Ἀκολουθία Ἁγ. ΑΛΕΞΑΝΔΡΟΥ Ἐπισκόπου Μηθύμνης
Ψαλλομένη τῇ 30η Νοεμβρίου
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Πατέρων Ἀλέξανδρε, ἱερωσύνης κανών, σωφροσύνης ὑπόδειγμα, μοναζόντων
στήριγμα, Ἐκκλησίας τὸ καύχημα, ἀγάπης θείας τὸ ἐνδιαίτημα, πηγὴ θαυμάτων
γλῶσσα ἡδύλαλος, στόμα θεόφημον, σκεῦος τοῦ Ἁγίου Πνεύματος, καὶ νοητός,
γέγονας παράδεισος, θεομακάριστε.
Πάτερ, ἱερὲ Ἀλέξανδρε, ἀπὸ σπαργάνων Θεῷ, σεαυτὸν ἀνατέθεικας, ἀνενδότοις νεύσεσι, τῷ τὰ πάντα ποιήσαντι· διὸ ἐνθέως ἀγλαϊζόμενος, νύκτα διέβης βίου καὶ ἤστραψας, θείοις διδάγμασι, καὶ θαυμάτων χάριτι ἀποσοβῶν, χρόνια νοσήματα, καὶ πλάνης πνεύματα.
Πάτερ, θεόφρον Ἀλέξανδρε, φωτοφανείᾳ τὸν νοῦν, καθαρῶς αὐγαζόμενος, τῶν παθῶν ἐλώφησας, πολυκύμαντον θάλασσαν, καὶ ἀπαθείᾳ ὑπεριπτάμενος, καθαρωτάτοις, πτέρυξιν ἔφθασας, ἔνθα τὸ ἄφραστον, κάλλος καὶ ἀμήχανον ὑπὲρ ἡμῶν, ἐκτενῶς δεόμενος, τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ νῆσος Λέσβος ἀγειρομένη πανδήμως, Ἀλέξανδρον τὸν τοῦ
Θεοῦ θεράποντα, καὶ τοῦ Εὐαγγελίου θεσπέσιον κήρυκα ὡς θησαυρὸν πολύτιμον ἐν
κόλποις κατέχουσα· διὸ ἀνύμνησον αὐτοῦ τοὺς ἀκαμάτους ἀγῶνας, οἷς κατηξίωται
ἐπιτελεῖν θαυμάσια, καὶ τοῖς ἀσθενέσιν ἰαμάτων τὴν χάριν ἀφθόνως παρέχεσθαι.
Δεῦτε οὖν πάντες οἱ τὴν μνήμην αὐτοῦ εὐλαβῶς τελοῦντες, ἐγκωμίοις αὐτὸν
στέψωμεν, καὶ τῷ Σωτῆρι ἀνακράξωμεν· Κύριε, δόξα Σοι.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν,
τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ
τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος·
αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε.
Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς
τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός
πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ
Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ
ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς
ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱεραρχῶν καλλονήν, Ὀρθοδοξίας ἀδιάσειστον ἔρεισμα, ὁ στύλος τῆς
Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς εὐσεβείας περιτείχισμα, ὁ νοῦς ὁ
οὐράνιος, ὁ ἐπίγειος ἄγγελος, ἡ μυροθήκη, τοῦ σεπτοῦ ἁγιάσματος, ἡ λυχνία τε, ἡ
χρυσῆ καὶ πολύφωτος, ὅρμος ὁ γαληνότατος, λιμὴν ὁ σωτήριος, τίμιον σκεῦος
Κυρίου θαυματουργὸς ὁ πανθαύμαστος, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν
δυσώπει τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ἡ ἱερὰ κεφαλή, καὶ κατὰ πάντα τοῖς Ἀγγέλοις αἰδέσιμος, ἡ βρύσις
τῶν ἰαμάτων, ἡ γλυκυτάτη πηγή, θείων χαρισμάτων τὸ ἐξάντλημα, φωστὴρ ὁ
ἀκοίμητος, ὁ ποιμὴν ὁ πρᾳότατος, ὁ εὐσεβείᾳ, συγκρατήσας τὸ ποίμνιον, ὁδηγήσας
τε, καὶ ποιμάνας ἐν χάριτι, λύκους ὡς τροπωσάμενος, δεινῶς αἱρετίζοντας, ὁ ἐν
σκηνώμασι θείοις, ἐν οὐρανοῖς αὐλιζόμενος, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, τῶν μοναζόντων κρηπίς, τῶν ἀρετῶν τὸ ἀῤῥαγὲς φυλακτήριον, ὁ γνώμων
τῆς εὐσεβείας, ἱερωσύνης κανών, ποταμὸς ναμάτων θείῳ ἔμπλεως, ἐξ οὗ
καταρδεύεται, τῶν Λεσβίων ὁμήγυρις, πρὸς εὐκαρπίαν, ψυχικῆς σωτηρίας τε, καὶ
πρὸς ἴασιν, ἀλγηδόνων τοῦ σώματος, ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, στόμα τὸν
νόμον Κυρίου ἐκμελετῆσαν Ἀλέξανδρε, Θεοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Εἰς ὄρος ὑψηλὸν καθάπερ ὑψίκομον δένδρον ἐμπεφύτευσαι μακάριε, μυριπνόοις
ἄνθεσι τῶν ἀρετῶν πνευματικὴν εὐωδίαν τοῖς πᾶσιν ἐξέχεας· πρᾷος δὲ γενόμενος
καὶ ταπεινὸς τῇ καρδίᾳ τὸν σὸν οὐράνιον ἐμιμήσω διδάσκαλον· διὸ καὶ τὸ
μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει· ἀλλ’ ὦ πανεύφημε τοῦ Θεοῦ θεράπον, εἰ καὶ
μετέστης ἐξ ἡμῶν, ἀλλ’ οὐκ ἀπέστης ἀφ’ ἡμῶν τῷ πνεύματι, παῤῥησίᾳ νῦν τῷ Θεῷ
παριστάμενος, καὶ σὺν Ἁγίοις δοξάζεις τὸν σὲ δοξάσαντα Κύριον, Αὐτὸν ἱκέτευε,
ὅπως ἵλεως γένηται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς
τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι
βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τριάδα ἐκήρυξας τὴν παναγίαν σοφέ, φυλάξας ἁγνότητα καὶ παρθενίαν καλῶς,
Πατέρων ἐκλόγιον· ὅθεν καὶ τοῦ Κυρίου φίλος γνήσιος ὤφθης ὦ καὶ θερμῶς
πρεσβεύεις, ποιμενάρχα Μηθύμνης, Ἀλέξανδρε θεοφόρε, Λεσβίων τὸ καύχημα.
Δόξα. Καὶ νῦν.Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε
τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως
ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πολύφωτος ἀστήρ, μοναζόντων ἐδείχθης, καὶ γνώμων ἀκριβής, ἐγκρατείας παμμάκαρ,
τὴν πίστιν ἐτράνωσας, τοῖς σοφοῖς σου διδάγμασιν· ὅθεν Ὅσιε, ὑπὲρ τῶν σοὶ
προστρεχόντων, λύσιν αἴτησαι, ἀμπλακημάτων θεόφρον, Θεῷ παριστάμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν
ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων
ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πικρὰν καταβαλών, τῶν παθῶν τυραννίδα, καὶ τάφον ἱερόν, τοῦ σοῦ σκήνους
ἐνθέως, ἰατρεῖον ἀνέδειξας, καὶ πηγὴν ἁγιάσματος· ὅθεν ἅπαντες, ἐν κατανύξει
καρδίας, εὐφημοῦμέν σε, Ἀρχιερέων ἀκρότης, παμμάκαρ Ἀλέξανδρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν,
οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ
προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος
τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ
ἐλθοῦσι νῦν οὐκ ἐφθόνησας· διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται, εἴσελθε εἰς τὴν χαρὰν
τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Αλέξανδρε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Τῷ θρόνῳ τοῦ Θεοῦ παρεστὼς στεφηφόρος, ὡς βιώσας ἐπὶ γῆς ὁσίως, καὶ φωτὶ
λαμπόμενος φώτισόν μου τὴν καρδίαν, καὶ τὸν νοῦν τοῦ ὑμνῆσαί σου τὸν ἰσάγγελον
βίον Ἀλέξανδρε.
Ὡράθης εὐκλεοῦς μακαρίας τε ῥίζης, ἐκβλαστάνων ἱερῶς, ὡς κλάδος ἀληθῶς εὐκαρπίας κληρούμενος, πίστεώς τε καὶ ἐλπίδος καὶ ἀγάπης καὶ χάριτος, παραδόξων θαυμάτων θεόληπτε.
Θυσίαν σεαυτὸν καθαρὰν καὶ τελείαν, τῷ παθόντι δι’ ἡμᾶς προσήγαγες Χριστῷ, τὴν ψυχὴν ἀποκτείνοντα Ὅσιε, νεκρώσας τὰ πάθη διὰ πόνων ἀσκήσεως, ἐπιμόνου τε Πάτερ δεήσεως.
Θεοτοκίον.
Ἠνώρθωσας ἡμᾶς ἀπωλείας εἰς βάθος πεπτωκότας, τὸν Χριστὸν κυήσασα ἁγνή, ἐξ
ἀχράντων λαγόνων Σου, τοῦτον νῦν ὡς παῤῥησίαν κεκτημένη, ἱκέτευε λυτρωθῆναι
κινδύνων τοὺς δούλους.
ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Μόνα ποθήσας τοῖς βροτῶν ὀφθαλμοῖς τὰ ἀόρατα, πρὸς ἃ τρίβοις δεξιαῖς
ἀνεπιστρόφους διώδευσας ἔχων ὁδηγοῦσάν σε, θείαν ἀντίληψιν.
Ἁγίων βίους ἐμιμήσω θεόφρον ὡς Ἅγιος, καὶ ἀπάθειαν ψυχῆς ἐκτήσω Πάτερ Ἀλέξανδρε, οἶκος θείου Πνεύματος ἀναδεικνύμενος.
Θεοτοκίον.
Τὸν τῆς Τριάδος ἀπεκύησας ἕνα πανάμωμε, ἀναπλάττοντα ἡμᾶς τοὺς συντριβέντας
τὸ πρότερον, κακίᾳ τοῦ ὄφεως τοῦ πολεμήτορος.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πολύφωτος ἀστήρ, δᾳδουχία θαυμάτων, καὶ ἄθλων ἱερῶν, καταυγάζων τὴν Λέσβον,
Ἀλέξανδρε μακάριε, ἀληθῶς ἐχρημάτισας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην,
ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σὲ Θεοῦ, προκατήγγειλαν Κόρη, ἐσμὸς τῶν Προφητῶν, μετὰ τῶν
Ἀποστόλων, καὶ κόσμῳ ἐκήρυξαν, καὶ ἡμεῖς ἐπιστεύσαμεν· ὅθεν ἅπαντες,
εὐσεβοφρόνως τιμῶμεν, ἀνυμνοῦντές Σε, καὶ Θεοτόκον κυρίως, ἀεὶ ὀνομάζομεν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Οὐκ ἠλάττωται σὴ λάρναξ ὕδωρ βλύζουσα ἅγιον, καὶ τοῖς θλιβομένοις ἅμα, τῖς
νοσοῦσι τῷ σώματι, ἀπαλλαγὴν καὶ ὑγείαν θείᾳ χάριτι, τοῖς προστρέχουσι,
παρεχομένοις ἑκάστοτε.
Ὑπανοίγων τὴν καρδίαν συμπαθῶς Πάτερ ἔνδοξε, πενομένοις πλοῦτος καὶ περιβολὴ γυμνητεύουσι, τῶν ὀρφανῶν τε προστάτης ἐχρημάτισας, θεραπεύων ἐν τούτοις, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Νόμον θεῖον καταγγέλων ἀνομοῦντας ἐπέστρεψας, καὶ πιεῖν προθύμως πόμα μαρτυρίου ὑπέδειξας, μεθ’ ὧν εἰς θείας ἐπαύλεις κατεσκήνωσας, ἐντρυφῶν τοῦ ξύλου τῆς ζωῆς παναοίδιμε.
Θεοτοκίον.
Ῥαθυμίᾳ συσχεθέντα καὶ παθῶν ἀμαυρότητι, ὅλον σκοτισθέντα, καὶ τῇ ἁμαρτίᾳ
δουλεύοντα, τὸν ἀναμάρτητον Λόγον ἡ κυήσασα, φωταγώγησον, καὶ πρὸς ζωὴν
χειραγώγησον.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ὡς θεῖος γεωργός, ἐν χερσωθείσαις ψυχαῖς, ἔῤῥιψας ὡς σπόρος τὸν θεῖον λόγον, γεωργεῖν σωτηρίας παρασκευάσας
νοήματα.
Δοχεῖον πεφυκώς, θείου Πνεύματος Ὅσιε, ὀχλοῦντα πνεύματα φυγαδεύειν, καὶ
νοσούντων ἄμισθος θεράπων γενόμενος.
Πηγὴ θαυματουργός, τοῖς πιστοῖς ἐγνώσθη ὁ τάφος σου, καὶ ἄμισθον ἰατρεῖον
τοῖς νοσοῦσι, καὶ πρὸς σὲ καταφεύγουσι.
Θεοτοκίον.
Ἐχθρῶν ἀναγωγῆς, καὶ βαρβάρων προσβολῆς ἄχραντε, τοὺς κεκτημένους Σε ῥῦσαι
πρεσβείαν ὑπέρμαχον, καὶ κραταιὰν ἀντίληψιν.
ᾨδὴ στ΄. Ἦλθον εἰς τὰ βάθη.
Οὐκ ἔσεισε Πάτερ τῆς ψυχῆς ὁ πονηρὸς τὸν οἶκον· ἐν τῇ πέτρᾳ γὰρ τῆς
ἀληθείας ὡς ἵδρυτο ἀκλόνητος, θείῳ σθένει κρατυνόμενος.
Σοφίᾳ Θεοῦ κεκοσμημένος, καὶ ἀρετῶν εἰς ὕψος ἱερώτατε φθάσας, καθεῖλες τοῦ
πονηροῦ τὰς ἐπάρσεις, χάριτι τὴν καρδίαν κρατυνούμενος.
Λειμὼν εὐανθὴς σοφὲ ὡράθης, τῶν ἀρετῶν τὰ ἄνθη τῶν θαυμάτων τὴν εὐωδίαν,
πᾶσι πιστοῖς, ἱερὲ Ἀλέξανδρε ἱεροπρεπῶς προβαλλόμενος.
Θεοτοκίον.
Ἁγία Παρθένε, τὴν ψυχήν μου ἣν ὁ ἐχθρὸς δολίως, κατεσπίλωσε τῇ ἁμαρτίᾳ, ὡς
ἀγαθὴ δυσωποῦσα, ὕψωσον καὶ τῷ φωτὶ καταλάμπρυνον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὡς φωστῆρα ἄδυτον, τοῦ νοητοῦ σε ἡλίου, συνελθόντες σήμερον, ἀνευφημοῦμέν
σε ὕμνοις, ἔλαμψας, τοῖς ἐν τῷ σκότει τῆς ἀγνωσίας, ἅπαντας, ἀναβιβάζων πρὸς
θεῖον ὕψος, Ἀλέξανδρε θεοφόρε, χαίροις πάντων τῶν ἀσκητῶν ἡ κρηπίς.
Ὁ Οἶκος.
Θείων ἐνταλμάτων ἐραστὴς γενόμενος, καὶ τὸν σταυρὸν ἐπ’ ὤμων ἀράμενος, τῷ
Χριστῷ ἠκολούθησε πᾶσι τοῖς τοῦ κόσμου ἀποταξαμένοις· ταῖς παννυχίσι γὰρ
προσκαρτερῶν προσευχαῖς, καὶ τῇ ἐγκρατείᾳ τὴν σάρκα καθυποτάξας τῷ πνεύματι,
τοῖς νοεροῖς τοῦ πνεύματος πτέρυξιν οὐρανοφόρος ἐγένετο· διὸ ἄνωθεν φωτισμῷ
ἀμειβόμενος, τὴν νῆσον Λέσβον ἐφώτισε. Τὴν μνήμην οὖν τῶν ἀγώνων αὐτοῦ ἐν
ἐγκωμίοις γεραίροντες, χάριν δὲ καὶ ἔλεος παρὰ Θεοῦ ταῖς ἱκεσίαις αὐτοῦ
ἐξαιτούμενοι, εὐλαβῶς βοῶμεν αὐτῷ· χαίροις πάντων τῶν ἀσκητῶν ἡ κρηπίς.
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ μηνός,
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀλεξάνδρου, ἐπισκόπου Μηθύμνης, ἑνὸς ἐκ τῶν
Πατέρων τῆς Α’ Οἰκουμενικῆς Συνόδου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Λαὸς ὁ σύμπας εὐφημεῖ τὴν σὴν πανίερον μνήμην, καὶ χαρμοσύνως ἐκβοᾷ τῶν
θαυμάτων τὸ μέγεθος ψάλλοντες· ὑπερύμνητε Κύριε, ὁ δοξάσας τοὺς Ἁγίους Σου εἰς
αἰῶνας.
Ἤνθισας μάκαρ εὐπρεπῶς, ῥόδον ἐν τῇ Λέσβῳ καθάπερ, καὶ ἔλαμψας εἴαπερ
ἀστήρ, καὶ ὡς ἥλιος ἔφανας ἅπασι μελῳδοῦσι καὶ ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων,
εὐλογητὸς εἶ.
Στήσας τοὺς πόδας σου σοφὲ ἐπὶ ὄρους τῆς Λέσβου γενναίως, καὶ πρὸς τὰ ὕψη
ἐνορῶν ὡς Μωϋσῆς προσωμίλεις τῷ Κτίστῃ σου, ἀγωνίαις καὶ δάκρυσιν ἀνεβόας·
ὑπερύμνητε Κύριε, ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Θεοτοκίον.
Παῦσον τὰ κύματα ἁγνὴ τῆς βεβυθισμένης ψυχῆς μου, καὶ καταπράϋνον αὐτῆς
λογισμὸν τῶν ἀθέσμων μου πράξεων, εὐχαρίστως κραυγάζω Σοι· ὁ Θεὸς ὁ τῶν
Πατερῶν, εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Οὐδαμῶς ἡδοναῖς ἀπενύσταξας, ἐγρηγόρει δέ, μᾶλλον δὲ παρέδραμες νύκτα τοῦ
βίου Ὅσιε, καὶ κοιμίσας τὰ πάθη σαρκός, πρὸς ὅρμον ἀπαθείας εὐθέως κατήντησας.
Ἰατρεῖον παθῶν ἀναδέδεικται, ἡ σορὸς τῶν ἁγίων λειψάνων σου, ἣν καὶ
κυκλοῦντες μέλψωμεν· ἱερώτατε Πάτερ, πάντα τὰ ἔργα εὐλογεῖτε τὸν Κύριον.
Μοναζόντων ἐδείχθης ὁμόσκηνος, καὶ Δικαίων συνόμιλος Ὅσιε, ζήσας βίον
θεάρεστον, σὺν αὐτοῖς τῇ Τριάδι μέλπων ἀπαύστως· εὐλογεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ἱερεῖς καὶ λαὸς εὐλογοῦσί Σε, παντευλόγητε Κόρη πανάμωμε, τὴν εὐλογίαις
ἅπαντας στεφανώσασαν, πίστει τοὺς μελῳδοῦντας.
ᾨδὴ θ΄. Εὔα μὲν τὸ τῆς παρακοῆς.
Ἰδύ σοι τὸν δρόμον τὸν καλὸν τελέσαντι, καὶ τὴν πίστιν τηρήσαντι Πάτερ
θεόφρον Ἱεράρχα, οὐράνια ἠνοίχθη σκηνώματα, καὶ τόποι φωταυγεῖς σὲ ἐδέξαντο,
ἁγιωσύνῃ διαλάμποντα.
Ὡς μύστης ὡς θεῖος ἱερεύς, ὡς ἄριστος ποιμενάρχης, καὶ ὡς φωστὴρ Μυτιλήνης
καθωράθης, ὡς θαυμάτων αὐτουργὸς μεμακάρισαι, καὶ Ἁγίων χοροῖς συνηρίθμησαι,
πᾶσιν Ἁγίοις συναγαλλόμενος.
Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλε τοῦ ἡλίου τηλαυγέστερον φέγγει ἐνθέων
χαρισμάτων, φωτίζουσα πιστῶν τὴν διάνοιαν, καὶ σκότος τῶν παθῶν ἐκδιώκουσα, ὦ
ἱερώτατε Ἀλέξανδρε.
Θεοτοκίον.
Φωτὸς οἰκητήριον ἡ Σὴ πανάμωμε Θεοτόκε, μήτρα γέγονεν, ᾧ φωτιζόμενοι τοῦ
σκότους λυτρούμεθα τῆς πλάνης ὑμνοῦντές Σε, καὶ πόθῳ ἀληθῆ μακαρίζοντες, μόνη
ἀνθρώπων ἐπανόρθωσις.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς βλαβερὰν ἐξέφυγας, καὶ ταῖς νηστείαις τὴν
σάρκα, μαράνας ἀνακαινίζεις, εἰς ἀετοῦ νεότητα, καὶ δόξαν κατεπλούτησας,
θαυματουργῶν ἐξαίσια, ποιμεναρχῶν ἡ ἀκρότης· Ἀλέξανδρε θεοφόρε.
Θεοτοκίον.
Θεὸν ὅνπερ ἐγέννησας, Παρθένε παναμώμητε, ἱκέτευε ὑπὲρ πάντων, τῶν εὐσεβῶς
Σε τιμώντων, σὺν τῷ κλεινῷ Ἀνδρέᾳ τε, τυχεῖν θείας ἐλλάμψεως, τοῦ Σοῦ Υἱοῦ καὶ
στάσεως, τῶν ἐκλεκτῶν καὶ Ἁγίων, καὶ γὰρ ἰσχύεις ὡς θέλεις.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῇ παμφαεῖ πανηγύρει τοῦ Ἱεράρχου Χριστοῦ, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς
εὐφρανθῶμεν, ἐτήσιον τελοῦντες φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ μεταστάσεως, ᾀσματικῶς
ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ. (Δίς).
Ἡ φωτοφόρος σου μνήμη Πάτερ ἐπέλαμψε, τὰς τῶν πιστῶν καρδίας,
κατευφραίνουσα πάντων, ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, ἐκδυσώπει ἑκάστοτε, ἵνα
ῥυσθῶμεν κινδύνων καὶ συμφορῶν, οἱ τιμῶντές σε Ἀλέξανδρε.
Ἐκ τοῦ ἁγίου σου τάφου Πάτερ Ἀλέξανδρε, ἰάσεις ἰαμάτων, χορηγοῦνται
ἀφθόνως, τοῖς πίστει προσιοῦσιν οὕτω κἀμοῦ, τὰς ἀσθενείας ἐπίσκεψαι, καὶ τῷ Θεῷ
ἱκετεύων ὑπὲρ ἐμοῦ, ἵλεων τοῦτον ἀπέργασαι.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος
Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν Πατὴρ ἡμῶν
θεοφόρε Ἀλέξανδρε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος
προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι
Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ
Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου