Ψαλλομένη τῇ 20η Ὀκτωβρίου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν μοναστῶν ποδηγέτης καὶ ἀσκητῶν ἡ κρηπίς, τὸ τῆςΠελοποννήσου,
ἐγκαλλώπισμα θεῖον, Γεράσιμος ὁ μέγας ὁ νῦν παρ’ ἡμῶν, εὐφημούμενος ἄριστα,
πρόκειται γὰρ πανδαισία πνευματική, τοῖς πιστοῖς πᾶσιν ἀκόρεστος.
Δεῦτε χορὸς τῶν ἀζύγων καὶ μοναστῶν ἡ πληθύς, ἐν τῇ Μονῇ τῇ θείᾳ, Ὁμαλῶν
ἔνθα κεῖται, τὸ σκῆνος τοῦ Ὁσίου τὸ θαυμαστόν, Γερασίμου καὶ πάνσεπτον, καὶ
δαψιλῶς ἐμφορεῖσθε τῶν ἐξ αὐτοῦ, τεραστίων τὰ παράδοξα.
Ἐπὶ τῆς γῆς ἀμυθήτους μάκαρ διήνυσας, ὡς ἀληθῶς ἀγῶνας, δυναμούμενος
σθένει, ἄνωθεν τοῦ πάντων προνοητοῦ, τοῦ καὶ σὲ ἀναδείξαντος, ἐν τοῖς καιροῖς
τοῖς ἐσχάτοις ὡς ἀληθῶς, εὐσεβείας εἰς ἀπόδειξιν.
Τῶν Κεφαλλήνων προστάτης καὶ Ὀρθοδόξων κρηπίς, σὺ ἐκ Θεοῦ ἐδόθης, ὦ
Γεράσιμε ὄντως, φάνηθι οὖν μάκαρ πᾶσιν ἡμῖν, τοῖς εἰς σὲ καταφεύγουσιν, ἀπὸ
παντοίων κινδύνων καὶ πειρασμῶν, καθεκάστην ἐκλυτρούμενος.
Δόξα. Ἦχος δ΄.
Ὅτε, ἐξεδήμησας πρὸς τὸν σὸν ποθούμενον Χριστόν, τότε οἱ θεῖοι Νόες, τὴν
ἱεράν σου ψυχὴν ἀνελάμβανον, Γεράσιμε θεόληπτε, καὶ πρὸς τὰς ἐκεῖσε καταπαύσεις
γηθοσύνως κατεσκήνωσας, ἔνθα Ὁσίων πάντων τὸ πολίτευμα· ὧν καὶ τοὺς ἴσους
ἀγῶνας ἐπὶ γῆς ἐξετέλεσας! ὅθεν σὺν
αὐτοῖς μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὸ
ἱερόν σου μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις τῶν μοναστῶν, καὶ ἱερέων κλέος, σοῦ γὰρ τὴν πολιτείαν, Γεράσιμε
θεόφρον, καὶ Ἄγγελοι ἐθαύμασαν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δόξα Σοι Βασιλεῦ, ὁ τῶν ἁπάντων Κτίστης, ὁ ἀναδείξας κόσμῳ, Γεράσιμον τὸν
θεῖον, ὡς ἄλλον λαμπρὸν ἥλιον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μέγιστον θησαυρόν, πλουτοῦμέν σε τρισμάκαρ, φρουρὸς γὰρ καὶ προστάτης,
ἐδόθης τῇ σῇ Νήσῳ, πηγή τε θαυματόβρυτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σέλας τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, πρεσβείαις τοῦ Ὁσίου, καὶ τῆς
πάναγνου Κόρης, ἐλέησον τοὺς δούλους Σου.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν πιστῶν σε προστάτην, καὶ ταχὺν ἀντιλήπτορα, ὁσιώτατε Πάτερ, θεοφόρε
Γεράσιμε, ἀνέδειξε Θεὸς ἐπὶ γῆς, ὁ πάντων τῶν ὄντων κηδεμών· θεραπεύεις γὰρ
σωμάτων, καὶ ψυχῶν τὰ πάθη τῇ σῇ χάριτι· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ
σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Τῶν Τρικάλων τὸν γόνον, Κεφαλλήνων τὸ κλέϊσμα, Ὁμαλῶν Μονῆς τῶν προστάτην,
Σὲ εὐφημοῦμεν Γεράσιμε· ἐβίωσας γὰρ ἐν τῇ δὲ τῇ ζωῇ ὡς ἄγγελος οὐράνιος Θεοῦ.
Διὸ δόξης ἠξιώθη, καὶ ἀφθαρσίας σῶμά σου τὸ πάντιμον· δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτώσαντι, δόξα τῷ δωρησαμένῳ σε πιστοῖς πρέσβυν
ἀκοίμητον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ
προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ Γεράσιμε τὰ σά, θεῖα κατορθώματα, ἀνθρώπων γένος ἐξέστησαν, ὅτι ἐν
σώματι, ἀσωμάτων θείαν πολιτείαν ἔνδοξε, διήνυσας ἰσχύι ῥωννύμενος τοῦ θείου
Πνεύματος, οὗ καὶ σκήνωμα περίδοξον, θεοφόρε, ὄντως ἐχρημάτισας.
Πάτερ Γεράσιμε ἡ σή, στάσις ὁλονύκτιος, καὶ τῶν δακρύων ἡ ἔκβλυσις, πάσας
κατέσβεσε σαρκικὰς ὀρέξεις, πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν καὶ τῆς καρδίας τὰ
ὄμματα· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Πάτερ Γεράσιμε φωτός, θείου ἐμφορούμενος, κατατρυφᾷς τελεώτατα, τῶν
ἐπιλάμψεων, καλλονῆς ἀῤῥήτου, καὶ θείας μεθέξεως· ᾗ νῦν λαμπροφανῶς
παριστάμενος, Χριστὸν δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ
μέγα ἔλεος.
Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Ποίοις, οἱ εὐσεβεῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον, τὸν νεοφανέντα τοῖς
πέρασι, καὶ φωτὶ θαυμάτων αὐγάζοντα, τῶν πιστῶν ψυχάς τε, καὶ καρδίας ἀστέρα,
ᾀειλαμπῆ θεῖον Γεράσιμον; Φωστῆρα, τῆς Ἐκκλησίας διαυγέστατον, τῶν μοναζόντων
τὸ κλέος· ὃν τῷ στέφει νίκης ὡς νικήσαντα τὸν ἐχθρόν, Χριστὸς ἐστεφάνωσεν, ὁ
ἔχων τὸ μέγα ἔλεος.
Ποίοις, εὐφημιῶν στέμμασι, καταστέψων τὸν θεοφόρον, τὸν Κεφαλληνία
ςὑπέρμαχον, θησαυρόν τε ὄντως ἀσύλητον, καὶ ᾀεὶ θερμότατον προστάτην, κινδύνων,
καὶ δεινῶν αὐτὴν ῥυόμενον, λοιμοῦ τε, τὴν ἀπειλὴ ἐξαφανίζοντα, ταῖς
εὐπροσδέκτοις πρεσβείαις· δι’ ὧν ἡμῖν ἵλεον, ἀπεργάζεται τὸν Χριστόν, τὸν
παρέχοντα τῷ κόσμῳ, εἰρήνην καὶ μέγα ἔλεος.
Ποίοις, ὑμνῳδιῶν κάλλεσιν, ἀναδύσωμεν τὸν θεοφόρον, τὸν οὐρανομύστην τῆς
χάριτος, καὶ σεπτὸν δοχεῖον τοῦ Πνεύματος, τὸν στεῤῥὸν ἀσκήσεως ὁπλίτην· τὸν
πάντας, τοὺς δαιμονῶντας σωφρονίζοντα, καὶ πάντας, τοὺς ἀσθενοῦντας
θεραπεύοντα, ὀρθοδοξίας φωστῆρα, οὗ τὸ σκῆνος βρύει ἰάματα τοῖς πιστοῖς, ψυχῆς
ἀγαλλίασιν, εὐφροσύνην τε καὶ ἔλεος.
Δόξα. Καὶ νῦν.
Ἦχος α΄. Εὐχαρίστῳ πνεύματι, χαίροντες ὦ Κεφαλλῆνες
συνδράμωμεν, ἀπὸ οἰκείων δωμάτων φερόμενοι.
Ἦχος πλ. α΄. Ἐπαπολαῦσαι ἐπισπεύσωμεν τοῦ νεοφανοῦς φωστῆρος,
Ἐκκλησίας τὰ θαύματα.
Ἦχος β΄. Τὴν δὲ πάντιμον περικυκλοῦντες θήκην, εὐφροσύνως τῇ χάριτι εὐωχήσωμεν.
Ἦχος πλ. β΄. Τὸ θεοβράβευτον, καὶ πανσέβαστον σκῆνος θεώμενοι, τῷ δέει κρατούμενοι,
εὐσεβοφρόνως τε γεραίροντες, τὸν τοῦ Χριστοῦ ὑπηρέτην, τὸν ὕμνον σπεύσωμεν
ἐκβοῆσαι· Ἰδοὺ ὁ πανθαύμαστος Γεράσιμος προτίθεται.
Ἦχος γ’. Ἄρωμεν τοίνυν τὰς χεῖρας, καὶ τοῦτον εὐχαρίστως
ὑποδεξώμεθα, ὡς οὐρανόθεν, ἡμῖν πεμφθέντα.
Ἦχος βαρύς. Δι’ αὐτοῦ γὰρ πᾶσιν ἡμῖν πλουσίως εὐεργεσίαι νέμονται,
ᾧ προσπελάζειν οὐ παυσόμεθα, κᾄντι ἄξιον γέρας ἀπονέμειν ἀδύνατον·
Ἦχος δ΄. Ζῶντα γὰρ καὶ μετὰ πότμον θησαυρὸν αὐτὸν κεκτήμεθα.
Ἦχος πλ. δ΄. Διὸ Ὅσιε θεοφόρε, Χριστῷ σὺν Θεοτόκῳ Μαριὰμ ἀχράντῳ Κόρη, πρέσβευε διηνεκῶς
περιφρουρῆσαι, καὶ σῷσαι ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου, τὴν γὰρ
σὴν προστασίαν κεκτήμεθα.
Ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς μακαρίζοντες.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις
ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α'.
Τὸν θεοειδῆ ἀσκητήν, καὶ νεοφανῆ ἐκ τῆς Ἑώας ἀστέρα, θεῖον Γεράσιμον
εὐφημήσωμεν. Οὗτος γὰρ ἔτι ζῶν, μεγάλως ἠγωνίσατο, ταῖς ἐπαγρύπνοις αὐτοῦ
στάσεσιν, ἀμέσως παριστάμενος τῷ Κυρίῳ, διὸ καὶ μετὰ θάνατον ἡ θεῖα σορὸς αὐτοῦ
τοῖς προσιοῦσι πηγάζει ἀεννάως τὰ θαύματα· ὑπὲρ ὧν καὶ πρεσβεύει ἀδιαλείπτως
Χριστῷ τῷ Θεῷ δωρηθῆναι αὐτοῖς τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Ἐν τοῖς ἐπουρανίοις σκηνώμασιν Ὄσιε, σὺν ταῖς Ἀγίων χορείαις, τὸ πνεῦμά σου
αἰωνίως ἀγάλλεται, λαμπρῶς δὲ σοῦ τὸ σῶμα, τὸ θεῖόν τε καὶ σεβάσμιον ἐν τῇ
Κεφαλληνίᾳ, διασώζεται θαυματόβρυτον· δόξης γὰρ παρὰ Θεοῦ, οἱ δοξάζοντες αὐτόν,
τῷ στέφει λαμπρύνονται· διὸ πρέσβευε τῷ Κυρίῳ, θεοφόρε Γεράσιμε, ἐλέους τυχεῖν,
τοὺς εὐσεβῶς ἐκτελοῦντας τὴν σεβάσμιον μνήμην σου
Ὁ αὐτός.
Ἐθαυμάστωσεν ὄντως ἡ χάρις τοῦ Πνεύματος, Ὅσιε Πάτερ τὸν βίον σου, ὄτι καὶ
ζῶν θεοφόρε Γεράσιμε, τὸν τῆς γῆς ταῖς εὐχαῖς σου, αὐχμὸν διέλυσας, τῇ πρὸς
Θεὸν παῤῥησίᾳ σου, καὶ τῆς δωρεᾶς τῶν προκρίτων ἀξιωθείς, νηστείαν ἐτέλεσας
τεσσαρακονθήμερον, οὐδόλως βρώσεως μετασχών· καὶ μετὰ θάνατον αὖθις τὸ γύναιον
ἔσωσας τοῦ βυθοῦ, καὶ τοῦ δαίμονος, καὶ τοῖς πᾶσιν τρανῶς διαβεβαιοῖς, τὴν
χάριν τὴν ἔνθεον, τὴν ἐν σοὶ ἐνεργοῦσαν ᾀείμνητε, τοῖς αἰτοῦσι προχέων ἀεννάως
τὰ θαύματα, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Σὺν ταῖς ἄνω χορείαις ἐν Οὐρανοῖς σου τὸ πνεῦμα ἀγἀλλεται Γεράσιμε Ὅσιε,
σῶμα δέ σου τὸ θεῖον ἐν τῇ τῶν Ὅμαλῶν Μονῇ διασῴζεται θαυματόβρυτον, εὐωδιάζον
τοὺς προσπελάζοντας, καὶ μετ' εὐλαβείας τοῦτο ἀσπαζομένους· οὕτω γὰρ Θεὸς τοὺς
αὐτὸν ἀντιδοξάζει δοξάζοντας· ὃν ἱκέτευε θεοφόρε ἐκ κινδύνων ἡμᾶς ῥυσθῆναι καὶ
σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος δ'.
Ὄτε ἐξεδήμησας θεοφόρε Γεράσιμε, πρὸς τὸν σὸν πλάστην καὶ Δημιουργὸν
Χριστὸν τὸν Θεόν, παρῆσαν αἱ Ὄσιαι μονάζουσαι, καὶ θρηνοῦσαι καὶ λέγουσαι·
Διδάσκαλε μὴ ἐάσης ἡμᾶς ὀρφανάς, ὧν δι’ οἶκτον ἐδόμησας τὸ θεῖον Μονύδριον, ἐν
ᾧ αἱ προστρέχουσαι, τῶν βιοτικῶν θορύβων διασώζονται· διὸ πρέσβευε θεομακάριστε
Χριστῷ τῷ Θεῷ, τοῖς εὐσεβῶς ἐκτελοῦσι τὴν μνήμην σου, δωρηθῆναι ἱλασμόν, καὶ τὸ
μέγα ἔλεος.
Ὁ αὐτός.
Δεῦτε ἅπαντες πιστοὶ πρὸς τὸν Ὅσιον δράμωμεν Γεράσιμον· οὗ τὰ παλαίσματα,
καὶ τάς θείας ἀριστείας ἐκμιμούμενοι ὕμνοις καὶ ᾠδαῖς αὐτὸν καταστέψωμεν,
βοῶντες πρὸς αὐτὸν ἐκτενῶς· μὴ ἀποκάμῃς ταῖς πρεσβείαις σου Πάτερ δεόμεθα,
πρεσβεύειν τῷ πάντων δοτῆρι Θεῷ, σωθῆναι τάς ψυχὰς τῶν Ὀρθοδόξως, τελούντων τὴν
θείαν, καὶ πανίερον μνήμην σου.
Ὁ αὐτός.
Πάτερ Γεράσιμε, νέος Ἀθλητὴς τοῖς παλαίσμασι τῆς συνειδήσεώς σου ἀναδειχθεὶς
ὄργνον γέγονας τοῦ Ἁγίου Πνεύματος, οὗ τῇ ἐλλάμψει ἐμπνευσθείς, Μονὴν ἐκ βάθρων
θείαν ἀνήγειρας, καὶ ᾠκοδόμησας, ἐν ᾗ τὰς εὐχάς σου προσανεπέμψω Θεῷ· διὸ καὶ
ἐν αὐτῇ ἀσκοῦσαι μονάστριαι, τὴν σὴν ἐτήσιον μνήμην, ὁλοσχερῶς ἐκτελοῦσαι
μνήμην, γεραίρουσι τὸν σὲ δοξάσαντα Κύριον· Ὃν ἐκτενῶς ἱκέτευε, σωθῆναι τὰς
ψυχὰς τῶν ὀρθοδόξως, ἐκτελούντων σου τὸ μνημόσυνον.
Δόξα. Ἦχος πλ. α'.
Βασιλεῦ Οὐράνιε, οἶδα πόσα δύνασαι ἐκτελεῖν θαυμάσια, τὸν θεῖόν σου
καταπλουτίσας Γεράσιμον τὸν θεόφρονα· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ σου, ἐξήνθησε
δικαίως, καὶ τῆς Κεφαλληνίας ἐπλήθυνε τὰ πνευματικὰ σπέρματα, ὑπογραμμός, καὶ
τύπος αὐτῇ τε καὶ ἡμῖν ταῖς θείαις ἀρεταῖς γενόμενος· διὸ ταῖς τοῦ Ὁσίου
ἱκεσίαις, ὡς παρρησίαν ἔχοντες πολλήν, τῆς Βασιλείας σου ἀξίωσον ἡμᾶς, τοὺς
πίστει καὶ πόθῳ ἐορτάζοντας, τὴν ἀεισεβάστον μνήμην αὐτοῦ.
Καί νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν
τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις Κεφαλληνίας στερρόν, Θεοῦ προνοίᾳ, καὶ ἑδραῖον κραταίωμα, ὁ μύστης
ὁμοῦ καὶ φύλαξ, καὶ ἀντιλήπτωρ θερμός, παρέχων πᾶσι, τὴν βοήθειαν· ἀεὶ γὰρ
πλουτοῦμέν σε ἐν κινδύνοις ὑπέρμαχον, ἐπίκουρόν σε συμπαθῆ ἐν ταῖς θλίψεσι,
περιστάσεων τοῦ λοιμοῦ ἡμᾶς σῴζοντα, Φρούρει οὖν δυσωποῦμέν σε, Γεράσιμε Ὅσιε,
τὴν νῆσον ταύτην καὶ πάντας, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, ἐκ πάσης ἀνάγκης,
καὶ Χριστὸν ἀεὶ δυσώπει, ὑπὲρ τῆς ποίμνης σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῆς Ἐκκλησίας Χριστοῦ, ἀστὴρ ὁ νέος ὁ ᾀεὶ διαυγέστατος, τῷ κάλλει
ὡραϊσμένος, τῆς ἰσαγγέλου ζωῆς, ἀρετῶν τε θείαις λαμπηδόσεσι, ψυχῇ τε καὶ
σώματι, καθαρὸς δι’ ἀσκήσεως, Τριάδος ὄντως, τῷ φωτὶ λαμπρυνόμενος· ὀ ταῖς
λάμψεσι, τῶν ἐνθέων σου πράξεων, ἅπασι τὴν ἐράσμιον, ἐμφαίνων ἀπόλαυσιν,
διαγωγῆς ἐναρέτου, εὐφραινομένης τὸν Κύριον· Αὐτὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ
τιμῶσι, τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πλοῦτος καὶ θησαυρὸς ἀρετῶν, καὶ ἀγάπης θεῖος μύστης γεγένησαι, δοξάζων
μόχθοις καὶ πόνοις τὸν ἐν ὑψίστοις Θεόν· εὐκλεῶς διό σε ἀντεδόξασε, θαυμάτων
φαιδρότητι στεφοδότης ὁ πάνσοφος, πηγὴν τοῖς πᾶσι, καθιστῶν σε ἀκένωτον, τὰ
ἰάματα, τοῦ παρέχειν τοῖς χρῄζουσιν, δαίμονας ἐκδιώκειν τε, Γεράσιμε Ὅσιε, καὶ
σοῦ τὸ πάνσεπτον σκῆνος, εἰς εὐωδίας ἀπόλαυσιν, πιστοῖς παρασχεῖν τε,
πρεσβευτήν σε καὶ προστάτην καὶ ἀντιλήπτορα.
Δόξα.Ἦχος πλ δ΄.
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πατὴρ ἡμῶν Γεράσιμε· διὰ
γάρ σου τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ
Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων
ὁμόσκηνε καὶ Δικαίων· μεθ΄ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεον ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ
Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις.
Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Τῶν πιστῶν σε προστάτην, καὶ ταχὺν ἀντιλήπτορα,
ὁσιώτατε Πάτερ, θεοφόρε Γεράσιμε, ἀνέδειξε Θεὸς ἐπὶ γῆς, ὁ πάντων τῶν ὄντων
κηδεμών· θεραπεύεις γὰρ σωμάτων, καὶ ψυχῶν τὰ πάθη τῇ σῇ χάριτι· δόξα τῷ σὲ
δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Τῶν Τρικάλων τὸν γόνον, Κεφαλλήνων τὸ κλέϊσμα, Ὁμαλῶν
Μονῆς τῶν προστάτην, Σὲ εὐφημοῦμεν Γεράσιμε· ἐβίωσας γὰρ ἐν τῇ δὲ τῇ ζωῇ ὡς
ἄγγελος οὐράνιος Θεοῦ. Διὸ δόξης ἠξιώθη, καὶ ἀφθαρσίας σῶμά σου τὸ πάντιμον·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτώσαντι, δόξα τῷ δωρησαμένῳ σε
πιστοῖς πρέσβυν ἀκοίμητον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ
προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου Σωτήρ.
Τὸν νέον ἀσκητὴν καὶ Χριστοῦ ὑπηρέτην, Ὁσίων καλλονήν, Ἱερέων τὸ κλέος,
Γεράσιμον ὑμνήσωμεν, καὶ ᾠδαῖς μεγαλύνωμεν, ὡς ἀσκήσαντα καὶ τῶν δαιμόνων τὰ
στίφη, ἐκνικήσαντα τῇ τοῦ Σταυροῦ πανοπλίᾳ καὶ ῥώμῃ καὶ χάριτι.
Δόξα.
Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης,
φωτίζων τοὺς πίστει σοι, προσιόντας μακάριε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην
φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε Πάτερ, θεόφρων Γεράσιμε.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ
Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν
παρθένων, παρθενεύειν με, νοΐ ψυχῇ σώματί τε, ἐνίσχυσον Δέσποινα.
Μετὰ τὴν β’ Στιχολογίαν. Κάθισμα. Ἦχος γ'. Τὴν
ὡραιότητα.
Ἅπαν τὸ φρόνημα, σαρκὶ ἐμάρανας, βίου ὀρθότητα, ἀσκήσας ἄριστα, καὶ τῶν
καμάτων ἀμοιβήν, τὰ θαύματα ἐκομίσω, ὅθεν και τὸ σκῆνός σου, τὸ σεπτὸν καὶ
σεβάσμιον, βρύει τὰ ἰάματα, τοῖς εἰς μετὰ πίστεως προσπίπτουσι τῇ θείᾳ σκέπῃ,
Πάτερ θέοφρον Γεράσιμε.
Δόξα.
Τρίβον διώδευσας, τοῖς πλείστοις ἄβατον, εἰς τεσσαράκοντα, ἡμέρας ἄσιτος,
ὡς ὁ Δεσπότης γὰρ καὶ σύ, διήνυσας θεοφόρε· ὅθεν καὶ ἠξίωσαι, χαρισμάτων
ἀντάξια, τὸ σκῆνος γάρ σου Ἅγιε, ἀφθαρσίᾳ δεδόξασται· διὸ εὐχαριστοῦντες
βοῶμεν· δόξα Θεῷ τῷ στεφοδότῃ.
Καὶ νῦν. Θεοτοκίον.
Ἅπαν τὸ φρόνημα, σαρκὸς ἐμάρανας, βίου ὀρθότητα, ἀσκήσας ἄριστα, καὶ τῶν
καμάτων ἀμοιβήν, τα θαύματα ἐκομίσω· ὅθεν καὶ τὸ σκῆνός σου, τὸ σεπτὸν καὶ
σεβάσμιον, βρύει τὰ ἰάματα, τοῖς πρὸς σὲ μετὰ πίστεως, προσπίπτουσι τῇ θείᾳ σου
σκέπῃ, Πάτερ θεόφρων Γεράσιμε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν
καὶ Λόγον.
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς,
γέγονας συμμέτοχος τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως χαρίσματα ἔλαβες
τοῦ ἰᾶσθαι τάς νόσους τῶν πίστει τιμώντων σε, ὅθεν καὶ δαιμόνων, ἀπελαύνεις τὰ
πλήθη, καὶ παρέχεις ἰάματα τοῖς ἀνθρώποις Μακάριε. Θεοφόρε Γεράσιμε, πρέσβευε
Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν
μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε, ἀμόλυντε,
παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας
αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς
κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, ἵνα πόθῳ κραυγάζω
σοι· Θεοτόκε πανύμνητε, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου.
Εἶτα, τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον Ἦχος δ': Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν' Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Γεράσιμε Ὅσιε, τῇ πολιτείᾳ ἰσάγγελε, καὶ πιστὲ θεράπων Χριστοῦ, ὡς ἔχων
παρρησίαν πρὸς τὸν Σωτῆρα Χριστόν, περίσωζε ἡμᾶς ταῖς εὐπροσδέκτοις πρεσβείαις
σου, ἀπὸ παντοίων κινδύνων, ὅτι πρὸς σὲ καταφεύγομεν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου (τῆς Τρίτης ἑσπέρας τοῦ
α’ ἤχου, ἐκ τοῦ Θεοτοκαρίου τοῦ Ἀγαπίου τοῦ Κρητός) εἰς στ΄ μετὰ τῶν Εἰρμῶν,
καὶ τοῦ Ἁγίου δύο εἰς η΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μέλπω γέρας τιμῆεν ἀσκητὴν νέον. Μητροφάνους Ναυπλιώτου.
ᾨδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Μηδείς σου ἄλλος Γεράσιμε, νεοφανὴς ἐφάμιλλος γέγονε, βίον ἐναθλῶν
ἀσκήσεως, ἔνθεον θεωρίας ἀξιωθείς, θείας ἐπιπνοίας, ὡς ὁ θεῖος Μωϋσῆς πανσόφως
ἔνδοξε.
Ἔνθους ἐγένου πανόλβιε, ἐν θείαις προσευχαῖς σου ἱστάμενος, Θεὸν ἐνορῶν
παντέλειον, ὄμματι διανοίας καθαρτικῷ· ὅθεν συναυλίζῃ, τοῖς Ὁσίων Ἀσκητῶν Πάτερ
σκηνώμασι.
Λαμπρὸς ὁ βίος σου ἔνδοξε, εἰς ἅπαντα τὸν Κόσμον ἐξέλαμψε, φαιδρὸς
καταστίλβων Ὅσιε, θείαις σου ἀριστείαις πλουτποιεέ, τῶν ἀπαυγασμάτων, τῶν ἐκ
Θεοῦ, τοῦ πάντα λόγῳ τεκτήναντος.
Θεοτοκίον.
Σαρκὸς φανεὶς ὁμοιώματι, ὁ Λόγος τοῦ Πατρὸς παναμώμητε, ἐκ Σοῦ τεχθῆναι
ηὐδόκησε, πᾶσαν τὴν ἁμαρτίαν τὴν τοῦ Ἁδάμ, πάναγνε καὶ Εὔας ἀπέτεμε· διὰ Σοῦ
θεοχαρίτωτε Δέσποινα.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου,
οὗ ἡ ἀκροστιχὶς ἐν τῇ η΄ καὶ θ΄ ᾨδή: Ὁ Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Τὸν νοῦν μου, ταῖς σαῖς πρεσβείαις Ἅγιε λαμπρῶς ὁδήγησον, καὶ τὸ τῆς
γλώττης ἄμουσον σοφέ, ἵν’ ἀξίως ἀγῶνας τοὺς σούς, καὶ διαυγῆ παλαίσματα, κροτῶν
αἰνέσω ἀγαλλομενος.
Τὸν πόθον τῶν γεννητόρων ἔνδοξε, οὐδὲν λελόγισαι τὴν πρὸς Θεὸν προκρίνας
βιωτήν, ἐξ ὀνύχων διὸ ἁπαλῶ πάντα λιπὼν Γεράσιμε, Χριστοῦ τοῖς ἴχνεσιν ἐβάδισας
Τερπνότης, ἡ τῶν παρόντων ῥέουσα οὐδόλως ἴσχυσε, τὸ στιβαρὸν ἀμβλύνας σῆς
ψυχῆς, καὶ τὸ φίλτρον τὸ πρὸς τὸν Χριστόν, ᾧ κολληθεὶς κατέλιπες, πᾶσαν
ἐπίκηρον ἀπόλαυοιν.
Θεοτοκίον.
Τὴν μόνην, ἐν γυναιξὶν ἀπείρανδρον Ἁγνὴν τιμήσωμεν ἱκετικῶς βοῶντες πρὸς
αὐτήν, Γερασίμου λιταῖς τοῦ σεπτοῦ, καὶ σαῖς πρεσβείαις Ἄχραντε, τήνδε τὴν
ποίμνην σου διάσωσον.
ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Πᾶσάν σου τὴν σάρκα, ὑπετάξω νηστείαις τῷ πνεύματι, καὶ κακουχίαις τῶν
δαιμόνων, καὶ ἐνέδρας τὰς τούτων, σαυτὸν Πάτερ καθηράμενος, ὁλοσχερῶς ἐκολλήθης
Χριστῷ τῷ σὲ καταστέψαντι.
Ὤφθης ἐκ κοιλίας, καταγώγιον θεῖον τοῦ Πνεύματος, φωταγωγούμενος ταῖς
τούτου, ἐπιπνοίαις παμμάκαρ, ἔνθεν φωτὸς ἔμπλεος γενόμενος, καὶ θείῳ λάμψει τὸν
νοῦν, Πάτερ αὐγαζόμενος.
Γένος σου θεόφρων, καὶ πατρίδα καὶ πλοῦτον κατέλιπες, ἀκολουθήσας ἐκ
καρδίας, προσταγαῖς τοῦ Δεσπότου, ἔνθεν τούτῳ παριστάμενος, καθικετεύεις Αὐτὸν
ἐκτενῶς, ὑπὲρ τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Ἡ ἁγιωτέρα, γενομένη τῶν ἄνω δυνάμεων, Σὺ εἶ Παρθένε Θεοτόκε, προστασία καὶ
σκέπη, τῶν Σοὶ προστρεχόντων ἄχραντε, μὴ οὖν παρίδῃς ἡμᾶς ἐκτενῶς, αἶνόν Σοι
προσάγοντας.
Ἕτερος. Εὐφραίνεται ἐπὶ σοί.
Ὡς ἔμπορος νουνεχής, τῶν ἐπιγείων τὰ τερπνὰ ἤλευσας, πλοῦτον ποθῶν ἔνδοξε,
τὸν ἀληθινὸν καὶ ἀἴδιον.
Τὸ φρόνημα τῆς σαρκὸς, θεοφιλῶς δουλώσας τῷ Πνεύματι, σκεῦος ἐχρημάτισας,
καὶ λαμπρὸν δοχεῖον τοῦ Πνεύματος.
Ἐργάτης ὡς ἀληθῶς τῆς ἀρετῆς ἐδείχθης Γεράσιμε, νοῦν καὶ τὴν διάνοιαν, ἄνω
πρὸς Θεὸν ἔχων ἄτρεπτον.
Θεοτοκίον.
Συντήρει Μῆτερ Θεοῦ, ἐξ ἐπηρείας τήνδε τὴν ποίμνην σου, ἥτις ἐν σοὶ πέποιθε
τῇ σῇ ἀρωγῇ καταφεύγουσα.
Κάθισμα. Ἦχος πλ.δ' . Τὴν σοφίαν καὶ λόγον.
Γεννητόρων τὸν πόθον ὑπεριδών, καὶ Χριστὸν ἀγαπήσας ὁλοσχερῶς. αὐτῷ
ἠκολούθησας, μέχρι τέλους ἀοίδιμε· τὸν γὰρ σταυρόν σου ἄρας, ἐπ' ὤμων
ἀνέδραμες, εἰς ἀβάτους; ἐρήμους, διάγων ὡς ἄσαρκος· ὅθεν καὶ πλουσίας ἀμοιβὰς
τῶν σῶν πόνων, ἐδέξω μακάριε, ἐκ χειρὸς τοῦ Κυρίου σου, θεοφόρε Γεράσιμε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν Ἁγίαν μνήμην σου.
Δόξα.
Τὰς εὐχάς σου σὺν δάκρυσι ταπεινοῖς, ἔτι ζῶν ἀναφέρων πρὸς τὸν Θεόν, αὐχμὸν
λύεις ἔνδοξε, τὸν τῆς γῆς ὡς φιλόστοργος, μετὰ δὲ πότμον πάλιν ἐξάγεις τὸ
γύναιον, τὸ ἐμπεσὸν εἰς φρέαρ, ὠθήσει τοῦ δαιμόνος· ὅθεν τῶν θαυμάτων, τὴν
θεόπνευστον χάριν, τοῖς πᾶσι πιστούμενος, ἐκτελεῖς τὰ τεράστια, δαιμονῶντας
ἰώμενος, ἀσθενοῦντας ῥωννύμενος, θλίψεων λοιμοῦ καὶ δεινῶν, τὴν σὴν νῆσον
πάντοτε ῥυόμενος, καὶ τοῖς θερμῶς προσιοῦσι, τὰς αἰτήσεις δωρούμενος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν
φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε
πανύμνητε, τοὺς τιμῶντάς Σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου, ἐκ πειρασμῶν
παντοίων, καὶ νόσων καὶ θλίψεων, ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν,
οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶέν Σοι· πρέσβευε τῷ
Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν
πανάγιον Τόκον Σου.
ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.
Ἔφθασας Ἀγγέλων τὴν πληθύν, βιώσας ὑπὲρ ἄνθρωπον, καὶ ἀριστεύσας ἐν γῇ ὡς
ἄσαρκος, ἐδείχθης τοῖς μονασταῖς, θεῖον ὄντως ἔσοπτρον, πάσας λαμπηδόνας
ἀποπέμπων, τῆς χάριτος τοῦ Θεοῦ, θείαις ἀγλαΐαις κοσμούμενος.
Ῥάβδος σου ἡ θεία καὶ σεπτή, θαυμάτων πλήρης γέγονε, καὶ νοσημάτων πάντων
ἑκάστοτε, ἀπήλαυνε τὰ δεινά, πάθη καὶ οἰδήματα, τῶν μετ’ εὐλαβείας
προσπιπτόντων αὐτῇ, ἐξ εἰλικρινοῦς, Πάτερ θεοφόρε ψυχῆς αὐτῶν.
Ἀγῶνας ἐνθέους ἐπὶ γῆς, παμμάκαρ ἐκτετέλεκας, δικαιοσύνης νόμῳ ἑπόμενος,
καὶ πόνων τὴν ἀμοιβήν, ἅπασαν καρπούμενος, τοὺς τῆς ἀρετῆς καρποὺς ἐδρέψω, καὶ
ἐκομίσω ἐκεῖ, τῶν θείων σου ἄθλων τὸν στέφανον.
Θεοτοκίον.
Ἁγίων Ἀγγέλων στρατιαί, ὑμνῆσαι οὐ δεδύνηνται, καὶ κατ’ ἀξίαν ἐγκωμιάσαι
σε, τοῦ πάντων Δημιουργοῦ Μητέρα τὴν ἄσπιλον· Ὅνπερ ἡμῶν ᾀεὶ δυσώπει, κινδύνων
καὶ πειρασμῶν, ἐλευθερωθῆναι τοὺς δούλους Σου.
Ἕτερος. Ἐπαρθέντα σε ἰδοῦσα.
Οἱ ἐν πίστει προσιόντες, θείῳ τεμένει, τῷ σῷ σεπτῷ Γεράσιμε θεόληπτε Μάκαρ,
ῥῶσιν ἐκ ποικίλων παθῶν, ἀφθόνως λαμβάνουσι, ὕμνον εὐγνωμόνως σοι ᾄδοντες.
Ὁ τὰ πάντα προγιγώσκων, τὴν σὴν καρδίαν εἰδὼς εὐθεῖαν, ὅλην κεκραμένην τῷ
φίλτρῳ, ἔρωτί τε τῷ πρὸς αὐτόν, ὡς λύχνον μονάζουσιν, ἔδειξε Γεράσιμε λάμποντα.
Ὡς ὑψίκομον ὡράθης δένδρον παμμάκαρ, σοῖς ὀχετοῖς δακρύων ἀρδευόμενος,
Πάτερ τεραστίων καρπούς, ἐκφέρων τοῖς χρῄζουσι, πάντων τῶν δεινῶν ἐξαιρούμενος.
Θεοτοκίον.
Τὴν ὑπέραγνον Μητέρα σου εἰς πρεσβείαν, σὺν τῷ σεπτῷ και θείῳ ποιμένι
Γερασίμῳ, ἅπαντες δούλους σου πιστούς, Οἰκτίρμον δεχόμενος ταύτην σου τὴν
ποίμνην στερέωσον.
ᾨδὴ ε΄. Θεὸς ὢν εἰρήνης.
Σαρκὸς ἔξω Πάτερ, ἐγένου ᾀεί, ἀρετὴν ἐξασκήσας τὴν ἄϋλον, καὶ βίον
ἀνεπίληπτον τελέσας ἐμφανῶς, πᾶσι τοῖς ἐν τῷ κόσμῳ, τὰ σὰ ἐκμιμουμένοις,
κατορθώματα θεῖα, μάκαρ θεόληπτε Γεράσιμε.
Τὴν σὴν πολιτείαν, ἀνθρώπινος νοῦς, ἐννοῆσαι θεόφρων οὐκ ἴσχυσε, καὶ
τρόπους τῶν ἀγώνων σου τῶν θείων καὶ σεπτῶν, οὕς περ ἐπολιτεύσω ἔτι ζῶν ἐν τῷ
κόσμῳ, ὑπὲρ ἡμῶν πρεσβεύων Θεῷ, τῷ πάντων βασιλεύοντι.
Ἰδών σου τὸ ἄπλαστον, ὁ πάντων Θεός, καὶ ἡσύχιον Πάτερ καὶ ἄκακον,
ἐδόξασεν, ἐτίμησε στεφάνοις ἀρετῶν· ἔνθεν περιχορεύεις οὐρανίοις παστᾶσι, ὑπὲρ
ἡμῶν πρεσβεύων Θεῷ, τῷ πάντων βασιλεύοντι.
Θεοτοκίον.
Ὁ λόγος Παρθένε, ἐκ Σοῦ προελθών, ἀποῤῥήτως ἀφράστως ἐπέφανε, καὶ αὖθίς Σε
κατέλιπεν ἁγνὴν καὶ καθαράν, ὧσπερ ἦς πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ, καὶ μᾶλλον
μετὰ τόκον, μένεις ἁγία ἀειπάρθενος.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἱκέσιον δέησιν, τῆς σῆς ποίμνης Γεράσιμε, ἔνδοξε αυτῆς θεῖε προστάτα, δέξαι
καὶ ῥῦσαι ἐκ πολεμίων ἐχθρῶν, ταῖς σαῖς πρὸς τὸν εὔσπαγχνον Θεόν, ἱεραῖς
ἐντεύξεσιν, διασώζων ἀκλόνητον.
Ἀγέλην τὴν θείαν σου, ἣν ἐκ Θεοῦ πεπίστευσαι, ἔνδοξε Γεράσιμε παμμάκαρ,
τήρει ἀπήμονα ἐξ ἐχθρῶν δυσμενῶν, παντοίω τε ἄλλων δυσχερῶν, τὴν σεπτῶς ὑμνοῦσάν
σε καὶ πιστῶς μεγαλύνουσαν.
Ἑόρτιον σήμερον, ἐν τῇ σεπτῇ κοιμήσει σου, πᾶσα ἡ πληθὺς ἀΰλων νόων, δῆμος
Ὁσίων, καὶ τῶν Δικαίων ὁμοῦ, κροτεῖ σὺν ἡμῖν χαρμονικῶς, αἶνόν σοι προσάγοντες,
καὶ τῷ Κτίστῃ Γεράσιμε.
Θεοτοκίον.
Χριστὸν ἡ κυήσασα, αὐτὸν ἡμῖν εὐΐλατον, ποίησον ὡς Μήτηρ τοῦ ἐλέους, ἄφεσιν
δοῦναι, τῶν ἐπταισμένων Ἁγνή, καὶ θείας ἀξίωσον τρυφῆς, τοὺς εἰς σὲ ἐλπίζοντας,
καὶ πρὸς σὲ καταφεύγοντας.
ᾨδὴ στ΄. Σπλάχνων Ἰωνᾶν.
Μέγα ἀληθῶς, νεόδμητον ἔρεισμα, ἐδόθης ἡμῖν, θεῖε Γεράσιμε, Ἐκκλησία δέ,
Ὀρθοδόξῳ ἐτέθης ὡς θεῖος πυρσός, διαλάμπων ἀενάως ἐν τοῖς θαύμασιν· οὕτω γὰρ ὁ
πλουσιόδωρος, βραβεύειν οἶδε, τοὺς αὐτοῦ θεράποντας.
Ἤρθης ἀπὸ γῆς, εἰς ὕψος αἰθέριον, Ἀγγέλοις σκυὼν καὶ ἀγαλλόμενος, καὶ
κατέλιπες, μοναζούσαις τὴν θείαν εὐλόγησιν· εἰρηνεύειν ταύτας, καὶ τὴν μνήμην
σου, μάκαρ ἐκτελεῖν σοι πάντοτε, ἵνα εὕροιεν χάριν καὶ ἔλεος.
Ἔδυ σου εἰς γῆν, τὸ σκῆνος θεόπνευστε, καὶ ἐν Οὐρανοῖς τὸ θεῖον πνεῦμά σου,
μεταβέβηκεν ἐκ φθορᾶς εἰς ἀθάνατον εὔκλειαν, καὶ Τριάδι τῇ Ἁγίᾳ, νῦν
παρίσταται, ᾗπερ καὶ πρεσβεύεις πάντοτε, ὑπὲρ πάντων τῶν πίστει ὑμνούντων σε.
Θεοτοκίον.
Λάμψον ἐν ἐμοί, τὸ φῶς τὸ ἀπρόσιτον, Παρθένε ἁγνὴ ἀειμακάριστε, καὶ
πανάμωμε, μεσιτείαις Σὸν Υἱὸν ἱκέτευσον, καὶ δυσώπησον Αὐτὸν θεοχαρίτωτε,
δοῦναί μοι τελείαν ἄφεσιν, τῶν κακῶν, οἷς αὐτὸν παρεπίκρανα.
Ἕτερος. Θύσω σοι μετὰ φωνῆς.
Ἄνωθεν, παρὰ Θεοῦ, τὴν χάριν δεξάμενος, τοῦ ἐκτελεῖν τάς ἰάσεις, τοὺς πρὸς
σὲ ἐκ πίστεως προσιόντας σε, διασῴζεις παντοίας βλάβας θεῖε Γεράσιμε.
Ἠμβλυνας, τὰς τοῦ ἐχθροῦ ἐπάρσεις Γεράσιμε, τὰς τούτου παγίδας συνθλάσας,
συμμαχίᾳ θείᾳ ἐνισχυμένος, καὶ διέβης πρὸς γαληνούς, λιμένας, γηθόμενος.
Φύλαττε τοὺς σὲ ὑμνοῦντας πόθῳ Γεράσιμε, καὶ τὴν σὴν μνήμην τελοῦντας,
ἐπηρείας πάσης ἀπηλλαγμένους, καὶ ἀξίους ἡμᾶς οὐρανίου δόξης ποίησον.
Θεοτοκίον.
Ὕψιστε παμβασιλεῦ Θεὲ πολυέλεε, τῆς σῆς Μητρὸς ἱκεσίαις, καὶ τοὺ θείου
δούλου σου Γερασίμου, ἡμᾶς πάντας, σοὺς δούλους ῥῦσαι πἀσης κακώσεως.
Κοντάκιον. Ἦχος γ΄. Ἡ παρθένος σήμερον.
Εὐχαρίστοις ᾄσμασι τῶν Κεφαλήνων ἡ Νῆσος, προσκαλεῖται σήμερον τῶν
Ὀρθοδόξων τὰ πλήθη, μέγιστον νεοφανέντα ἐγκωμιάσαι, καύχημα Ὀρθοδοξίας
ἀναφανέντα τὸν Γεράσιμον τὸν θεῖον, τὸν ῥὑστην ταύτης ὁμοῦ καὶ πρόμαχον.
Ἕτερον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐγκρατείας Ὅσιε τὸν νοῦν καθάρας, καὶ ἁγνείᾳ σώματος καταλαμπρύνας τὴν
ψυχήν, ἀνεπτερώθης πρὸς ἄληκτον καὶ θείαν δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ό Οἶκος.
Σὲ τὸν ἐπὶ γῆς νεοφανέντα ἀστέρα καὶ βίῳ ἀγγελικῶν παραδόξως
πολιτευσάμενον, καὶ ταῖς φεγγοβόλοις τῶν θαυμάτων ἀκτῖσι τηλαυγῶς ἀναλάμψαντα
καὶ σεπτὸν δοχεῖον τοῦ Πνεύματος χρηματίσαντα, καὶ τῷ νοητῷ στερεώματι τῆς
Ἐκκλησίας τεθέντα καὶ πᾶσιν ἄφθονος τὰ ἰάματα ἀναβλύζοντα, στέμμασιν εὐφημιῶν
ἀναδύομεν καὶ ἀνυμνοῦντες κράζομεν· τὴν Μονήν, καὶ τὴν Νῆσόν σου, Ἅγιε περίσῳζε
ἀεὶ ταῖς πρεσβείαις σου, παντὸς κινδύνου ἀπήμονας· σὲ γὰρ φρουρὸν καὶ φύλακα
καὶ προστάτην θερμότατον κέκτηται· καὶ τὸ θεῖόν σου σκῆνος σέβουσαι πόθῳ τὸ
θαυματόβρυτον ἀκαταπαύστως βοῶσί σοι· Χαίροις τὸ ἡμῶν καύχημα Ὅσιε, ὁ
ἀναπτερωθεὶς πρὸς τὴν ἄληκτον, καὶ θείαν δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ.
Γεράσιμος κάλλιστον ἤρατο στέφος,
Ἐκ τῆς ἄνωθεν δεξιᾶς τοῦ Κυρίου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες.
Νηφάλιος καὶ φρόνιμος ἐγένου θεοφόρε, πρὸς Θεὸν πτερούμενος, θείαις
ἐμπρέπων καλλοναῖς, μὴ πτοούμενος παγίδας, ἀνεβόας μάκαρ τοῦ ἀλάστορος· ὁ τῶν
Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἀνέβης εἰς ὕψος, προτιμήσας τῶν ἐνύλων, καὶ γηΐνων πάνσοφε, τὰ δι’ αἰῶνος
ἀγαθά, καὶ τὴν ἄῤῥητον τερπνότητα, ἀνεβόας ψάλλων Ἅγιε· ὁ τῶν Πατέρων Θεὸς
εὐλογητὸς εἶ.
Στενὴν καὶ τεθλιμμένην, διοδεύσας τρίβον Ὅσιε, τὴν λίαν εὗρες καὶ φαιδράν,
τὴν ἀνάγουσαν εἰς ὕψος μετάρσιον, καὶ βοῶν ὁλοψύχως τῷ Δεσπότῃ Σου· ὁ τῶν
Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Καὶ γλώσσῃ καὶ καρδίᾳ, σοὶ προσφέρω τὴν ᾠδὴν θεσπέσιε, τὴν ταπεινήν τε καὶ
οἰκτράν, καὶ θερμῶς ταύτην ὑπόδεξαι, καὶ Χριστὸν ὑπὲρ ἡμῶν ᾀεὶ δυσώπησον, τοῦ
οἰκτειρῆσαι καὶ σῶσαι θεοφόρε.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε Θεοτόκε, τὴν ψυχήν μου κεκακωμένην πάθεσι, σῶσον καὶ ἴασαι
αὐτήν, μεσιτείαις εὐπροσδέκτοις Σου, καὶ ἐκ πάσης ἁμαρτίας ἔκπλυνον, ἡ τὸν Θεὸν
ἀσπόρως συλλαβοῦσα.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Τοῖς κροτάφοις σου ἀνάπαυσιν οὐκ ἔδωκας, Πάτερ Γεράσιμε, οὐδὲ τοῖς σοῖς
νυσταγμόν, βλεφάροις Μακάριε, οὐ σαρκὸς ἄνεσιν, καταγώγιον, ἕως σαυτὸν
ἐτέλεσας, τῆς Τριάδος Θεοφόρε.
Τοὺς ἀγῶνας οὕσπερ ἔτλης, ἔτι ζῶν μετὰ σαρκὸς Γεράσιμε, οὐκ ἐξαρκεῖ ἀνθρωπίνη,
γλῶσσα προσφέγξασθαι· δι΄ὧν σοι Κύριος, εἰς ἀντάμειψιν, χάριν θαυμάτων δέδωκεν,
ἰατρεύειν πᾶσαν νόσον.
Ἀκεσώδυνον τὸ σῶμά σου τὸ πάνσεπτον, Θεὸς ἀνέδειξε, διατηρήσας αὐτὸ
ἀκέραιον, ἄφθορον Πάτερ Γεράσιμε, τοῖς ὁρῶσιν, εὐωδίαν βλύξον ἄρρητον, καὶ
διῶκον πᾶσαν νόσον.
Θεοτοκίον.
Ἀπειρόγαμε τὸν ὕμνον ἡμῶν πρόσδεξαι, ὅν σοι προσάγομεν, καὶ ῥῦσαι πάσης
ὀργῆς, λοιμοῦ τε κακώσεως, πόρρωθεν βάλλουσα, τὴν δαιμόνιον πληθύν, τῆς θείας
ποίμνης σου, εὐλαβῶς σε ἀνυμνούσης.
ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
Ἤστραψεν ἡ φαεινή σου Πάτερ μνήμη, ἀπαυγάζουσα τοῖς ἐν τῷ κόσμῳ, φωτισμὸν
καὶ ἔλεος πᾶσι χριστιανοῖς, παῤῥησίᾳ σου παμμάκαρ εὐπροσδέκτῳ ᾀεί· διὸ
ἀνυμνοῦντές σου τὴν μνήμην Θεὸν σέβομεν, καὶ ὑπερυψοῦμεν Αὐτὸν εἰς τοὺς αἰῶνας.
Τάγματα καὶ σύστημα ἀζύγων, Ἱερέων καὶ μοναζουσῶν ἅμα Θεότητα, τοὺς ἱδρῶτας
Ὅσιε, καὶ καμάτους ἐπὶ τῆς γῆς, οὓς ὑπέστης καθορῶντα, σὲ τιμῶσιν ᾀεί· διὸ
ἀνυμνοῦντές σε κραυγάζομεν· εὐλογεῖτε ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω
εἰς πάντας τοὺς αἰῶνας.
Ἥκει σου ἡ πάνσεπτος, καὶ θείᾳ μνήμῃ τοῦ τιμίου σου θείου λειψάνου,
συγκαλοῦσα ἅπαντας εἰς ἑστίασιν πνευματικήν, καὶ θαυμάτων προσπηγάζουσα
ἐνέργειαν· διὸ εὐφροσύνως σὲ γεραίρομεν, εὐλογοῦντες τοὺς ἀγῶνάς σου θαυμάσιε,
καὶ ὑπερυψοῦντες αὐτοὺς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σέσωσται ἡ πεπτωκυῖα πάλαι φύσις, τῶν ἀνθρώπων διὰ Σοῦ Παρθένε, καὶ Θεῷ
διήλακκτε τῷ σεπτῷ Σου τοκετῷ, καὶ τὰ κάτω σὺν τοῖς ἄνω ἀναμίγνυνται· διὸ
ἀνυμνοῦντές Σε δοξάζομεν, τὴν Μητέρα τοῦ Δεσπότου καὶ πανύμνητον, καὶ
ὑπερυψοῦμέν Σε πάντες εἰς αἰῶνας.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Ὅλον σου τὸν βίον διανύσας, ἐν κόποις καὶ κακουχίαις ταῖς τοῦ σώματος,
εὗρες τὴν αἰώνιον, ὄντως πανευφρόσυνον, ἐν οὐρανοῖς ἀπόλαυσιν, Ἄγγέλοις
σύσκηνος, καὶ πάντων τῶν Ὁσίων τοῖς δήμοις, συνδοξάζων τούτοις Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ἴσον σου τὸν δρόμον ἐκτελέσας, Ὁσίοις καὶ Ἱεράρχαις, καὶ Δικαίοις τε, ἴσον
καὶ τὸν στέφανον, πρὸς Χριστοῦ ἀπείληφας, ἐν οὐρανοῖς ἐπάξιον τῆς σῆς ἀσκήσεως
συγχαίρων, συνυμνῶν τὴν Τριάδα· ἣν καθικετεύων ὑπὲρ ἡμῶν μὴ παύσῃ.
Ὥσπερ σου τὸ σῶμα διεσώσω ἀμόλυντον ἡδονῆς θεῖε Γεράσιμε, οὕτω καὶ ἀφθάρτισε,
σώσας τε ἀκέραιον, εὐωδιάσας Κύριος, καὶ απειργάσατο, νοσοῦσιν ἀμισθὶ ἰατρεῖον,
πᾶσι προσιοῦσιν αὐτῷ μετ΄ εὐλαβείας.
Θεοτοκίον.
Ἄχραντε Παρθένε Θεοτόκε, ἁπάντων ἁμαρτωλῶν τὸ καταφύγιον, καὶ τὸ
ἱλαστήριον, τοὺς εἰς σὲ προστρέχοντας, μετ' εὐλαβείας ἅπαντας, καὶ σοὶ
κραυγάζοντας, ἀσπόρως ὡς Χριστὸν τετοκυῖα, τοῦτον δυσωποῦσα ὑπὲρ ἡμῶν μὴ παύσῃ.
ᾨδὴ θ΄. Μυστήριον ξένον.
Μεγάλυνον ψυχή μου, τὸν λάτρην τῆς Τριάδος, Ὀρθοδοξίας
κλέος, Γεράσιμον τὸν θεῖον.
Νεότητος ἄνθος, καὶ κάλλος ἐμάρανας, τῆς σαρκὸς πανόλβιε τὰς ἀτάκτους
ἀναπαύσεις, καὶ κινήσεις ὑπεριδών, ἐν οἷς ἐλαμπρύνθη σου ὁ νοῦς πρὸς Θεόν, καὶ
ἡ ψυχή, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τὸν λάτρην τῆς Τριάδος, Ὀρθοδοξίας
κλέος, Γεράσιμον τὸν θεῖον.
Ἐξαίσιον βίον, ὁρῶντές σου Πάτερ, οἱ καλῶς ἀσκουμένοι, σὺν ἅμα κανονικαῖς,
ἀπεθαύμασάν σε ἐξιστάμενοι, ἐν ᾧ ὥσπερ τις αἰθέριος, ἀνέπτης εὐκλεῶς, Θεὸν
γεραίρων τὸν παντάνακτα.
Μεγάλυνον ψυχή μου, τὸν λάτρην τῆς Τριάδος, Ὀρθοδοξίας
κλέος, Γεράσιμον τὸν θεῖον.
Ὁλόφωτον αἴγλην, λαβὼν καὶ ἀθάντον, ἐκ Θεοῦ θεόληπτε, ἀπεφάνθης ζῶν, καὶ
μετὰ τέλος θαυμάτων ὑπουργός, ἐν οἷς ὑπὲρ πάντων ἱκέτευσον Θεόν, τὸν ἐπὶ γῆς,
καὶ οὐρανοῦ σὲ καταστέψαντα.
Μεγάλυνον ψυχή μου, τὸν λάτρην τῆς Τριάδος, Ὀρθοδοξίας
κλέος, Γεράσιμον τὸν θεῖον.
Ναὸν καθαρόν, Θεός σε εὑράμενος, μεγάλως ἐδόξασε, καὶ χαρισμάτων χάριν
ἐπλούτισε, καὶ ἐστεφάνωσεν, ἐν ᾧ μεσιτεύεις τοῦτον ἐκτενῶς, καταπεμφθῆναι τοῖς
πιστοῖς τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Μεγάλυνον ψυχήν μου, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς
κατάρας.
Ἀπόῤῥητον τόκον ὁρῶν, καὶ παράδοξον, οὐρανὸν τὴν μήτραν Σου, θρόνον
Χερουβικὸν τὴν νηδύν Σου, Παρθένε Μαρία, ἐν ᾗ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ
Θεός, Ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἕτερος. Ἅπας γηγενής.
Μεγάλυνον ψυχή μου τὸν νεοφανέντα Γεράσιμον τὸν θεῖον.
Νεῦσον πρὸς ἡμᾶς, πιστῶς ἀθροισθέντας τῷ σῷ Ναῷ, προσψαύοντας, ἐν πίστει
καὶ πόθῳ, σορόν σου τὴν θείαν μάκαρ Γεράσιμε, καὶ ἐξ αὐτῆς παντὸς κακοῦ ῥῶσιν
λαμβάνοντας, ταῖς λιταῖς σου ταῖς σεπταῖς πρὸς Κύριον, ἃς προσφέρων μὴ παύσῃ
δεόμεθα.
Μεγάλυνον ψυχή μου τὸν ἐν τοῖς κινδύνοις ῥύστην καὶ
προστάτην, Γεράσιμον τὸν θεῖον.
Νάουσαν πηγήν, σορόν σου Γεράσιμε, Χριστὸς ἀνέδειξε ἥνπερ καὶ ἀφθάρτισεν,
εἰς δόξαν ὄντως λαμπρὰν ὁρώντων σε, τῶν ἰαμάτων χάριν τοῖς πάσχουσι βλύζουσαν,
καὶ δαιμόνων φάλαγγας ἐλαύνουσαν, ἐξ ἀνθρώπων πιστῶς προσιόντων σοι.
Μεγάλυνον ψυχή μου τῆς Ὀρθοδοξίας τὸ καύχημα τὸ μέγα
Γεράσιμον τὸν θεῖον.
Ηὔγασαν φαιδρῶς, καθάπερ ὁ Ἥλιος, θεῖοι ἀγῶνές σου, καὶ τὰ κατορθώματα,
ἅπερ εἰργάσω πάτερ Γεράσιμε, δι' ἃ Χριστὸς ἀμείβων σε λαμπρῶς ἐδόξασε, σὺν
Ἁγίοις ὅν περ καὶ δυσώπησον δι΄ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην σου.
Μεγάλυνον ψυχὴ μου τὴν τιμιωτέραν τῶν ἄνω
στρατευμάτων.
Σὺ ὡς ἀληθῶς δοχεῖον τοῦ πνεύματος ἐδείχθης Δέσποινα, ὃν γὰρ οὐρανὸς καὶ γῆ
χωρῆσαι ὅλως Θεὸν οὐ δύνανται, ἐν σῇ γαστρὶ ἐχώρησας· ὃν ἐξευμένισον, Γερασίμου
καὶ ταῖς σαῖς δεήσεσι, δι' ἡμῶν τῶν πιστῶς ἀνυμνούντων σε.
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐν ἀρετῇ διέπρεψας, καὶ ἀσκήσει παμμάκαρ, σημειοφόρος γέγονας, καὶ λαμπρὸς
ὑπηρέτης, Χριστοῦ τοῦ παμβασιλέως, καὶ Θεοῦ τῶν ἁπάντων, ᾧ καὶ πρεσβεύεις
θεόφρων, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν ἐκ πόθου τὴν σεπτήν, θείαν σου μνήμην
τελοῦντων.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Προστάτην σε θερμοτατον, Κεφαλληνία κέκτηται, φρουρόν τε φύλακα ῥύστην, διὸ
λαμπρῶς τὴν σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν Νῆσόν σου, καὶ
φύλαττε ἀπήμονα λοιμοῦ λιμοῦ, καὶ κινδύνων Γεράσιμε θεοφόρε.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον
γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον,
ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Αἶνοι.Ἦχος πλ. δ'. Τί σε νῦν καλέσωμεν.
Τί σε νῦν προσείπω θαυμάσιε; ὁδηγὸν τῆς εὐσεβείας ἀρετῆν ὑπογραμμόν;
ἀσκητήν; ὅτι γενναίως παρετάξω τοὺς ἐχθρούς. Προφήτην; ὅτι προύλεγες τὰ
μέλλοντα. ἀλείπτην; ὅτι πᾶσιν ἐχορήγησας. Πολλά σου τὰ κατορθώματα, καὶ μείζονα
τὰ χαρίσματα, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε ὀνομάσω Γεράσιμε; χορηγὸν τοῖς ἐνδεέσι, καὶ προστάτην ὀρφανῶν, καὶ
διδάσκαλον παντοίων νοημάτων εὐσεβῶν, καὶ πέλεκυν, ἐκκόπτοντα ζιζάνια, τῆς
πλάνης, καὶ ἀπάτης τῶν αἱρέσεων· πολλά σου τὰ προτερήματα, καὶ ἄξια τὰ
χαρίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Τί σε νῦν προσφθέγξομαι Ὅσιε; Οὐρανόν; ὅτι τὴν δόξαν διηγήσω τοῦ θεοῦ.
Ποταμόν; ὅτι ἠρδεύσω πᾶσαν ἄγονον ψυχήν. Ναμάτων, ζωηῤῥύτων πηγὴν ἄφθονον, καὶ
κῆπον, εὐωδέστατον καὶ πάγκαλον, τῆς ἀρετῆς καὶ τῆς χάριτος, ἣν ἐκ Θεοῦ πιστῶς
εἴληφας, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε νῦν καλέσω Γεράσιμε; εὐφροσύνην μοναστῶν, καὶ γλυκασμὸν μοναζουσῶν,
μεσιτείαν εὐσεβῶν, καὶ ἱερέων καλλονήν, φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα,
κρατῆρα, θεῖα νάματα προχέοντα, τῆς πολιτείας σου Ἅγιε, ὑπέρλαμπρε, καὶ
θεόπνευστε· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ'.
Τάδε εἶπεν ὁ Ἀββᾶς ταῖς Μοναστρίαις· τεκνία εἰρηνεύετε ἐν ἑαυταῖς καὶ μὴ τὰ
ὑψηλὰ φρονῆτε· ἀλλὰ ταπεινώσατε ἑαυτάς, διὰ τὸν μέχρι καὶ δούλου μορφῆς,
ταπεινωθέντα δι΄ἡμᾶς Χριστὸν τὸν Θεὸν ἡμῶν· τὸ ἱερὸν αὐτοῦ πνεῦμα παρέδωκεν· ὃ
συνὸν καὶ συζῶν καὶ συνδιαμένον Χριστῷ, πρέσβευε ἀπαύστως, ὑπὲρ εἰρήνης τοῦ
κόσμου, καὶ σωτηρίας τῶν ἐτησίως τελούντων τὴν μνήμην αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου,
σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας νέος ἀστήρ, Ἱερέων δόξα Μοναζόντων ὑπογραμμός, ἀσκητῶν
λαμπρότης, τῆς χάριτος δοχεῖον, προστάτης δὲ καὶ σκέπη ὑμῶν Γεράσιμε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου