Σάββατο 20 Ιουνίου 2015

Ὁσίου ΝΗΦΩΝΟΣ τοῦ Χίου.



Ἀκολουθία.
Ψαλλομένη τῇ 28η Δεκεμβρίου 
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθιετίσσης


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε εὐφημήσωμεν, Κοινοβιάρχην τὸν ἔνθεον, ἐκ τοῦ Ἄθω ὁρμώμενον καὶ χάριν ἐκχέοντα, νήσοις ἁλικτύποις, Νήφωνα τὸν μύστην, ἐν ἡσυχίᾳ καὶ εὐχῇ, ἡμῖν κρατῆρα πιστῶς προσφέροντα, τῆς νήψεως μελίῤῥυτον, καὶ θεωρίας τῆς κρείττονος· καὶ γὰρ Γένους διδάσκαλος, ὤφθη θεῖος καὶ ἔρεισμα.

Πόθῳ τῆς Θεόπαιδος, Ἱερουργὲ ἐκτηκόμενος, τὰς Μονάς σου ἐνέπηξας, τιμώσας τὸ ἄγγελμα, ξένου μυστηρίου, τόκου ἀσπερμάντου, εἰς σωτηρίαν τῶν βροτῶν, ἐν οἷς τὸν λόγον σου Πάτερ ἔσπειρας, Νήφων Ἱερώτατε, καὶ παρακλήτωρ γεγένησαι, φιλανθρώπως δωρούμενος, τὴν εἰρήνην καὶ ἔλεος.

Ἔχαιρες συνδούμενος, τοῖς μυστολέκταις τοῦ Πνεύματος, Νικοδήμῳ θεόφρονι, σεπτῷ Μακαρίῳ τε, καὶ Ἀθανασίῳ, Νήφων θεηγόρε· ὅθεν πλειὰς ὡς φεραυγής, ἀχλὺν ζοφώδη ἐν δούλοις ἔτεσι, συμφώνως διελύσατε, θεογνωσίας ταῖς λάμψεσι, καὶ τῇ αὔρᾳ θεώσεως, τοὺς πιστοὺς ἀνεψύξατε.

Ἔρημον ἠγάπησας, θεοφίλως ἐνασκούμενος, ἀνυπόδητος Ὅσιε, καὶ πόθῳ δεόμενος, Νήφων μονοχίτων· ὅθεν ἐν νηστείᾳ, καὶ κακουχίᾳ διαρκεῖ, θείας σοφίας ἐγένου μέτοχος· ταῖς βίβλοις γὰρ ἐνέσκηψας, τοῦ Βασιλείου καὶ μάκαρος, Γρηγορίου θεόῤῥυτον, ἑξαντλῶν ἀγαλλίασιν.
Δόξα. Ἦχος β΄.
Σήμερον νῆσοι πολλαὶ εὐφραίνονται, τῇ μνήμῃ τοῦ ἀοιδίμου Νήφωνος τοῦ Ἀθωνίτου. Ἡ μυροφόρος δὲ Χῖος, τῷ ἡδεῖ ταύτης καρπῷ, ἐκβοᾷ χαρμοσύνως· Χαίροις ὁ τοῦ θείου Βαπτιστοῦ, ἀνατεθεὶς παιδιόθεν τῇ ἀντιλήψει, καὶ τῇ σκέπῃ τῶν αὐτῶν πτερύγων, αὐξηθεὶς ἀπὸ δυνάμεως εἰς δύναμιν. Καὶ νῦν Πάτερ θεήλατε, τοῦ Γένους εὔδρομε πλοηγέ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Τῆς Ἑορτῆς.

ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Θείως ἐπευλογεῖς, ὦ Νήφων Ἰκαρίαν, τὴν Σκιάθον καὶ νήσους, Λειψοὺς ὁμοῦ καὶ Φούρνους, ἐν αἷς Μονὰς ἐνίδρυσας.

Στίχ.: Τίμιος ἐναντίον Κυρίου...
Νήφων παραμυθῶν, λαὸν τὸν τετληκότα, μετάνοιαν διδάσκεις, φιλάγαθος ὡς μύστης, καὶ ὄντως φιλοδίκαιος.

Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Φρούρια ἀνορθοῖς, ἐν χρόνοις δουλοσύνοις, ὁμοῦ λαὸν καὶ κλῆρον, εὐτόνως ἐμψυχοῦντα, πενήτων καταφύγια.
Δόξα. Τριαδικόν.
Φέγγος τὸ τριλαμπές, ἐκήρυξας ὦ Νήφων, ἐν βίῳ σελασφόρῳ, μετέχων ἀποῤῥήτως, Πατρί, Υἱῷ καὶ Πνεύματι.
Καὶ νῦν. Θεοτοκίον.
Χαίροις ὦ Μαριάμ, κυήσασα ἀσπόρως, ἐν φάτνῃ τῶν ἀλόγων, Υἱὸν τὸν σαρκωθέντα, βροτῶν εἰς ἀπολύτρωσιν.

Νῦν ἀπολύεις, τὸ τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κολλυβάδων ἐνθέων, καὶ τοῦ Ἄθω ὡράϊσμα, ὤφθης ὑποδούλῳ σου Γένει, Ἀναστάσεως αὔγασμα. Ὡς μύστης γὰρ Θεόπαιδος σεπτός, προδρόμους καταυγάζεις νηπτικῶς, ἀλειπτῶν Νεομαρτύρων, Κοινοβιάρχα Νήφων ἱερώτατε. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ Σκιάθος χαίρει σοι, καὶ Ἰκαρία ὁμοῦ, Λειψοὶ καὶ οἱ Φοῦρνοί τε, Κοινοβιάρχα σεπτέ, τοῦ Ἄθω ἀγλάϊσμα. Νέμων γὰρ θεαρέστως, θεουργίας τὴν αἴγλην, Γένους ἀναῤῥιπίζεις, τὴν ὀρθόδοξον φλόγα, παρέχων θεῖε Νήφων ἡμῖν, χάριν ἰάσεων.
Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καί ψάλλομεν τά ἑξῆς Προσόμοια.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν σπορέα τοῦ Πνεύματος, ἀνυμνήσωμεν Νήφωνα, καὶ γὰρ στάχυς χάριτος ἐκδρεψάμενος, τὰς θημωνίας τῆς πίστεως, τῷ Γένει προσήνεγκε, καὶ πεινῶντας τὸν Χριστόν, φιλανθρώπως ἐξέθρεψε τὴν μετάνοιαν, θεαυγία ἀρίστη ἐκδιδάσκων, εἰς ζοφώσεως τοὺς χρόνους, ἐν ὀρθοδόξοις φωτίσμασι.

Σὲ φιλάγαθον, Ὅσιον, καθαρὸν καὶ ἁγνότατον, τῆς Πάρου ἔφηνεν Ἀθανάσιος· σὺ γὰρ τὴν ἄγονον ἄρουραν, νησίδων ἐπίανας, τῶν δακρύων σου ῥοαῖς, καὶ τοὺς βότρυς ἐτρύγησας, βλαστημάτων σου, ἐκβλυζόντων ἀρώματα εὐώδη, θεωρίας Πάτερ Νήφων, καὶ μυστικῆς καθαρότητος.

Λειτουργοὺς τοῦ Παντάνακτος, καταυγάζων θεόφωτε, ἱλαραῖς ἀκτῖσιν Ἱερουργίας σου, εἰς Ἰκαρίας τὸ τέμενος, ἐνθέους ἀνέδειξας, μαθητὰς θαυματουργούς, καὶ σοφίας θεράποντας, τοὺς πορθμεύοντας, φιλομάρτυρα φλόγα τοῖς ἀλείπταις, ἱερῶν Νεομαρτύρων, μυσταγωγὸς ὡς θεσπέσιος.
Προσόμοια ἕτερα. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ταῖς βίβλοις Πατέρων ἐντρυφῶν, εἵλκυσας θεόπνευστε, θεολογίας τὴν ἔλλαμψιν, διὸ συνέστιος, ὤφθης Μακαρίου, τῆς Κορίνθου Ὅσιε, κλεινοῦ τε Νικοδήμου συνόμιλος, τὸ νέκταρ χάριτος, διανέμων Νήφων πάντιμε, τοῖς ἐν σκότει, δουλείας στενάζουσι.

πήξας Μονὰς θεοφεγγεῖς, Νήφων ἱερώτατε, Ἀθωνιτῶν τὴν εὐλάβειαν, σοφῶς διέσπειρας, καὶ τῷ σῷ ποιμνίῳ, Πάτερ δεδαπάνησαι, ξενίζων καὶ καλύπτων ταῖς πτέρυξι, τῆς ἀγαπήσεως, τοὺς ῥιγῶντας καὶ λιμώττοντας, τὰς ἐλπίδας, παρέχων θεώσεως.
Ἐν βίῳ τραχεῖ ἐρημικῷ, κάλλιον προέκρινας, ταπεινώσει στολίζεσθαι, Νήφων μακάριε, ὄντως ἐδαφίσας, πλάνην τῆς οἰήσεως· διὸ τοῦ Ζωοδότου ἐνδέδυσαι, στοργὴν τὴν ἄχραντον, τὰς Μονάς σου δωρησάμενος, τῇ Παρθένῳ, ἱκέτης ὡς ἔνθερμος.
Δόξα. Ἦχος πλ. β΄.
Δένδρον ἀθωνικὸν, τοὺς κλάδους ἐφαπλοῦν καὶ νήσους πολλὰς εὐσκιοφύλλως εὐφραῖνον, τιμήσωμεν ᾄσμασι, Νήφωνα τὸν Κοινοβιάρχην,  Ἱερουργὸν τὸν θεοστεφῆ, τῆς  Χίου τὸ βλάστημα. Καὶ γὰρ μετὰ τῶν σοφῶν διδασκάλων, Νικόδημου τοῦ Ἁγιορείτου, Ἀθανασίου τοῦ Παρίου, καὶ Μακαρίου τῆς Κορίνθου συναυλιζόμενος, Ὀρθοδοξίας τὸ φῶς τοῖς ὑποδούλοις διέχεεν. Ὅθεν Μονὰς θεμελιώσας, ἐπὶ τὴν πέτραν Χριστόν, πολυμερῶς καὶ πολυτρόπως ἐνίσχυσε, τοῦ Γένους τὴν Ἀνάστασιν. Καὶ νῦν δεόμενος ὑπὲρ ἡμῶν, καταπλουτίζει πάντας, τοῦ Παρακλήτου τοῖς φωτίσμασι.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, Προκείμενον καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ´, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ´ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκοῦσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τῆς πτώχειας τὸν πρύτανιν καὶ φιλοξενίας τὸν ἄρχοντα, ἐν ἱλαρότητι ποιμαίνοντα τὸν λαὸν τοῦ Θεοῦ, Νήφωνα τὸν Χῖον ἐγκωμιάσωμεν. Καὶ γὰρ ληστὰς ἰθύνων πρὸς μετάνοιαν, ἐγένετο καθάπερ ὁ Ποιμενάρχης τῶν Μύρων Νικόλαος, τῶν θλιβομένων καταφύγιον. Ὅθεν ὡς ἡ ὄρνις τὰ νοσσία ἑαυτῆς, συνάγων ὑπὸ τὰς πτέρυγας, τὰς ψυχὰς εὐστόργως ἐθεράπευεν, ἰάσεων ῥεῖθρα ἐκβλύζων καὶ τὸ μέγα ἔλεος.
Ἦχος β’.
Ὡσεὶ φωνὴ τρυγόνος, φερούσης ἔαρ πνευματικόν, ἐν μέσῳ χειμῶνος ἀφανισμοῦ τῆς νηπτικῆς ἐν χάριτι ζωῆς, ἠκούσθης φιλάγαθε Νήφων Ὁσιώτατε. Διὸ ὑπὸ τοῦ θεηγόρου Ἀθανασίου τῆς Πάρου, ἐκλήθης νέος Σάββας, Εὐθύμιος καὶ Θεοδόσιος. Τὴν καρδίαν δὲ πυρούμενος, τῆς Θεοτόκου τῇ καύσει, βωμοὺς καθηγίασας, τιμῶντας τὴν μνήμην τοῦ Εὐαγγελισμοῦ τῆς σωτηρίας. Ὅθεν δεόμεθα, καὶ ἡμῖν εὐαγγελίσθητι Πάτερ, τὴν χαρὰν τῆς Ζωῆς εἰς τοὺς αἰῶνας.
Ἦχος γ’.
Χρυσαυγίζουσαι νῆσοι, εὐλογηθεῖσαι ἐν ἁγιασμῷ ἀνδρῶν Ὁσίων, σήμερον σκιρτάτωσαν. Χορευέτω ἡ δασοστεφὴς Σκιάθος καὶ Ἰκαρία ἡ πολύκολπος, ἑορταζέτωσαν δὲ οἱ Λειψοί, καὶ οἱ Φοῦρνοι συμφώνως. Ἐν γαλήνῃ γὰρ Χριστοῦ, ὁ θεῖος Νήφων νυμφοστολίσας ἐποίησε ταύτας καταγώγια ἀρετῆς, ὡς σκηνὰς τῆς Σιών, καθιδρύσας Μονὰς τῆς Θεομήτορος. Διὸ ἐξ ἱερῶν λειψάνων τοῦ ἀοιδίμου Πατρός, ἀρυόμενοι ἰάματα καὶ κάθαρσιν ψυχῶν, ἐν ἑνότητι τοῦ Πνεύματος βοῶμεν Κύριε δόξα Σοι!
Ἦχος δ΄.
Εἰς χρόνους ἀνηλίους, ζωπυρῶν τὴν ἀγάπην τῶν θείων ἱερουργῶν, ἐθέρμανας τὸν λαὸν τού Θεοῦ, ἐν γλώσσαις πυρίναις, Πάτερ Νήφων θαυμάσιε· καὶ γὰρ ἀνύψωσας προμαχῶνας, οὕς ἐτείχισας ταῖς πυργοβάρεσι τῆς πίστεως. Ὅθεν μὴ εἰδὼς γραμματείας, ἀλλὰ τοῦ Πνεύματος τὴν σοφίαν καὶ νοερὰν θεωρίαν, ἐν ταπεινώσει ἔγνωκας τὴν θεουργὸν ἐνοίκησιν τοῦ Κυρίου. Διὸ δέξαι τὸν αἶνον τῶν νήσων τῶν σῶν, τῶν εὐλιμένων καὶ καρυοστολίστων, ὑμνουσῶν σε ἐν ῥεύμασι χειμάῤῥων δοξολογικῶν, καὶ δώρησαι πᾶσι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Εὑρίσκων τὸν Χριστόν, καὶ τοῦτον ἐλεῶν ἐν μυρίαις θυσίαις καὶ κακουχίαις ἀσκητικαῖς, ἐδείχθης φωτιστὴς τοῦ στενάζοντος δούλου λαοῦ, δαδούχων αὐτὸν τῇ Ὀρθοδόξῳ πίστει, καὶ ὑψῶν τῆς Ἀναστάσεως τὸ λάβαρον. Διὸ ἀγωνισθεὶς μετὰ τῶν Κολλυβάδων, ὑπὲρ τῆς μυστικῆς ἐν Χριστῷ ζωῆς, τῇ Ἐκκλησίᾳ προσήνεγκας, τοῦ Γένους φωτιστάς, Νεομαρτύρων τιθηνούς, ἀφανίζοντας τῶν μισοχρίστων τὴν θρασύτητα. Ὅθεν, Νήφων μακάριε, καὶ ἡμᾶς ἐνίσχυσον, τὸν Χριστὸν ὁμολογεῖν, καὶ φέρειν αὐτοῦ τὴν σφραγῖδα εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ ἀγνωσίας ἀχλύν, διασκεδάσας ἀμαρύγμασι χάριτος, μετέχων ἐν ταπεινώσει, ἀθανασίας φωτί, καὶ τοῖς μύσταις φαίνων γνῶσιν ἄῤῥητον· καὶ γὰρ Νήφων πάντιμε, ἐν Σκιάθῳ καὶ Φούρνοις τε, εἰς Ἰκαρίαν καὶ Λειψοὺς ἁγιότητος, ἐγηπόνησας ἡδυκάρπους φυτείας σου. Πόθῳ διὸ πενήτων σου, ἐνθέως ὑπούργησας, ὡσεὶ θεράπων Κυρίου, τοῖς τρυχομένοις κακώσεσι, πατρίδι σου νέμων, σωτηρίας τὰς ἐλλάμψεις, καὶ Ἀναστάσεως.

Δεῦτε τῶν Κολλυβάδων σεπτούς, ἱεροφάντορας ἀξίως ὑμνήσωμεν, Μακάριον τὸν Κορίνθου, σὺν Νικοδήμῳ κλεινῷ, καὶ Ἀθανασίῳ καὶ τῷ Νήφωνι. Καὶ γὰρ τὰ ἀρώματα, ἡσυχίας ἐκβλύζοντες, θεοφάνειας, ὥσπερ ῥάδαμνοι ἄχραντοι, τὴν κοινόβιον ἀγωγὴν ἀγλαΐζουσιν. Ὅθεν τὴν ἀφιλάργυρον, τρυφὴν διαφαίνοντες, ἐν ὀρθοδόξοις λαμπάσι, κατακοσμοῦσιν ἁγνόφωτον, Χριστοῦ Ἐκκλησίαν, οἱ στηρίξαντες τὸ Γένος, ἐν ἁγιότητι.

Δεῦτε Κοινοβιάρχην κλυτόν, Ἀθωνιτῶν τὸν ὡραιόβρυτον πίδακα, δοξάσωμεν θεοφρόνως, τοὺς ποταμοὺς δωρεῶν, δρέποντες ἀγάπης καὶ ἀφέσεως. Καὶ γὰρ θείους κήρυκας, ἐν Κυρίῳ ὠδίνησεν, ἐν τῇ δυνάμει, τῆς Τριάδος κρατύναντας, τοὺς γυμνάσαντες Νεομάρτυρας χάριτι. Ὅθεν πιστῶς βοήσωμεν, παμμάκαρ εὐλόγησον, τοὺς σοὺς ὑμνήτορας Νήφων, θεοειδείας ταῖς λάμψεσιν, ἡμῖν τὴν εἰρήνην, ἐπομβρίζων ταῖς εὐχαῖς σου, καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ’.
Τοῦ Ἄθω τὴν τερπνὴν περιστεράν, τὴν μηνύουσαν παῦσιν τοῦ νοητοῦ κατακλυσμοῦ, τὸν φερώνυμον τῆς νηφαλίου μέθης ἱερουργόν, δεῦτε ἑορτάσωμεν βοῶντες· Χαίροις Νήφων φωταγωγέ, ὁ μὴ δοὺς ἀνάπαυσιν τοῖς κροτάφοις σου, ἕως τὴν ποίμνην σου ἐνέδυσας Χριστόν. Χαίρει τῇ μνήμῃ σου Κοινοβιάρχα, ἡ νῆσος Χῖος, καὶ Πάτμος σὺν τῇ Σάμῳ, ἐξαιρέτως δὲ ἡ Σκιάθος, σὺν Ἰκαρίᾳ, οἱ Λειψοί, καὶ οἱ Φοῦρνοι. Διὸ θεσπέσιε, εὐλογήσας θεαυγῶς, τοῦ Αἰγαίου τὸ πέλαγος, ἀπόστειλον καὶ ἡμῖν, κύματα θείας λατρείας, ἵνα Χριστὸν δοξάζωμεν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κολλυβάδων ἐνθέων, καὶ τοῦ Ἄθω ὡράϊσμα, ὤφθης ὑποδούλῳ σου Γένει, Ἀναστάσεως αὔγασμα. Ὡς μύστης γὰρ Θεόπαιδος σεπτός, προδρόμους καταυγάζεις νηπτικῶς, ἀλειπτῶν Νεομαρτύρων, Κοινοβιάρχα  Νήφων ἱερώτατε. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ Σκιάθος χαίρει σοι, καὶ Ἰκαρία ὁμοῦ, Λειψοὶ καὶ οἱ Φοῦρνοί τε, Κοινοβιάρχα σεπτέ, τοῦ Ἄθω ἀγλάϊσμα. Νέμων γὰρ θεαρέστως, θεουργίας τὴν αἴγλην, Γένους ἀναῤῥιπίζεις, τὴν ὀρθόδοξον φλόγα, παρέχων θεῖε Νήφων ἡμῖν, χάριν ἰάσεων.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά τήν α’Στιχολογίαν, Κάθισμα.
Ἦχος α’. Τόν τάφον Σου, Σωτήρ.
Ἐνύλων τὴν τρυφήν, ἀρνησάμενος Νήφων, προεῖλες τὸν τραχύν, τῆς ἀσκήσεως βίον, προστρέχων ἀνυπόδητος, μονοχίτων εἰς δίαυλον, ταπεινώσεως, καὶ νηπτικῆς θεωρίας, ὅθεν δέδειξαι, Κοινοβιάρχης εἰς Νήσους, Αἰγαίου μακάριε.
Δόξα. Τό αὐτό. Καί νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Σὺν Μάγοις καὶ κλεινοῖς, ἀναχθῶμεν Ποιμέσιν, εἰς γῆν τῆς Βηθλεέμ, προσκυνήσοντες Λόγον, ἀτρέπτως σαρκούμενον, δι᾿ ἡμᾶς καὶ κομίσωμεν, θεῖον λίβανον, εὐχαριστίας καὶ σμύρναν, κατανύξεως, σὺν τῷ χρυσίῳ ἀγάπης, Χριστῷ τῷ Παντάνακτι.

Μετά τήν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ὀφθαλμῷ σου νοητῷ, κατανοήσας τηλαυγῶς, ἱλαρὰς ἀμαρυγάς, οἰκονομίας θεϊκῆς, τῆς μετανοίας ἐγένου θεράπων Νήφων· ὅθεν πλοηγός, ὡς θεαυγὴς διαβάς, πέλαγος παθῶν, στεῤῥῷ φρονήματι, εἰς ὑπερφώτους τὰς νήσους κατέπαυσας, τῆς μυστικῆς σιωπήσεως, πορθμεύων Πάτερ, τοὺς σοὺς ἱκέτας, εἰς τῶν ἁγίων πανήγυριν.
Δόξα. Τό αὐτό. Καί νῦν. Τῆς ἑορτῆς ὅμοιον.
Μορφωθεὶς τὸ καθ᾿ ἡμᾶς, ἐν τῇ νηδύϊ τῆς Ἁγνῆς, ὁ ὑπέρχρονος Θεός, ἐν ἀποῤῥήτοις οἰκτιρμοῖς, ἀναλλοιώτως ὡράθη διπλοῦς τὴν φύσιν· ὅθεν τῶν ἐθνῶν, οἱ βασιλεῖς εἰς λαμπράν, ἦλθον Βηθλεέμ, προσκυνήσοντες, τῷ Τρισαγίῳ ἐν φέγγει δοξάσαντι, πᾶσαν τὴν κτίσιν καὶ σώσαντι. Κενώσει ξένῃ, καὶ γὰρ ὁ Κτίστης, ἡμᾶς θεοὺς ἀπειργάσατο.

Μετά τόν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ΄ δ’. Τήν Σοφίαν καί Λόγον.
Ἐν ἐρήμῳ τοῦ Ἄθω καταυγασθείς, λαμπηδόσι μεθέξεως θεϊκῆς, ὡράθης καιόμενος, τῷ πυρὶ τοῦ Παντάνακτος, καὶ γέγονας κοσμήτωρ, σκηνῶν ἁγιότητος, ἐν αἷς οἱ θεοδρόμοι, θεράποντες ἤθλησαν· ὅθεν Ἰκαρίας, καὶ Σκιάθου τὰς νήσους, Λείψων καὶ τῶν Φούρνων τε, θεῖε Νήφων ἀνέδειξας, εὐσεβείας πυργώματα· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καί νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Μελωδίαις ἐναύλοις ποιμενικαῖς, ἐναγάλλομαι Σῶτερ ἐν Βηθλεέμ· διὸ μετὰ πίστεως, προσκυνῶ τὴν ἀνείκαστον, πατρῴαν εὐδοκίαν, ὁρῶν εἰς τὸ Σπήλαιον, ἐκ μήτρας παρθενίου, Υἱὸν ἐνσαρκούμενον. Ὅθεν κατανύξει, μετ’ Ἀγγέλων δοξάζω, μυστήριον ἄῤῥητον, ἐκ θανάτου λυτρούμενος, καὶ λαμπρῶς δοξαζόμενος. Καὶ γὰρ εἰς τὴν ἀρχαίαν τρυφήν, τὸν δραπέτην ἤγαγες Προπάτορα, ἀναδωρούμενος στέφος, καὶ θρόνον βασίλειον.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τον Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.

Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς φωτογνωσίας ἐρασθεὶς τὴν λαμπρότητα, πρόμαχος ὤφθης τῶν Ὁσίων Κολλυβάδων, στοιχῶν ἀκλινῶς ταῖς Ὀρθοδόξοις Παραδόσεσι. Τῆς κατὰ Χριστὸν ζωῆς, ὅθεν ὡς κέδρος θεόπνευστος, εὐανθοῦντας ἐν χάριτι ἁγίους κλάδους ἐβλάστησας, Θεοφάνην τὸν φερώνυμον, Ἀπολλὼ τὸν μυρίπνουν καὶ Νεῖλον τὸν ἔνθουν διδάσκαλον. Πρόδρομος διὸ φανεῖς ἀλειπτῶν τῶν Νεομαρτύρων, αἴτησαι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν.

Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νήφων, τὴν ἐμὴν πρόσδεξαι ᾠδήν. Ἰσιδώρα.
ᾨδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Ναὸς τῆς νήψεως πάντιμος, γενόμενος δυνάμει τοῦ Πνεύματος, αὐτῷ δωρηθῆναι αἴτησαι, ἔλλαμψιν τῷ νοΐ μοῦ Νήφων Χριστοῦ, ὅπως ἀνυμνήσω, ἀμαρύγματα φαιδρά, τῆς σῆς χρηστότητος.

Ἡδύνθης Νήφων ἀσκούμενος, νηστείαις, ἀγρυπνίαις, δεήσεσι, δι᾿ ὧν φωταυγὴς γεγένησαι, πᾶσι τὰς παρακλήσεις φαίνων Χριστοῦ καὶ υἱοθεσίας, διαχέων ἀστραπάς, θείαις μεθέξεσι.

Φυτὰ εὐώδη ἐῤῥίζωσας, λειμῶνας εἰς εὐκάρπους προσνέμοντα, ἁγνείας τὸ θεῖον ἄρωμα, Νήφων θεοφορήτως· ὅθεν ἀχλύς, δύσοσμος τῆς πλάνης, ἀπελήλαται πνοαῖς, τῆς παρακλήσεως.
Θεοτοκίον.
Ὡσεὶ ὑμνήτωρ Θεόπαιδος, Μονάς σου καθιέρωσας Ὅσιε, τῇ μνήμῃ σεπτοῦ ἀγγέλματος, τόκου τοῦ παραδόξου Λόγου Θεοῦ, ἐκ γαστρὸς Παρθένου, μεγαλύνων τὴν φρικτήν, Νήφων ἐνσάρκωσιν.

Ὠδή γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Νέμων εὐσεβείᾳ, θεηγόρε τὸ μέλι χρηστότητος, τῶν Κολλυβάδων εἰς κυψέλας, ἂς ἐνέπηξας Νήφων, τὸ Γένος σοφὲ ἐξέθρεψας, ὁ ἀνυψώσας τὸ κλέος πιστοῦ, κλήρου θεοπύρσευτε.

Τέρπων τὰς χορείας, τῶν ἁγίων Ἀγγέλων διέπλευσας, τῆς θεωρίας τὰς θαλάσσας, ὡς δελφὶν ταχυδρόμος, κατά νήσους ἐμψύχους Ὅσιε, κατακοσμήσας φωτὶ τριλαμπεῖ, Πνεύματος ἐκάλλυνας.

Ἤρθης ἀποῤῥήτως, ἐν ὀδύνῃ τοῦ πένθους ἀείφωτε, εἰς θείου γνόφου τὴν αἰθρίαν, καὶ σεπτοῦ Νικόδημου, ἀγάπησιν Νήφων εἵλκυσας, φιλανθρώπως στηρίξας λαόν, δόγμασι τῆς πίστεως.
Θεοτοκίον.
Νήφωνος ἐδρέψω, Θεομῆτορ τὰ ἄνθη αἰνέσεως, τοῦ προσκυνοῦντος σὴν εἰκόνα, καιομένῃ καρδίᾳ· καὶ γὰρ τιμαλφῶς ἐξένισας, τὸν κενωθέντα δι᾿ οἶκτον βροτῶν, Κτίστην τὸν ὑπέρθεον.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σεπτὰ Εὐαγγέλια, τοῦ Γαβριὴλ πρὸς Ἁγνήν, ὑμνήσας πανάριστε, ἐν παννυχίῳ εὐχῇ, τὴν Κόρην ἐδόξαζες· κτήτωρ γὰρ ἀνεδείχθης, κοινοβίων φωσφόρων, Νήφων ἀνταγαπήσεις, τῷ Κυρίῳ προσάγων, εἰκόνας θεϊκῆς καλλονῆς, καὶ καθαρότητος.
Δόξα. Καί νῦν. Τῆς ἑορτῆς ὅμοιον.
Ἐνθέως ὑψοῦμέν σε, σὺν τῶν Ἀγγέλων φωναῖς, Θεὲ ἀναλλοίωτε, λαβῶν γὰρ δούλου μορφήν, Ἀδὰμ ἀνεκαίνισας, Λόγε καταπεσόντα, ἀκρατῶς εἰς τὸν ἅδην· ὅθεν σὺν τοῖς Ποιμέσιν, ἀγραυλοῦντες εὐφρόνως, προσφέρομεν λατρείας πυρί, ὕμνον αἰνέσεως.

ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης.
Ἔρως ὁ πρηστήριος Χριστοῦ, εἰς πλάνης συντριμμὸν σοφέ, τῶν ἀντιθέων σε κατέφλεξε· διόπερ καθηγητής, καινουργίας ἐδείχθης, κτίζων τὰς ἐπάλξεις Ὀρθοδόξων, ὦ Νήφων καὶ ἐκβοῶν· Δόξα τῇ δυνάμει σου Κύριε.

Μνήμην σου τελοῦντες ἐραστήν, εὐώδη μυστικὴν ὀσμήν, τῆς ἁγιότητος δρεπόμεθα, φιλάγαθος γὰρ ὀφθείς, καταφύγια πήγνυς, ἔνθα νυχθημέρῳ ἐν προνοίᾳ, ξενίζεις καὶ ἐλεεῖς, Νήφων τῷ Χριστῷ ὁμοιούμενος.

Ἤνεσας ἀγάπης ἐν ᾠδαῖς, τὸν Λόγον πυρφαεῖ ψυχῇ, τῶν Κολλυβάδων μύστα ἄριστε, Νικόδημον θεαυγῆ, καὶ Μακάριον θεῖον, ἔχων σὺν κλεινῷ Ἀθανασίω, ἐνθέους συλλειτουργούς, Νήφων εἰς τοῦ Γένους ἀνάστασιν.
Θεοτοκίον.
Νήφωνος Παρθένε τοῖς βλαστοῖς, ὡς κρίνους φωτεινούς, χοροὺς Νεομαρτύρων ἐκαινούργησας, ἐμφαίνοντας τοῦ Υἱοῦ, στολισμοὺς τῶν μωλώπων Λόγου γὰρ μετέχοντες τῷ Πάθει, οἱ ἄριστοι ἀθληταί, ἔγνωσαν ὀδύνην ῥομφαίας σου.

ᾨδὴ ε΄. Θεὸς ὧν εἰρήνης.
Πτερώσας τὸν νοῦν σου, σοφὲ ἐν Χριστῷ, μοναζόντων κανὼν ἐχρημάτισας, καὶ Γένους ἐγηπόνησας, ἀρούρας νουνεχῶς· ὅθεν μεμεστωμένους, ἐτρύγησας τοὺς στάχυς, Νήφων καθαρότητος, τὸν ἀμητὸν συνάγων χάριτος.

Ῥυποῦντας λῃστάρχους, εἰς τρῖβον Χριστοῦ, ὁδηγήσας φωτὶ τοῦ προσώπου σου, ἐπίδρομον φονεῦσαί σε, ἰάσω θαυμαστῶς· Νήφων καὶ γὰρ εὐχή σου, καὶ θῆρας ἐκμειλίσσεις, χάριτι πραότητος, καὶ ἱλαρότητι τοῦ Πνεύματος.

Ὀλβίῳ προνοίᾳ, Παρθένου Ἁγνῆς, εἰς Καψάλαν τὸν ἄρτον θεώσεως, ἐγεύσω ἀνυπόδητος, τὸν δόλιχον δραμῶν, Νήφων Χριστογνωσίας, διὸ κιρνὼν κρατῆρα, φοιτητὰς ἐπλούτισας, αὐγαζομένους ἐν ἐλλάμψεσι.
Θεοτοκίον.
Στακτῇ ὑπερόχῳ, ἁγνείας ἡμῖν, διαχέεις ἀρώματα Δέσποινα· καὶ γὰρ ἐκ τῶν αἱμάτων σου, σεσάρκωται Ἁγνή, Λόγος καθωραΐζων, Ἀδὰμ διαφθαρέντα, δόξαν παρεχόμενος, τοῖς γηγενέσι τὴν βασίλειον.

Ὠδή στ᾿. Σπλάχνων Ἰωνᾶν.
Δῶρα ἱερά, Νήφων καθιέρωσας, εἰς Κόρην Ἁγνήν, θεία κοινόβια, ἀναδείξαντα, ἐν ἀσκήσει φωστῆρας, ἀγάπης πυρσούς, σὺν Ἀγάθωνι, Γρηγόριον, Χαρίτωνα, Νεῖλον, Θεοφάνην ἔντιμον, Ἰωσήφ, Ἀπολλὼ καὶ Παρθένιον.

Εὕρηκας Χριστόν, ὅλος δαπανώμενος, πυρὶ τῆς εὐχῆς, Νήφων θεήλατε. Ἀθανάσιον, τῶν Παρίων τὸ κλέος, ὀμώροφον σχών, καὶ Νικόδημον τοῦ Ἄθωνος ὡράϊσμα, ἅμα, τὸν σοφὸν Μακάριον, τῶν Μαρτύρων ἀλείπτην πανάριστον.

Ξένον Ἰησοῦν, κάλλιστα ἐξένισας, εἰς θείας Μονάς, Νήφων θεσπέσιε, τοὺς γὰρ πένητας, Ἀβραὰμ ὡς εὐσχήμων, καλῶν εὐλαβῶς, διηκόνεις καὶ εἰσόδους διεφύλαττες, νύκτωρ, ἐλευθέρας Ὅσιε, οἰκτιρμῶν ἐν ἀπείρῳ χρηστότητι.
Θεοτοκίον.
Ἆσμα μυστικόν, ᾀσμάτων ὑπάρχουσα, Παρθένε Ἁγνή, ὄρθρος ὁλόδροσος, τῇ λοχείᾳ σου, κατελάμπρυνας Μῆτερ, τὴν φύσιν ἡμῶν, πολυποίκιλον σοφίαν κατεμφαίνουσα, Κτίστου ἀνυμνοῦμεν· ὅθεν σε, ὡς αἰτίαν τῆς πάντων ἑνώσεως.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Κολλυβάδων ἔνδοξον, ἀνευφημοῦμεν συμμοναστήν· Ἰκαρίαν, Σκιάθον καὶ τοὺς Λειψοὺς σὺν τοῖς Φούρνοις, λάμψεσι, θεογνωσίας καὶ γὰρ φωτίσας, ἔφηνε τοῖς ὑποδούλοις τὴν θείαν χάριν, γηπονήσας θεοφόρους, ἀγροὺς ὁ Νήφων, βροχῇ τοῦ Πνεύματος.
Ὁ Οἶκος.
Βότρυς τῆς ἡσυχίας καὶ νηπτικῆς θεωρίας τρυγήσας, διέδωκας ἀφθόνως, τοῖς τάλασιν ὁμοεθνέσι σοῦ, θεόφρον Κοινοβιάρχα. Καὶ γὰρ ὡς εὔπλους ταχυδρόμος, τῇ ὁλκάδι τῆς πίστεως διαπορθμεύων ἀπὸ νήσου εἰς νῆσον τὸν οἶνον τῆς χάριτος, ἔνθους γέγονας οἰνοχόος τοῦ Γένους. Διὸ μεθύσκων ἀλείπτας Νεομαρτύρων, ἤρδευσας τῆς Ἐκκλησίας λειμῶνας, ὦ Νήφων, βροχῇ τοῦ Πνεύματος.
Συναξάριον.
Τῇ ΚΗ᾿ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νήφωνος τοῦ Κοινοβιάρχου, τοῦ ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθω, προσέτι δὲ ἐν Ἰκαρίᾳ καὶ Σκιάθω ἀσκήσαντος.
Στίχ.:
Πηγνὺς μονὰς τὴν Θεοτόκον τιμώσας,
Νήφων ἀνορθοῖς σὸν ὑπόδουλον Γένος.
Νήφων ἐν ὀγδοάτῃ ἄπῃρε βίοιο εἰκάδι.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδή ζ’. Οἱ Παῖδες εὐσεβείᾳ.
Ἱμέρῳ αἰωνίου εὐφεγγίας, κενωθεῖς τοῖς στίγμασι Χριστοῦ κεκόσμησαι, καὶ γνόφον ἄῤῥητου ἑορτάσεως, Νήφων ἔγνως ἐκβοῶν ἐνθέῳ ἔρωτι· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Ὡραῖον καταφύγιον ὡράθης, δυστυχῶν καὶ σκήνωμα ἐνθέου πίστεως, σεπτῶν Κολλυβάδων ἐγκαλλώπισμα, ταπεινώσει εὐλογῶν, τοὺς πίστει μέλποντας· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Διδάσκων ἀκηράτῳ εὐλαβείᾳ, νηπτικὴς καθάρσεως τὴν τελειότητα, θεμέθλους ἐτίθεις κοινοβίων σου, Νήφων ψάλλων μυστικῇ, μεθέξει Πνεύματος· τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἡδύνθης Θεοτόκε παρακλήσει, θεοῤῥύτου γνώσεως τῆς Ἀναστάσεως, τὴν κτίσιν Παρθένε ὡραΐζουσα, σωτηρίας χαρμονῇ καὶ Λόγῳ ψάλλουσα· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδή η’. Θαύματος ὑπερφυοῦς.
Νήφων τῇ ἐρατεινῇ σου πανδαισίᾳ, συνεκάλεσας σήμερον πάντας, νέμων ἡδυχύμους καρποὺς ἀγάπης, καὶ ἐκ παθῶν τῆς πικρότητος, ῥυόμενος τοὺς σοὺς ὑμνητάς· καὶ γὰρ ὡς κρουνὸς αἰωνιότητος, ἀφθαρσίας ἐκβλύζεις ὕδωρ ἁλλόμενον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἴθυνας εἰς τοῦ Δεσπότου κοινωνίαν, μοναστὰς θεηγόρους τρισμάκαρ, καὶ γὰρ εἰς νησῖδας ὡς θεῖον ἄστρον, τρισολαμπὲς ἐξανέτειλας, ἐκχὲων τὸ ἀνέσπερον φῶς· διὸ Ἰκαρία τε καὶ Σκιάθος, καί Λειψοὶ σὺν τοῖς Φούρνοις αἶνον προσάδουσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Στέργων τῇ Χριστοειδεῖ φιλαδελφίᾳ, καὶ σπενδόμενος μύστα τοῖς πᾶσι, τὰς ἐπάλξεις κτίζεις Ὀρθοδοξίας, ἔνθα τὴν χάριν ἐτήρησας, τῆς πίστεως Νήφων σοφέ, συνᾴδων τοῖς τέκνοις σου πανάριστε· Εὐλογείτω κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
 Θεοτοκίον.
Ἵνα τοὺς ὁμογενεῖς σου ἐκλυτρώσης, εὐδοκίαν πατρῴαν ἐδέξω· καὶ γὰρ ἐσαρκώθη ἀτρέπτως Κόρη, τὸ τοῦ Πατρὸς ἀγαλλίαμα, παρθένων ἐκ λαγόνων τῶν σῶν, ὁ εἰς τῆς Τριάδος, ὅθεν ᾄσωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ὠδή θ’. Μυστήριον ξένον.
Δεξάμενοι Πάτερ, ἐλλάμψεις χρηστότητος, ἀνυμνοῦμεν σήμερον, γέρα ἀσκητικῶν σου καμάτων, δι’ ὧν σελασφόρε, τὴν Σκιάθον, Νήφων καθηγίασας, τοὺς Φούρνους, Λειψούς, καὶ Ἰκαρίαν θεοτίμητε.

Ὡραίαν εἰκόνα, ἀρχαίας λαμπρότητος, σεαυτὸν ἐποίησας, δόξαν χερουβικήν, ἑξαστράπτων διόπερ τὸν κλῆρον, τοῦ Πνεύματος χάριτι ἐμόρφωσας, Νήφων σεπτέ, καὶ μυστηπόλους καθωδήγησας.

Λεόντων τὴν πλάνην, Νήφων κατέλιπες, γεγονὼς συνόμιλος, θείων φωταγωγῶν, Ἐκκλησίας, σεπτοῦ Μακαρίου, ἀλείπτου Μαρτύρων τοῦ στηρίξαντος, τὸν δοῦλον λαόν, καὶ Νικόδημου τοῦ ἡδύφρονος.
Θεοτοκίον.
Ἀχράντως ὁ Κτίστης, ἐν σοὶ κατεσκήνωσεν, ἀγλαΐσας Δέσποινα, Εὔαν τὴν δολερώς, πλανηθεῖσαν καὶ γὰρ τῇ προσλήψει, βροτείου φυράματος ἐξύφανε, στολὴν θεϊκήν, τῷ ὀλισθήσαντι εἰς πέταυρον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Παράκλησις γεγένησαι, τῶν τεθλιμμένων Ὅσιε, Κοινοβιάρχα θεόφρον, εὐεργετῶν καὶ παρέχων, τὸν ὄλβον τῆς θεώσεως· διὸ σοὶ Νήφων ἄνωθεν, ἐδόθη σοι τὸ χάρισμα, ἀναβλαστάνειν ῥαδάμνους, Νεομαρτύρων ἀλείπτας.
Τῆς Ἑορτῆς, ὅμοιον.
Διπλοῦν τὴν φύσιν τέτοκας, Ἀπείρανδρε Θεόνυμφε, τὸν ἐν ἀρίστῃ σαρκώσει, βρεφουργηθέντα ἀφράστως, Υἱὸν τὸν ὑπερούσιον, βουλόμενον τὸ Σπήλαιον, ποιήσαι καταγώγιον, φωταγωγοῦ μυστηρίου, τῆς λειτουργοῦ Ἐκκλησίας.

Εἰς τούς Αἴνους. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ὑπὲρ τοῦ Γένους, ὦ Νήφων, ἐτίθεις Ὅσιε, τὴν σὴν ψυχὴν προφρόνως, ἐλεῶν καὶ πηγνύων, κοινόβια εἰς νήσους ἐρημικάς, θείας πίστεως φρούρια, φιλανθρωπίας τε δόμους ὡς ἱερός, νέος Ἅγιος Νικόλαος.

Κοινοβιάρχην τὸν θεῖον, ᾄσωμεν Νήφωνα, εἰς ὃν τῆς δουλείας χάος, ὡσεὶ φάρον τεθέντα, εἰς βράχους θεωρίας, καὶ ἱλασμοῖς, θεουργοῖς καταστίλβοντα, τῆς Ἐκκλησίας ὁλκάδα, εἰς στυγερόν, διαπλέουσαν κλυδώνιον.

Τῆς Θεοτόκου τὸν μύστην, ἀνευφημήσωμεν, τὸν λειτουργοῦντα πόθῳ, σὺν χοροῖς τῶν ἀΰλων, τηρήσαντα τὴν αἴγλην τῶν ἱερῶν, παραδόσεων ἄριστα, καὶ ἱερῶς ὠδινήσαντα ἀθλητῶν, τοὺς ἀλείπτας ἐν χρηστότητι.

Ἐν τῇ ἀσκήσει ἐδρέψω, τὴν θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου Νήφων, καὶ τριφώτῳ εὐπνοίᾳ, πλουτίζεις Ἰκαρίαν καὶ τοὺς Λειψούς, ἅμα Φούρνους καὶ Σκιάθον, τῆς Θεοτόκου σκηνώμασι φαεινοῖς, τὴν Ἀνάστασιν κηρύττουσι.
Δόξα. Ἦχος πλ. α’.
Θαλασσοπορῶν ἐν τῷ πελάγει θεογνωσίας, καὶ εἰς εὐλιμένους νήσους ἀνυψῶν φρούρια Ὀρθοδοξίας, γέγονας ἀγελάρχης θεσπέσιος. Καὶ γὰρ ἐν ἐγκρατείᾳ ἀόκνῳ, λαμπρύνας τὴν Χριστοειδῆ εἰκόνα, εἵλκυσας τοῦ Πνεύματος τὸ φῶς. Διὸ εὐεργετῶν καὶ ἰώμενος, καὶ φιλανθρώπως σκέπων τὸν κόσμον, ἴθυνας τὰς ψυχὰς εἰς Χριστοῦ τὴν ἐπίγνωσιν. Καὶ νῦν, Νήφων θεηγόρε, ὁ στηρίξας κλῆρον καὶ λαόν, εἰς χρόνους σκοτεινούς, Χριστὸν τὸν Θεὸν ἱκέτευε, καὶ ἡμᾶς καθορᾶν τοῦτον εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ ε΄ Δεκεμβρίου.
Κοινωνικόν: Εἰς μνημόσυνον...

Μεγαλυνάριον.
Χαίροις Κολλυβάδων συνασπιστά, φίλε τῆς Παρθένου, καὶ τοῦ Γένους φωταγωγέ, Νήφων ὁ στηρίξας, τὸν κλῆρον ἐν ἀγῶσι, καὶ θείοις κοινοβίοις πίστιν Ὀρθόδοξον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου