Σάββατο 20 Ιουνίου 2015

Ὁσίου ΑΛΥΠΙΟΥ τοῦ Κιονίτου



Ἀκολουθία Ὁσίου ΑΛΥΠΙΟΥ τοῦ Κιονίτου
Ψαλλομένη τῇ 26η Νοεμβρίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἀλυπίου, δευτεροῦντες αὐτά.
Ἦχος α' Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν· ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαῖς ἀσκήσεσι· διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεῖα χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα.
Δόξα. Ἦχος πλ. β΄.
Θείας χάρις ἀπηώριται, ἐπὶ τὴν σεβασμίαν εἰκόνα σου, ἡγιασμένε Ἀλύπιε· διὸ καὶ εἰς ὀσμὴν μύρου δραμούμεθα, τῶν θαυμάτων σου, τῶν νοσημάτων τὴν ἴασιν ἀῤῥυόμενοι· ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος β΄.
Ἐκ ῥίζης ἀγαθῆς ἀγαθὸς ἐβλάστησας καρπός, ὁ ἐκ βρέφους ἱερὸς Ἀλύπιος, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς, ἐπὶ πέτραν τὸ σῶμα ὑψώσαι, πρὸς Θεὸν δὲ ὑπερύψωσε τὴν διάνοιαν, αἰθέριον διεδομήσατο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις δυνάμεσι σὺ μετεοροπορῶν Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος γ΄.
Ὅσιε Ἀλύπιε, τῆς στεῤῥοτάτης ἀσκήσεως, τὴν καυστικὴν καὶ εὔψυχον διατριβήν, ὡς ἐν ἀΰλοις ἀναπαυόμενος ὑπὲρ ἀνθρώπων ἐτέλεσας, ἑξήκοντα γάρ, καὶ ἓξ ἔτεσιν ἐπὶ κίονος ἔστης· νιφετοῖς καὶ καύσωνι πιεζόμενος, τὰς πυριφλέκτους φαρέτρας κατεπάτησας τῶν δαιμόνων, καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονὼς συναυλίζη Ἀγγέλοις, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου.
Ὅτε, ἐν τῷ κίονι σαυτόν, χαίρων ἐπεβίβασας Πάτερ, ὑπὲρ ἀγάπης Χριστοῦ, ἔφερες στεῤῥότατα, τὰς τῶν δαιμόνων ποινάς, πρὸς εὐχῇ δὲ καὶ χάριτι, ἀπέδεξας τούτων, πάχνης ἀδρανέστερα τὰ βουλευτήρια· τότε, ἐπεκρότησαν Τάξεις, τῶν Ἀγγέλων κράζουσαι δόξα, τῷ ἐνδυναμοῦντι Ἀλύπιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄλλος, ἀνεδείχθης Σαμουήλ, καθαγιασθεὸς ἐκ κοιλίας, τῆς μητρικῆς σου σοφέ, οὗπερ καὶ τὸ χάρισμα τῆς προφητείας σαφῶς, τῇ ἀσκήσει ἐπλούτισας, νεκρώσας τὴν σάρκα· ὅθεν ζῶν τῷ Πνεύματι, νῦν συναγάλλῃ αὐτῷ, πάντων μνημονεύων παμμάκαρ, τῶν ἐπιτελούντων σου πόθῳ, τὴν σεπτὴν πανήγυριν Ἀλύπιε.

Στ.: Μακάριος ἀνὴρ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ξένην, ἐπενόησας ζωήν, ξένον ἐπιτήδευμα φίλτρῳ, Χριστοῦ νυττόμενος, οὗτινος τὴν ἄφατον πτωχείαν ἔστερξας, ἐν τῷ κίονι αἴθριος, διανυκτερεύων, κρύει πιεζόμενος, καὶ νηφετοῖς καρτερῶν· ὅθεν, παρακλήσεως θείας, καὶ διηνεκοῦς εὐφροσύνης, νῦν ἐπαπολαύεις θεοδόξαστε.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ, λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν τῷ θείῳ φωτὶ ἐλαμπόμενος φώτισον, καὶ ἡμῶν τὰς διανοίας Πατὴρ ἡμῶν Ἀλύπιε.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α'.
Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Ἀλύπιε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατείᾳ τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ ἐχθροῦ ταῖς προσβολαῖς Πάτερ Ἀλύπιε, καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος· διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας αἵρων σου, χεῖρας πρὸς ὕψος, στύλος Ὅσιε, φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι λαμπόμενος, πρὸς Οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀῤῥήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Βυθιζόμενος, παθῶν θαλάσσῃ, εἰς τὸ πέλαγος, τῶν οἰκτιρμῶν σου, καταφεύγω Θεοτόκε βοήθει μοι, ἔκτεινον Πανάχραντε, δεξιάν μοι τῷ δούλῳ σου, σῶσον ὡς τόν Πέτρον πρίν, ὁ Υἱός σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλῳ πολλῶν παραπτώσεων.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου Ἀλυπίου, οὗ ἡ Ἀκροστιχίς: Χαίρων ἐπαινῶ τοὺς Ἀλυπίου πόνους. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην.
Χάριτος πεπλησμένος, χαρᾶς μου πλήρωσον, τὴν ψυχὴν ἐπαινέσαι, τὸν βίον σου Ἀλύπιε, καὶ τὴν πολιτείαν σου, δι' ἧς πάντας ηὔφρανας, ἰσαγγέλως ἀγωνισάμενος.

Ἄλλον ὡς Σαμουὴλ σε, Θεὸς ἡγίασε, μητρικῆς ἐκ κοιλίας, Ἀλύπιε μακάριε, καὶ βλέπων τὰ ἔμπροσθεν, ὡς Προφήτην ἔνθεον, ἀπειργάσατο ἀξιάγαστε.

Ἴνα Θεὸς δηλώσῃ, τὴν σὴν λαμπρότητα, ἥν περ ὕστερον ἔσχες, καλῶς ἀγωνισάμενος, φωτὸς θείου ἔπλησε, τοῦ τεχθέντος Ὅσιε, τὸ δωμάτιον ὑπὲρ ἔννοιαν.
Θεοτοκίον.
Ῥῆσις σεπτοῦ Προφήτου, πέρας ἐδέξατο· ἰδοὺ γὰρ ἡ Παρθένος, σαρκὶ Θεὸν ἐκύησε, βροτοὺς ἀναπλάττοντα, συντριβέντας πρότερον, ἁμαρτίας πλημμελήμασι.  
Ὀ β’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Χάριτος θείας πεπλησμένον πλήρωσον χαρᾶς κᾀμοῦ τὴν ψυχήν, φαιδρῶς ἐπαινέσαι, τὸν φωσφόρον βίον σου, θαυματουργὲ Ἀλύπιε, καὶ τὴν σὴν πολιτείαν, δι’ ἧς Ἀγγέλων τὰ Τάγματα, ηὔφρανας πολλοῖς ἀγωνίσμασι.

Σὲ ἐκ κοιλίας μητρικῆς ἡγίασε Θεὸς ὡς πάλαι τὸ πρίν, Σαμουὴλ ἀκτίσι, μυστικαῖς τοῦ Πνεύματος, καὶ σὲ προφήτην ἔνθεον, ἀπειργάσατο πνεύσει, αὐτοῦ προβλέπειν τὰ ἔμπροσθεν, μάκαρ θεοφόρε Ἀλύπιε.

Ἵνα δηλώσῃ σοῦ τεχθέντος Ὅσιε, τῇ σῇ μητρὶ Θεός, ἥνπερ ἐν ὑστέροις, ἔσχηκας λαμπρότητα, κατὄναρ καθυπέδειξεν, ὡς ἀμνόν σε ὡραῖον, πυρὸς λαμπάδας ἐκφέροντα, καὶ πληροῦντα φῶς τὸ δωμάτιον.
Θεοτοκίον.
Τὸ καθαρὸν τῆς παρθενίας τέμενος τὸν τῆς ἁγνείας ναόν, τὸν ἱερὸν δόμον, τὸν εὐώδη θάλαμον, τὸ φωταυγὲς ἀνάκτορον, τῶν χαρίτων τὸν οἶκον, τοῦ Ἰησοῦ τὸ παλάτιον, τὴν εὐλογημένην ὑμνήσωμεν.

ᾨδὴ γ'. Ὁ πήξας ἐπ' οὐδενος τὴν γῆν.
Ὡς λύχνος ἐπὶ λυχνίαν, στάσεως κρείττονος, ἐπιτεθειμένος ταῖς σελασφόροις σου, Πάτερ ἀρεταῖς πᾶσαν ψυχήν, πιστῶς σοι προσιοῦσαν, εὐσεβοφρόνως κατελάμπρυνας, σκότους ἁμαρτίας λυτρούμενος.

Νοός σου τὰς ἱεράς, κινήσεις ποιούμενος, πρὸς τηρήσεις θείων, νόμων τοῦ Πνεύματος, Ἄγγελος ἐφάνης ἐπὶ γῆς, Ἀγγέλων πολιτείαν, μετὰ σαρκὸς ἀναλαβόμενος, Πάτερ θεοφόρε Ἀλύπιε.

Ἐμφρόνως τῶν ὀχληρῶν, τοῦ βίου ἀοίδιμε, μετανάστης ὤφθης, καὶ προσεχώρησας, πρὸς ἀσκητικῆς διαγωγῆς, τὰ σκάμματα προθύμως, τὴν σὴν καρδίαν οἰκητήριον, Ὅσιε δεικνύων τοῦ Πνεύματος.
Θεοτοκίον.
Παρθένε τὸ καθαρόν, τοῦ Λόγου παλάτιον, τὴν ψυχήν μου δεῖξον, οἶκον τοῦ Πνεύματος, ὕδατος πηγὴ ζωαρχικοῦ, πότισόν με τῇ καύσει, τῆς ἁμαρτίας φλογιζόμενον, ὅπως κατὰ χρέος δοξάζω σε.

Ὁ β’ τοῦ Ἁγίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐπὶ λυχνίας ὡς φαιδρῶς λύχνος τεθεῖς θεοφόρε, κρείττονός τε, θείας πράξεως Πάτερ, σελασφόροις ἀρεταῖς, πᾶσαν ψυχὴν ἐλάμπρυνας, πιστῶς σοι προσιοῦσαν, σκότους πταισμάτων λυτρούμενος.

Ἐκ τῶν τοῦ βίου ὀχληρῶν, ἐφρόνως σύ, μετανάστης, ὤφθης μέν, καὶ προσεχώρησας χαίρων, πρὸς τὰ σκάματα στενής, ἀσκήσεως ἀοίδιμε, τὴν σὴν καρδίαν θεῖον, οἶκον δεκνύων τοῦ Πνεύματος.

Ποιούμενος τὰς ἱεράς, νόσους σου Πάτερ κινήσεις, πρὸς τηρήσεις, θείων Πνεύματος νόμων, ὤφθης ἄγγελος ἐν γῇ, μετὰ σαρκὸς Ἀλύπιε, Ἀγγέλων πολιτείαν, ἀναλαβόμενος Ὅσιε.
Θεοτοκίον.
Μῶμος ἐν Σοὶ καὶ μολυσμός, οὐκ ἔστιν ὅλως Παρθένε, ἐνδιαίτημα δὲ μᾶλλον ἐφάνης, οὐρανίων ἀρετῶν, ἐν Σοὶ γὰρ κατεσκήνωσε, τῶν ἀρετῶν ἡ πᾶσα, ἁγιωσύνη πανάμωμε.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Συμεὼν ἡμῖν ὤφθης ἄλλος σοφέ· τὸ γὰρ σῶμα ὑψώσας στύλῳ ἐκ γῆς, ὦ Πάτερ Ἀλύπιε, τῶν δαιμόνων τὰς φάλαγγας, ἐτροπώσω θεόφρον, πικρῶς κατοιμώζοντας, καὶ εἰς ἀβάτους τόπους, αὐτοὺς ἀπεδίωξας· ὅθεν καὶ ἐδείχθης, ἐγκαλλώπισμα θεῖον, Πατέρων τὸ καύχημα, Μοναζόντων τὸ στήριγμα. Διὸ πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

ᾨδὴ δ'. Τὴν θείαν ἐννοήσας σου κένωσιν.
Ἀγάπην ἀληθῆ καὶ συμπάθειαν, πίστιν ἐλπίδα ἀρραγῆ, καὶ πολιτείαν ἀνόθευτον, ἀναλαβόμενος Πάτερ, θεράπων τοῦ Χριστοῦ ἐχρημάτισας.

Ἱστάμενος ἐν στύλῳ ἀκλόνητος, ταῖς ἐναντίαις προσβολαῖς, δαιμόνων στῖφος ἐκλόνησας, καὶ κλονουμένοις ἐγένου, Παμμάκαρ ἀδιάσειστον ἔρεισμα.

Ναμάτων θείων ἔμπλεως γέγονας, καὶ κατεδρόσισας ψυχάς, κατατακείσας τῷ καύσωνι, τῆς χαλεπῆς ἁμαρτίας, Ἀλύπιε θεόφρον πανόλβιε.
Θεοτοκίον.
Τὰ πάθη τῆς ψυχῆς μου θεράπευσον, καὶ φωταγώγησον τὸν νοῦν, καὶ τὴν καρδίαν μου Δέσποινα, ἡ φωτοδότην τεκοῦσα, Χριστὸν τὸν ὑπεράγαθον Κύριον.

Ὁ β’ τοῦ Ἁγίου. Ἐξ ὄρους κατασκίου.
Ἀγάπην ἀληθῆ, συμπάθειαν καὶ πίστιν, ἐλπίδα ἀῤῥαγῆ, ἀνόθευτον καρδίαν, ἀναλαβόμενος Πάτερ, καὶ πολιτείαν, Χριστοῦ θεράπων ἐχρημάτισας.

Ἱστάμενος ἀεὶ ἀκλόνητος ἐν στύλῳ, δαιμόνων προσβολὰς ἐκλόνησας καὶ στίφος, καὶ ἀδιάσειστον πᾶσι τοῖς κλονουμένοις, ἐγένου μάκαρ ὄντως ἔρεισμα.

Ναμάτων ζωηῤῥύτων ἔμπλεως ὑπάρχων, ἤρδευσας σοφέ, ψυχὰς κατατακείσας, τῷ χαλεπῷ καύσωνι Πάτερ τῆς ἁμαρτίας, καὶ κεκαυμένας κατεδρόσισας.
Θεοτοκίον.
Σὲ τὸ καθαρόν, δοχεῖον τοῦ Δεσπότου, πίστει δυσωπῶ, καθάρισόν με πάσης, Θεογεννήτωρ κηλίδος, καὶ οἶκον δεῖξον, τοῦ καθαροῦ καὶ θείου Πνεύματος.

ᾨδὴ ε'. Ὁ ἀναβαλλόμενος.
Ὅλος ἀνακείμενος, τῷ Παντοκράτορι, χρονίαν στάσιν, ὕπαιθρος Πάτερ, νιφετοῖς καὶ καύσωνι, σφοδρῷ προσπαλαίων, προθύμως ἐκαρτέρησας.

Ὕμνοις καὶ δεήσεσι, σχολάζων Ὅσιε, τῆς τρισηλίου αὐγῆς τὴν χάριν, νοὸς καθαρότητι, ἐδέξω καὶ φέγγος, ἰάσεων ἀπήστραψας.

Σῶμά σου τῷ κίονι, περιγραψάμενος, τὸν νοῦν βαδίζειν ἀνεμποδίστως, πρὸς τὸν σοὶ ποθούμενον, Πάτερ ἐπαφῆκας, φωτὸς ἀποπληρούμενος.
Θεοτοκίον.
Ἅγιον ἐκύησας, Θεὸν γενόμενον, βροτὸν δι' οἶκτον, Ἁγία Κόρη, τὸν καθαγιάζοντα, τοὺς αὐτὸν ἐν πίστει, καὶ φόβῳ ἁγιάζοντας.

Ὁ β’ τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Ἀνακείμενος ὅλος, Θεῷ παντοκράτορι χρονίαις στάσεσιν, ὑπέρθεως σὺ Πάτερ, νηφετοῖς προσπαλαίων ἐνήθλησας, καὶ τὰς πυριφλέκτους, στεῤῥῶς φαρέτρας τῶν δαιμόνων, ὥσπερ ἄλλος Ἰὼβ ἐκαρτέρησας.

Προσηνεῖ διαθέσει, ὕμνοις καὶ δεήσεσι σχολάζων Ὅσιε, ἔσοπτρον καθάπερ, ἀπεφάνθης νοὸς καθαρότητι, καὶ τῆς τρισηλίου αὐγῆς δεξάμενος τὴν χάριν, τῶν ἰάσεων φέγγος ἀπήστραψας.

Σεαυτὸν ἀπηρνήσω, σῶμά σου τῷ κίονι περιγραψάμενος, ἐπαφῆκας μάκαρ, πρὸς Χριστὸν ἐκ βρέφους ἐπόθησας, τὸν σὸν νοῦν βαδίζειν, ἀνεμποδίστως καὶ πληροῦσθαι, φωτὸς θείου ἀΰλοις πυρσεύμασιν.
Θεοτοκίον.
Ἃ οὐ γέγονεν ἄνω, κάτω ἐτελέσθσαν ἐν Σοὶ Μητρόθεε, ὃν οὐκ ἠδυνήθη, ἡ εὐδαίμουσα τάξις θεάσασθαι, ἡ δὺς δαιμονῶσα ὁρᾷ Θεὸν ἐκ Σοῦ τεχθέντα, ἐν σαρκὶ προσιτὸν τὸν ἀπρόσιτον.

ᾨδὴ ς'. Μαινομένην κλύδωνι.
Λίθοις σε τὰ πνεύματα, τῆς κακίας, βάλλοντα σαφῶς, ποιούμενον στάσιν ἐν τῷ κίονι, τῆς ἀρραγοῦς, πέτρας οὐδόλως ἐσάλευσαν.

Ὑπομένων Ὅσιε, ὑπέμεινας, τὸν ὑπομονήν, ἀληθῆ σοι Κύριον δωρούμενον, καὶ ἐκ πάντων, τῶν δυσχερῶν σε ῥυόμενον.

Παραδόξως, Ὅσιε, φῶς ὡρᾶτο, ὕπερθεν τοῦ σοῦ, καθ' ἑκάστην κίονος φωτίζον σου, διὰ παντός, τὰ τῆς ψυχῆς αἰσθητήρια.
Θεοτοκίον.
Ἰσχυρὰν παράκλησιν, οἱ ἐν θλίψει, ἔχομεν ἁγνή, καὶ βεβαίαν πάντες σε ἀντίληψιν, Μήτηρ Θεοῦ, κινδύνων σῷζε τοὺς δούλους σου.

Ὁ β’ τοῦ Ἁγίου. Τὴν δέησιν.
Ποιούμενος, ἐν τῷ κίονι στάσιν, τῆς κακίας σὲ τὰ πενύμαγτα μάκαρ, λίθοις σαφῶς, βαλλόντα ἠλακτοῦντο, μανιωδῶς κατὰ σοῦ ὀρνόμενα, ἀλλ’ οὐδαμῶς τῆς ἀῤῥαγοῦς, πέτρας Πάτερ, τὸν νοῦν σου ἐσάλευσαν.

Ὑπέμεινας, ὑπομένων Κυρίῳ, ἀληθῆ τῷ δωρουμένῳ σοι Πάτερ, ὑπομονήν, ὑποφέρειν τὸ τραῦμα, ὅσι προσεῖξε ἐχθρὸς πολέμιος, ἀλλἐπεκορύσθη πληγωθείς, καρτερίᾷ τῇ σῇ θανατούμενος.

Φῶς ὕπερθεν, τοῦ σοῦ κίονος Πάτερ, καθἑκάστην παραδόξως ὡρᾶτο, θαυματουργέ, ἀπελαύνων τὸ σκότος, ἐχθρῶν ἀσάρκων παμμάκαρ ἈΛύπιε, φωτίζων δέ σου δαψιλῶς, τῆς ψυχῆς τὰ σεπτὰ αἰσθητήρια.
 Θεοτοκίον.
Ὑπέρλαμπρος, ἀνεδείχθης καθέδρα, Βασιλέως οὐρανίου Παρθένε, ἐν ᾗ σαρκό, ἀνεπαύσατο θέλων, καὶ τὸν πολλὴν ἡμῶν κόπον ἀφείλατο, καὶ ἵδρυσε τῷ πατρικῷ, ὡς ηὐδόκησε θρόνῳ τὸν ἄνθρωπον.

Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς τῆς φύσεως
Ὡς ἀρετῶν ὑπόθεσιν, καὶ Ἀσκητῶν καλλώπισμα, ἡ Ἐκκλησία δοξάζει σε σήμερον, καὶ ἀνυμνεῖ σε Ἀλύπιε, ταῖς εὐχαῖς σου παράσχου, τοῖς τιμῶσιν ἐκ πόθου τὰς ἀριστείας σου, καὶ τὰ παλαίσματα, τῶν δεινῶν ἐγκλημάτων ἐκλύτρωσιν, ὡς ἐπώνυμος.
Ὁ Οἶκος.
Ἀλυπίου τὸν βίον τὸν ἔνθεον, καὶ ἰσάγγελον, δεῦτε θαυμάσατε, ἱερεῖς βασιλεῖς, καὶ μονάζοντες, καὶ μιγάδες, λαοί τε θεόφρονες, καὶ μιμησώμεθα τούτου τὰς πράξεις, ἵνα καὶ τῆς ἐκείνου μερίδος ἀξιωθῶμεν, ταῖς πρεσβείαις αὐτοῦ ὦ φιλέορτοι· καὶ γὰρ αὐτὸς οὐράνιον αἴνεσιν, ᾄδει ἀδιαλείπτως ὡς Θεῷ, ὡς ἐπώνυμος.
Συναξάριον.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ Κιονίτου.
   Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
   Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
   Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ ὑπερυψούμενος.
Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει πιεζόμενος, τοῦ Πνεύματος τῇ θάλψει, ἐθάλπετο παραδόξως.

Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὡς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοῖς πόνοις.
Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῷ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὁ ἀπεριόριστος, σάρκα ἀνελάβετο, ἔννουν τε καὶ ἔμψυχον, ἐκ σοῦ Ἀειπάρθενε, τοῦ σῶσαι τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὁ β’ τοῦ Ἁγίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπὶ πλείοσι χρόνοις πιεζόμενος κρύει ὁ καρτερὸς καὶ στεῤῥός, Ἀλύπιος τῇ θάλψει, τοῦ θείου Παρακλήτου παραδόξως ἐθάλπετο, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ.

Τὸ πολίτευμα ἔχων πρὸς οὐράνιον ὕψος ὅθεν τοῦ σώματος, ἠλόγησας θεόφρων, καὶ τούτου συπομένου, καὶ ὡς μέλλοντος φθείρεσθαι, οὐκ ἐφροντίσω αὐτοῦ, πόνους καὶ νόσους μακρούς.

Ἀρνησάμενος Πάτερ ἡδυπάθειαν πᾶσαν κρύει καὶ ακύσωνι, ἐνήθλησας παλαίων, αἴθριος ἀναμέλπων, καὶ βοῶν ἐμμελέστατα· τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὁ Θεοῦ Θεὸς Λόγος ἐν γαστρί Σου σκηνώσας θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν καταπονούμενων καὶ βώντων δεικνύει Σε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Σοὶ τῷ παντουργῷ.
Νέος Σαμουήλ, προθεωρῶν τὸ μέλλον, νοὸς καθαρότητι, ὤφθης Ἀλύπιε, πᾶσι προλέγων, ὡς ἔνθεος Προφήτης, τὰ ὑπὸ Κυρίου, δηλούμενά σοι Πάτερ.

φωτοειδής, τῆς ἐκκλησίας στῦλος, πύργος ἄσειστος, τεῖχος τὸ ἄρρηκτον, πάντων ἀνθρώπων, Θεῷ πεπιστευκότων, Χριστοῦ θεράπων, Ἀλύπιος τιμάσθω.

Ὕπνωσας καλῶς, ὕπνον δικαίοις Πάτερ, πᾶσιν ὀφειλόμενον, κοιμήσας πρότερον, πάθη ποικίλα, ἐντεύξεσιν ἀγρύπνοις· ὅθεν σε προστάτην, ἄγρυπνον νῦν πλουτοῦμεν.
Θεοτοκίον.
Σοῦ ὁ τοκετός, τὴν τικτομένην βλάβην, κακίᾳ τοῦ ὄφεως, νῦν ἀπεστείρωσε, μόνη κατάρας, ἀναίρεσις Παρθένε· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ β’ τοῦ Ἁγίου. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Νέος ὤφθης Σαμουὴλ θεοφόρε, καθαρότητι νοῦ, προθεωρῶν τὸ μέλλον, ὥσπερ προφήτης ἔνθεος Ἀλύπιε, πᾶσί τε προλέγων, τὰ ὑπὸ Κυρίου, δηλούμενά σοι Πάτερ.

Νῦν τὸ τεῖχος τὸ ἄῤῥηκτον καὶ θεῖον, καὶ πῦργος πασῶν, Θεῷ πεπιστευκότων, ἄσειστός τε καὶ φωτοειδέστατος, στύλος Ἐκκλησίας, Χριστοῦ θεράπων, Ἀλύπιος τιμάσθω.

Τὸν δικαίοις ὀφειλόμενον πᾶσιν, ὕπνον Πάτερ καλλῶς, ὕπνωσας ὡς κοιμήσας, πάθη ποικίλα πρότερον ἐντεύξεσι, ταῖς ἀγρύπνοις μάκαρ· ὅθεν σε τὴν ἀγρυπνον, νῦν πλουτοῦμεν.
Θεοτοκίον.
Διὰ σπλάγχνα ἐλέους Σου Παρθένε, μὴ παρίδῃς σεμνὴ ποντούμενόν με σάλῳ, βιωτικῶν κυμάτων, ἀλλὰ δίδου μοι, χεῖρα βοηθείας, καταποντουμένῳ, κακώσεσι τοῦ βίου.

ᾨδὴ θ'. Ἡσαΐα χόρευε.
Ἱερὸς ὁ βίος σου, ἐκ σπαργάνων, ὤφθη τῷ Θεῷ, λαμπόμενος ἀρετῶν, μάκαρ τῷ φωτί, τίμιος ὁ θάνατος, ἐναντίον γέγονε Χριστοῦ, Πάτερ Ἀλύπιε, Μοναζοντων ἀκροθίνιον.

Ὡς φωστὴρ ὑπέρλαμπρος, καταυγάζεις, ἅπασαν τὴν γῆν, ἐλαύνων τὴν πονηράν, νύκτα τῶν παθῶν, καὶ λύων σκοτόμαιναν, τῶν Δαιμόνων, καὶ φωταγωγῶν, θείαις λαμπρότησιν, ἰαμάτων πάντας Ὅσιε.

Στάσιν ἐπὶ κίονος, ἐποιήσω, ἔτεσι σοφέ, πεντήκοντα πρὸς τρισίν, οἷα Ἀθλητής, ἀθλῶν προθυμότατα, καὶ τῷ κρύει καὶ τῷ παγετῷ, Πάτερ καὶ καύσωνι, ἀνενδότως πιεζόμενος.
Ἡ ἁγία μνήμη σου, τῷ Ἁγίῳ Πνεύματι ἡμᾶς, καθαγιάζει σοφέ, ταύτην ἱερῶς, τελοῦντας καὶ πίστει σε, ἀνυμνοῦντας, Πάτερ ἐν αὐτῇ, ὡς ἀντιλήπτορα, καὶ προστάτην τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Φωτισμὸν μοι δώρησαι, τῷ ἐν σκότει ὄντι τῶν παθῶν, καὶ ῥῦσαί με πονηρῶν, ἔργων καὶ φλογός, ἐναποκειμένης μοι, τῷ ἀθλίῳ καὶ ἁμαρτωλῷ, Ἄχραντε Δέσποινα, προστασία τῶν ὑμνούντων σε.

Ὁ β’ τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
Ὁ βίος σου θεόφρων ὤφθη Χριστῷ, ἱερὸς ἐκ σπαργάνων λαμπόμενος, ἐν τῷ φωτί, τῶν τετελεσμένων σου ἀρετῶν, καὶ τίμιος ὁ θάνατος, ἐναντίον γέγονε τοῦ Θεοῦ, Ἀλύπιε τρισμάκαρ, συνόμιλε Ἀγγέλων, καὶ μοναζόντων ἀκροθίνιον.

Ὑπέρλαμπρος παμμάκαρ ὥσπερ φωστήρ, καταυγάζεις ἀεὶ τὴν γῆν ἅπασαν, τὴν πονηράν, ἀπελαύνων νύκτα δεινῶν παθῶν, καὶ λύων τὴν σκοτόμαιναν, τῶν δαιμόνων πᾶσαν τῶν δὲ πιστῶν, φωταγωγῶν τὰ πλήθη, τῶν σὲ προσκαλουμένων, τῶν ἰαμάτων ταῖς λαμπρότησι.

Σὺ ἔτεσιν ἑξήκοντα πρὸς ἑπτά, ἐποιήσω σοφὲ ἐπὶ κίονος, ὡς ἀθλητής, Πάτερ προθυμώτατα ἐναθλῶν, καύσωνι πιεζόμενος, ἀνενδότως κρύει καὶ παγετῷ, καὶ χίονι ῥαγδαίῳ, χωννύμενος τὸ σῶμα καὶ προθανῆς, ἑκὼν θαπτόμενος.
Θεοτοκίον.
Παράδοξον εἰργάσω πράγμα σεμνή, τὸν Σὸν πλάστην τεκοῦσα καὶ Κύριον, πράξιν καὶ νῦν, ἕτερον τεράστιον ἐκ ἐκοί, ἁμαρτωλὸν κατάκριτον, οἴκτειρον ἐλέησον εὐμενῶς, καὶ σῶσον φιλανθρώπως, ὡς Μήτηρ φιλανθρώπου, φιλανθρωπίας τὸν ἀνάξιον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγῶνας ὑπὲρ ἄνθρωπον, μετῆλθες Πάτερ Ὅσιε, τῇ τοῦ Χριστοῦ δυναστείᾳ· πεντήκοντα πρὸς τρισὶ γάρ, ἔτεσιν ἐπὶ κίονος, ἔστης σοφὲ Ἀλύπιε, πάντοθεν πιεζόμενος, καὶ νῦν τὸ ἔσχατον μάκαρ, τῶν ἀγαθῶν πάντων εὗρες.
Θεοτοκίον.
Τὴν φύσιν ἀνεκαίνισας, φθαρεῖσαν τοῦ προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Πλάστην πάσης φύσεως, ὑφ' οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὢ τοῦ Κυρίου τὴν ζῶσαν ἐζωσμένος, μύριπνοον νέκρωσιν, ἐν τῇ σαρκὶ αὐτοῦ, ὁ κιονίτης Αλύπιος, ἐκ τῶν ἱδρώτων, αὐτοῦ καὶ πόνων ἔτι ἀτμίζουσαν, στολὴν περικείμενος, νῦν ἡμῖν πρόκειται, εἰς πανδαισίαν ἀδάπανον, καὶ εὐφημίαν, δεῦτε συμφώνως τοῦτον τιμήσωμεν, ὡς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, οἰκονόμον πιστὸν καὶ θεράποντα, μοναζόντων τὰ πλήθη, φιλεόρτων τὰ συστήματα. (Δίς).

ἐκ νηδύος μητρὸς ἡγιασμένος, ὅτε τὸ παντέφορον ὄμμα τὴν πρόθεσιν, καὶ τὴν ῥοπὴν πρὸς τὰ κρείττονα, ἐπειγομένην, ἀνεπιστρόφως σοῦ προεώρακε, τότε παμμακάριστε, δῶρον θεόσδοτον, τῇ σῇ μητρὶ ἐχαρίσατο, τεκεῖν σε ἄνευ, πόνου καὶ λύπης Πάτερ Ἀλύπιε· ὅθεν ἐκ βρέφους προηγμένος, τῷ εὐεργέτῃ Θεῷ εὐηρέστησας, Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ὡς ἐν θαλάμῳ φωτὸς πεπληρωμένῳ, τῷ στύλῳ παρέμεινας ἱερώτατε, τίτλῳ δὲ τούτου παρέστησας, ὥσπερ ἐνόπλοις, ὑπασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτειχίζοντας, παρεμβολὰς τῶν παθῶν, ἐν τῷ νυμφῶνι δὲ ἤλασας, τῷ θείῳ μάκαρ, ἐν παῤῥησίᾳ νῦν παριστάμενος, τῷ σῷ νυμφίῳ, καὶ Θεῷ ἡμῶν, τῆς αὐτοῦ ἐντρυφῶν ὡραιότητος, Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαὐτὸν ἡτοίμασας τοῦ Πνεύματος καταγώγιον, ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο, καὶ τῆς ὁμοουσίου Τριάδος θεράπων γενόμενος, θαυματοβρύτα Ἀλύπιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου