Ἀκολουθία Ὁσίων ΒΑΡΝΑΒΑ, ΣΩΦΡΟΝΙΟΥ καί ΧΡΙΣΤΟΦΟΡΟΥ
Μ.
Σουμελᾶ
Ψαλλομένη τῆ 18η Αὐγούστου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ
ψάλλομεν β΄ τῆς ἑορτῆς καὶ τῶν Ὁσίων δ΄.
Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
Πάτερ Βαρνάβα, καὶ Σωφρόνιε θεόληπτε, τῶν ἄνω Πρωτοτόκων ὁμόσκηνοι
φωταυγεῖς, Χριστοῦ συγκληρονόμοι, υἱοὶ Ὑψίστου, φῶς τὸ ἀνέσπερον οἰκοῦντες
ὁμοῦ, καὶ τοῦ ὑπερκάλου κάλλους κατατρυφῶντες, τοῦ ἀκροτάτου τῶν ἐφετῶν, ᾧ
προφανῶς παρεστῶτες λελαμπρυσμένοι, καὶ ἐνηδόμενοι αὐτοῦ ταῖς φρυκτωρίαις, ταῖς
θεωρίαις ταῖς τούτου, Χριστῷ πρεσβεύσατε, Χριστὸν αἰτεῖσθε Ὅσιοι, δωρηθῆναι τῇ
Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Πάτερ Βαρνάβα, καὶ Σωφρόνιε θεόληπτε, φωστῆρες μοναζόντων οἱ παμφαέστατοι, ἀγάπης ταῖς ἀκτίσι πεπυρσευμένοι, πύργοι ἀκράδαντοι τῆς ὑπομονῆς, πίστεως κανόνες, τῆς ἀρετῆς εἰκόνες, τῶν ἰαμάτων οἱ ποταμοί, οἱ τῆς ἐρήμου πολύτεκνοι πολισταί, οἱ ὡς παράδεισον αὐτὴν δείξαντες θεῖον, ἑκατοστὴν Θεῷ τὸ ἕν καρποφοροῦσαν. Χριστῷ πρεσβεύσατε, Χριστὸν αἰτεῖσθε Ὅσιοι, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν,
εἰρήνην, καὶ μέγα ἔλεος.
Πάτερ Βαρνάβα, καὶ Σωφρόνιε θεόληπτε, πυρσοὶ οἱ ἐκ θαλάσης τῆς κοσμικῆς τοὺς πιστούς, λιμένα πρὸς τὸ ἄνω χειραγωγοῦντες, πλάνης τῶν πνευμάτων οἱ ὀλοθρευταί, Πνεύματος Ἀγίου τὰ ἔμψυχα τεμένη, τὰ ἐκμαγεῖα τῶν ἐντολῶν, ἠκριβωμέναι τε στάθμαι τῆς ἐγκρατείας, τῆς ταπεινώσεως ὕψη οὐρανομήκη, κρῆναι πηγάζουσαι πελάγη τῶν θαυμάτων. Χριστῷ πρεσβεύσατε, Χριστὸν αἰτεῖσθε
Ὅσιοι, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Ὅσιε Πάτερ, Χριστόφορε χριστεπώνυμε, Χριστοῦ θεράπων καὶ ἱερώτατε, κειμηλίου Τριάδος τῆς ὑπερφώτου, ὡς γὰρ ἐπόθει τὴν σὴν εὑροῦσα ψυχήν, Πνεύματος ἡ χάρις, τοῦ θείου θεοφόρε, ἐνῴκισέ σοι φῶς τὸ τρισσόν. Οὗ τῇ ἐνεργείᾳ φαιδρῶς ἠγλαϊσμένος,
Χριστοῦ κατέστης ἱερουργός, ἀκεραιότητι τρόπων προχειρισθείς, ἐξ ἀροτῆρος γῆς,
τῆς Θεοτόκου λάτρης, τῶν μυστηρίων τε λειτουργὸς τοῦ Κυρίου. Αὐτὸν ἱκέτευε,
αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν τῶν Πατέρων, τῶν ἀσκητῶν τὸ κλέος, τοὺς φαεινοὺς φωστῆρας, καὶ ποδηγέτας
τῶν μονοτρόπων, Βαρνάβαν τὸν ἀοίδιμον, καὶ Σωφρόνιον τὸν κλεινόν, καὶ τὸν σοφὸν
Χριστοφόρον, ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν λέγοντες· Μακάριοι ἐστε,
θεοφόροι Πατέρες. Τὸ γὰρ κατ’ εἰκόνα τηρήσαντες ἄτρωτον, παθῶν αὐτοκράτορα, τὸν
νοῦν ἐνστησάμενοι, εἰς τὸ καθ’ ὁμοίωσιν ὡς ἐφικτὸν ἀνηνέχθητε. Ἀσκητικῶς γὰρ
τὴν φύσιν ἐκβιασάμενοι, τὸ χεῖρον τῷ
κρείττονι, ἐμφρόνως ὑπετάξατε, τὴν σάρκα τοῦ Πνεύματος δουλώσαντες. Ὅθεν
μοναζόντων ἀνεδείχθητε ἄκροι, πολισταὶ τῆς ἐρήμου εὐδρομούντες ἀλεῖπται,
κανόνες ἀρετῆς ἀκριβέστατοι. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων,
χωρήσαντες, ἀτενῶς καθορᾶτε τὴν Ἁγίαν Τριάδα, δυσωποῦντες ἀμέσως, ὑπὲρ τῶν
πίστει τιμώντων ὑμᾶς.
Καὶ νῦν. Θεοτοκίον.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε, καὶ Θεὸς ἡμῶν, τὰς δύῳ φύσεις
αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνήσκει, ὡς δὲ Θεὸς ἐξανίσταται. Καὶ σὲ Θεομῆτορ, νόμῳ
φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἡ οἰκονομία.
Μετέβης δὲ πρὸς οὐρανοὺς νύμφη, ὡς ἐκ παστοῦ σκήνους σου, γῆθεν ἀπάρασα,
ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν
Ἀπόστολοι, καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον Σῶμά σου,
καὶ ἐπιτάφιον ὕμνον ἐξάδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· αὕτη ἡ
ἀλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ’
ὦ πολυΰμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, ἡμεῖς γὰρ λαός σου, καὶ
πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν,
καὶ μέγα ἔλεος.
Εἴσοδος, φῶς ἱλαρόν, Προκείμενον καὶ τὰ Ἀναγνώσματα.
Βασιλειῶν τρίτης τὸ Ἀνάγνωσμα.
Ἔστη Σολομῶν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης Ἐκκλησίας
Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε: Κύριε, ὁ Θεὸς
Ἰσραήλ, οὐκ ἔστι Θεὸς ὡς σύ, ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ
οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὅν ὠκοδομήσω ἐν τῷ
ὀνόματί σου; πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ,
ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου,
πρὸς σὲ σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεωγμένους εἰς τὸν οἶκον τοῦτον,
ὅν εἶπας, ἔσται τὸ ὄνομά σου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται
ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας, καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως
τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ὅ ἄν προσεύξονται εἰς τὸν τόπον τοῦτον.
Καὶ σὺ εἰσακούσῃ εἰς τὸν τόπον τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσης,
καὶ ἵλεως ἔστῃ αὐτοῖς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν
παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Πατέρες θεόφρονες, τῶν ἀσκητικῶν ἀγώνων τὰ εὐώδη κειμήλια, ὑμεῖς τὸν
Σταυρὸν ἐπ’ ὤμων ἄραντες, σαρκὸς ἐπατήσατε, τὸ χαμαίζηλον φρόνημα. Ταῖς ἀρεταῖς
δὲ φαιδρύναντες τὴν ψυχήν, πρὸς ἔρωτα ἐπτερώθητε θεῖον, σαρκὸς ἔξω καὶ κόσμου
γενόμενοι. Καὶ νῦν ἐν οὐρανοῖς σὺν Ἀγγέλοις ὑμνεῖτε, Τριάδα τὴν ὁμοούσιον.
Ἦχος β΄.
Τῷ τοῦ Πνεύματος πυρὶ θεοφόροι προσομιλήσαντες, θεοφεγγεῖς ἄνθρακες, ἐν
κόσμῳ ἐδείχθητε, καταλαμπρύνοντες ψυχάς, τῶν ὑμῖν προσιόντων, πρὸς φῶς τὸ
ἀνέσπερον ὁδηγοῦντες αὐτούς. Ὀλεθρίων δὲ παθῶν τοὺς ἐρημικοὺς ἄνθρακας, τῇ
δρόσῳ τοῦ Πνεύματος καταμαράναντες, παθῶν ἀνεδείχθητε, χαλεπῶν ἰατῆρες, καὶ
πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ἐῤῥάγῃ ἐν ἐρήμῳ ταῖς προσευχαῖς ὑμῶν, ὕδωρ ἀένναον, ἐξ ἀκροτόμου πέτρας
ἀναδιδόμενον· καὶ ἡ γῆ διψῶσα, εἰς ἔλη κατεσκεύασται, τῶν ἀσκητῶν τὸ σύστημα,
δαψιλῶς καταρδεύουσα. Πεφυτευμένοι γὰρ ἐν αὐλαῖς τοῦ Κυρίου, Ὅσιοι, ὡς φοίνιξ
ἐξανθήσατε, καὶ ὡς ἡ Κέδρος ἡ ἐν τῶ Λιβάνῳ, τὴν ἄτεκνον χῶραν, ἐπὶ τέκνοις
δείξαντες εὐφραινομένην.
Ἦχος δ΄.
Νόμῳ Θεοῦ τὰς αἰσθήσεις παιδαγωγήσαντες, τὸν νοῦν πρὸς κατανόησιν τῶν
νοητῶν, ἐπιτήδειον κατεστήσατε, ἀναβάσεις ἐν καρδίᾳ, διατιθέμενοι, καὶ ἀπὸ
δόξης εἰς δόξαν ἀνενδότως προβαίνοντες. Καὶ θείοις θεωρήμασι τὴν ψυχὴν
ἀνακαθαίροντες, πνευματικῶν χαρισμάτων χωρητικὴν εἰργάσασθε. Ὅθεν καὶ τὴν τῶν
θαυμάτων ἐνέργειαν πλουσίως δεξάμενοι, ψυχῶν καὶ σωμάτων ἰατροί, ἀνεδείχθητε
μακάριοι.
Ἦχος πλ. α΄. Διονυσίου Χαλδίας.
Δεῦτε ἐπαρθέντες ἐν πνεύματι, ὄρος εἰς Μελέα ἀνέλθωμεν, ἔνθα κατεσκήνωσε,
χάριτι ὁ Χριστοφόρος, μετὰ Βαρνάβα καὶ Σωφρονίου καλῶς· σήμερον γὰρ συγκαλοῦσι
θερμῶς, ἡμᾶς εἰς ἑστίασιν, πνευματικὴν τράπεζαν ἅπασι προθέμενοι. Ὅθεν καὶ
ἡμεῖς πανδημεῖ, ἐν τῇ σεπτῇ αὐτῶν πανηγύρει, χαρμοσύνως συνέλθωμεν, αἴνεσιν
καρπὸν χειλέων ὁμολογοῦντες, τῷ Ποιητῇ τῶν ὅλων καὶ πρύτανι. Σὺν αὐτοῖς οὖν
βοῶμεν ὁμοφώνως, τοῖς ὀσίοις καθηγηταῖς τῆς μονῆς. Ἄναρχε Θεὲ Πάτερ, Υἱέ, σὺν
τῷ Πνεύματι, τὸν ναὸν τοῦτον φύλαξον, καὶ τοὺς πιστῶς προστρέχοντας, τῆς
Παρθένου ταῖς πρεσβείαις, καὶ ἱκεσίαις καμπτόμενος.
Ὁ αὐτός.
Πάτερ Βαρνάβα, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον
κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος, ὅθεν πᾶσιν ἐβόας·
ἀγαπήσατε τὸν Θεόν, καὶ εἡρήσατε χάριν αἰώνι0ον. Μηδὲν προτιμήστε τῆς ἀγάπης
αὐτοῦ, ἵνα ὅταν ἐλθῃ ἐν τῆ δόξῃ αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν
Ἁγίων. Οὗ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου
νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν
ἠτοίμασας τοῦ Πνεύματος καταγώγιον. Ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μόνην
παρὰ σοὶ ἐποιήσατο. Καὶ τῆς ὁμοουσίου Τριάδος, θεράπων γενόμενος, μεγαλοκήρυξ
Σωφρόνιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄. Τοῦ αὐτοῦ.
Σήμερον τὸ σπήλαιον εὐφραίνεται φαιδρῶς, καὶ ἡ ἔρημος ἀγάλλεται πιστῶς, ἐπὶ
τῇ μνήμῃ Βαρνάβα, Σωφρονίου τε καὶ Χριστοφόρου· ἠ γὰρ παροῦσα ἑορτή, ἐπέστη
ἡμῖν ὡς ἄνθος ὠραιότατον εὐωδιάζουσα ἡμᾶς· δι’ ὅ ἐν ασμασι στέψωμεν τοὺς
θεοφόρους Πατέρας ἡμῶν, τοὺς οἰκιστὰς τῆς ἐρήμου. Σταθερῶς γὰρ τὸ ἀσκητικὸν
στάδιον διήνυσαν, ὑπενεγκόντες ἅπαν λυπηρόν, διὰ τὰς ἄνω μονάς, ἅς ἐπεπόθησαν
ἐν γῇ. Δι’ ὅ καὶ τὸν δεσποτικὸν εὐκλεῶς περικυκλοῦντες Θρόνον, πρεσβεύουσι
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ἐπὶ τῇ μνήμῃ τῶν Ὁσίων, Χριστοφόρου λαοὶ καὶ φυλαί, Βαρνάβα καὶ Σωφρονίου,
ὁμοφώνως συνδράμωμεν, ἀσματικὴν ὑμνολογίαν, τῷ Κυρίῳ προσοίσοντες τῷ τοὺς
Ὁσίους δοξάσαντι. Μεταστήσας καὶ γὰρ αὐτοὺς εἰς μονὰς τῶν οὐρανῶν, συνηρίθμησεν
Ἀγγέλοις, θρόνον τὸν τῆς ὑπερουσίου Τριάδος ὁρᾶν ὁλόφωτον. Ἀλλ’ ὦ θεῖοι
Ἀσκηταί, πρεσβεύοντες τῷ Θεῷ ἡμῶν μὴ ἐλείπητε, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος βαρύς. Τοῦ αὐτοῦ.
Δεῦτε ἅπασαι χορεῖαι τῶν πιστῶν, ἐν ᾠδαῖς τιμήσωμεν, τοὺς λατρευτὰς τῆς
μιὰς θεότητος, Χριστοφόρον τὸν ἱερόν, καὶ τὸν κλεινὸν Σωφρόνιον μακαρίζοντες,
σὺν Βαρνάβᾳ τῷ θείῳ· στεῤῥῶς καὶ γὰρ οὗτοι, τὸν τοῦ σκότους Ἄρχοντα καθελόντες,
ἐν αὐλαῖς δικαίων, δυσωποῦσιν ἐκτενῶς, τὴν Ἁγία Τριάδα, ὑπὲρ τῶν τελοῦντων τὴν
θείαν μνήμην αὐτῶν.
Ἦχος πλ. δ΄. Παύλου τοῦ Μεταξοπούλου.
Θεὶς κελεύσει ἐξ Ἀθηνῶν, διὰ τῆς Θεομητορικῆς Εἰκόνος, τὸ ὄρος τοῦ Μελέα
κατελάβετε, καθ’ ὁδὸν θαυματουργοῦντες· τοῦ γὰρ ποταμοὺ τὸ ῥεῖθρο, τῇ πρὸς Θεὸν
εὐχῆ διαῤῥήξαντες, ποσὶν ἀβρόχοις ἐπεραιώθητε, κλινοπετῇ, ὡς ἄλλον Παράλυτον
ἀνωρθώσατε· ἀκρίδων νέφος διὰ προσευχῆς ἀπηλάσατε· πρὸς μετάνοιαν ληστὰς
ἑλκύσαντες, σωτηρίας αὐτοὺς ἠξιώσατε· ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τοῦ Μελέα, ναὸν τῇ
Θεοτόκῳ ἐγείραντες, ὕδωρ ἁγιασμοῦ δι’ αὐτῆς ἀνεβλύσατε, καὶ ἀῤῥαβῶνα τῆς
μελλούσης ζωῆς, σταυρὸν καὶ κάρφος ἐλαίας παρ’ αὐτῆς δεξάμενοι, εἰς οὐρανοῦς
στεφανῖται μετέστητε· ἀλλ’ ὦ Πατέρες Ὅσιοι, Βαρνάβα τε καὶ Σωφρόνιε, ὡς
παριστάμενοι τῷ θρόνῳ τῷ δεσποτικῷ, σὺν τῷ σοφῷ Χριστοφόρῳ, τῷ διὰ τῆς Παναγίας
φωτισθέντι, μὴ διαλείπητε, ἀεὶ Χριστῷ πρεσβεύοντες, ὑπὲρ τῶν τιμώντων ὑμᾶς.
Δόξα. Καὶ νῦν. Ἦχος α΄. Διονυσίου Χαλδίας.
Θεαρχίῳ νεύματι, ἄραντες οἱ θεοφόροι Ἀθήνηθεν, μετὰ σπουδῆς εἰς τὴν Ἕω
ἀνέδραμον.
Πλ. α΄. Καταλαβόντες τὸ ἀνάκτορον, σὺν Σωφρονίῳ Βαρνάβας, ἐξόχως ἠσπάζοντο.
Ἦχος β΄. Ἡ γὰρ ὑπέρτατη τῶν οὐρανῶν Κυρία, τοῖς θεοφόροις Πατράσι, συμπαρεγίγνετο,
κατασκευάζουσα ἐνδιαίτημα ἄντρον θεόδμητον, τοῖς πόθῳ ἀπαίρουσι, τῶν ἐγκοσμίων
εἰς οὐράνια. Καὶ ἀναβάντες ἐβόων, τοῖς ἐμφωλευούσαις χελιδόσιν, ἡμᾶς ἡ
Παντάνασσα θεόπαις συμπαρέπεμψεν.
Ἦχος γ΄. Ἄρατε τοίνυν, ἵν ᾧδε βασιλικὸν οἶκον δωμήσωμεν, εἰς δόξαν καὶ αἶνον τῆς
ἀφθόρου Μητρός.
Βαρύς. Διὰ ταύτης γὰρ ἡ παγγενής, τῶν
βροτῶν σωτηρία γέγονεν· ᾗ ὑπουργῆσαι ἐφιέμεθα. Καὶ ταύτῃ ἄξιον οἶκον μεθαρμόσαι
τὸ σπήλαιον.
Ἦχος δ΄. Τούτου γὰρ ἕνεκα παρίδομεν πᾶσαν δόξαν πρόσκαιρον.
Ἦχος πλ. δ΄. Δι’ ὅ Ἄχραντε Θεοτόκε, ᾀεὶ σὺν τῷ Βαρνάβᾳ τῷ σοφῷ, Σωφρονίῳ τε καὶ
Χριστοφόρῳ, πρέσβευε διηνεκῶς περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης
προσβολῆςἐναντίας τὴν νεολαίαν σου, τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
Ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς σὲ μακαρίζοντες.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τοὺς τρεῖς τῆς Τριάδος τῆς σεπτῆς, μύστας εὐφημήσωμεν, Βαρνάβαν τὸν
ἱερώτατον, καὶ τὸν Σωφρόνιον, καὶ τὸν Χριστοφόρον, τοὺς πιστοὺς θεράποντας καὶ
λάτρας τῆς Ἁγνῆς Θεομήτορος, τοὺς καὶ πρεσβεύοντας, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου...
Πατέρες θεόφρονες, ὑμῶν ἡ γῆ οὐ κατέκρυψε τὰ ἱερώτατα σώματα, τῶν ἰαμάτων
γάρ, πηγὴ ἀνεδείχθη, ἀφθόνως βλυστάνοντα, παθῶν τὴν θεραπείαν τοῖς πάσχουσι,
ψυχὰς καὶ σώματα, καὶ δαιμόνων ἀπελαύνοντα, ἐπηρείας τῶν πιστῶν ἑκάστοτε.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Οἱ λόγῳ καὶ βίῳ ἀκριβεῖς, ἀρετῆς διδάσκαλοι, τὰ ἀκηλίδωτα ἔσοπτρα, τοῦ
θείου Πνεύματος, οἱ τοῦ τρισηλίου φωτός, τῶν ἐμφάσεων, λαμπρὰς μαρμαρυγὰς
ἀπαστράπτοντες, οἱ τῷ τῆς χάριτος, θρόνῳ ἅμα παρισταμένοι, δυσωπεῖτε ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν τρωθέντες τῷ ἔρωτι, πᾶσι τοῖς τοῦ βίου τερπνοῖς
ἀπετάξασθε Ὅσιοι, τὸν ἐν τῷ τούτων καρπῷ κρυπτόμενον ὄφιν δι’ ἐγκρατείας
ἀποκρουσάμενοι. Ὅθεν καὶ βίον ἰσάγγελον ἐπὶ γῆς πολιτευσάμενοι, νῦν ἐν
οὐρανοῖς, ἀπολαύετε τοῦ ξύλου τῆς ζωῆς, ἀθανασίας τρυγῶντες, καρποὺς τοὺς
ἀκηράτους, καὶ πρεσβεύοντες πάντοτε Κυρἰῳ, ἐλεηθήναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πάνσεπτόν σου κοίμησιν παναγία Παρθένε, Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν
οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ
ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα ὑπὲρ ἡμῶν μὴ παύσῃ
δεόμεθα τῶν εἰς σε μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων Θεοτόκε, πανύμνητε καὶ
ἀπειρόγαμε.
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Ταῖς τῶν δακρύων σου ῥοαῖς.
Τῷ τῆς Θεόπαιδος χρησμῷ, τοῖς τοῦ βίου ἀποταξάμενοι, καὶ τοῖς ἑκάστοτε
αὐτῆς, φωτοφανίαις ξένω ς μυσταγωγούμενοι, ὡς φοίνιξ ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου
ὄντως ἠνθήσατε, Βαρνάβα, Σωφρόνιε καὶ Χριστοφόρε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ,
Πατέρες ἡμῶν τρισόλβιοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τοῦ λίθου.
Τοὺς φαεινοὺς τρεῖς φωστήρας τῆς τρισηλίου θεότητος, τοὺς τῶν μοναστῶν τὰς
χορείας, ἀκτίσι βίου πυρσεύσαντας, τῆς Θεοτόκου τοὺς καὶ μύστας καὶ λάτρας,
τοὺς καὶ θεοφόρους τῷ τῆς Ἁγνῆς κελεύσματι χρηματίσαντας, Βαρνάβαν τὸν ὑψίνουν,
καὶ τὸν θεοφόρον Σωφρόνιον, σὺν τῷ κλεινῷ Χριστοφόρῳ τῶ νῦν σχόντι θεοδίδακτον,
πάντες οἱ τοῦ βίου αὐτῶν ὀπαδοί, συνελθόντες ὕμνοις τιμήσωμεν. Αὐτοὶ γὰρ τῇ
Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ γεννήσει...
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἡ θεόπαις Μαριάμ, τοὺς θεοφόρους ἀσκητάς, ἐξ Ἑλλάδος συγκαλεῖ, πρὸς θεῖον
ὕψος οὐρανοῦ, δι’ ὅ προθύμως σὺν Σωφρονίῳ Βαρνάβας, μεθέπονται αὐτῇ,
συνυπουργῆσαι Θεῷ, Χριστῷ τῷ ἐξ αὐτῆς, δίχα τεχθέντι σπορᾶς, καὶ διὰ τοῦτο
Ἄγγελοι, βοῶσιν ἐν παῤῥησίᾳ τῷ κτίστῃ Θεῷ· Θεὲ Πατέρων ὁ μεταστήσας, τοὺς
ἱκέτας σου δόξα σοι.
Δόξα.
Χριστοφόρον τὸν κλεινόν, ἀνευφημήσωμεν πιστοί, ὅν κατέστησε Χριστός, ἐξ
ἀροτῆρος ἱερόν, τοῦ ἱεροῦ ἀμπελῶνος αὐτοῦ ἐργάτην. Τῆς γνώμης γὰρ αὐτοῦ εἰδὼς
τὸ ἄπλαστον, ὡς ἄλλον Ἐλισσαῖον ἀνελάβετο, ἐκ τῶν βοῶν καὶ γνώσεως, ἐνθέου
ὑπερφυῶς αὐτὸν ἔπλησε, τῶν μυστηρίων, τὼν ἀποῤῥήτων, ἱερουργὸν προβαλλόμενος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀναβόησον Δαβίδ...
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ὴχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Βαρνάβαν τὸν σοφόν, καὶ Σωφρόνιον ἅμα, τὸ ζεύγος τὸ κλεινόν, τῆς Ἁγίας
Τριάδος, τὰ σκεύη τοῦ Πνεύματος, τοῦς Χριστοῦς τοὺ θεράποντος, τοὺς τῆς
πίστεως, ἀκριβεστάτους κανόνας, τὸν ἰσάγγελον, ὁμοῦ βιώσαντας βίον, πιστῶς
εὐφημήσωμεν.
Δόξα.
Ἡ πάντιμος δυάς, τῶν Ὁσίων Πατέρων, τιμᾶται θαυμαστῶς, ἐν Μελέᾳ τῷ ὄρει,
Βαρνάβας καὶ Σωφρόνιος, λάτραι τῆς Θεομήτορος, ὅθεν σήμερον, συναθροισθέντες,
ἐνθάδε ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Θεοῦ τοὺς θεράποντας.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ πάντιμος χορός...
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Πόνοις ἀσκήσεως, σαρκὸς τὸ φρόνημα, καταμαράναντες, πάντα ἐσβέσατε, τὰ καθ’
ὑμῶν τοῦ πονηροῦ, βέλη πεπυρωμένα, πνεῦμα δὲ πλουτήσαντες, τοῦ Χριστοῦ ὑμῖν
ἔνοικον, χάριν ἐκομίσασθε, τὰ ἀκάθαρτα πνεύματα, ἐλαύνειν καὶ ἰᾶσθαι παντοῖα,
πάθη ψυχῶν τε καὶ σωμάτων.
Δόξα.
Πῶς δὲ τιμήσωμεν, Πάτερ θεόσοφε; πῶς σοῦ τὸ ἄμεμπτον βίον θαυμάσωμεν; Καὶ
γὰρ πολλαῖς ἐμφανῶς, ὦπταί σοι Χριστοφόρε, ὑπέρλαμπρος ἡ Πάναγνος, θείαν χάριν
βραβεύουσα, εὑροῦσά σε ἄξιον, σκεῦος ὄντως Μακάριε, δι’ ὅ μετὰ Ἀγγέλων ἐν
ὕμνοις, σοῦ τὴν θείαν μνήμην τιμῶμεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ γεννήσει σου, σύλληψις ἄσπορος...
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος πλ. δ΄. Τίμιος ἐναντίον Κυρίου...
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι
παρεδόθη ὑπὸ τοῦ Πατρός μου... (Δεκεμβρίου ε΄).
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἰδιόμελον, Ἦχος πλ. β΄.
Σήμερον ἀσκητῶν τάγματα, δόξαν προσφέρουσι Θεῷ, τῷ δοξάσαντι τὴν μνήμην τῶν
Ὁσίων, καὶ γὰρ αὐτοῖς συνδοξάζονται, ὁ Βαρνάβας καὶ Σωφρόνιος, μετὰ τοῦ
Χριστοφόρου· πρεσβείαις Κύριε τῶν σῶν Ὁσίων, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς
ἡμῶν.
Ὁ α΄ Κανὼν τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων β΄.
Ὁ Κανών τῶν Ὁσίων Βαρνάβα καὶ Σωφρονίου. Ποίημα
Νεοφύτου Πελοποννησίου, οὗ ἡ ἀκροστιχίς: Αἰνῶ δυάδα τῶν Ὁσίων Πατέρων.
Νεόφυτος.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Ἀνυμνῆσαι μνήμην τὴν φαιδράν, τῶν Πατέρων ᾄσμασιν, ὁ τῶν Πατέρων Θεός, σύ
μοι δώρησαι, ἐν ἀνοίξει στόματος, λόγου δύναμιν, τὴν τῶν σῶν θρόνων πάρεδρον.
Δώρημα γὰρ ἅπαν, τέλειον ἐκ σοῦ ἡμῖν κατέρχεται.
Ἱερῶς τὸν βίον ἐπὶ γῆς, Ὅσιοι ἀνύοντες, χρηματισμῶν ἱερῶν ἠξιώθητε, τῶν τῆς Θεομήτορος, ἀποτάξασθαι τῇ τοῦ βίου τερπνότητι· ὅθεν τὸν Σταυρὸν ἀράμενοι, Χριστῷ ἠκολουθήσατε.
Νυσταγμὸν βλεφάροις ψαλμικῶς, ὕπνον τε τοῖς ὄμμασι, γενναιοφρόνως σοφοί,
οὐκ ἐδώκατε, ἕως οὗ τὸ σκήνωμα, ἐκτυπώματος τῆς Πανάγνου Θεόπαιδος, ἴχνεσιν
αὐτοῦ ἑπόμενοι, εὑρόντες συνῳκίσθητε.
Θεοτοκίον.
Ὡς ὡραίαν, ὡς περικαλλῆ, ὅλην ὡς ἀμώμητον, τὴν Ἰακὼβ καλλονήν, σὲ Θεόνυμφε,
εὑρηκὼς ἐσκήνωσεν, ἐν τῇ μήτρᾳ σου, ὑπὲρ λόγον καὶ ἔννοιαν, ὁ δεδοξασμένος
Κύριος, ἐνδόξως γὰρ δεδόξασται.
Ἕτερος Κανών, τοῦ αὐτοῦ, εἰς τὸν Ὅσιον Χριστοφόρον, οὗ
ἡ ἀκροστιχίς: Χριστοφόρον τε Χριστοῦ μου τὸ φορεῖον.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χριστοῦ τὸν θεράποντα,, τὸν Χριστοφόρον ὑμνήσωμεν, ὅν ἔχρισεν ἔλαιον
ἀγαλλιάσεως, ὁ τῷ Πνεύματι, χρισθεὶς τὸ κατὰ σάρκα, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὅτι
δεδόξασται.
Ῥημάτων αὐτήκοος, καὶ ὑπερφώτου λαμπρότητος, αὐτόπτης σὺ γέγονας, τῆς Θεομήτορος, καὶ καταπεσών, ὡς Δανιὴλ ἀνέστης, χειρὸς τῆς Θεόπαιδος, ἐπειλημμένης σου.
Ἱδὼν τὸ ἀκέραιον, τῆς σῆς καρδίας καὶ ἄπλαστον, ὁ γνοὺς πρὸ γενέσεως, αὐτῶν τὰ σύμπαντα, Ἱερέα σε, σοφὸν ἐξ ἀροτῆρος, ὡς τὸν Ἐλισσαῖον πρὶν προεχειρίσατο.
Θεοτοκίον.
Σὲ τεῖχος ἀπόρθητον, καὶ στρατηγὸν ἀπροσμάχητον, κατὰ ὁρωμένων τε, καὶ
ἀοράτων ἐχθρῶν, προβαλλόμεθα, καὶ ἄγκυρα ἐλπίδος, πλουτοῦμεν θεόνυμφε, τῆς
σωτηρίας ἡμῶν.
ᾨδὴ γ΄. Τῶν Ἁγίων. Ἐξήνθησεν ἡ ἔρημος.
Δυάδα ὑπερέβητε, τὴν τῆς ὕλης Ὅσιοι, τῆς τριλαμποῦς θεότητος, τῇ ἀΰλῳ
στοργῇ ἑνούμενοι, καὶ πίστει τὴν καρδίαν στερεούμενοι.
Υἱὸς σὺ παρακλήσεως, ὦ Βαρνάβα γέγονας, σὺν Σωφρονίῳ Πνεύματος, παρακλήσει καθιλαρύνοντες, τοὺς πόθῳ τὴν ὑμῶν μνήμην γεραίροντας.
Ἀῤῥήτοις ταῖς ἐλλάμψεσι, τῆς Ἁγνῆς Θεόπαιδος, ἀπαύστως πυρσευόμενοι, τὴν τοῦ βίου νύκτα διήλθετε, καὶ πρὸς φῶς ἐσκηνώσατε ἄδυτον.
Θεοτοκίον.
Δαβὶδ τοῦ Θεοπάτορος, ἐκ τῆς ῥίζης Πάναγνε, προφητικῶς ἐβλάστησας, ἀλλὰ σὺ
καὶ Δαβὶδ ἐδόξασας, ὡς τῆς δόξης τὸν Κύριον γεννήσασα.
Ἕτερος, τοῦ Ὁσίου. Τοὺς Σοὺς ὑμνολόγους.
Τῆς σῆς θϋηφόρου Χριστοφόρε, χειρὸς τὸ παράσημον, Χριστὸς ἐπίσημον
ἀνέδειξε, τῷ σὲ χειροτεθήσαντι, ἐκ μήτρας γὰρ μητρὸς τῆς σῆς, σὲ Γαζηραῖον
ἀφώρισεν.
Ὁ πάλαι λαβὼν ἐκ τῶν προβάτων, Μωσῆν, τὸν Ἀμῶς, καὶ τὸν Δαβίδ, οὗτος ἐκ τῶν βοῶν καὶ σέ, ἀνέλαβε Χριστοφόρε, τῶν μυστηρίων ἔμφρονα ἱερουργὸν προβαλλόμενος.
Φορεῖον ἐγένου Χριστοφόρε, τοῦ σύμπαντος φέροντος δρακί, ἐλθὼν γὰρ παρὰ σοὶ Χριστός, μετὰ Πατρὸς καὶ Πνεύματος, μονὴν ἐν σοὶ ἐποίησεν, ἠγαπηκῶς ὡς ἠγάπηται.
Θεοτοκίον.
Ὁ Ὤν ἐν μορφῇ Θεοῦ Παρθένε, μορφὴν δούλου ἔλαβεν ἐκ σοῦ, σωματωθεὶς ἐν
μήτρᾳ σου, ἀσπόρως ὁ Ἀσώματος, καὶ σὲ φυλάξας ἄφθορον, ἐν τόκῳ καὶ μετὰ γέννησιν.
Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῆς ἑορτῆς.
Εἶτα τὸ Κάθισμα τῆς ἑορτῆς.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ψυχὴν δεσμευθέντες πόθῳ Χριστοῦ, τὰ τερπνὰ παριδόντες πάντα τῆς γῆς,
ηὐλίσθητε Ὅσιοι, ἐν σπηλαίοις καὶ ὄρεσι· τοῦ τῆς ζωῆς γὰρ ξύλου, γευσάμενοι
ἔνδοξοι, ὡς ἐξ ἀδύτων μύσται, ἐνθέως ἐλλάμψατε· ὅθεν καὶ τὸν γνόφον, τῆς σαρκὸς
διασχόντες, Σιὼν πρὸς οὐράνιον, καὶ πρὸς πόλιν μακάριοι, Θεοῦ ζῶντος
προσήλθετε, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Ἕτερον, ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῖς τοῦ βίου θορύβοις ἀποταξάμενοι, καὶ τῷ Κυρίῳ προθύμως ἀκολουθήσαντες,
τῆς Θεοτόκου τὸν ναὸν κατηξιώθητε, κατοικεῖν δὲ διὰ παντός, καὶ ἐπισκέπτεσθαι
αὐτόν, ὑμνοῦντες καὶ εὐλογοῦντες, τὸν ἐξ αὐτῆς γεννήθεντα, καὶ τὴν αὐτὴν
ἀφθόρως γεννήσαντα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατέρες τρισόλβιοι, τῶν μοναστῶν ἡ κρηπίς, τὸν βίον τελέσαντες, ἐπὶ τῆς γῆς
εὐσεβῶς, τοῦ Πνεύματος ὤφθητε, ἔσοπτρα τήν ἐξ ὕψους, εἰσδεχόμενα αἴγλην, πάντας
φωταγωγοῦντες, τῶ λαμπρῷ ὑμῶν λόγῳ, καὶ βίῳ τῷ λαμπροτέρῳ, Θεομακάριστοι.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν Ἁγνή, πάντα τὰ γένη τῶν βροτῶν, ἐκτυπώματος τοῦ σοῦ, τοὺς τῶν
θαυμάτων ποταμούς, πῶς ἀεννάως τὴν χάριν πᾶσι πηγάζει, πνευμάτων πονηρῶν, σοβεῖ
τὰς μάστιγας, σωμάτων καὶ ψυχῶν λύει παθήματα, τῶν ἀναγκῶν καὶ θλίψεων, καὶ
πάσης ἀπολυτροῦται κακώσεως, πάντας τοὺς τούτῳ, προσερχομένους, καὶ πιστῶς σε
δοξάζοντας.
ᾨδὴ δ΄. Τῶν Ὁσίων. Ἐλήλυθας ἐκ Παρθένου.
Ἀνάστατοι τῆς οἰκείας πατρίδος γενόμενοι, ποταμούς ἐστήσατε, ῥεῖθρα ἀέναα
Ὅσιοι, καὶ τοῖς ποσὶ διέβητε, τῷ Ἡλιοῦ θείῳ πνεύματι κοσμούμενοι.
Τῆς πίστεως ἐν καρδίᾳ τὸν σπόρον νεώσαντες, νέφος διελύσατε, τὸ τῆς ἀκρίδος μακάριοι, τὸ ἐπινεμόμενον, τῶν γεωργῶν τὰς ἀρούρας καὶ τὸν ἄσταχυν.
Ὡς τήξαντες ἐγκρατείᾳ τὴν σάρκα θεσπέσιοι, καὶ πάθη νεκρώσαντες, ἐν τῇ μαχαίρᾳ τοῦ Πνεύματος, κλινοπερῆ παράλυτον, τῶν εὐχῶν ἐπαφῇ ἀνωρθώσατε.
Θεοτοκίον.
Νυμφῶνός με τοῦ Υἱοῦ σου υἱὸν Θεονύμφευτε, πταισμάτων τὸ δύσμορφον,
ἀπαμφιάσασα, δέομαι, κάλλει δ’ ὡραιότητος, τῷ τοῦ Νυμφίου, νυμφοστολοῦσα,
ποίησον.
Ἕτερος τοῦ Ὁσίου. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥωμαλαίᾳ διανοίᾳ, μετανάστης γεγένησαι, τῆς ἐνεγκαμένης, ὡς ὁ Ἀβραὰμ καὶ
ἀνῴκισας, ὡς τὸν ναὸν Ζοροβάβελ τὸ ἀνάκτορον, τῆς Θεόπαιδος, διὰ παντὸς ἀνυμνῶν
αὐτήν.
Ὁ σοφίας τοὺς ἀγροίκους, ἁλιεῖς ὑπὲρ ῥήτορας, καὶ σὲ μὴ εἰδότα, γράμματα
σοφίας ἀνέδειξε, μυσταγωγὸν ἐξ ἀγροίκου, τῶν τῆς χάριτος, μυστικῶν Χριστοφόρε
διὰ τῆς Θεόπαιδος.
Νύμφης ὤφθης τῆς Πανάγνου, λειτουργὸς ἱερώτατος, τῆς δικαιοσύνης τὴν
καταστολὴν ἐνδυσάμενος, καὶ Ἀαρὼν ὥσπερ νέος εἰσερχόμενος, εἰς τὰ ἅγια τῶν
ἁγίων ἁγίως ἑκάστοτε.
Θεοτοκίον.
Τὴν ἐκ σοῦ Μωσῆς σημαίνων τοῦ Θεοῦ Λόγου σάρκωσιν, προδιέγραψέ σε, στάμνον
καὶ λυχνίαν ἑπτάφωτον, καὶ κιβωτὸν Θεοτόκε, ἁγιάσματος, θείαν τράπεζαν, ἐξ
οὐρανοῦ Ἄρτον φέρουσαν.
ᾨδὴ ε΄. Τῶν Ὁσίων. Μερίτης Θεοῦ.
Οὐδὲν τῶν φθαρτῶν, τῆς ἀγάπης εἵλκυσεν ὑμᾶς τοῦ Χριστοῦ, δι’ αὐτὸν γὰρ
Ὅσιοι, βίου τοῖς τερπνοῖς ἀποταξάμενοι, ὁλοψύχῳ προθέσει, αὐτῷ ἠκολουθήσατε.
Συντόνοις εὐχαῖς, καὶ παννύχοις στάσεσι τοῦ θείου ναοῦ, πύλας διηνοίξατε. Οἷδε γὰρ Θεὸς ποιεῖν τὸ θέλημα, τῶν
αὐτὸν φοβουμένων, καὶ τὴν εὐχὴν αὐτῶν πληρούν.
Ἱστίῳ Σταυροῦ, βίου διαπλεύσαντες τὸν πλοῦν γαληνῶς, ὅρμον πρὸς οὐράνιον, πηδαλιουχούμενοι τῷ Πνεύματι, τῆς ψυχῆς τὴν ὁλκάδα, ἀκλύστως διεσώσατε.
Θεοτοκίον.
Ὡς νάμα τὸ ζῶν, καὶ ζωήῤῥητον πηγάσασά με δρόσισον, φλογμῷ περιστάσεων, καὶ
παραπτωμάτων συγκαιόμενον, ταῖς τῶν σῶν θεραπόντων πρεσβείαις, Θεονύμφευτε.
Ἕτερος, τοῦ Ὁσίου. Ἐξέστῃ τὰ σύμπαντα.
Εὐθύς τε καὶ ἄπλαστος, τὸν τρόπον καὶ ἀκέραιος, πρᾶος ἱλαρὸς πλήρης ἀγάπης,
τῆς πρὸς Θεόν τε καὶ τὸν πλησίον σου, ἀρετῆς καὶ πίστεως κανών, ἀκριβῆς
γεγένησαι, Χριστοφόρε τρισόλβιε.
Χαρᾶς ἡμῖν πρόξενος, ἡ μνήμη σου ἀνέτειλε, βίου γὰρ τοῦ σοῦ τὸ φῶς τρισμάκαρ ἔμπροσθεν πάντων λάμπον θεώμενοι, δόξαν ἀναπέμπομεν Θεῷ, τῷ σὲ ἐν τοῖς θαύμασι, μετὰ πότμον δοξάσαντι.
Ῥητῶν ἀποῤῥήτων τε, τὴν Πάναγνον πεπλούτηκας, καὶ μυσταγωγὸν καὶ χρησμολόγον, σοφίζουσάν σε καὶ συνετίζουσαν, διὰ τοῦ ὠτίου ἀκοῆς, διδόντος ὡς γέγραπται, καὶ τὸν νοῦν διανοίγοντος.
Θεοτοκίον.
Ἰάσεων ἄφθονα, πηγάζει τὰ ἰάματα, τὸ σὸν ἀπεικόνισμα Παρθένε, τοῦ γὰρ
τεχθέντος ἐκ σοῦ τῆς χάριτος, μετέδως προσβλέψασα αὐτῷ, Λουκᾶ ὑποδείξαντος, τοῦ
σοφοῦ θεοκήρυκος.
ᾨδὴ στ΄. Τῶν Ὁσίων. Ἐν ἀβύσσῳ πταισμάτων.
Νοῦν παθῶν ἡγεμόνα στησάμενοι, θεσπεσίοις Ὅσιοι ἄρτοις ἐτράφητε, τροφὴ ὑμῖν
αὐτόματον τοῦ τὰ σύμπαντα τρέφοντος στήσαντες.
Παροδεύοντες γῆς τὸ οἰκούμενον, τῶν ὁδοστατῶν τοὺς ὑμᾶς ἐκπειράσαντας, λέγοις αἰχμαλωτίσαντες, μετανοίας, Χριστῷ ὑπηγάγετε.
Ἀκεσώδυνα σχὼν τὰ σὰ δάκρυα, τούτων καταπαλαίσματι τὸ ἄλγος ἔπαυσας, τὸ τοῦ ποδὸς προσκόψαντος, Σωφρονίου, Βαρνάβα μακάριε.
Θεοτοκίον.
Τῆς ζωῆς τὴν πηγὴν τὴν ἀένναον, Ἄχραντε γεννήσασα, πύλας μοι ἄνοιξον, τὰς
τῆς ζωῆς καὶ σῶσόν με, εἰς ζωὴν ἐκ θανάτου μετάγουσα.
Ἕτερος. Τὴν θείαν ταύτην.
Στύλος φωτὸς καὶ σκιάζουσα νεφέλη ἐν ἐρήμῳ σὺ γέγονας, πρὸς τὰ οὐράνια, ἀπὸ
τῆς γῆς προηγούμενος, τῶν τὸν Θεὸν ὁρώντων, θεῖε Χριστοφόρε.
Τὴν τῶν παθῶν ῥήξας, θάλασσαν, τῇ ῥάβδῳ τοῦ Σταυροῦ διεπέρασας, τὸν ταύτης κλύδωνα· καὶ εἰς Σιὼν τὴν οὐράνιον, εἰσῆλθες τροπαιοῦχος θεομακάριστε.
Ὅλος Θεῷ ἀνακείμενος, τῆς γῆς δι’ ἀρετῆς ἀπανίστασο, τὸν νοῦν λαμπόμενος, ὡς ἀκηλίδωτον ἔσοπτρον, ταῖς νοηταῖς ἀκτῖσι τοῦ θείου Πνεύματος.
Θεοτοκίον.
Ὑμνοῦμεν Κόρη τὸν τόκον σου, καὶ σὲ ἀσματικῶς μακαρίζομεν. Χαῖρέ σοι
κράζοντες, δι’ ἧς χαρὰ ἡμῖν ἔλλαμψεν, ἡ τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν λύσασα.
Κοντάκιον. Ἦχος δ΄. Ἡ Παρθένος σήμερον.
Ὁ Βαρνάβας σήμερον, καὶ ὁ Σωφρόνιος ἅμα, οἱ Χριστοῦ θεράποντες, σὺν τῷ
κλεινῷ Χριστοφόρῳ, ἅπαντας συγκαλοῦσιν εὐσεβοφρόνως, αἴνεσιν ἀναπέμπεψαι, Θεῷ
τῷ ζῶντι, τῷ ἐν θαύμασι τοὺς τοῦτον, ἐν γῇ δοξάσαντας μεγαλύναντι.
Ὁ Οἶκος.
Τοὺς τῆς Τριάδος τῆς σεπτῆς, τρεῖς θεοφόρους μύστας, τὸν Ὅσιον Βαρνάβαν,
Σωφρόνιον τὸν πάνυ, καὶ Χριστοφόρον τὸν κλεινόν, συνελθόντες οἱ πιστοί, ἐν
ὕμνοις εὐφημήσωμεν, τοὺς μονοτρόπους ὁμοῦ διαπρέψαντας, καὶ ἐν ἀσκήσει ὡς
φοίνικας ἀνθήσαντας, τοὺς χρησμοδόχους τῆς Θεοτόκου, καὶ θείους ἱερουργοὺς τοῦ
Χριστοῦ, τοὺς ἐν ᾗ ἐπόλισαν ἐρήμῳ, ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθέντας, καὶ
τὴν οὐ τίκτουσαν στείραν, ἐπὶ πολυτεκνίᾳ εὐφραινομένην ἀναδείξαντας, κᾀντεῦθεν
εἰς Χριστὸν ἀναλύσαντας, ἔνθα πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Ἐφ’ οἷς
καὶ εὐχαρίστως αἶνον βοῶμεν τῷ Θεῷ, τῷ ἐν θαύμασι τούτον ἐν γῇ δοξάσαντας
μεγαλύναντι.
Συναξάριον·
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐξ Ἀθηνῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων
ἡμῶν, Βαρνάβα καὶ Σωφρονίου, τῶν ἐν τῷ Ὄρει τοῦ Μελέα ἐν ἀσκήσει καὶ θαύμασι
διαλαμψάντων.
Στίχοι:
Τὴν γῆν λιπόντες, ἐν τάχει πρὸς τὸν
Πόλον,
ἔβητε Σωφρόνιε, σύ τε Βαρνάβα.
Βαρνάβας, δεκάτῃ ὀγδόῃ θάνε
Σωφρόνιός τε.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Τῶν Ὁσίων. Ἀντίθεον πρόσταγμα.
Εἰκόνι ἑπόμενοι τῆς Θεοτόκου, ἥν χεῖρες ἱστόρησαν, Λουκᾶ τοῦ θεοκήρυκος,
εἰς ὄρος ἀνήχθητε, ὅ τεκμηρίοις πολλοῖς, ἔδειξεν ἡ Πάναγνος, ἡμῖν
χρησμοδοτοῦντα καὶ συνοδεύουσα.
Ῥωννύμενοι χάριτι τῆς Παναχράντου, τὴν πέτραν ἐῤῥήξατε, εὐχῆς ῥάβδῳ ὡς πρὶν Μωσῆς, σταγόνας ψεκάζουσαν ποτίμου ὕδατος, νόσων καὶ δεινῶν παθῶν, παντὶ ἀκεσωδίνους θεομακάριστοι.
Ὡς πάντα ἰσχύοντες ἐν τῷ κυρίῳ, ἡμέραις ἐν πλείοσιν ἀπρόσιτοι διήγετε· ὁ θεῖος δὲ Πρόδρομος ὡς ὁμοτρόποις αὐτῷ, ἅπασαν αὐτάρκειαν ὑμῖν, χρησμοδοτήσας ἐπανεκτήσατο.
Θεοτοκίον.
Νοός μου τὸ ἄστατον στῆσον Παρθένε, τὸν ὄρη καὶ νάπας τε σταθμῷ
ζυγοσταθμήσαντα, καὶ πνεῦμα τὸν κτίζοντα καὶ στεραιοῦντα βροντήν, οὐρανόν τε
στήσαντα καὶ γῆν, θεμελιώσαντα ἡ γεννήσασα.
Ἕτερος. Τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν.
Μνήμην ἄγει σοι, ἑόρτιον ἡ ποίμνη σου πανηγυρίζουσα ἐπὶ τῇ σῇ πρὸς Χριστόν,
ἀναλύσει Ὅσιε, καὶ ἀναμέλπουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἷ.
Ὁ σὸς θάνατος, Κυρίου κατενώτιον, τίμιος Ὅσιε, τιμὰν γὰρ οἶδε Θεός, τοὺς ἔργων λαμπρότητι τοῦτον τιμήσαντας, ᾧ καὶ ψάλλομεν· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἷ.
Ὑπὲρ Ἥλιον, ἀνέτειλε τοῦ βίου σου τὰ κατορθώματα, τοῖς ἐν νυκτὶ τῶν παθῶν, καθεύδουσιν Ὅσιε, καὶ διανέστησε, πρὸς τὴν μίμησιν, τὴν σὴν συμφώνως ψάλλοντας· ὁ Θεὸς εὐλογητὸς εἷ.
Θεοτοκίον.
Τὸν τὰ σύμπαντα, ποιήσαντα συνέλαβες, ἀσπόρως Πάναγνε, Λόγον Θεοῦ καὶ Θεόν,
ἀφθόρως τε τέτοκας καὶ ἀνωδίνως Σεμνή, ᾧ λατρεύοντες, κυρίως Θεοτόκον σε,
εὐσεβῶς ὁμολογοῦμεν.
Ὠδὴ η΄. Κάμινός ποτε.
Νεύσει τῆς ναὸς τοῦ πάντα δειμαμένου, γεγενημένης ἐδομήσαντο, ἱερὸν αὐτῇ
ἀνάκτορον, ἐν αὐτῷ προσαναφέροντες, τὴν λογικὴν λατρείαν ἑκάστοτε, καὶ χρησμοῖς
τοῖς τῆς Θεοτόκου, τὰ ὑπὲρ λόγον μυούμενοι.
Ἔρημον ὡς πρὶν ὁ ἐρημοπολίτης περιπολοῦντες ἀπανίστασθε, τῆς γῆς καὶ τοῦ σώματος, κατοπτεύοντες ἐν πνεύματι, ἅ ὀφθαλμός, κατεῖδεν οὐδέποτε, οὐδ’ ἀνέβη εἰς νοῦν ἀνθρώπου, οὐδὲ ὠτίον ἀκήκοεν.
Ὄλβιον ὁμοῦ βεβιωκότες βίον, ὕπνον τρισόλβιοι ὑπνώσατε, τὸν μακαρίοις ἐμπρέποντα, ἡμερῶν πλήρεις γενόμενοι, καὶ τοῖς ὑμῶν πατρᾶσι προσθέμενοι· ὅθεν ὕμνοις ὑμῶν τὴν μνήμην, συμφώνως γεραίρομεν.
Θεοτοκίον.
Φῶς τὸ ἐκ φωτὸς Φωτόνυμε τεκοῦσα, ἀμαυρωθέντα παραπτώμασι, φωτί με
λαμπρύνασα, τῷ φωτίζοντι τὰ σύμπαντα, φωτὸς υἱόν, ἀνάδειξον δέομαι, Θεομήτορ
τοῦ ἀνεσπέρου, εἰς φῶς ἐκ σκότους μετάγουσα.
Ἕτερος. Τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς.
Ὄλβιον ἐν γῇ βιώσας βίον, τὸν ὄλβον τὸν ἐπουράνιον ἀπείληφας, αἴγλης
ἐμφορούμενος, τριλαμποῦς τρισόλβιε, μετὰ τῶν ἄνω τάξεων· μεθ’ ὧν καὶ ψάλλεις
ᾀεί· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Φρόνησιν ἀνδρείαν σωφροσύνην, καὶ πᾶσαν δικαιοσύνην ἀμπεχόμενος, Ἄγγελος ἐπίγειος, ἄνθρωπος οὐράνιος, φωστὴρ ἐν κόσμῳ γέγονας, λόγον ἐπέχων ζωῆς· τὸν Κύριον τοῖς πίστει ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
Ὄργανον τοῦ Πνεύματος ἐγένου, καὶ λύρα ἀναφωνοῦσα μέλος ἔνθεον, δόγματα σωτήρια, ἀρετῆς ἀκρίβειαν, πανσόφως διαθέμενος, τοῖς μελωδοῦσι πιστῶς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥεῖθρα ἰαμάτων ἀναβλύζει, τὸ σὸν ἀπεικόνισμα Θεόνυμφε, ἰδιώταις ἄρχουσιν,
ἐθνικοῖς τε ἄναξι, πλουσίοις τε καὶ πένησι, πιστοῖς, ἀπίστοις ἁπλῶς· τοῦ
βρέχοντος καὶ γὰρ ἦσθα Μήτηρ, καὶ φωτοδοτοῦντος δικαίοις ἀδίκοις.
ᾨδὴ θ΄. Τῶν Ὁσίων. Ἀνάρχου γεννήτορος.
Μεγάλυνον ψυχή μου, τοὺς
παρεστηκότας τῷ τοῦ Δεσπότου θρόνῳ, καὶ ἡμῖν αἰτοῦντας τὴν τῶν πταισμάτων
λύσιν.
Ὑμῶν τὸ πολίτευμα, ἐν οὐρανοῖς ὑπάρχει νῦν, ὅπου ἦχος ἀφράστου ἀγαλλιάσεως,
ὅπου μυριάδες Ἀγγέλων, ὅπου χοροὶ τετελειωμένων, δικαίων τὰ πνεύματα,
πρωτοτόκων ἡ πανήγυρις.
Μεγάλυνον ψυχή μου, τοὺς δύω
φωστῆρας, Βαρνάβαν τὸν ὑψίνουν, σὺν τῷ Σωφρονίῳ ἐκλάμποντας τῷ κόσμῳ.
Τῷ θρόνῳ τῆς χάριτος, παρεστηκότες Ὅσιοι, καὶ φωτὶ τρισηλίῳ καταλαμπόμενοι,
τοὺς τὴν φωτοφόρον τελοῦντας μνήμην ὑμῶν, τυχεῖν δυσωπεῖτε, τῆς ἄνω
λαμπρότητος, τὸν φιλάνθρωπον Θεὸν ἡμῶν.
Μεγάλυνον ψυχή μου, τὸν θεῖον Βαρνάβαν, σὺν τῷ Σωφρονίῳ, τοὺς ὑπὲρ τοῦ κόσμου πρεσβεύοντας Κυρίῳ.
Ὁ φύσει φιλάνθρωπος, ἡ τοῦ ἐλέους ἄβυσσος, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ἐλέησον,
τῶν σῶν θεραπόντων πρεσβείαις τοὺς εὐσεβῶς πίστει προσκυνοῦντας, μίαν
κυριότητα, ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι.
Θεοτοκίον.
Μεγάλυνον ψυχή μου, τὴν Ἁγνὴν
Παρθένον, καὶ μόνην Θεοτόκον, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.
Σωτήριον οἶδά σε λιμένα καὶ γαλήνιον, τῶν παθῶν τρικυμίας νεύματι λύουσαν,
τοῦ ὑπερφυῶς γεννηθέντος ἐκ σοῦ Ἁγνή, θεανθρώπου Λόγου, καὶ ἐπιτιμήσαντος τῇ
θαλάσσῃ καὶ τῇ λαίλαπι.
Ἕτερος. Τοῦ Ὁσίου. Ἅπας γηγενής.
Ἄγγελοι, τὴν κοίμησιν τοῦ Ὁσίου,
ὁρῶντες ἐξεπλήττοντο, πῶς ἑναντίον Κυρίου, τιμία γέγονεν ὄντως.
Ἔστης μεταστάς, ζωὴν πρὸς τὴν ἄληκτον, τῆς σῆς ἐφέσεως, ὅν γὰρ ἐν
αἰνίγματι, καὶ ἐν ἐσόπτρῳ ἦσθα θεώμενος, ἐν εἴδει νῦν καὶ πρόσωπον ὁρᾶς πρὸς
πρόσωπον, λελυμένων τῶν ἐσόπτρων Ὅσιε· ὅθεν ὕμνοις πιστῶς εὐφημοῦμέν σε.
Ἅπαντες φιλέορτοι τοῦ Ὁσίου, τὴν μνήμην ἑορτάσωμεν, ὑπὲρ ἡμῶν γὰρ Κυρίῳ, αὐτὸς πρεσβεύει ἀπαύστως.
Ἵλέων ἡμῖν, γενέσθαι δυσώπησον τὸν Ἐλεήμονα, ἐποπτεύων ἄνωθεν, ἥν συνεστήσω
ποίμνην μακάριε, συνηγοροῦντας ἔχοντας τοὺς ὁμοτρόπους σοι, τὸν Βαρνάβαν, ὁμοῦ
καὶ Σωφρόνιον, τῶν Πατέρων τοὺς θείους ἀκρέμονας.
Τριαδικόν.
Ἄγγελοι, καὶ ἄνθρωποι τὴν Ἁγίαν
Τριάδα προσκυνήσωμεν, σὺν τῷ Πατρὶ τὸν Υἱόν τε, καὶ τὸ Πανάγιον Πνεῦμα.
Ὁ τῶν οἰκτιρμῶν, καὶ τῆς παρακλήσεως Θεὸς οἰκτήρησον, τοὺς σὲ
καταγγέλλοντας, μίαν οὐσίαν τρία δὲ Πρόσωπα θεαρχικὰ καὶ σύμμορφα σῆς
κυριότητος, καὶ τῆς θείας δόξης σου ἀξίωσον, ταῖς λιταῖς τῶν τριῶν θεραπόντων
σου.
Θεοτοκίον.
Ἄγγελοι, καὶ ἄνθρωποι τὴν Παρθένον,
ἐνδόξως μεγαλύνομεν, τὸν γὰρ Σωτῆρα τοῦ Κόσμου, αὐτὴ ἐγέννησε μόνη.
Νεῦσον ταῖς ἡμῶν δεήσεσι Πάναγνε, ἡ τοῦ τὰ σύμπαντα, νεύματι ποιήσαντος,
ἀφθόρους Μήτηρ οὖσα καὶ αἴτησαι, τὴν τῶν πταισμάτων ἄφεσιν τοῖς προσκυνοῦσί
σου, τὴν Εἰκόνα, ἥν ὁ ἱερὸς Λουκᾶς, εὐδοκίᾳ τῇ σῇ ἀνιστόρησε.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Βαρνάβαν τὸν θεόφρονα, καὶ Σωφρόνιον ἅμα, τοὺς τοῦ Χριστοῦ θεράποντας,
στέψωμεν ἐγκωμίοις, τὸν νοῦν γὰρ παθῶν ἀχλύος, καθάραντες τῇ ἀσκήσει, τῆς
τριλαμποῦς Θεότητος, τὴν ὑπέρφωτον αἴγλην, ἐν τῇ ψυχῇ ἄμφω εἰσεδέξαντο, νῦν δὲ
ταύτης, ἀμέσως ἐμφορούμενοι, ὑπερεύχονται πάντων.
Ὡς Ἐλισσαῖον ἄλλον σε βουσὶν ἀροτριῶντα, λαβοῦσα ἡ θεόνυμφος Μαριὰμ Χριστοφόρε, τῶν ἱερῶν Μυστηρίων κατέστησεν ὑπηρέτην, ἐξ ἀροτῆρος ἔμφρονα, γεωργὸν τῆς Ἀμπέλου τῆς ἀληθοῦς, δείξασα καὶ γνώσεως θεοσδότου, ἐμπλήσασα δι’ ὧν ἐν σοί, τρανῶς ἐχρησμολόγει.
Θεοτοκίον.
Ἀπόστολοι ἐκ περάτων...
Εἰς τοὺς Αἴνους ψάλλομεν τῆς ἑορτῆς γ΄ καὶ τῶν Ὁσίων
γ΄.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τὸν ἱερὸν Βαρνάβαν, καὶ Σωφρόνιον
ἅμα, ἀσκήσεως γὰρ πόνοις τῶν ἀρετῶν, ἑαυτοὺς ἐνδιαίτημα, προκαταστήσαντες ἄνω,
ἐν ταῖς σκηναῖς τὴς λαμπρότητος ἐσκήνωσαι. (Δίς).
Τῆς πρὸς Θεὸν διαπύρου ἀγάπης Ὅσιοι, ἐξανάψαντες τὴν φλόγα, τὸν πυρσὸν τῶν χαρίτων, τοῦ Πνεύματος τοῦ θείου, ἐξ οὐρανοῦ, δαψιλῶς ἐκομίσασθε, τῶν παθημάτων τὸν ζόφον ἐκ τῶν πιστῶν, ἀπελαύνειν συμπαθέστατα.
Σὺ τοῦ Χριστοῦ ἐπώνυμως κληθεὶς Χριστοφόρε, κατάλληλον τοῖς τρόποις, ἐκομίσω τὴν κλῆσιν, τὸν γὰρ Σταυρὸν ἐπ’ ὤμων ἀναλαβών, τῷ Χριστῷ ἠκολούθησας. Οὗ καὶ τῶ θρόνῳ ἐν δόξῃ νῦν παρεστῶς, τῶν τιμώντων σε μνημόνευε.
Δόξα. Ἦχος πλ. α΄.
Ναοὶ Θεοῦ τοῦ ζῶντος, δι’ ἀρετῆς χρηματίσαντες Ὅσιοι, τὸν ναὸν τῆς
Θεομήτορος, οἰκεῖν κατηξιώθητε, ἐν προσευχαῖς ἐπαγρύπνοις, αὐτὴν θεραπεύοντες,
δι’ ἧς ὁ θεηγόρος Λουκᾶς ἀνιστόρησε, θείας αὐτῆς Εἰκόνος. Χρησμοδοτοῦσα γὰρ
ὑμῖν δι’ αὐτῆς, ἐν ᾧ ᾑρετίσατο Ὄρει, ποδηγετοῦσα μετῴκισεν. Ἔνθα καὶ θαυμάτων
χαρίσμασι καὶ ζῶντας ὑμᾶς τοὺς αὐτῆς θεράποντας, καὶ μεταστάντας ἐμεγάλυνε,
χορηγοῦσα ὑμῖν ἐξ ἀνίκμου πέτρας ὕδωρ ζωήῤῥυτον, νοσημάτων παντοίων φάρμακον,
σώματος θεραπείαν, ψυχῆς ἁγιασμὸν τῶν προστρεχόντων, πιστῶς τῷ τεμένει αὐτῆς.
Δι’ ὅ Πανόσιοι, μὴ διαλείποιτε πρεσβεύοντες, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων
τὴν μνήμην ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι, καὶ χορεύσωμεν
ἐυφραινόμενοι, τοῖς ἀεννάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ
Ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως. Βασιλεῖς γὰρ
ἔσωσε, τοὺς ἐν κλίνῃ συσχεθέντας δὲ τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ
σύμπαντες, τῆς ὀμβροφόρου νεφέλης, τὸ σωτήριον ὕδωρ, συνελθόντες ἀρυσώμεθα, οἱ
ἐν νόσοις ἀπαλλαγήν, οἱ ἐν κινδύνοις τὴν ῥῶσιν, τὴν ἀναψυχὴν οἱ ἐν δίψει, τὰ
ὄμματά τε οἱ τυφλοί, οἱ κωφευόντες τὴν εὐηκοΐαν, τὴν ἰατρείαν οἱ καχεκτοῦντες,
οἱ ἐν θανάτοις τὴν ζωηφόρον, οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προῤῥέουσαν ὕδατα
σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράζωμεν· ἀείζωα παρέχει νάματα, ἐκ πηγῆς Ἁγνὴ
μὴ διαλίπῃς Παρθένε, πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ ιβ΄, ἐκ τῆς γ΄ ὠδῆς τῆς
Ἑορτῆς δ΄καὶ τῶν Πατέρων δ΄ καὶ ἐκ τῆς στ΄ ὠδῆς τοῦ Ὁσίου Χριστοφόρου δ΄.
Ἀπόστολος,
πρός Ἑβραίους: Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις... (Ζήτει Ἰανουαρίου ιζ΄).
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μάρκον: Εἶπεν ὁ Κύριος, ὅστις θέλει ὁπίσω μου ἀκολουθεῖν... (Ζήτει κατά μῆνα Σεπτέμβριον, Κυριακή μετὰ τῆν Ὕψωσιν).
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσονται Δίκαιοι.
Μεγαλυνάρια.
Ἐκλάμπει σοῖς θαύμασιν ἡ σεπτή, Εἰκών σου Παρθένε, ἡ κειμένη ἐν τῇ Μονῇ, τοῦ Ὄρους Μελέα, πηγάζουσα ἀφθόνως, ἡμῖν τὴν θεῖαν χάριν, καὶ μέγα ἔλεος.
Δεῦτε τὴν Τριάδα τὴν θαυμαστήν, τὸν θεῖον Βαρνάβαν, καὶ Σωφρόνιον τὸν κλεινόν, σὺν τῷ Χριστοφόρῳ, τῷ ὄντως φερωνύμῳ, τοὺς ἐν Μελᾶ τῷ ὄρει, ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου