κατὰ σέ· ὡς Ἄγγελον γὰρ Μῆτερ κατενόει σε, καὶ τῆς ζωῆς, τῆς σῆς τὸν τρόπον
ἐθαύμασε.
Ὁ βίος σου γνωσθεὶς ὁ πάλαι ἄγνωστος, Ὁσία ἐν τοῖς πέρασι, κατευφραίνει τὰς
καρδίας τῶν πιστῶν, καὶ μοναζουσῶν πρὸς θεῖον ἔρωτα, ἀναπτεροῖ, θεοπρεπῶς τὴν
διάνοιαν.
Νοῒ προσομιλοῦσα ταῖς τοῦ Πνεύματος Ὁσία ἐπιλάμψεσιν, ἐκαρτέρεις ἐν ἐρήμῳ
ἀνδρικῶς, ξένη ὑλικῆς ἁπάσης σχέσεως, καὶ πρὸς Χριστόν, νυχθημερὸν ἀτενίζουσι.
Θεοτοκίον.
Φωτὸς μαρμαρυγαῖς τοῦ ὑπὲρ ἔννοιαν, τεχθέντος ἐκ νηδύος σου, ἡ Ὁσία
Θεοκτίστη μυστικῶς, Μῆτερ λαμπρυνθεῖσα Ἀειπάρθενε, διὰ παντός, ὑμνολογεῖ τὰς
ἐλλάμψεις σου.
Κανών δεύτερος. Ὠδή στ’. Μαινομένην κλύδωνι.
Ἄγνωστος διέμεινας, τοῖς ἀνθρώποις πάσῃ τῇ ζωῇ, γνώριμος δὲ μόνον τῷ
Παντάνακτι, τῷ σὲ γνωστήν, Μῆτερ ἐν τέλει ποιήσαντι.
Μυστηρίων ἔτυχες, τῶν Ἀχράντων Μῆτερ εὐλαβῶς, διὰ κυνηγέτου τοῦ θεόφρονος,
καὶ ἐν χαρᾷ τὸν σὸν Νυμφίον ἐδόξασας.
Ἔνθους ὅλη γέγονας, τῇ μεθέξει Μῆτερ ἀληθῶς, τῶν ἁγιασμάτων του Νυμφίου σου,
καὶ πρὸς αὐτόν, μετ’ εὐφροσύνης ἀνέδραμες.
Θεοτοκίον.
Λύτρωσιν καὶ ἴασιν, παθημάτων τῶν φθοροποιῶν, τῇ ψυχῇ μου δώρησαι
Πανάχραντε, ἵνα ὑμνῶ, τὰ μεγαλεῖα τῆς δόξης σου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς ἐγκρατείας τὴν τρυγόνα τὴν φιλέρημον, καὶ παρθενίας τὴν ὑψίκομον
κυπάρισσον, Θεοκτίστην εὐφημήσωμεν τὴν Ὁσίαν. Ὑπὲρ φύσιν ἐν τῇ Πάρῳ γὰρ
ἀσκήσασα, Ἐκκλησίας κατεφαίδρυνε τὸ πλήρωμα, ᾗ βοήσωμεν· χαίροις Μῆτερ ἰσάγγελε.
Ὁ Οἶκος.
Ἄγγελοι τὸν σὸν βίον, καθορῶντες Ὁσία, ἐθαύμασαν τὴν σὴν καρτερίαν· σὺ γὰρ
ὑπὲρ φύσιν βιοτήν, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ ἤνυσας· μεθ᾿ ὧν Χριστὸν ἱκέτευε, ὑπὲρ
ᾑμῶν τῶν σοὶ βοώντων·
Χαῖρε, Μεθύμνης εὐῶδες ἄνθος·
χαῖρε, τῆς Πάρου ἒνθεον αὖχος.
Χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ζηλώσασα·
χαῖρε, τῶν δαιμόνων τὰς φάλαγγας τρώσασα.
Χαῖρε, ὅτι ὡς ἀσώματος ἠγωνίσω ἐπὶ γῆς·
χαῖρε, ὅτι στέφος ἄφθαρτον εἴληφας ἐν οὐρανοῖς.
Χαῖρε, ἡ ὑπερβᾶσα τοὺς τῆς φύσεως ὅρους·
χαῖρε, ἡ ἀναπτᾶσα εἰς φωτὸς θείου δόμους.
Χαῖρε, ζωῆς ἀΰλου διάγραμμα·
χαῖρε, χαρᾶς μελλούσης θησαύρισμα.
Χαῖρε δι’ ἧς ὁ θηρεύων ἐξέστη·
χαῖρε δι’ ἧς Ἰκαρία χορεύει.
Χαίροις Μῆτερ ἰσάγγελε.
Συναξάριον.
Τῇ Θ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.
Στίχοι·
Λέσβου τό θρέμμα, παρθένος
Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Κανών πρῶτος. Ὠδή ζ’. Σέ νοητήν.
Ἐν τῷ ναῷ, τῆς Ἁγνῆς Θεόπαιδος, προσκαρτεροῦσα εὐλαβῶς, ὤφθης τῆς Τριάδος
ναός, Θεοκτίστη ἔμψυχος, θείαις ἀναβάσεσι, λαμπρυνομένη καὶ μέλπουσα, ὁ αἰνετὸς
τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ῥώμῃ Χριστοῦ, ἤνεγκας τὴν μόνωσιν, καὶ κακουχίας τὰς λοιπάς, τῆς ἐρήμου
Μῆτερ στεῤῥῶς, καὶ δαιμόνων ἔλυσας, πάντα τὰ βουλεύματα, ἐν εὐφροσύνῃ
κραυγάζουσα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὤ! τοῦ θερμοῦ, ἔρωτός σου πάνσεμνε, πρὸς τὸν Νυμφίον σου Χριστόν! Ὢ! τῶν
παλαισμάτων τῶν σῶν! Πῶς γυμνὴ καὶ ἄστεγος, τὴν βίαν τῆς φύσεως, ἐν τῇ ἐρήμῳ
ὑπέμεινας; Διὸ λαμπρῶς Θεοκτίστη, Χριστός σε ἐμεγάλυνε.
Θεοτοκίον.
Γέλως Ἁγνή, γέγονα τῷ δράκοντι, τῇ ἐμμονῇ τῶν πονηρῶν· ἀλλὰ τῆς κακίας
αὐτοῦ, σύ με ἀπολύτρωσαι, καὶ τὸν νοῦν μου κάθαρον, τῶν λογισμῶν τῆς
φαυλότητας, ἐπιστροφήν μοι γνησίαν, παρέχουσα πρὸς Κύριον.
Κανών δεύτερος. Ὠδή ζ’. Ὁ ὑπερυψούμενος.
Ψύχους τὴν δριμύτητα, Μῆτερ καὶ τοῦ καύσωνος, ἔφερες τὴν φλόγωσιν, τῇ δρόσῳ
τοῦ Πνεύματος, μυστικῶς δροσιζομένη, καὶ Χριστὸν δοξολογοῦσα.
Ἔτεσι τριάκοντα, πρὸς πέντε ἐτέλεσας, τοῖς πᾶσιν ἀγνώριστος, ἐν τέλει τοῦ
βίου δέ, ἐπεγνώσθης θεοφόρε, τοῖς ἀνθρώποις θείᾳ νεύσει.
Ἴθυνας τὸν βίον σου, ὁλικῶς πρὸς Κύριον, ὡς ἐῤῥύσθης ἔνδοξε, βαρβάρων
ὠμότητος, καὶ ἠγνόησας τὰ πάντα, οὐρανίῳ σου φρονήσει.
Θεοτοκίον.
Γέγονα τοῖς πάθεσι, τῶν δαιμόνων παίγνιον, ἐξ ὧν μὲ ἀπάλλαξον, Ἁγνὴ ὡς
φιλάγαθος, καὶ καθάρισον τὸν νοῦν μου, τῇ μεθέξει τῶν κρειττόνων.
Κανών πρῶτος. ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.
Εὐλαβείᾳ Μῆτερ τῇ πρὸς σέ, τὴν σὴν ἁγίαν χεῖρα, ἀφεῖλεν ὁ κυνηγέτης, ἀλλ᾿
εἰδὼς σου τὴν πολλήν, λαμπρότητα ἔψαλλεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥυπωθεὶς κακίᾳ τοῦ ἐχθροῦ, οἰκτρῶς κατεμολύνθην, καὶ Κυρίου ἀπεμακρύνθην,
καὶ κουφότητι νοός, τῷ πλάνῳ δεδούλωμαι, ἀλλὰ σύ με Θεοκτίστη Ὁσία, τῆς τούτου
κακουργίας, ἐκλύτρωσαι ταχέως, τῇ σῇ ἐπιστασίᾳ.
Ἀκλινῶς τὴν τρίβον τῆς ζωῆς, διήνυσας Ὁσία, καὶ ἀνέδραμες νικηφόρος, πρὸς
τό φῶς τὸ νοητόν, φαιδρῶς ἀνακράζουσα· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σωτηρίας ἄνοιξον κἀμοί, Ἁγνὴ τῷ πλανηθέντι τὴν εἴσοδον Θεοτόκε, καὶ τῇ
χάριτι τῇ σῇ Χριστῷ μὲ ὁδήγησον· σὺ γὰρ ἁμαρτωλῶν θερμὴ προστασία, καὶ πάντες
τῇ σῇ σκέπῃ ἐλπίζομεν Παρθένε, τυχεῖν τῆς ἄνω δόξης.
Κανών δεύτερος. Ὠδή η᾿. Σοὶ τῷ Παντουργῷ.
Εὗρέ σε νεκράν, κειμένην Θεοκτίστη, ὡς αὖθις προσῆλθέ σοι, ζέοντι πνεύματι,
ὁ κυνηγέτης, καὶ τὴν σὴν θείαν χεῖρα, ἀφεῖλεν Ὁσία, ἁγιασμοῦ ὡς κτῆμα.
Ῥήσεων σεμνή, οἱ ἐν τῷ πλοίῳ ὄντες, ἐμφρόνως ὡς ἤκουσαν, τοῦ ἐφευρόντος σε,
ἐπὶ τὴν θέαν, τοῦ σοῦ ἁγίου σκήνους, Μῆτερ ἐπανῆκον, ὡς ἔλαφος διψῶσαι.
Ἄγνωστον σεμνή, καὶ ἀφανὲς Ὁσία, τὸ σκῆνός σου γέγονε, τοῖς ἐκζητοῦσί σε·
τοῦτο γὰρ Μῆτερ, προώρισας δοθῆναι, τῇ Ἰκαρίᾳ ὡς πλοῦτον ἀφθαρσίας.
Θεοτοκίον.
Σκέπη μου σὺ εἶ, καὶ θεία προστασία, καὶ μέγα προσφύγιον, Παρθένε Ἄχραντε·
διό με ῥῦσαι, τῆς τοῦ ἐχθροῦ μανίας, καὶ τῶν χαμαιζήλων, λόγων καὶ νοημάτων.
Κανών πρῶτος. ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.
Ἵνα θεωρῇς ἑκάστοτε, τὴν τοῦ Κυρίου Μῆτερ θείαν τερπνότητα, τῷ θείῳ ναῷ,
τῆς Παναχράντου Θεόπαιδος, Θεοκτίστη Ὁσία προσήδρευες· καὶ νῦν τῆς ἄνω δόξης,
ἐκληρονόμησας τὴν ἔλλαμψιν.
Μνήμην τὴν σεπτήν σου πάνσεμνε, ἡ νῆσος Λέσβος ἄγει πανηγυρίζουσι, καὶ
χαίρει ἐν σοί, ἡ Πάρος πόθῳ ὑμνοῦσά σε· ἀλλὰ πλέον δὲ τούτων ἀγάλλεται, ἡ
Ἰκαρία Μῆτερ ὡ κεκτημένη σου τὰ λείψανα.
Ὅλην τὴν ζωήν μου ἤνυσα, ἐν ἁμαρτίαις Μῆτερ καὶ παραβάσεσι, καὶ νῦν εἰς τὴν
σήν, προσκαταφεύγω ἀντίληψιν, ἵνα τύχω θεόθεν ἀφέσεως, ἣν δίδου μοι Ὁσία, τῷ
ἀναξίως σε ὑμνήσαντι.
Θεοτοκίον.
Ὕδωρ τῆς ζωῆς ἡ βλύσασα, οἷα πηγὴ Παρθένε τῆς ἀγαθότητος, τὴν φλόγα Ἁγνή,
τῶν παθῶν μου κατάσβεσον, οἰκτιρμῶν σου τοῖς ὄμβροις Πανάμωμε, καὶ ἄρδευσον τὸν
νοῦν μου, πρὸς εὐκαρπίαν θείων πράξεων.
Κανών δεύτερος. Ὠδή θ’. Ἡσαῒα χόρευε.
Ἱερᾶς πεπλήρωσαι, εὐφροσύνης ὄντως καὶ χαρᾶς, ἡνίκα τῆς δωρεᾶς, τῆς
ζωοποιοῦ, Ὁσία τετύχηκας, καὶ μετὰ δόξης ἀγγελικῆς, Μῆτερ ἀνέδραμες, πρὸς
οὐράνια σκηνώματα.
Μέγα τὸ κατόρθωμα, τοῦ σοῦ βίου Μῆτερ ἀληθῶς! ἐκπλήττεις γὰρ τῶν πιστῶν,
πᾶσαν ἀκοήν, τοῖς σοῖς ἀριστεύμασιν· ὅτι ὡς Ἄγγελος ἐπὶ γῆς, Ὁσία ἐβίωσας, καὶ
Ἀγγέλοις καθωμοίωσαι.
Οὐρανόθεν ἒπιδε, Θεοκτίστη Μῆτερ ἐμφανῶς, καὶ δέξαι ὡς εὐτελές, δῶρον καὶ
μικρόν, τοὺς ὕμνους μου ἔνδοξε, καὶ τῶν παθῶν με τῆς συνοχῆς, λύτρωσαι δέομαι,
ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Θεοτοκίον.
Ὑψηλὸν ἀνάκτορον, τοῦ τῶν ὅλων ἄνακτος Χριστοῦ, ἐδείχθης ὡς ἀληθῶς,
Δέσποινα Αγνή, αὐτὸν σωματώσασα, ἐκ τῶν αἱμάτων σου τῶν ἁγνῶν, ᾯ πρέσβευε
πάντοτε, ὑπὲρ τῶν ὑμνολογούντων σε.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ σὴ ζωὴ Ὁσία, ἐκπλήττει πᾶσαν ἀκοήν, ὅτι στεῤῥῶς ἠγωνίσω, φρονήματι
καρτερικῷ, διὸ Χριστὸς Θεοκτίστη, περιφανῶς σε, δοξάζει.
Ἕτερον, ὅμοιον.
Λαμπαδηφόρος Μῆτερ, οἷα παρθένος ἐκλεκτή, ἐχώρισας εἰς νυμφῶνα, τῆς
ἀφθαρσίας ἐν χαρᾷ καὶ τῷ Χριστῷ συνδοξάζῃ, διὰ παντὸς Θεοκτίστη.
Θεοτοκίον.
Θεογεννῆτορ Κόρη ἡ προστασία τῶν πιστῶν, ῥῦσαι ἡμᾶς πάσης βλάβης, καὶ
ἐπηρείας τῶν ἐχθρῶν, καὶ τῷ Υἱῷ σου Παρθένε, στῆσον ἡμᾶς σεσωσμένους.
Εἰς τούς Αἴνους. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Δοθεῖσα Θεῷ ἀπὸ παιδός, ὑπὸ τῶν συγγόνων σου, καθάπερ δῶρον εὐπρόσδεκτον,
Ὁσία πάντιμε, ὅλης ἐκ καρδίας, τούτῳ ἠκολούθησας, ἁγνείας λαμπομένη τοῖς
κάλλεσι· καὶ νῦν τὴν ἄληκτον, καρπουμένη ἀγαλλίασιν, Θεοκτίστη, σκέπε τοὺς
τιμῶντάς σε.
Ῥυσθεῖσα χειρῶν βαρβαρικῶν, προμηθείᾳ κρείττονι, ὅλην σαὐτὴν ἀνατέθεικας,
τῷ Παντοκράτορι, καὶ ἐν τῇ ἐρήμῳ, Πάρῳ κατεσκήνωσας, ἀθέατος τοῖς πᾶσι καὶ
ἄγνωστος, διατελέσασα, Θεοκτίστη παμμακάριστε· θαυμαστόν σου, ὄντως τὸ
κατόρθωμα.
Ὥς Ἄγγελος Μῆτερ ἐν σαρκί, ἀληθῶς τεθέασαι, τῷ θηρευτῇ τῷ εὑρόντι σε, ὃς
ἐξιστάμενος, τῆς θεοειδοῦς σου, ὄψεως τὸ ἄσαρκον, ὡς θήραμα τερπνὸν καὶ
οὐράνιον, τῆς πολιτείας σου, τοὺς ἀγῶνας παρατέθεικε, τῇ ἁγίᾳ Ἐκκλησίᾳ
πάνσεμνε.
Τὸ κάλλος ὁρῶσα τοῦ Χριστοῦ, καὶ τῆς ὑπὲρ ἔννοιαν, ἐμπιπλαμένη λαμπρότητος,
Ὁσία ἔνδοξε, ἀντὶ τῶν μακρῶν σου, πόνων τῆς ἀσκήσεως, ἱκέτευε ἀπαύστως δεόμεθα,
ἡμῖν δωρήσασθαι, Θεοκτίστη πανσεβάσμιε, τὴν εἰρήνην, καὶ το μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Τοῖς ἀσκητικοῖς σου παλαίσμασι, τὴν παρθενικὴν στολήν σου, πολλῷ πλεῖον
ἐλάμπρυνας, Θεοκτίστη Ὁσία Μῆτερ· ὅθεν ὡς παρθένος φρονίμη, ἐστολισμένη
νυμφικῶς, ἐν Ἁγίῳ Πνεύματι, καὶ τὴν λαμπάδα τῶν ἔργων, ταῖς χερσὶ κατέχουσα,
εἰς τὸν νυμφῶνα τῆς ἄνω δόξης, ἐν εὐφροσύνῃ ἀνέδραμες. Διὸ Πάρος καὶ Ἰκαρία,
σὺν τῇ ἐνεγκαμένῃ σε Λέσβῳ, χορεύουσι τῇ δόξῃ σου, τὴν σὴν προστασίαν
ἐκδεχόμεναι· νῦν δίδου ἀεί, πιστῶς τελούσαις τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε…
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τῶν Κανόνων τῆς Ὁσίας
ἡ γ΄ καὶ ς΄ ᾠδή.
Ἀπόστολον τοῦ Ἁγίου Σάββα.
Εὐαγγέλιον τῶν Δέκα Παρθένων, ὅπερ ζήτει τῷ δεκάτῳ
Σαββάτῳ τοῦ Ματθαίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Χαίροις ὁ τῆς Λέσβου θεῖος βλαστός, τῆς Πάρου τὸ κλέος, Ἰκαρίας ὁ
πλουτισμός, χαίροις ἡ Ἀγγέλων, ζηλώσασα τὸν βίον, Ὁσία Θεοκτίστη ἀξιοθαύμαστε.
Δίστιχον·
Θεοκτίστη ὥρᾳ μοι δεινῇ βοήθει,
Γερασίμῳ γράψαντι τοῦσδε σοί ὕμνους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου