Ἀκολουθία Νεομάρτυρος ΒΑΛΕΡΙΟΥ τοῦ ἐν Ρουμανία.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια (2011)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐν φυλακαῖς Ῥουμανίας ἐγκλείστους μέλπομεν, διὰ Χριστοῦ ἀγάπην, ἐν ἐσχάτοις
τοῖς χρόνοις, ἀθέων τυραννίας δεῦτε λαμπρῶς, Ἰωάννην Βαλέριον, σὺν Δανιὴλ
Ἱλαρίωνα καὶ στεῤῥάν, Ὁμολογητῶν ὁμήγυριν.
Καταφρονήσαντας μῆνιν ἐχθρῶν τῆς πίστεως, ἐν χρόνοις βασιλείας, ἀκανθῶν καὶ τριβόλων, Μαρτύρων Ῥουμανίας θεοσεβῶν, δήμους ἐγκωμιάσωμεν, ἐν φυλακαῖς μέγα ὄνομα τοῦ Χριστοῦ, ἀκλινῶς ὁμολογήσαντας.
Τοῦ Βαλερίου Γκαφένκου νῦν μιμησώμεθα, τὴν πίστιν καὶ ἀγάπην, πρὸς ἐχθροὺς ἄχρι τέλους, αὐτὸν παντοιοτρόπως ἐν φυλακαῖς, βασανίσαντας κράζοντες· Χαῖρε φωστὴρ Ὀρθοδόξων Χριστιανῶν, ἀσεβείας λύων ζόφωσιν.
Τοὺς στρατιῶτας Κυρίου Ῥουμάνους μέλψωμεν, εὐλαβεστάτους ὄντως, νεαροὺς Ἐκκλησίας, κοσμήτορας τοὺς νέους ἐν φυλακαῖς, πίστει ὁμολογήσαντας, ἄχρι βασάνων τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ θανάτου ὕμνοις πρέπουσι.
Δόξα. Ἦχος β΄.
Τοὺς διελθόντας διὰ πυρὸς βασάνων ἐν φυλακαῖς Ῥουμανίας, καὶ ἐξελθόντας εἰς
ἀναψυχὴν ζωῆς αἰωνίου, καλλινίκους εἰκοστοῦ αἰῶνος Ὁμολογητὰς καὶ Μάρτυρας, τῶν
ὕμνων καταστέψωμεν ἄνθεσι καὶ βοήσωμεν· Στρατιῶται τῆς πίστεως ἀήττητοι, νεαροὶ
εὔτολμοι ἱερεῖς καὶ διδάσκαλοι, τῶν ἀθέων οἱ καταπατήσαντες τὸ ἐπηρμένον
φρύαγμα, μὴ παύσησθε Χριστὸν ἡμῖν καθιλεούμενοι, τοῖς εὐφημοῦσιν ἐκθύμως ὑμῶν
τὰ παλαίσματα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρετε θαυμαστοί, τῆς πίστεως ὁπλῖται, οἱ τῶν ἀθέων κράτος, τῆς Ῥουμανίας
ἄρτι, λαμπρῶς κατασυντρίψαντες.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Λάμψεσι φυλακῶν, τὰ σκοτεινὰ κελλία, ὑμῶν τῆς εὐσεβείας, φωτίσατε ἀρτίως,
τῆς Ῥουμανίας Ἅγιοι.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίρετε προσευχῆς, Χριστοῦ ἀγάπης θεῖοι, καὶ μετανοίας ῥεῖθρα, οἱ ἄρτι
Ῥουμανίας, εἱρκτὰς καθαγιάσαντες
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς Ὑπεραγία, ἐλευθερία πάντων, ἐν φυλακαῖς ἐγκλείστων,
διὰ τὴν Σὴν ἀγάπησιν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, χαρὰ δεδιωγμένων, διὰ τὴν τοῦ Υἱοῦ Σου, σεπτὴν ὁμολογίαν,
τῆς ἀμωμήτου πίστεως.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Φυλακῶν Ῥουμανίας ἐγκλείστους μέλψωμεν, διὰ Χριστοῦ τὴν ἀγάπην, ἐν τοῖς
ἐσχάτοις καιροῖς,Ἰωάννην Ἱλαρίωνα Βαλέριον, σὺν σμήνει Ὁμολογητῶν, καὶ Μαρτύρων
Δανιήλ, ἀθέων τοὺς καθαιρέτας, στεῤῥᾷ ἀθλήσει τὸ κράτος, τῆς εὐσεβείας
μεγαλύναντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς
σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ
Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν
Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φυλακῶν Νεομάρτυρας, Ῥουμανίας τιμήσωμεν, εἰκοστοῦ αἰῶνος σφοδρῶς αἰσχύναντας,
τοὺς ἀθεΐαν κηρύττοντας, λαοῖς τοῖς πιστεύουσιν, ὀρθοδόξως εἰς Χριστόν, καὶ
αὐτὴν ἐπιβάλλοντας, βίᾳ ἅπασιν, ὑπομείνασι φυλακὰς δυσώδεις, ἀγογγύστως
κακουχίας, καὶ ζοφερὰ κολαστήρια.
Τὸν ἀλείπτην τιμήσωμεν, τῶν Μαρτύρων τῆς πίστεως, ἐν τῆς Ῥουμανίας εἱρκταῖς τὸν εὔτολμον, ὀρθοφρονοῦντα Βαλέριον, καλῶς ὑπομείναντα, δι’ ἀγάπην τοῦ Χριστοῦ, ῥαβδισμούς τε καὶ θάνατον, Ἱλαρίωνα, Δανιὴλ σὺν ἐνθέῳ Ἰωάννῃ, καὶ χορὸν Νεομαρτύρων, μελῶν Σταυροῦ ἀδελφότητος.
Δεῦτε ὕμνοις Βαλέριον, σταυροφόρον νεόαθλον, τὸν ἐν Ῥουμανίαις εἱρκταῖς τὴν δύναμιν,αὐτοῦ ψυχῆς ἐπειδείξαντα, καὶ πίστιν τὴν ἔνθερμον, πρὸς τὸν Ὕψιστον αὐτοῦ, ἄχρι τέλους τιμήσωμεν, σὺν τοῖς τάγμασι, τῶν δεινῶς κολασμοὺς ὑπομεινάντων, φυλακαῖς ἐν Ῥουμανίας, Χριστιανῶν θείοις ᾄσμασιν.
Ἰωάννην συγγράψαντα, Βαλερίου τὰ σκάμματα, καὶ αὐτοῦ συνάθλων ἐγκωμιάσωμεν, ἐν φυλακαῖς τὸν θειότατον, σεπτὸν Ἱλαρίωνα, ἱερέα θεαυγῆ, θεολόγον θεόπνευστον, καὶ διδάσκαλον, πνευματέμφορον ὡς τῆς εὐσεβείας, ὁμολογητὴν καὶ ἄνθος, τῶν φυλακῶν εὐωδέστατον.
Δανιὴλ καθηγούμενον, Τούντορ ὀνομαζόμενον, ἐν δεσμωτηρίου τὸν θερμαινόμενον, τῇ καταψύξει τιμήσωμεν, ὑπὸ τοῦ Παντάνακτος, Ἰησοῦ Οὗ τὸ σεπτόν, πίστει ὄνομα προὔφερε,τούτου χείλεσι, καὶ καρδίᾳ ἀπαύστως ὡς πυξίον, προσευχῆς ἀδιαλείπτου, καὶ Ὀρθοδόξου φρονήματος.
Τὸν διδάσκοντα ἅπαντας, ἀγρυπνεῖν ἀγωνίζεσθαι, ἀπωθεῖν εὐθέως τοῦ παναλάστορος, τὰς ἐπιθέσεις καὶ μάχεσθαι, κατὰ εἰσοδεύσεως, εἰς τὸν νοῦν τῶν λογισμῶν, τῶν ἀτάκτων Βαλέριον, εὐφημήσωμεν, πρὶν αὐτοὶ εἰς σφοδρὰν ἐπιθυμίαν, μεταποιηθῶσιν οἴμοι,καὶ τὸ σαρκίον μολύνωσι.
Δόξα. Ἦχος πλ. β΄.
Τοὺς ἐν τοῖς δεσμωτηρίοις ὁρῶντας, τὸν δέσμιον δι’ ἀγαθότητα Ἰησοῦν, καὶ
τὴν εἱρκτὴν μεταβαλόντας, εἰς πρώτην καὶ ζῶσαν Ἐκκλησίαν, Ῥουμάνους τῶν φυλακῶν
Νεομάρτυρας τιμήσωμεν. Οὗτοι γὰρ διὰ τῆς ἑαυτῶν προσφορᾶς καὶ θυσίας, τῆς
ἀγαθωσύνης καὶ τοῦ ἐμπράκτου παραδείγματος, χειραγωγοὶ πολλῶν γεγόνασι πρὸς
σωτηρίαν. Καλῶς οὖν τὸν ἀγῶνα μέσῳ βασάνων τελέσαντες, βραβείων ἀθανάτων
ἠξιώθησαν, καὶ Χριστῷ νῦν συνόντες, ἀδιαλείπτως Αὐτῷ πρεσβεύουσιν, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα (Ἡσ. μγ΄, 9 – 14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην,
ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ
ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα.
Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος.Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος
ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό;Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν
πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ.Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης.Καί ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς,καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’αὐτῷ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ζ´. 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται.Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον,ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, δεικνῦσα καὶ ἐν τοῖς ἐσχάτοις
καθάπερ ἐν τοῖς πρώτοις χρόνοις, νέους εὐσταλεῖς ὁμολογητὰς καὶ καλλιμάρτυρας,
οἷάπερ τοὺς ἐν φυλακαῖς τῆς Ῥουμανίας, καὶ ἐν εὐλαβείᾳ βόησον· Νεόδρεπτα κρίνα
τῆς πίστεως, οἱ τῆς ἀθεΐας τὴν δυσωδίαν διώξαντες Ἅγιοι, εὐφράνατε πιστῶν τὰς καρδίας,
εὐωδίᾳ ὑμῶν θερμῶν δεήσεων, καὶ σώσατε ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τὸν ἐμπράκτως ἐπαναλαμβάνοντα τὸ Παύλειον· ἐμοὶ ἐχαρίσθη οὐ μόνον τὸν εἰς
αὐτὸν πιστεύειν, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ πάσχειν, Βαλέριον τὸν ἐν φυλακαῖς τῆς
Ῥουμανίας μαρτυρήσαντα, ὁλοθύμως τιμήσωμεν λέγοντες· Νέε στρατιῶτα τῆς τοῦ
Χριστοῦ ἀληθείας,ὁ ἐν νεανικῇ ἡλικίᾳ πολιὸν ἐπιδειξάμενος φρόνημα, καὶ ἀλείπτης
πολλῶν γενόμενος πρὸς ἄθλησιν, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Ἦχος γ΄.
Ὑπομείναντας δεσμωτηρίων καταψύκτας, καὶ ὑπογείους θαλάμους διὰ Χριστοῦ τὴν
ἀγάπην, νέους Ῥουμάνους Ὁμολογητὰς καὶ Μάρτυρας, ἐκθύμως τιμήσωμεν ὡς Χριστοῦ
ἀηττήτους στρατιῶτας, καὶ πίστεως ἱερὰ καλλωπίσματα κράζοντες· ἐπώνυμοι καὶ
ἀνώνυμοι τῆς Ἐκκλησίας κοσμήτορες, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ
στεφανωθέντες, πρεσβεύσατε τῷ Κυρίῳ ὑπὲρ τῶν τιμώντων ὑμῶν τὰ παλαίσματα.
Ἦχος δ΄.
Ἀθεΐας τοὺς καταφρονητὰς καὶ τιμητὰς τῆς εὐσεβείας, νέους φυλακῶν Ῥουμανίας
Ὁμολογητὰς καὶ Μάρτυρας, κοινοῖς πνευματικοῖς μελίσμασι τιμήσωμεν σήμερον, καὶ
ἐν εὐλαβείᾳ φωνήσωμεν· ἠθῶν χρηστῶν οἱ ὑπέρμαχοι, καὶ Χριστοῦ φίλοι γνήσιοι, οἱ
τὰς κακουχίας ἀνέσεις λογιζόμενοι, καὶ τὸν θάνατον πανήγυριν, μὴ παύσησθε
Κυρίου δεόμενοι, ὑπὲρ των τιμώντων ὑμῶν τὰ ἱερὰ κατορθώματα.
Δόξα. Ὁ αὐτός.
Τοὺς τοῦ Θεοῦ Λόγου μεγαλύναντας ὄνομα, εὐσθενεῖ ἐνστάσει καὶ νομίμῳ ἐν
φυλακαῖς ἀθλήσει,νέους Ῥουμανίας Ὁμολογητὰς καὶ Μάρτυρας εὐφημήσωμεν. Οὗτοι γὰρ
ἀπειλὰς καὶ βασάνους ἀθέων καταφρονήσαντες, τὸν καλὸν ἠγωνίσαντο ἀγῶνα, καὶ
στεφάνων ἠξιώθησαν ἀφθίτων, ὅθεν αὐτῶν τὴν μνήμην σήμερον ἑορτάζοντες, καὶ τὰ
κατορθώματα ἐπαινοῦντες,Χριστὸν τὸν αὐτῶν στεφοδότην δοξάζομεν, τὸν δωρούμενον
πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε Εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,σεμνῶν Ῥουμάνων χορός, ἐν φυλακαῖς ὁ διανύσας ἀθλήσεως, τὸν δόλιχον
δι’ ἀγάπην,τοῦ εὐεργέτου Θεοῦ, πάντων τῶν ἀνθρώπων καὶ τὴν ἄνομον, συντρίψας
κακότητα, τῶν ἀθέων τιμήσωμεν, δυναστευόντων, εἰς Χριστὸν τοὺς πιστεύοντας,
πόθῳ κράζοντες· Νεαροὶ καλλιμάρτυρες, τῆς εὐσεβείας πρότυπα, Σταυρὸν τὸν
πανάγιον, ἐν ταῖς ἀνάγκαις τοῦ βίου, ἔχοντες σύμμαχον ἄριστον, σταυρὸν τῶν
βασάνων, καὶ κακώσεων παντοίων,προθύμως ἤρατε.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις,ἀλείπτης Χριστιανῶν, ἐν φυλακαῖς κακουχουμένων πρὸς θέωσιν, Βαλέριε
Ῥουμανίας, ὁ τῇ δυνάμει ψυχῆς, τῆς ἁγνῆς σου θραύσας ἀθεότητος, ἰσχὺν καὶ τῆς
πίστεως, τοῦ Παντάνακτος τρόπαιον, λαμπρὸν ἐγείρας, σταυροφόρε νεόαθλε,
δεσμωτήριον, τὸ ὑγρὸν καὶ ἀνήλιον, οἶκον ὁ λογιζόμενος, ψυχῶν ἁγιάσεως τὰς
ἀνυποίστους βασάνους, αὔραν χαρίτων τοῦ Πνεύματος, καὶ σοῦ συνδεσμῶτας, οὐρανῶν
συνδαιτυμῶνας, τοῦ Δείπνου Ἅγιε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην,ἐπιτελοῦντες ὑμῶν, τὴν λαμπροφόρον Νεομάρτυρες ἔνδοξοι, ἐγκλείστων
ἐν Ῥουμανίαις,ταῖς σκοτειναῖς φυλακαῖς, δῆμοι τοῦ Ὑψίστου, μέγα ὄνομα, οἱ
ὁμολογήσαντες, ἐν καιροῖς ἀθεότητος, καὶ τυραννίας, Ὀρθοδόξου πληρώματος,
καλλωπίσματα τῆς ἐνθέου νεότητος, σμῆνος Χριστοῦ ἀνώνυμον, καὶ πάντες ἐπώνυμοι,
θεοειδὲς Ἱλαρίων, καὶ Δανιὴλ καθηγούμενε, σὺν τῷ Ἰωάννῃ, καταγράψαντι Μαρτύρων,
τὰ κατορθώματα.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς διηγήσεται τὰς κακουχίας, τὰς βασάνους τὰ ῥαβδίσματα καὶ τοὺς
ἀνυποίστους πόνους, οὓς διὰ τὴν ἀγάπην Χριστοῦ ὑπεμείνατε, ἐν φυλακαῖς τῆς
Ῥουμανίας τὸν εἰκοστὸν αἰῶνα, Νεομάρτυρες περίδοξοι; Ὑμεῖς γὰρ ὑπεριδόντες
νεότητος, καὶ μὴ φεισάμενοι σαρκίου, τὰ δεσμωτήρια εἰς ἐντευκτήρια πίστεως
μετεποιήσατε, καὶ τὰς ὑπὲρ ἔννοιαν στενώσεις χαρὰν ἐλογίσασθε, ὅθεν τὸ κράτος
τοῦ Θεοῦ μεγαλύναντες, καὶ καλῶς τὸν ἀγῶνα τελέσαντες, εὐκλείας οὐρανῶν
ἐτύχετε, καὶ σὺν Χριστῷ ἐπαγάλλεσθε, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Φυλακῶν Ῥουμανίας ἐγκλείστους μέλψωμεν, διὰ Χριστοῦ τὴν ἀγάπην, ἐν τοῖς
ἐσχάτοις καιροῖς,Ἰωάννην Ἱλαρίωνα Βαλέριον, σὺν σμήνει Ὁμολογητῶν, καὶ Μαρτύρων
Δανιήλ, ἀθέων τοὺς καθαιρέτας, στεῤῥᾷ ἀθλήσει τὸ κράτος, τῆς εὐσεβείας
μεγαλύναντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς
σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ
Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,καὶ προσκυνούντων τὸν Τόκον
σου.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μαρτύρων φυλακῶν, Ῥουμανίας τὸ πλῆθος, τοὺς Νέους Ἀθλητάς, εὐσεβείας ἐν
ὕμνοις, Χριστοῦ μεγαλύναντας, κράτος καὶ καταισχύναντας, ἀθεότητος, τυράννους
μέλψωμεν πάντες, ὡς ἐρείσματα, τῆς Ἐκκλησίας καὶ βάθρα, ψυχῆς γενναιότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνάτειλον ἡμῖν, ἦμαρ ἐλευθερίας, τοὺς ὄντας ἐν δεσμοῖς, ψυχοκτόνου κακίας,
παθῶν Μητροπάρθενε, καὶ ῥαστώνης πανύμνητε, ἡ κυήσασα, ἀδιαφθόρως τὸν Λόγον,
τοῦ Παντάνακτος, Θεοῦ παρέχοντα πᾶσι, τὸ ἄμετρον ἔλεος.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νομίμως ἠθλήσατε ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ καθηγιάσατε τῆς Ῥουμανίας
εἱρκτάς,νεόαθλοι ἄλκιμοι, ῥείθροις ὑμῶν δακρύων, καὶ ῥανίσιν αἱμάτων, φίλοι τοῦ
Ζωοδότου, Ἰησοῦ τῶν ἀθέων, τυράννων ἐπηρμένην ὀφρύν, οἱ ἐδαφίσαντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρτύρων τὸ καύχημα Θεογεννῆτορ σεμνή, καὶ τεῖχος καὶ στήριγμα τῆς νεολαίας
Χριστοῦ, ἐπόπτευε ἄνωθεν, παῖδας τῶν Χριστωνύμων, πίστει μακαριζόντων, Σὲ εἰς
αἰῶνας Μῆτερ, μελῳδίαις εὐτάκτοις, καὶ Τόκον Σου αἰνούντων ἀεί, τὸν πανσεβάσμιον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ῥουμάνων σύλλογον, τὸν ἁγιόλεκτον, ἐγκωμιάσωμεν, ψαλμοῖς καὶ ᾄσμασιν,
ἁγιασάντων φυλακὰς ἐν ἔτεσι τοῖς ἐσχάτοις, νέους καλλιμάρτυρας, ἀκλινῶς
ὑπομείναντας, ἄρτι δι’ ἀγάπησιν,τοῦ Χριστοῦ κολαστήρια, καὶ θάνατον ἐν
δεσμωτηρίοις, εὖχη ὡς εὐσεβείας θεῖα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς Χάριτος, τοῦ θείου Τόκου
Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν
ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ
ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 - ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι
ὑμῖν... Ὅρα τὸ εἰς τὴν Θ. Λειτουργίαν τοῦ Ἁγ.
Γεωργίου.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τῶν Νεοάθλων πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε φιλομάρτυρες τοὺς νεαυγεῖς Ῥουμανίας φωστῆρας, φωτίσαντας τὰ σκοτεινὰ
δεσμωτήρια πυρσεύμασι πίστεως, εὐλαβῶς τιμήσωμεν καὶ αὐτοῖς εἴπωμεν· οἱ τὸν
ζόφον τῆς ἀθεΐας διαλύσαντες, καὶ ἦμαρ ἀνατείλαντες εὐσεβείας ὑμῶν ὁμολογίᾳ καὶ
μαρτυρίῳ, διαλύσατε τῆς ἀγνωσίας ἡμῶν τὴν σκοτομήνην, καὶ θεογνωσίας ἡμᾶς
καταυγάσατε πυρσεύμασι.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ
ἀκροστιχίς: Μαρτύρων φυλακῶν Ῥουμανίας,
ἔπαινος.Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μαρτύρων τὸν σύλλογον, τῶν εὐσθενῶν ἀνυμνήσωμεν, ἀθέων αἰσχύναντα
ἐγκλείστων ἄρτι ὀφρύν,παραδείγμασιν, ἐν φυλακαῖς οἰκείοις, διὰ τὴν ἀγάπησιν,
τοῦ Παντοκράτορος.
Γκαφένκου Βαλέριε, παθῶν Κυρίου ὁμόζηλε, Ῥουμάνων ὡράϊσμα, ἐγκλείστων ἐν φυλακαῖς, σὺν ὀμάδι σου, τῇ ὁμολογησάσῃ, Χριστοῦ κλῆσιν ἔλαμψας, ἄρτι ὡς ἥλιος.
Ῥοαῖς ἡγιάσατε, ὑμῶν κελλία πανάριστοι, τὰ κάθυδρα Μάρτυρες, Ῥουμάνοι μέλη Σταυροῦ, ἀδελφότητος,ἧς ταπεινὸς ἡγεῖτο, ὁ θεῖος Βαλέριος, ὁ γενναιότατος.
Θεοτοκίον.
Ταμεῖον ἀσύλητον, τῆς παρθενίας Μητρόθεε, ἁγνὴ ἀειπάρθενε, μὴ διαλίπῃς
ἡμᾶς, ἐποπτεύουσα,τοὺς μακαρίζοντάς Σε, καὶ πόθῳ δοξάζοντας, Τόκον τὸν θεῖόν
Σου.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑμνοῦμεν τοὺς Μάρτυρας Ῥουμάνους, εὐτάκτως καὶ Ὁμολογητάς, τῶν φυλακῶν
κοσμήτορας, ἀγάπην ἐπιδείξαντας, πρὸς κρατουμένους ἅπαντας, καὶ τοὺς ἐχθροὺς
θείας πίστεως.
Ῥυπώδη κακότητα ἀθέων, ἐχθρῶν εὐωδίᾳ τοῦ Σταυροῦ, διώξαντα τιμήσωμεν, Ῥουμάνους Νεομάρτυρας, σὺν Ἰωάννῃ σώφρονι, καὶ Βαλερίῳ στεῤῥόφρονι.
Ὡραίους τιμήσωμεν ἐκθύμως, Ῥουμάνους νῦν Ὁμολογητάς, καὶ Μάρτυρας τὸ ὄνομα, ἐν φυλακαῖς τὸ ἅγιον, Χριστοῦ ὁμολογήσαντας, καὶ δι’ αὐτὸ μαρτυρήσαντας.
Θεοτοκίον.
Νικήτορας δεῖξον Σοὺς οἰκέτας, κατὰ τῶν ἐχθρῶν τῶν νοητῶν, Θεογεννῆτορ
Δέσποινα, τοὺς μέλποντας τὰ σκάμματα, Μαρτύρων νέων πίστεως, κατὰ δεινῆς
ἀθεότητος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τοὺς βιώσαντας, ἐν τοῖς κελλίοις, ἁγιότητα, τῆς Ἐκκλησίας, τοῦ Χριστοῦ τῆς
πρώτης ὕμνοις τιμήσωμεν, ἐν φυλακαῖς Ῥουμανίας τοὺς στένοντας, διὰ τὴν πίστιν
ἀρτίως κραυγάζοντες· θεῖοι Μάρτυρες, ἀθέων οἱ ἐδαφίσαντες, ὀφρὺν πιστῶν
ἐδείχθητε ἀρχέτυπα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Καθαγίαζε, καὶ ἐπευλόγει, παμμακάριστε, Θεογεννῆτορ, τοὺς ἐκθύμως Σε ἀεὶ
μεγαλύνοντας, καὶ Σοῦ τὸν ἅγιον Τόκον δοξάζοντας, πᾶσι παρέχοντα πλούσιον
ἔλεος, τοῖς γεραίρουσι,Ῥουμάνους ἐγκλείστους Μάρτυρας, Χριστοῦ ἐν φυλακαῖς τοῦ
Παντοκράτορος.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Φῶς Βαλέριε ἀνδρείας, ψυχικῆς καὶ χρηστότητος, καὶ Χριστοῦ ἀγάπης, φέγγος
Ἰωάννη ηὐγάσατε,ἐν φυλακαῖς σὺν ὑμῖν τοῖς οὖσι Μάρτυρας, οὓς ἐδείξατε, λαμπροὺς
καὶ στύλους τῆς πίστεως.
Ὕμνοις τοὺς ἀδιαφθόρους, καὶ ἀμέμπτους τιμήσωμεν, Μάρτυρας Κυρίου, τοὺς ἐν Ῥουμανίας ἀθλήσαντας,τὰς φυλακὰς καὶ ἀθέους καταισχύναντας, παραδείγμασιν, αὐτῶν ἀρτίως καὶ ῥήμασι.
Λογισμοὺς ὑμῶν ἀτάκτους, Ῥουμανίας Νεόαθλοι, καὶ ἀδυναμίας, τὰς ἡδονικὰς ἐκδιώξαντες, τῇ ἐγρηγόρσει γεγόνατε διδάσκαλοι, ἐνθεώτατοι, ἐν φυλακαῖς ὄντως Μάρτυρες.
Θεοτοκίον.
Ἀποδίωξον ὁμίχλην, λυπηρῶν τῶν τιμώντων Σε, Κεχαριτωμένη, Μῆτερ τοῦ Θεοῦ
ἀειπάρθενε, ταῖς ἀστραπαῖς τῆς παμφώτου συμπαθείας Σου, καὶ εὐνοίας Σου, πρὸς
τοὺς πιστοὺς φρυκτωρήμασι.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Καρδίας πρὸς Κύριον, τὸν Ζωοδότην στρέφοντες, οἱ ἐν φυλακαῖς τῆς Ῥουμανίας,
ἔγκλειστοι πόθῳ, καὶ τῆς ἀγάπης Αὐτοῦ, ἐπαίροντες πίστει τὸν Σταυρόν, ἄχρι
θανατώσεως, σὺν Αὐτῷ νῦν ἀγάλλεσθε.
Ὡς Μάρτυρας πίστεως, ὑμᾶς σεμνοὺς γεραίροντες, τοὺς ἐν φυλακαῖς τῆς Ῥουμανίας, στεῤῥοὺς ὁπλῖτας, σὺν Ἰωάννῃ σεπτῷ, καὶ τῷ Βαλερίῳ εὐλαβῶς, ἀνυμνοῦμεν σκάμματα, τὰ ὑμῶν πολυώδυνα.
Νικήσαντες σύστημα, τῆς Ῥουμανίας ἄθεον, ἐν τῷ εἰκοστῷ ἀπατεῶνι, αἰῶνι δήμοις, νεολαμπῶν Ἀθλητῶν,ἐγκλείστων δεινῶς ἐν φυλακαῖς, θεῖοι συνηρίθμητε, γενναιότατοι Μάρτυρες.
Θεοτοκίον.
Ῥανίσι δεήσεων, τῶν Σῶν Θεογεννήτρια, ἄρδευσον ἡμῶν ξηρὰς καρδίας, τῶν Σὲ
τιμώντων,μελισταγέσιν ᾠδαῖς, πρὸς πλούσιον Μῆτερ ἀμητόν, καὶ πολύχουν ἄσταχυν,
Σοῦ Υἱοῦ ἀγαπήσεως.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁμολογίας κειμήλια, πολύτιμα Χριστοῦ θείας πίστεως, κατελαμπρύνατε, ὑμῶν
σεπτοῖς παραδείγμασι, καὶ πόνοις Ῥουμανίας τὰ κρατητήρια.
Ὑμνωδιῶν καταστέφομεν, ὑμᾶς τοῖς ἴοις Μάρτυρες ἔγκλειστοι, νέοι τῆς πίστεως, ἐν φυλακαῖς δι’ ἀγάπησιν, Χριστοῦ τῆς Ῥουμανίας θεοειδέστατοι.
Μαρτύρων κλέος Βαλέριε, ἰθύντωρ ἀπλανὴς συνεγκλείστων σου, ὤφθης πρὸς ἄθλησιν, διὰ Χριστὸν γενναιότατε, εἱρκταῖς ἐν Ῥουμανίας ἄνερ πολύαθλε.
Θεοτοκίον.
Ἁγνείας εὖχος ἀτίμητον, καὶ λύχνε παρθενίας ἀείφωτε, Θεογεννήτρια, ἡμῶν
διάλυσον ζόφωσιν, παθῶν τῶν χαμαιζήλων νῦν εὐφημούντων Σε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν φυλακαῖς τῆς Ῥουμανίας ὑπομείναντας, τὰς κακουχίας καὶ βασάνους
ἀνυμνήσωμεν, ὑπ’ἀπίστων δι’ ἀγάπην Χριστοῦ ἀρτίως, Ἰωάννην Ἱλαρίωνα Βαλέριον,
καὶ σὺν Δανιὴλ πληθὺν Μαρτύρων πίστεως, θείων κράζοντες· Χαίροις Σμῆνος θεόλεκτον.
Ὁ Οἶκος.
Ἄγγελοι Ῥουμανίας, φυλακῶν στρατιῶται, ἐθαύμασας ὑμῶν τὴν ἀνδρείαν, καὶ τὴν
πίστιν Ὁμολογηταί,καὶ γενναῖοι Νέοι τοῦ Χριστοῦ Μάρτυρες. Διὸ ὑμᾶς γεραίροντες,
κραυγάζομεν ἐν κατανύξει·
Χαίρετε, κρίνα χρηστοηθείας·
χαίρετε, ἴα τῆς ἀριστείας.
Χαῖρε, φυλακῶν κοσμιότης Βαλέριε·
χαῖρε, φῶς λαμπρὸν Δανιὴλ καθηγούμενε.
Χαῖρε, ὅτι πίστει ἔλυσας, Ἱλαρίων σκοτασμόν·
χαῖρε, ὅτι ὡμολόγησας, Ἰωάννη τὸν Χριστόν.
Χαίρετε, εὐσεβείας νοητοὶ χελιδόνες·
χαίρετε, Ἐκκλησίας νεαυγεῖς λαμπηδόνες.
Χαίρετε, φῶτα θάῤῥους νεόφωτα·
χαίρετε, ἄστρα πίστεως πάμφωτα.
Χαῖρε, εἱρκτῆς ζοφερᾶς θεῖον πλῆθος·
χαῖρε, ζωῆς παναρέτου τὸ στέφος.
Χαίροις, Σμῆνος θεόλεκτον.
Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν φυλακαῖς Ῥουμανίας Ἁγίου Νεομάρτυρος
Βαλερίου καὶ τῶν σὺν αὐτῷ Ἁγίων ἀνωνύμων Μαρτύρων καὶ Ὁμολογητῶν, μετὰ Ἰωάννου,
Δανιήλ, καὶ Ἱλαρίωνος, τῶν κατεδαφισάντων ἀθέων τυράννων τὸ κράτος.
Φυλακὰς ἡγιάσατε Ῥουμανίας,
ἄρτι νέοι Μάρτυρες, ὑμῶν ἀγῶσι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νέοι Μάρτυρες, τῆς Ῥουμανίας θρέμματα, περικλεέστατα, ἐν φυλακαῖς ἀληθῶς,
ἀρτίως ἠθλήσατε,καὶ καταισχύνατε, κράτος ἄθεον, καὶ καταδυναστεύοντας, τοὺς
λαοὺς τυράννους πίστει.
Ἱλαρίωνα,καθηγητὴν τιμήσωμεν, θεοειδέστατον, ἐν φυλακαῖς Ἀϊούντ, διὰ τὴν ἀλήθειαν, ζῆν ἐκμετρήσαντα,θεοκίνητον, ὡς στόμα Κτίστου ὄνομα, ἄχρι τελευτῆς προφέρον.
Ἀγαλόμενοι, νῦν Δανιὴλ νεόαθλον, Τούντορ ἡγούμενον, τὸν δεδεγμένον ποσίν,
ἁλύσεσιν ἅπαντες,καὶ ὑπομείναντα, κολαστήρια, κατώδυνα τιμήσωμεν, δι’ ἀγάπην
τοῦ Κυρίου.
Θεοτοκίον.
Σῷζε δούλους Σου, ἐπιβουλῆς Μητρόθεε, ἀθέων κράζομεν, ὧν κράτος Σῇ μητρικῇ,
δυνάμει διάλυσον, καὶ κράτος ἅγιον, θείου Τόκου Σου, μεγάλυνον πανύμνητε,
εἰρηνάρχου Θεανθρώπου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔγκλειστοι ἐν τοῖς δεσμωτηρίοις, ἀρτίως τῆς Ῥουμανίας οἱ Νεόαθλοι, διὰ τὴν
εὐσέβειαν, τοὺς ἀθέους ᾔσχυναν, καὶ πίστιν ἐμεγάλυναν, Χριστοῦ Ὀρθόδοξον,
δεινῶς, ὑπὸ δυνάμεων σκότους τὴν πολεμουμένην, ἐν τοῖς ἐσχάτοις χρόνοις.
Πλοῦτον τῆς καρδίας Βαλερίου, θεώμενος Ἰωάννη καὶ τὴν δύναμιν, τούτου θείας πίστεως,σκάμματα κατέγραψας, αὐτοῦ τὰ ἱερώτατα, καὶ ὁμηγύρεως, σεπτῆς αὐτοῦ ἐν δεσμωτηρίοις, μίμησιν πρὸς πόνων, αὐτῶν ὑπ’ ἐπιγόνων.
Ἄτρεπτος Βαλέριε ἐν πίστει, Νεόαθλε παραμένων ἄχρι τέλους σου, ἐν εἱρκτῇ κατέδειξας, τοῦ Θεοῦ τὴν δύναμιν, πιστοῖς τὴν ἐνοικοῦσάν σοι, καὶ θεῖον πόθον σου, ἑδραίωσιν πρὸς τῆς ἀληθείας, τῆς δικαιοσύνης, καὶ ἀληθοῦς εἰρήνης.
Θεοτοκίον.
Ἴθυνον Σοὺς δούλους πρὸς σκηνώσεις, τοῦ πόλου Θεογεννῆτορ Μητροπάρθενε, Σὲ
τοὺς μακαρίζοντας, κόσμου ὡς ἰθύντειραν, ἀπλανεστάτην ἄχραντε, πιστῶν πρὸς
θέωσιν,τιμώντων μνήμην Νέων Μαρτύρων, τῶν ἐν Ῥουμανίας, ταῖς φυλακαῖς
ἐγκλείστων.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νέοι τοῦ Χριστοῦ, καλλίνικοι Μάρτυρες ὁμολογήσαντες, πίστιν τὴν Ὀρθόδοξον,
ἐν Ῥουμανίᾳ καὶ ὑπομείναντες, ἐν φυλακαῖς κατώδυνα βασανιστήρια, σὺν Ἀγγέλων
δήμοις νῦν ἀγάλλεσθε,οἱ Χριστὸν ἀσιγήτως δοξάζοντες.
Οἱ ἐν φυλακαῖς, κατώδυνον βάσανον καθυπομείναντες, Ῥουμανίας Ἅγιοι, τῆς νεολαίας σεπτὰ προπύργια, σὺν Βαλερίῳ σώφρονι καὶ Ἱλαρίωνι, θεολόγῳ ἱερεῖ θειότατε, Δανιὴλ εὐκλεῶς ἐδοξάσθητε.
Στῦλοι ἀκλινεῖς, Χριστοῦ θείας πίστεως τὰ δεσμωτήρια, Ῥουμανίας μέλαθρα, τῆς εὐσεβείας οἱ καταδείξαντες, καὶ στάδια ἀθλήσεως στεῤῥᾶς ἀείφωτα, ἐν ἐσχάτοις χρόνοις ἐκρατύνατε,τοῦ Ὑψίστου τὸ πάντιμον ὄνομα.
Θεοτοκίον.
Χάριν Σου ἡμῖν, ἀφθόνως κατάπεμψον Θεογεννήτρια, Σὲ τοῖς μακαρίζουσι, καὶ
ἀνυμνοῦσι σεπτὰ παλαίσματα, τῶν Νεοάθλων πίστεως Ῥουμάνων ἄχραντε, τῶν δεσμίων
διὰ τὴν ἀγάπησιν,ἐν εἱρκταῖς τοῦ Υἱοῦ Σου πανύμνητε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Χριστοῦ ὀμολογήσαντας, ἐν φυλακαῖς τὸ ὄνομα, τῆς Ῥουμανίας ἐκθύμως,
ἐγκωμιάσωμεν πάντες, γενναίους Νεομάρτυρας, τυράννους καταισχύναντας, ὡς κρίνα
ἐκβλαστήσαντα,Χριστοῦ ἀγάπης εὐώδη, ἐν ἀθεΐας κοπρίᾳ.
Θεοτοκίον.
Πιστῶν ἐλευθερώτρια, εὐλογημένη Δέσποινα, δεσμίου τῆς ἁμαρτίας, οἰκέτας τῆς
χάριτός Σου, καὶ τῶν παθῶν Μητρόθεε, ταχέως ἐλευθέρωσον, καὶ πρὸς ὁδοὺς
κατεύθυνον, τῆς ἀπαθείας εὐθείας, καὶ βιοτῆς τῆς ἀγήρω.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Βαλέριε καύχημα Χριστοῦ, Ἐκκλησίας πάνσεπτον, τῆς Ῥουμανίας ἡγίασας, τὰ
δεσμωτήρια, ῥείθροις σῶν δακρύων, καὶ ὁμολογίας σου, τῆς πίστεως ἐσχάτοις ἐν
ἔτεσι, Μάρτυς Νεόαθλε,καὶ ἀλείπτης θεῖος γέγονας, νεολαίας, πρὸς πάνσεπτον
ἄθλησιν.
Χορὸν σταυροφόρων Ἀθλητῶν, νεαρῶν τιμήσωμεν, ἐν φυλακαῖς καταδείξαντα, πίστιν Ὀρθόδοξον,ἦθος καὶ ἀνδρείαν, ὄντως ἀκατάβλητον, τοὺς νέους Ῥουμανίας κοσμήτορας, καὶ καλλιμάρτυρας, ἐκροαῖς τὰ δεσμωτήρια, τῶν αἱμάτων, αὐτῶν ἁγιάσαντας.
Ἡγούμενον ὕμνοις Δανιήλ, Τούντορ εὐφημήσωμεν, βληθέντα εἰς δεσμωτήριον, τῆς καταψύξεως, ὑπ’ἐχθρῶν ἀθέων, ὃν Χριστὸς ἐθέρμαινεν, Αὐτοῦ πυρὶ θερμῆς ἀντιλήψεως, καὶ Ἱλαρίωνα,Ὁμολογητὴν τῆς πίστεως, θεολόγον, σεπτὸν καὶ διδάσκαλον.
Ἐγκλείστων δεινῶν ἐν φυλακαῖς, Ῥουμανίας μέλψωμεν, τὸν συγγραφέα χαράξαντα, τὰ κατορθώματα, ὕμνοις Ἰωάννην, μελιχροῖς τιμήσωμεν, ὡς Ὁμολογητὴν διαπρύσιον, καὶ πᾶσιν εἴπωμεν· τοῖς ἀρίστοις Νέοις Μάρτυσιν, Ἐκκλησίας, διάκοσμοι χαίρετε.
Δόξα. Ἦχος πλ. α΄.
Οἱ τοῦ ζωηφόρου Σταυροῦ δυνάμει καὶ προστασίᾳ, τὸ ἄθεον ἐν φυλακαῖς
καταργήσαντες τῆς Ῥουμανίας κράτος, καὶ πρόδρομοι γενόμενοι τῆς ἐκείνου
παταγώδους πτώσεως,Νέοι Ὁμολογηταὶ καὶ Μάρτυρες τῆς πίστεως, συγκαλοῦσιν ἡμᾶς
σήμερον πρὸς μυστικὴν εὐωχίαν. Δεῦτε οὖν πάντες εὐφραινόμενοι ἐκ τῶν αὐτῶν
ἡρωϊκῶν παλαισμάτων, τὴν αὐτῶν ἀρετὴν μιμησώμεθα, καὶ Χριστὸν δοξάσωμεν, τὸν
αὐτοὺς ἐν οὐρανοῖς ἀντιδοξάσαντα.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν
τῶν ψυχῶν ἡμῶν.
ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ’ καὶ στ’ ᾠδή.
Ἀπόστολος πρὸς Ἐφεσίους (Κεφ. στ΄, 10-17): Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς
ἰσχύος... Ζήτει
τῇ ΚΖ΄ Κυριακῇ.
Εὐαγγέλιον κατὰ Λουκᾶν (Κεφ. κα΄, 12-19): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων... Ὅρα τὸ εἰς τὸν ὄρθρον τοῦ Ἁγ. Γεωργίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι. Ἀλληλούϊα.
Μεγαλυνάρια.
Χαίροις τῶν Ῥουμάνων ἐν φυλακαῖς, ὀρμαθὸς Μαρτύρων, καὶ σεπτῶν Ὁμολογητῶν,
τῶν βασανισθέντων, ἐν τοῖς ἐσχάτοις χρόνοις, διὰ Χριστοῦ τὴν κλῆσιν, τὴν μεγαλώνυμον.
Χαίροις ἀδελφότητος τοῦ Σταυροῦ, ἐν τῆς Ῥουμανίας, ὦ Βαλέριε φυλακαῖς, θεαυγὴς ἡγέτης, ὁ ἔμπλεως ἀγάπης, πρὸς τοὺς βασανιστάς σου, Μάρτυς νεόαθλε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου