Ἀκολουθία Νεομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Γαβρᾶ.
Ψαλλομένη τῇ 2α Ὀκτωβρίου
Ποίημα Πνευματικοῦ Ἀνθίμου Γαβρᾶ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετά τον Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς τό Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καί ψάλλομεν Στιχηρά
Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων
Τῶν οὐρανίων ἀδύτων ἔνδον γενόμενος, τῶν ἐπὶ γῆς ἀνθρώπων, μεμνημένων σου
πίστει, φύλαξ καὶ προστάτης ἔσο ἀεί, καὶ μεσίτης πρὸς Κύριον, ὡς παῤῥησίαν
Μαρτύρων πεπλουτηκώς, ἁγιώτατε Θεόδωρε.
Τοῖς οὐρανίοις ἀδύτοις νῦν προσεπέλασας, τῶν ἐπὶ γῆς ἁπάντων, γεγονὼς
μετανάστης, πόθῳ τοῦ μαρτυρίου κράζων ἀεί, τὴν ὁδόν μου κατεύθυνον, κατὰ τὰ
θεῖα σου λόγια Βασιλεῦ, τῶν αἰώνων ἐπουράνιε.
Ταῖς οὐρανίαις χορείαις συναριθμούμενος, καὶ στρατιαῖς ταῖς ἄνω, Θεόδωρε
πολύτλα, τῆς σῆς συγγενείας καὶ κόσμου παντός, καὶ ἡμῶν τῶν ὑμνούντων σε, μὴ
διαλίπῃς μνησθῆναι διὰ παντός, τῇ Τριάδι παριστάμενος.
Χαῖρε καὶ σὺ χώρα Ἄτρα, ἐν σοὶ ἐβλάστησε τὸ θεῖον τοῦτο ἄνθος Θεόδωρος
εὐφραίνων, καρδίας τεθλιμμένων, εὐώδει ὀσμῇ, τῆς αὐτοῦ γενναιότητος, καὶ τῶν
ἀπείρων θαυμάτων ταῖς δωρεαῖς, ἂς πλουσίως πᾶσι δίδωσι.
Δόξα. Ἦχος β΄.
Θείων δωρεῶν ἑπώνυμόν σε γεραίρω Ἅγιε,· διὸ μέν ἡ Ἄτρα σὲ ἐβλάστησεν ὡς
εὔοσμον ῥόδον, αἱ ἀρεταί σου ὡς ἄνθη εὔοσμα εὐωδίασαν πᾶσαν τὴν ἑῴαν· τῶν
πενήτων γὰρ ὑπῆρχες τροφεύς, τῶν αἰχμαλώτων ῥύστης, ἠνδραγάθησας τὸ πρίν, ἐν
πολέμοις τοὺς ἐχθροὺς τροπουμένος, τῶν βαρβάρων τὴν ἀθεΐαν ἤλεγξας, τούτων τὸ
θράσος κατέβαλες· καὶ ἐν σταδίῳ τοῦ μαρτυρίου ἀνὴρ ὤφθης σιδήρους, στῦλος
ἀῤῥαγὴς καὶ ἀκλόνητος· ὄντως ἡ Θεοδοσιούπολις ἀγαλλομένη, τὸ σὸν αἷμα ἐδέξατο,
ὡς πολύτιμον δῶρον σὺ γὰρ τοῦ φωτὸς τοῦ θείου ἄδυτος φωστὴρ ἀναδειχθείς, τὴν
σύμπασαν κτίσιν κατέλαμψας· καὶ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας,
καὶ τοῦ δολίου δράκοντος τὴν κάραν συνέτριψας· διὸ καὶ ὁ Χριστὸς τὴν θείαν σου
κάραν ἐστεφάνωσε, Μεγαλομάρτυς Γαβρᾶ Θεόδωρε· ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν,
ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου…
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα, (Κεφ. Ξγ΄ 15-19, Κεφ.
ξδ´. 7-11).
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης ποῦ
ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν
οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω
ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν ῥῦσαι ἡμᾶς, ἀπ’
ἀρχῆς τὸ ὄνομά σου ἐφ’ ἡμᾶς ἐστιν. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου,
ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους
σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ
ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. Ἐγενόμεθα ὡς τὸ ἀπ΄
ἀρχῆς, ὅτε οὐκ ἧρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς. Καὶ οὐκ ἔστιν ὁ
ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ
πρόσωπόν σου ἀφ᾿ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν Κύριε
πατὴρ ὑμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες, μὴ ὀργίζου ἡμῖν
σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῆς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου
πάντες ἡμεῖς. Πόλις του ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη,
Ἱερουσαλὴμ εἰς κατάραν. Ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἥν ηὐλόγησαν οἱ
πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν. Καὶ ἐπὶ πᾶσι
τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα,
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην·
ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ
τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος
ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.
Ἀγάλλου ἐν Κυρίῳ, Ἄτρα τῆς Χαλδείας, ἀπόδυσε τὸν πενθήρη σάκκον, καὶ χιτῶνα
εὐφροσύνης περίζωσε· σήμερον ὡς ἔαρ νοητόν, τὸν πολιοῦχον πλουτεῖς τροπαιοφόρον
Θεόδωρον, τὸν λαμπρὸν ἀθλοφόρον καὶ Μάρτυρα, ἀντίπαλον τῆς ἀσεβείας, καὶ τῆς
εὐσεβείας ὑπέρμαχον, ἡγεμόνα καὶ προστάτην τῆς Ἑῴας· ἰατρὸν ἀδάπανον, καὶ τὰ
δυσώδη πάθη ἀποδιώκοντα ψυχῶν τε καὶ σωμάτων· ὄντως ὡς ῥόδον εὐῶδες μυστικῶς
ἐξήνθησεν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἡμῶν καὶ ἡμᾶς εὐωδιάζει, Κυρίου εὐωδία
γενόμενος· καὶ πρεσβεύει αὐτῷ ἐλεηθῆναι τὰς ψυχάς, τῶν ἐν πίστει τελούντων
αὐτοῦ τὴν πανήγυριν.
Ὁ αὐτός.
Εὐφραίνεσθε ἐν Κυρίῳ πόλεις τῆς Χαλδείας, καὶ σκιρτήσατε ἀγαλλόμεναι, τὴν
κάραν τοῦ Μεγαλομάρτυρας Θεοδώρου, ἐν κόλποις κατέχουσαι, ὡς θησαυρὸν πολύτιμον
καὶ ἀνεξάντλητον· μεθ᾿ ὧν καὶ ἡμεῖς πλουσίως ἀποῤῥυόμενοι, ἐξ αὐτῆς τὰ τῶν
ἰάσεων ῥεῖθρα, τῆς νόσου ἀπαλλαττόμεθα, εὐχαριστοῦντες τῷ Θεῷ, καὶ Σωτῆρι τῶν
ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Ἦχος β’.
Τὸν γενναῖον ἀθλητὴν τιμήσωμεν, Θεόδωρον τὸν ἀοίδιμον· οὗτος γὰρ ἡδρασμένος
ἐν τῇ πέτρᾳ τῆς ἀληθείας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐν ταῖς ἀλλεπαλλήλοις
προσβολαῖς τῶν βασάνων ἀκλόνητος ἔμεινε· καὶ διηυγασμένος ταῖς θείαις ἀκτῖσιν
αὐτοῦ, μαστίγων καὶ πυρὸς ἀνδρείως κατεφρόνησε, διό καὶ χαρὰν ἄληκτον ἐν οὐρανῷ
ἐκληρώσατο. Ἀλλ᾿ ὦ πολύαθλε Μάρτυς, νῦν τρανωτέραν καθορῶν τὴν δόξαν Θεοῦ,
πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Δεῦτε φίλαθλοι τὸ τῶν ἀθλητῶν καύχημα, Θεόδωρον τὸν θεῖον, ὕμνοις
τιμήσωμεν· οὗτος γὰρ τῇ πυρᾷ ἐναπλωθείς, καὶ ἐν αὐτῇ γενναίως ἐγκαρτερήσας, τῷ
Θεῷ τὸ πνεῦμα παρέδωκε, καὶ διαμένον στέφος ἐκληρώσατο· ὅθεν δυσωπεῖ ὁ
πολύαθλος τοῦ Χριστοῦ ἀθλητής, τοῦ ῥυσθῆναι κινδύνων τοὺς ἐν πίστει καὶ πόθῳ
τελοῦντας τὴν μνήμην αὐτοῦ.
Ἦχος γ’.
Ἀθλητικοῖς στίγμασιν ὁ Χριστοῦ στρατιώτης, τὰς τοῦ ἐχθροῦ δυνάμεις,
ἀνδρικῶς ἐτροπώσατο, Θεόδωρος ὁ ἔνδοξος καὶ στεῤῥὸς ἀθλοφόρος· καὶ νῦν εἰς γῆν
τὴν μακαρίαν καταντήσας, Χριστῷ τῷ Θεῷ δυσωπεῖ ἀδιαλείπτως, δωρηθῆναι ἡμῖν τὸ
μέγα ἔλεος.
Ἦχος δ΄.
Μαρτυρικοῖς ἐγκωμίοις καὶ ᾠδαῖς πνευματικαῖς, τὸν τοῦ Χριστοῦ ἀριστέα,
συνελθόντες οἱ πιστοὶ εὐφημήσωμεν, Θεόδωρον τὸν ἀοίδιμον· οὗτος γὰρ τὸν πρὸς
ἐχθροὺς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, τὸ τῆς νίκης ἀξίως
βραβεῖον ἐδέξατο, καὶ νῦν μετ’ Ἀγγέλων ἐν οὐρανοῖς, τὴν ἀκατάλυτον χορεύων
χορείαν, αἰτεῖται τῇ οἰκουμένῃ εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος πλ. α’.
Δεῦτε φιλομάρτυρες πάντες, ὁμοφώνως τὸν τοῦ Χριστοῦ ἀθλοφόρον εὐφημήσωμεν,
τὸν καλῶς ὑπὲρ τῆς εὐσεβείας καὶ ἀνδρείως ἀγωνισάμενον καὶ τὸ βραβεῖον τῆς
νίκης ἀναδησάμενον, τὸν τῆς οἰκουμένης φωστῆρα, καὶ τῆς Ἐκκλησίας ἀειλαμπῆ
ἀστέρα. Διό καὶ πρὸς αὐτὸν βοῶντες εἴπωμεν· Θεόδωρε Μάρτυς ἔνδοξε, ψυχῶν ἡμῶν
καὶ σωμάτων γενοῦ σωτηρία, καὶ σκέπη ἀσάλευτος, πρεσβεύων πρὸς Κύριον ὑπὲρ τῶν
ἐκ πόθου τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος πλ. α᾿.
Ὥσπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα Θεόδωρε προχέει, οἷον τὶ μύρον
πολύτιμον, τὰ ἰάματα. Τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ
πίστεως αὐτή προσιόντας, θεραπεύει ἐπαξίως τῶν δεινῶν πάντων· συμφορῶν ῥύεται,
τῆς δυσώδους τε πλάνης, καὶ νόσων παντοίων ἀπαλλάττουσα, εὐρωστίαν δωρεῖται
πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.
Καί νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε…
Εἰς τόν Στίχον Στιχηρά Προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Πάντα, τὰ τερπνὰ καταλιπών, γένος περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα,
Μάρτυς καὶ τὸ σῶμά σου ἔσχατον δέδωκας, τῷ πυρὶ αἰκιζόμενος, παθῶν ἐκμιμήσει,
χαίρων ἠκολούθησας Χριστῷ Θεόδωρε, οὗ καὶ κοινωνὸς παθημάτων, δόξης τε ὡς ὄντως
παμμάκαρ, καὶ τῆς βασιλείας ἐχρημάτισας.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Γλῶτταν, ἀφαιρούμενος σοφέ, καὶ τῶν ὀφθαλμῶν ἐκκεντήσεις, ἐγκαρτερήσας στεῤῥῶς,
Μάρτυς ἀξιάγαστε, Γαβρᾶ Θεόδωρε, καὶ τυράννου ὠμότητα, πατήσας ἀνδρείως, νίκης
τὸν πολύτιμον εἴληφας στέφανον, ᾧ νῦν ἐγκοσμούμενος μάκαρ, θρόνῳ τοῦ Δεσπότου
σου χαίρων, μετὰ τῶν συνάθλων σου παρίστασαι.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Ἔχων, παῤῥησίαν πρὸς Θεόν, πάντων τῶν ἐν πίστει τιμώντων, τὴν σὴν σεπτὴν
ἑορτήν, Μάρτυς παναοίδιμε θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν
ἀπαλλάττων, πάσης περιστάσεως δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν,
θείαις σου ἐντεύξεσιν ὅπως, χαίροντες ὑμνοῦμέν σε Θεόδωρε.
Δόξα. Ἦχος πλ. δ’.
Τὴν θεοδώρητον χάριν τὴν ὑπέρτιμον ἔχων, τὰς αἰτήσεις τοῖς πιστοῖς
παρέχεις, καὶ τοῖς πᾶσιν ἐφαπλεῖς τῶν θαυμάτων σου τὰ πλήθη. Τότε μὲν τῆς Ἑῴας
στρατιώτης ὁ πρύτανις, καὶ τῆς εὐσεβείας ὑπέρμαχος, κατὰ τῶν Ἀγαρηνῶν καὶ
τυράννων γενναίως ἀγωνιζόμενος καὶ τὸ πολύαθλον σῶμά σου, οὐκ ἐξ ἑτέρων
χρωμάτων περιέχρωσας, ἀλλ᾿ ἐξ οἰκείων αἱμάτων ἐπορφύρωσας, ὥσπερ χιὼν
ἀπέλαμπες· νῦν δὲ τοῦ Χριστοῦ στρατιώτης ἀήττητος γέγονας, καὶ κατήργησας πᾶσαν
τοῦ ἐχθροῦ τὴν δύναμιν, ἀθλοφόρε Θεόδωρε, δι᾿ ἧς εὐφημοῦμέν σε λέγοντες·
αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, ἐκδικεῖς
ἀδικουμένους, καὶ διασῴζεις πλέοντας, στρατιώτας παιδεύεις τῆς ἁρπαγῆς
ἀπέχεσθαι· διὸ ὑπέρτατον δῶρον Θεοῦ ἀνεδείχθης, ἐνεργῶν τοῖς θαύμασιν οὐκ
ἔλιπες. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ἡ σοφία τοῦ Θεοῦ, ὡς ἔμψυχον κιβωτὸν ἐξελέξατο, θεοχαρίτωτε Δέσποινα· τὸ
Πανάγιον Πνεῦμα ἐν σοὶ κατεσκήνωσεν, ἀειπάρθενε Κόρη· ὁ συναΐδιος λόγος τοῦ
Πατρός, ἐκ σοῦ ἀνεβλάστησε, Θεοτόκε Μαρία· ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ
γεννηθεὶς, ἐπὶ γῆς ἀπάτωρ ἐσαρκώθη ἐκ σοῦ, πανάσπιλε Ἀμόλυντε· ὁ Ἄναρχος ὑπὸ
σοῦ ἀρχὴν δέχεται, καὶ ἡ ἀόρατος φύσις ἐκ σοῦ τοῖς βροτοῖς συνάπτεται,
Παντάνασσα πανύμνητε. Ὁ υἱὸς τοῦ Θεοῦ, υἱὸς ἀνθρώπου γίνεται, χαῖρε
χρυσοπόρφυρε Θρόνε· καὶ ἡ ἄπειρος οὐσία ἐν Ἱερουσαλὴμ τὸ ἑκούσιον πάθος
εἴληφεν, ἵνα ἡμᾶς ἀνάγῃ εἰς τὴν ἄνω Ἱερουσαλήμ· χαῖρε κλῖμαξ οὐρανία· ἡ σωτήρια
τοῦ κόσμου ὑπὸ σοῦ ἀνέτειλεν ἡμῖν, χαῖρε νύμφη Ἀνύμφευτε. Καὶ νῦν σὺν τῷ
ἀθλοφόρῳ Θεοδώρῳ, ἀσυγκρίτως σὲ μακαρίζομεν, μεσίτευσον ὑπὲρ ἡμῶν πρὸς τὸν ἐκ
σοῦ τεχθέντα Χριστὸν τὸν Θεὸν ἡμῶν, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος α´. Τοῦ
λίθου σφραγισθέντος.
Τῆς Χαλδείας ἡγεμῶν καὶ προστάτης ὑπάρχων, σὺ ὁ βλαστὸς τῶν Γαβράδων, ὑπὲρ
Χριστοῦ τὸ σὸν αἷμα ἐξέχεας, μὴ πτοηθῇς τὰς ἀπειλὰς τῶν δυσμενῶν, ἐν οὐρανοῖς
νῦν ἀγάλλῃ τῷ θρόνῳ τῆς τρισηλίου θεότητος παριστάμενος. Δόξα τῷ σὲ ἰσχύσαντι
Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι Χριστῷ, δόξα τῷ σὲ δοξάσαντι θείῳ Πνεύματι,
Θεόδωρε πάνσοφε.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου…
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα. Ἦχος α´. Τὸν τάφον
Σου Σωτήρ.
Τὴν κάραν σου σοφέ, τοῦ Χριστοῦ στρατιῶτα, ὁ τύραννος σκευήν, ποτηρίου
ποιήσας, αὐτὴν εἰς συμπόσια τὰ αὐτοῦ προσεφέρετο, ἣν κατέλιπες ἐν τῷ κόσμῳ
παμμάκαρ, καὶ ἀπέτεμες, τὰς κεφαλὰς τῶν ἀνόμων, Θεόδωρε πάνσοφε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν,
οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ
προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα. Ἦχος γ’. Την
ὡραιότητα.
Τὴν καθαρότητα, Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον, τοῦ μαρτυρίου σου,
καταπλαγεῖσα ἡ Ἑῴα βοᾶ σοι εὐφραινομένη· σήμερον τιμήσωμεν, τὴν σεβάσμιον κάραν
σου· θραῦσον τὰ φρυάγματα τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν
κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ
Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε. Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον;
τί δὲ ὀνομάσω σε; Ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· χαῖρε ἡ
κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν
καὶ Λόγον.
Τοῦ Χριστοῦ τῷ σημείῳ καθοπλισθείς, τοῦ σατράπου ἐν τούτῳ πᾶσαν ἰσχύν,
ἀνδρείως κατέβαλες, ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀθεΐαν τούτου ἐλέγξας
πανόλβιε, καὶ τὴν Τριάδα κηρύξας προθύμως ἀοίδιμε· ὅθεν ἐπαξίως παρ᾿ αὐτῆς τοὺς
στεφάνους, τῆς νίκης ἀπέλαβες, ὡς ἀθλήσας στεῤῥότατα, ἀθλοφόρε Θεόδωρε·
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τό αὐτό. Καὶ νῦν.Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην
ὑμνήσωμεν τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν παράδεισον τῆς Εὔας τὴν λύτρωσιν,
τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ
κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν Αὐτῇ· πρέσβευε τῷ σῷ
Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν
πανάγιον τόκον σου.
Οἱ ἀναβαθμοὶ τοῦ δ´ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. Ζήτει αὐτῷ τῇ 23η
Ἀπριλίου.
Ὁ Ν’ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Στίχ.: Ἐλεήμον, ἐλέησόν με, ὁ Θεός... Τὸ ἰδιόμελον. Ἦχος πλ. β´.
Κατεβλήθη τῇ γενναίᾳ σου ἐνστάσει, ὁ προστάτης τοῦ ᾍδου, καὶ θρηνῶν τὴν
ἧτταν γοερῶς, τὰ σπλάγχνα τιτρώσκεται· οἴμοι λέγων! ὅτι ὁ Υἱὸς τῆς Παρθένου, τῷ
οἰκείῳ αὐτοῦ πάθει, πολὺ τὸ πάθος τῇ καρδίᾳ μου ἐνθείς, πολλοὺς ἔσχε τοῦ αὐτοῦ
πάθους μιμητάς· μεθ᾿ ὧν Μάρτυς, καὶ αὐτὸς μιμητὴς γενόμενος, τῷ οἰκείῳ σου
πάθει, τὸ πάθος τοῦ ἐχθροῦ ὑπερηύξησας. Διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, παθῶν ἡμᾶς
ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου δεήσεσιν.
Εἶτα, ψάλλεται ὁ Κανὼν τῆς Θεοτόκου (ἐκ τῆς Μικρᾶς
Παρακλήσεως), μετὰ τῶν εἱρμῶν εἰς στ΄ καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Γαβρᾷ κλέος Μάρτυρι τῷ Θεοδώρῳ ψάλλω γηθοσύνως.
Ὠδή α’. Ἦχος α’. Χριστός γεννᾶται.
Γαβρᾶ γενναῖε Θεόδωρε, ἀγῶνας οὓς ὑπέστης ὑμνοῦμέν σου, ἀθέων θράσος ἐν γῇ
κατέβαλες, εἴληφας ἐξ ὕψους τὸ θεῖον διάδημα, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἐνδόξως,
ὅτι δεδόξασται.
Ἀστὴρ ἐφάνης λαμπρότατος, τὴν γῆν τῆς Ἑῴας ἐφώτισας, Θεόδωρε πάνσοφε,
ἐθεολόγεις σὺν ταῖς σοφαῖς στρατηγίαις σου· τὸν ἐκ τῆς Παρθένου ἀναλάμψαντα
Χριστόν, ὅτι δεδόξασται.
Βλαστὸν τῆς Ἄτρας ὑμνήσωμεν, τὸν θεῖον ἀθλοφόρον Θεόδωρον, δόξαν τοῦ κόσμου
παρέδραμε, δόξαν λαβὼν τὴν ἀΐδιον ἄθλους οὓς ὑπέστη ἐν Χριστῷ, ᾄσωμεν αὐτῷ, ὅτι
δεδόξασται.
Θεοτοκίον.
Ῥυσθῆναι, Κόρη Πανάμωμε, παθῶν ἐπικρατείας τοὺς δούλους σου, τὸν Σόν,
ἐκτενῶς ἱκέτευε, Κύριον καὶ Δεσπότην, ὃν ἐκ τῶν σῶν, Πάναγνε αἱμάτων,
ἐσωμάτωσας ἡμῖν προσομιλήσαντα.
ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Ἀλγηδόνας Μάκαρ, ἔφερες Θεόδωρε, τῷ τραυματοῦσθαι τὸν Βελίαρ τραυματίζων
τὸν ὄφιν, εἰς δόξαν Θεοῦ, ἀξιωθεὶς σὺν Μάρτυσιν ἔψαλλες, ὁ ἀνυψώσας τὸ κέρας
ἡμῶν, ἅγιος εἶ Κύριε.
Κόσμου τερπνὰ παρεῖδες, ἀντιλήπτωρ Γαβρᾶ Θεόδωρε, τῆς σαρκικῆς εὐγενείας,
καταγνοὺς ὡς προσκαίρου, ποθῶν τῷ Χριστῷ σὺν Μάρτυσιν ἔψαλλες, ὁ ἀνυψώσας τὸ
Κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.
Λύμην τῆς καρδίας, τοῖς τυράννοις ἐβόας καθάραντες, τῷ σαρκικῶς
ἀποτεχθέντι, καὶ Πατρὶ συνανάρχῳ Χριστῷ, σὺν ἐμοὶ κραυγάσατε, ὁ ἀνυψώσας τὸ
κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.
Θεοτοκίον.
Ἐβλάστησας τὸν βότρυν, ὡς κατάκαρπος ἄμπελος, Ἄχραντε συλλαβοῦσα, καὶ
τεκοῦσα τὸν ἀκήρατον λόγον, Χριστὸν οἶνον ἀποστάζοντα, θεογνωσίας αὐτόν, ὡς
Θεὸν αἴτησαι σωθῆναι ἡμᾶς.
Κάθισμα. Ἦχος
γ’. Θείας πίστεως.
Ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, πλάνην ἔσβεσας, κακοδοξίας, ὡς τοῦ Χριστοῦ
στρατιώτης γενόμενος, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρε παμμάκαρ
Θεόδωρε, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη
καὶ ἐφάνη ὡς ἄνθρωπος· μὴ ὑπομείνας φυρμὸν ἤ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου
Θεότητος, Κόρη Πάναγνε. Διὸ Θεοτόκον Σὲ πιστῶς κηρύσσομεν, ἀεὶ καὶ δοξάζομεν.
Ὠδή δ’. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.
Ὄντως μαθητεύσας τῷ Θεῷ, τὰς ἀρετὰς ὡς δῶρον ἀπέκτησας, τῶν γὰρ πενήτων
ὑπῆρχες τροφεύς, τῶν χηρῶν δὲ ἀντιλήπτωρ, καὶ αἰχμαλώτων ῥύστης Θεόδωρε, ὅθεν
ψάλλεις οὕτω φαιδρῶς, δόξα τῇ δυνάμει σου Κύριε.
Σήμερον τῷ κόσμῳ ἐνδημῶν τῶν Μαρτύρων ἀνυμνεῖς χοροὺς Θεόδωρε, καὶ τούτοις
γὰρ κοινωνήσας, ἀδιαλείπτως μνείας αὐτῶν τῆς δόξης μάκαρ ἠξίωσαι, καὶ ψάλλεις
σὺν αὐτοῖς τῷ Θεῷ, δόξα τῇ δυνάμει σου Κύριε.
Μάρτυς χρηματίσας τοῦ Χριστοῦ, εὐκλεὴς θείᾳ χάριτι, τρανῶς γὰρ ὤφθης
ἀεισέβαστε, τοὺς ὅρους τῶν γηγενῶν παρελάσας φύσεως, οἷον ζηλωτὴς τῶν
ἀθλοφόρων, οἷς καὶ συμψάλλεις φαιδρῶς, δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ἄνθος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ῥάβδος ἀνεβλάστησας, τὸν φυτουργὸν πάσης τῆς
κτίσεως, μαράναντα τὰ φυτά, τῆς ἀκάρπου γνώσεως, πίστιν δὲ ἡμῖν ἀληθεστάτην,
φυτεύσαντα εὐσεβῶς, ἄχραντε Παρθένε πανύμνητε.
Ὠδή ε´. Θεὸς ὧν εἰρήνης.
Ῥύσιον τὸ αἷμα, Χριστὸν ἐγνωκώς, τῶν ἀνθρώπων τοῦ χρέους γενόμενον, τὸ αἷμά
σου ἐξέχεας προθύμως δι᾿ αὐτόν, ὅθεν θεοφρόνως φυγὼν θανάτου τὴν κακίαν, ἐκ
νυκτὸς ὀρθρίζων γάρ, ἐδοξολόγεις τὸν φιλάνθρωπον.
Τὸν πλοῦτόν σου καλῶς κεχρημένος, εἰδὼς τοῦ θανάτου λυτρούμενον ἅγιε· καὶ
πίστιν ἐκκαθαίρουσαν, πταισμάτων τὴν πληθύν, παννύχως ἑορτάζων ἡμέρας·
ἑορτίους, ἐκ νυκτὸς ὀρθρίζων γάρ, πτωχοῖς ἐσκόρπιζες τὸν πλοῦτόν σου.
Ὑπῆρξας δίκαιος, λαμπρὸς νικητής, οὐρανοὺς εἰσέδραμες ὡς Ἄγγελος, γενναίως
ἠνδραγάθησας ἐν πολέμοις τὸ πρὶν τοὺς ἐχθροὺς τροπούμενος ἐν καιρῷ δὲ
μαρτυρίου, ἐκ νυκτὸς ὀρθρίζων γάρ, ἐδοξολόγεις τὸν φιλάνθρωπον.
Θεοτοκίον.
Ῥῆμα τοῦ Ἀγγέλου, Παρθένε ἁγνή, ὑπερέχουσα ὤφθης κυήσασα, βουλῆς μεγάλης
Ἄγγελον, Θεὸν Ἐμμανουήλ, βροτοὺς ἐπουρανίους, αὐτοῦ τῇ καταβάσει, ἐργασάμενον
Κόρη, δι’ εὐσπλαγχίαν ἀδιήγητον.
ᾨδὴ στ’. Σπλάγχνων Ἰωνᾶν.
Ἴσχεις καλλονὴν Μαρτύρων Θεόδωρε, εἰς ὕπνον κληθεὶς νόμον τῆς φύσεως, ὅλος
ζήλου δὲ γεγονὼς θειοτέρου ἀνδρείᾳ ῥωσθείς, κοσμικῆς δόξης προαρπάζεις τὴν
οὐράνιον, ὅθεν ἀναστὰς κατέσπευσας, ταῖς βασάνοις προδοῦναι τὸ σῶμά σου.
Τυχεῖν ἀληθοῦς δόξης ἐφιέμενος, τὴν δόξαν πατεῖς τὴν διαῤῥέουσαν, νοῦν
πτερώσας δέ, ἀπεῤῥάγης τῶν κάτω καὶ κόσμου παντός, καὶ ψυχῆς σου τὴν ὁλκάδα σὺ
διέσωσας, ὅρμῳ γαληνῷ προσπλεύσας δέ, ἀκυμάντου χαρᾶς κατηξίωσαι.
Οἰκείᾳ ψυχῇ, Θεὸν ἐξεζήτησας, διόπερ αὐτῷ ἐγνώσθης Ἅγιε, καὶ ἐπέγνως δὲ ὡς
ἐγνώσθη αὐτῷ γενικὸς ἀθλητής, καθαρότερος ἐν θλίψεσι γενόμενος. Ὅθεν ἐν εἱρκτῇ
καθήμενος, εὐωδίαν ὀσφραίνου ἑόρτιον.
Θεοτοκίον.
Θύρα θεϊκῆς ἀκτῖνος σὺ Δέσποινα, πηγή τε φωτὸς ἀδύτου γέγονας, τὸ γὰρ
πλήρωμα τῆς θεότητος ἅπαν ἐσκήνωσεν, ἀποῤῥήτως ἐν τῇ μήτρᾳ σου Πανάμωμε, οὗπερ,
φυσικὴν ἐνέργειαν, καὶ τὴν αἴγλην βραβεύεις τοῖς χρήζουσι.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῆς Ἑῴας στρατηγὸς ὑπερθαύμαστος, καὶ τῶν Γαβράδων βλαστὸς ὑπερμέγιστος,
τῆς Τραπεζοῦντος ἄριστος ὁ πρύτανις φρουρός, σκέπε, φρούρει, φύλαττε τοὺς
πιστῶς σε ὑμνοῦντες, θρόνῳ παριστάμενος τῆς Ἁγίας Τριάδος, ἣν ἐκδυσώπει σῴζεσθαι
ἡμᾶς, Μεγαλομάρτυς Θεόδωρε τρισόλβιε.
Ὁ Οἶκος.
Στέφων πανήγυριν τὴν σὴν ἀθλοφόρε Κυρίου ὕμνοις, τοὺς σοὺς ἀγῶνας κροτῶ,
καὶ ἀνυμνῶ τὰ παλαίσματα, ὑπὲρ μόνου γὰρ τοῦ Κτίστου πάντων, ἐν καμίνῳ ὡς
χρυσὸς ἐδοκιμάσθης, τὸν σὸν σταθερὸν λογισμόν, οὐκ ἔσεισε τὸ τῶν βασάνων
πλῆθος· ὅθεν Μάρτυς ἀξιάγαστος δειχθείς, χοροῖς τῶν Μαρτύρων ἠρίθμησαι, ὡς
σατράπου νικήσας ὠμότητα, Μεγαλομάρτυς Θεόδωρε τρισόλβιε.
Συναξάριον.
Τῷ αὐτῷ μηνὶ β´, ἡ ἄθλησις τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου
τοῦ Γαβρᾶ.
Στίχοι:
Θεοδώρων ὕστατος Γαβρᾶς μαρτύρων,
Σπεύσας στεφάνων, ἠξιώθη τῶν ἴσων,
Δευτερίῃ Θεόδωρος ἔτλῃ πῦρ,
γηθόσυνος κήρ.
Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ παῖδες εὐσεβείᾳ.
Ἐνέγραψας πρὸς τὴν τῶν ζώντων βίβλον σεαυτόν, ὦ πάνσοφε Γαβρᾶ Θεόδωρε, τῶν
σῶν μελῶν γὰρ ὑστερούμενος, καὶ τὸ φλογίζον σε πῦρ ἐγκαρτερῶν ἔψαλλες· ὁ τῶν
Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὁμότροπος ἐδείχθης τῶν τριῶν Παίδων, καὶ ὄλβιος ἐπὶ γῆς γενναῖος ἐφάνης, ἐν
τῷ σταδίῳ ἐθεολόγεις Χριστόν, κραυγάζων ἀπαύστως τῷ ποιήσαντι, ὁ τῶν Πατέρων
Θεὸς εὐλογητὸς εἶ.
Δροσιζόμενος εἰς τῶν βασάνων μάκαρ, εὐσεβῶς, ὡς οἱ αῖδες πρίν, τὴν κάμινον
εἰς δρόσον μετέβαλον, σὺ καρτερῶν ἐπέβης ὡς ἐν ἅρματι φῶς ἀνέσπερον, ὁ τῶν
Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὡς ὄμβρος καταβὰς ἐπὶ πόκον, ἐν σῇ γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης
ποταμός, ἡ πηγὴ τῆς ἀγαθότητος, ὁ σταγόνας ὑετοῦ ἑξαριθμούμενος, ὁ τῶν Πατέρων
Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Θαύματος ὑπερφυοῦς.
Ῥήσεσι θειοτάταις πυρίναις πάλαι, ἀσεβῶν κατέφλεξας τὴν πλάνην, νῦν δὲ λαμπρῶς
ἀξιωθείς, σὺν τοῖς χοροῖς τῶν Ἀποστόλων, καὶ Μαρτύρων παριστᾶναι Χριστῷ, σὺν
αὐτοῖς ἀναμέλπεις ἀγαλλόμενος· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ
ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ὡραῖον καὶ ἔκλαμπρον βίον διέβης, τοὺς ἀσεβεῖς πάλαι τροπούμενος, νῦν δὲ
ἀθλήσας γενναίως, τοὺς ὀφθαλμοὺς πυρούμενος, ἐνορῶν ἀΰλοις, τοῖς ὄμμασι τῷ
φωτοδότι Χριστῷ, μέλπων ἀγαλλόμενος· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ
ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ψάλλων ἀνεβόας φαιδρῶς, θεοφόρε, τὸ θανεῖν μοι κέρδος ἄπειρον, ἐν οὐρανοῖς
κρυπτόμενον, τὸ ζῆν ἐμοὶ Χριστός ἐστι τὸ δὲ σῶμά μου πόθῳ πυρὶ φλέγεσθαι, ὡς ἐξ
ὕψους δροσιζόμενος ἀγάλλομαι· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ
ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄφλεκτος καιομένη, ἡ βάτος τύπον, προεικόνισεν ἄχραντε Κόρη, πάλαι εἰς τὸ
ὄρος Σινᾶ τὸ μυστήριον προγραφὲν τοῦ τόκου σου. Πράγματος ξενοπρεποῦς, τὸ πῦρ
ἐνοικῆσαν γὰρ ἐν σοὶ τὸ τῆς θεότητος, ἀλώβητόν τε τετήρηκε, διὸ σὲ ὑμνοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Μυστήριον ξένον.
Λαμπρότατον βίον ἐν γῇ μετερχόμενος, Γαβρᾶ Θεόδωρε, ἀσεβῶν βουλεύματα
θεοφρόνως νικήσας, ὅπερ ἐνδόξως παρὰ Θεοῦ, τὴν ἀλουργίδα κομισάμενος, ὃν
ἀνυμνοῦντες μεγαλύνομεν.
Ὡραῖος ἐν πᾶσιν ἀθλητὰ Θεόδωρε, οὐρανοὺς εἰσέδραμες, ὡς δῶρον εὐπρόσδεκτον
τῷ Ὑψίστῳ, διὸ Μάρτυς καὶ κατ᾿ ἄμφω σὲ κατέστεψε, Χριστὸς ὁ Θεός, ὃν
ἀνυμνοῦντες μεγαλύνομεν.
Γλυκυτάτην δρόσον, ἐξ ὕφους πέμψον ἡμῖν, συμφορῶν καὶ θλίψεων, ῥῦσαι λαὸν
εὐσεβῶν, νόσων λοιμοῦ, παντοίας ἀνάγκης καὶ περιστάσεως, οἱ μετὰ πόθου σὲ
δεόμεθα Θεόδωρε, καὶ μεγαλύνομεν.
Θεοτοκίον.
Ἡ ἀπόῤῥητός σου γέννησις παράδοξος, οὐρανὸς ἡ μήτρα σου, θρόνος χερουβικός,
Παρθένε Μαρία, ἡ νηδύς σου, ἐν ᾗ ἀνεκλίθη ὁ ἀχώρητος Χριστὸς ὁ Θεός, ὃν
ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θεόδωρε τρισόλβιε, τῶν Γαβράδων τὸ κλέος, σὺ ἀληθῶς ἐβάστασας τὸν σταυρὸν
τοῦ Κυρίου, διὸ καὶ σπεύδων κηρῦξαι, τοῦτον ἔθνεσι πᾶσι, μὴ δειλανδρήσας ὅλως
γε τῶν ἀθέων βασάνους, ἀλλ᾿ ἐκπιών, τέλος τὸ μαρτύριον ὥσπερ πόμα, τὴν κεφαλήν
σου δέδωκας, ὑπὲρ πάντων πρεσβεύων.
Θεοτοκίον.
Ὁ ἀνατείλας Ἥλιος, ἐκ παστοῦ ὡς νυμφίος, ἀπὸ τοῦ τάφου σήμερον, καὶ τὸν
ᾍδην σκυλεύσας, καὶ θάνατον καταργήσας, σὲ τεκούσης πρεσβείαις, φῶς ἡμῖν
ἐξαπόστειλον, φῶς φωτίζον καρδίας καὶ τὰς ψυχάς, φῶς βαδίζειν ἅπαντα,
ἐμβιβάζων, ἐν τρίβοις προσταγμάτων σου, καὶ ὁδοῖς τῆς εἰρήνης.
Εἰς τούς Αἴνους, Στιχηρά Ἰδιόμελα. Ἦχος πλ. α’.
Σήμερον λαμπρύνεται ὡς ἔαρ εὐφρόσυνον, ἡ πάνσεπτός σου ἑορτή, ἐν μετοπώρῳ
καρδίας ἐκτέρπουσα, τῇ διηγήσει τῶν ἄθλων σου, Μεγαλομάρτυς Θεόδωρε· τὸ αἷμα ὡς
μῦρον εὐῶδες ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον αὐτῷ
προσήγαγες. Διὸ ὡς εὐσεβείας ἐραστὴς ἐναθλήσας ὑπὲρ τοῦ Κυρίου, καὶ ὡς
καλλίνικος παρέστης τῆς Ἁγίας Τριάδος. Ὅθεν ἐξ ἀκηράτων ἀνθέων ἐστέφθης παρ᾿
Αὐτῆς, καὶ μετὰ Ἀγγέλων ἐν οὐρανοῖς συναγάλλει, ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν, Ἅγιε, ἐκτενῶς
ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος β’.
Ὑψώσας τὸν νοῦν πρὸς τὸν Ὕψιστον, ἐν τῷ ὕψει τῆς ἡγεμονείας καθήμενος,
ἐγκατέλιπες τὴν δόξαν τὴν πρόσκαιρον, καὶ τῶν βαρβάρων τὴν ἀθεΐαν διήλεγξας.
Διὸ ἐν χιόνι πρηνὴς τυπτόμενος, τὴν γλῶτταν ἀφαιρούμενος, χειρῶν τε καὶ ποδῶν
στερούμενος, καὶ ὡς ἡ ἄμπελος τὸ σῶμά σου τεμνόμενος· ὥσπερ στρατιώτης ἀήττητος
εἰς οὐρανοὺς ἀνέδραμες, ὡς ἡγεμὼν δὲ δικαιότατος, εἴληφας τὴν χάριν τὴν ἀεὶ
διαμένουσαν ὡς δῶρον Θεοῦ, ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος γ’.
Ναὸς γέγονας τοῦ ἁγίου Πνεύματος, ἀθλοφόρε Χριστοῦ καὶ ἡ παντοδύναμος
χάρις, εὑροῦσα τὴν ἱεράν σου ψυχήν, θεοφόρε Θεόδωρε. Τὰς βασάνους ὑποστάς,
ἀφορήτους ὀδύνας, διέμεινας στεῤῥός, ὥσπερ πάσχοντος ἄλλου, τὰ τραύματα ὡς
οὐδὲν λογισάμενος, τὰ ἕλκη ὡς ἄνθη τοῦ Παραδείσου εὐωδιάζοντα ἐκ τοῦ σώματός
σου ἐξήνθισαν, τὸ αἷμα ὡς μῦρον ἐξέχεας, τὸ εὐωδιάζον πᾶσαν τὴν οἰκουμένην,
ἀφορῶν πρὸς τὰ μέλλοντα, πρὸς ἔλεον τῶν ἀδελφῶν, καὶ συμπάθειαν ῥέουσαν, τὴν
χάριν τῶν ἰαμάτων δαψιλῆ σοι ἐχαρίσατο. Ὅθεν καὶ τὸ ἔλεον τοῖς δεομένοις
ἀφθονώτερον ἐπέδωκας, τοῖς πάσχουσι πάθη ποικίλα θεραπεύεις ἑκάστοτε, καὶ
πρεσβεύεις τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. β’.
Ὤφθης φωτισμὸς ἐκ τῆς Ἁγίας Τριάδος, μετ᾿ εὐφροσύνης προσχωρήσας, ὁ Θεὸς σὲ
ζώσῃ φωνῇ ἐκάλεσε, τροπαιοφόρε Θεόδωρε. Ὅθεν πρὸς οὐρανὸν βαδίζεις, καὶ εἰς τὸν
ἄδυτον γνόφον τοῦ ἀφράστου φωτός, εἰσδύσας νοητῶς ὡς μάρτυς καὶ πρύτανις
ἐπόθεις τὰ ἀνεκλάλητα ἀγαθὰ τοῦ Θεοῦ, ὡς Μάρτυς μὲν φωτιζόμενος, ὡς ποιμὴν δὲ ἱκετεύων
ὑπὲρ τῆς ποίμνης σου. Δι᾿ ὅ καὶ ἐν λαμπηδόνι τοῦ παραδείσου οἰκεῖς, καὶ ταῖς
χοροστασίας τῶν Ἀγγέλων συναυλιζόμενος, ὄντως διπλοῦς καὶ τοὺς στεφάνους, ὡς
ἄνθεσιν ἐκ τῆς ἄνω δόξης ἐνεδύσω, πρεσβεύων πάντοτε Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α´.
Σήμερον, ὡς ἔαρ εὐφρόσυνον, ἐπέλαμψεν ἅπασα. ἡ τοῦ Χριστοῦ ἐκκλησία,
πανηγυρίζουσα φαιδρῶς, κροτοῦσι δῆμοι ἁγίων, καὶ χοροὶ μαρτύρων ἀγάλλονται·
πεφοινιγμένῃ γὰρ τῇ στολῇ τῆς ἡγεμονίας ἐν τῷ αἵματι τῆς ἀθλήσεως, καὶ δι᾿
αὐτῶν αἰωνίως, τῆς ἀθανάτου δόξης ἔτυχον δόξης οὐρανίου! δι᾿ ἧς ἐμεγαλύνθησαν
ἐν οὐρανῷ καὶ ἐπὶ γῆς νῦν δὲ κατηξιώθη τῆς χορείας, ὁ ἔνδοξος Γαβρᾶς Θεόδωρος
τῆς Ἄτρας τὸ θεόβλαστον ἄνθος, τὸ κρίνον τὸ εὔοσμον, τὸ εὐωδιάζον πᾶσαν τὴν
ἑῴαν, τῶν μαρτύρων τὸ καύχημα, ὁ προστάτης τῆς ἐκκλησίας, καὶ ὑπέρμαχος τῆς
εὐσεβείας ὡς εὐσεβείας ἐραστὴς ὑπὲρ Χριστοῦ ἐναθλήσας, ὡς ἄνθος εὐῶδες, καὶ
ὑπέρλαμπρος προσφέρεται τῷ τρισηλίῳ Θεῷ, οὐκ ἐξ ἀνθέων ἐκ παραδείσου βλαστάνων,
ἀλλ᾿ ἐξ οἰκείων αἱμάτων ὡς μῦρον εὐῶδες διηνθισμένος, καὶ πρεσβεύει αὐτῷ ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε…
Μεγαλυνάρια.
Ἄνθος ἐκ Χαλδείας φυὲν τερπνόν, ἄθλοις μαρτυρίου, εὐωδίασε νοητῶς, τοὺς
πιστοὺς ἐν Ἄτρᾳ, Θεόδωρος ὁ θεῖος, πυρὶ τακεὶς τὰς σάρκας, Χριστοῦ τῷ ἔρωτι.
Τοὺς ἀσπαζομένους σου Ἀθλητά, τὴν ἁγίαν κάραν, καὶ σεπτὴν εἰκόνα σου
εὐλαβῶς, καὶ τὴν θείαν μνήμην, τελοῦντας ἐτησίως, περίσῳζε Θεόδωρε ταῖς
πρεσβείαις σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου