Ἀκολουθία Ἱερομάρτυρος ΒΑΣΙΛΕΙΟΥ τοῦ ἐν Ἀγκύρᾳ
Ψαλλομένη τῇ 22α Μαρτίου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακὸν εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν λαμπρότατον ἥλιον, τὸν τὴν κτῆσιν ἅπασαν
καταυγάζοντα, ταῖς τῶν θαυμάτων λαμπρότησιν, τὸν Ἱερομάρτυρα, εὐφημήσωμεν
πιστοί, Βασίλειον τὸν ἔνδοξον, καὶ βοήσωμεν, πρὸς αὐτὸν μετὰ πίστεως καὶ πόθου,
σῶσον μάκαρ σαῖς πρεσβείαις, τοὺς τὴν σὴν μνήμην γεραίροντας.
Οἱ οὐράνιοι Ἄγγελοι, καὶ ἐπίγειοι ἄνθρωποι, καὶ οἱ καταχθόνιοι Μάρτυς δαίμονες, σὴν καρτερίαν ἐθαύμασαν, καὶ γὰρ σπαραττόμενος, καὶ ξεόμενος σοφέ, καὶ δεινῶς προσηλωμένος, καὶ φλεγόμενος, καὶ ὠμῶς λωροτομούμενος τρισμάκαρ, ὡς στεῤῥώτατος ἀδάμας, ἐν τούτοις πᾶσι διέμεινας.
Τὸν ἀγῶνα ἠγώνισαι, καὶ τὴν πίστιν, τετήρηκας καὶ τὸν δρόμον ἅγιε ἐκτετέλεκας, διὸ ἐνδίκως ἀπείληφας, λαμπρότατον στέφανον, δεξιᾷ τῇ τοῦ Θεοῦ, ὑπὲρ οὗ καὶ ἐνήθλησας μέχρις αἵματος, ὦ καὶ πρέσβευε Μάρτυς ἀθλοφόρε, τοὺς τιμῶντάς σοι τὴν μνήμην, πάσης ἀνάγκης καὶ θλίψεως.
Δόξα. Ἦχος δ´
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν, ἐπικροτήσωμεν καὶ τὸν
ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ ἐν ὕμνοις τιμήσωμεν, Βασίλειον τὸν πανένδοξον·
σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν
ἐν πίστει καὶ πόθῳ ἐπιτελούντων, τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...
Εἰς τὸν Στίχον, Προσόμοια.
Ἦχος β᾿ Οἶκος τοῦ Εὐφραθᾶ.
Ἔχομέν σε πολλῶν, δοτῆρα χαρισμάτων, θεράπων τοῦ Κυρίου, πληρεῖς γὰρ τὰς
αἰτήσεις, τῶν πίστει προστρεχόντων σοι.
Στίχος: Θαυμαστὸς ὁ Θεός...
Ὢ θαύματος φρικτοῦ, ὦ τεραστίου ξένου, ὀστᾶ γὰρ τῶν Μαρτύρων, ἰάσεις
ἐκτελοῦσι, καὶ θαύματα παράδοξα.
Στίχος: Δίκαιος ὡς φοῖνιξ ἀνθίσει...
Δεῦτε τῶν εὐσεβῶν, τὰ πλήθη συνελθόντα, ἐν ὕμνοις ἐγκωμίων, Βασίλειον τὸν
μέγαν, πιστῶς πανηγυρίσωμεν.
Δόξα.
Πανένδοξε Τριάς, ἐλέησον καὶ σῶσον, τοὺς πίστει καὶ πόθῳ, λατρεύοντας
οἰκτίρμον, θεοπρεπῶς τὸ κράτος σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα
τὴν λύπην, Παρθένε τῆς προμήτορος.
Νῦν ἀπολύεις, Τρισάγιον καί Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου
Ἑσπερινοῦ.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ, εἰς δέ τὸ
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἱερωσύνης στολαῖς ἠγλαϊσμένος, Θεῷ ἐλειτούργησας, καθάπερ Ἄγγελος, τῷ δι' ἡμᾶς
ὕλῃ σώματος, ἐπιφανέντι, θύων Βασίλειε μεγαλώνυμε, ἐντεῦθεν ὡς τέλειον πρόβατον
τέθυσαι, καὶ καθαρὸν θῦμα γέγονας, καὶ προσηνέχθης, νῦν εἰς τὸ ἄνω θυσιαστήριον·
ὅθεν φωναῖς σε μακαρίζομεν, χαρμονικῶς καὶ βοῶμέν σοι· ἱκετεύων μὴ παύσῃ, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀφαιρεθεὶς τὴν δορὰν κρίσει ἀδίκῳ, τοὺς πόνους ὑπήνεγκας ἀποσκοπούμενος, λῆξιν τὴν ἄπονον Ἔνδοξε, καὶ τὰ βραβεῖα, τὰ τοῖς ἀθλήσασιν ἀποκείμενα, πυρὶ δὲ στομούμενος, οἷά περ σίδηρος, οὐρανοχάλκευτον γέγονας, παμμάκαρ, ξίφος, πάσας συγκόπτων ἐχθροῦ τὰς φάλαγγας· ὅθεν τιμᾷ σε πᾶσα σήμερον, τῶν εὐσεβῶν γλῶσσα χαίρουσα, καὶ αἰτεῖ δυσωπεῖν σε, τὸν Θεὸν ὑπὲρ τῆς ποίμνης σου.
Ὡραϊσμένος τοῖς στίγμασι τοῖς θείοις, εἰς πόλιν ἐκ πόλεως δέσμιος ἔτρεχες, καταδεσμεύων τὸν τύραννον, καὶ τὰς πορείας, τῶν σῶν βημάτων κατευθυνόμενος, καὶ δὴ πρὸς Καισάρειαν πόλιν γενόμενος, ἐν ταύτῃ τέλος μακάριον, καθυπεδέξω, καὶ πρὸς τὴν πόλιν τὴν ἐπουράνιον, στεφανηφόρος ἀνελήλυθας, καὶ Θεῷ Βασιλεῖ νῦν παρίστασαι, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ἕτερα Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀνδριάντος στεῤῥώτερος, καὶ χαλκοῦ δυνατότερος, καὶ σιδήρου γέγονας
ἰσχυρότερος, παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί,
σὺ δὲ ἄκαμπτος ἔμεινας καὶ ἀνάλωτος, πολυτρόπους ἰδέας τῶν βασάνων, δοκιμάσας
παραδόξως θεῖε Βασίλειε πάνσοφε.
Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος καὶ αὐτῷ Βασίλειε προσερχόμενος, γῆ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, καὶ δαιμόνων ἀπάταις τῷ Χριστῷ δέ, τῷ Σωτῆρι καὶ Δεσπότῃ, ὡς ἐν σοὶ βασιλεύοντι.
Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σὺ πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα, σεαυτὸν γὰρ τῷ Θεῷ, ὡς πανάμωμον σφάγιον, ἱερόαθλε, τῷ Χριστῷ ἐκδυσώπει ἀθλοφόρε, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδημον μνήμην σου.
Δόξα. Ἦχος πλ. β’.
Πάλιν ἀθλητὴς Χριστοῦ, πάλιν πανήγυρις, πάλιν ὁ ἐχθρὸς τροποῦται, πάλιν
ἐπινίκεια ᾄσματα σήμερον, αἱ οὐράνιαι τάξεις τῶν ἀγγέλων ἐθαύμασαν, καὶ
ἄνθρωποι ἐδόξασαν, καὶ δαίμονες ἔφριξαν, ὁρῶντες σὲ τοῦ μαρτυρίου στάδιον
ἀκιβδήλως ἀναλεξάμενοι, καὶ τῶν τρήσεων, τῶν ξεσμῶν, τῶν μαστίγων, τῶν
λωροτομῶν, καὶ τῶν ἄλλων περιγεγονένων βασανιστηρίων, δεῦτε οὖν καὶ ἡμεῖς
πνευματικῶς πανηγυρίζοντες εἴπωμεν ὦ φιλέορτοι· ὦ πολύαθλε ἱερομάρτυς Βασίλειε,
πρέσβευε ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν πιστῶς εὐφημούντων τὴν πανέορτον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σὲ, Παναγία Παρθένε...
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει
ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην,
ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν
πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας, Μάρτυς Βασίλειε, πιστῶς ἀνεδείχθης
ποιμήν, καὶ Χριστοῦ πιὼν τὸ ποτήριον, διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ,
πρέσβευε ὑπὲρ πάντων ἡμῶν σὺν τοῖς ἄνω λειτουργοῖς ἐν φωτὶ νῦν αὐλιζόμενος.
Ἁγιώτατε Μάρτυς, καλὸν ἀγῶνα ἠγωνίσω, καὶ δρόμον τετέλεκας, τοῦ μαρτυρίου σου πολύαθλε Βασίλειε· διὸ ἐν ὑψίστοις μετ᾿ Ἀγγέλων χορεύων, ἀντάξια τῶν πόνων σου, εἰληφὼς τὰ ἄνω βασίλεια, πρέσβευε Χριστῷ τῷ Θεῷ λυτρωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Πίστει καὶ πόθῳ ἀναφλεχθεὶς τῷ πρὸς τὸν Δεσπότην ζέοντι, καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ, ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας, κἀκεῖθεν τῇ θεόθεν δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν σεβάσμιον μνήμην σου, καὶ τοὺς σοὺς γεραίροντας ἀγῶνας, καὶ τὴν σὴν πάντιμον κάραν κατασπαζομένους, Μάρτυς Βασίλειε.
Τὰ τοῦ πονηροῦ ἠκονημένα βέλη, ἀπήμβλυνας Ἅγιε, τῇ τῶν σῶν ἄθλων ἀντιτυπία,
καὶ κατῄσχυνας ὄφιν τὸν ἀρχέκακον, καὶ τὸ τούτου ὄργανον Σατορνῖνον τὸν
ἀσεβέστατον· ἀκλινῆ γὰρ διανοίᾳ τῇ πέτρᾳ ἐρειρησμένος τῆς πίστεως, ἀδιάσειστος
ἔμεινας, δι᾿ ὅ αἱ ἀντιφάσεις τῆς ἀσεβείας, οὐ κατήσχυσαν περιτρέψαι τὴν στεῤῥάν
σου εὐσέβειαν, ἂνθ᾿ ὧν ἐν τοῖς οὐρανοῖς συγχορεύεις Ἀγγέλοις, καὶ πρεσβεύεις
ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἐν ᾄσμασι, τὴν πανσεβάσμιον
κάραν σου.
Ἦχος πλ. α´.
Ἡ φωταυγὴς τοῦ Ἱερομάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ
ἀπαύστως δαδουχεῖ τοῖς πιστοῖς, τὰ ἰάματα νόσους ἀποσοβοῦσα, καὶ πάθη
θεραπεύουσα· δι᾿ ὅ παμμακάριστε Βασίλειε, ἱκέτευε Χριστῷ τῷ Θεῷ, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Ἦχος β᾿.
Ἄνωθεν τὴν χάριν παρέχεις τοῖς ἀνθρώποις ἱερόαθλε Βασίλειε, καὶ πνεύματα
διώκεις τῇ ἐπικλήσει Χριστοῦ, καὶ τοῖς νοσοῦσι τὴν ἴασιν βραβεύεις, ὡς αὐτοῦ
θεράπων γνήσιος, ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δωρηθῆναι τῷ κόσμῳ εἰρήνην
σταθεράν, καὶ τοὺς σὲ τιμῶντας ἐλευθέρωσον, κακῶν ἁπάντων τῇ μεσιτείᾳ σου.
Δόξα. Ἦχος πλ. α´.
Δεῦτε φιλομάρτυρες πάντες, εὐωχηθῶμεν ἐν τῇ πανσέμνῳ πανηγύρει τοῦ
ἀθλοφόρου, καὶ πνευματικῶς πανηγυρίσωμεν· σήμερον γὰρ συγκαλεῖται ἡμᾶς ἡ
πανσεβάσμιος πανήγυρις Βασιλείου τοῦ Ἱερομάρτυρος, τράπεζαν ἡμῖν παρατιθεμένη
τῆς ἀριστείας τῶν παλαισμάτων αὐτοῦ· καὶ τὴν πανεύφημον αὐτοῦ κεφαλήν, ἰάματα
ὡς νάματα βλύζουσαν, πᾶσι τοῖς πιστῶς αὐτῆ προσιοῦσι, καὶ ἀρυομένοις ἐξ αὐτῆς
ἴασιν ψυχῶν τε καὶ σωμάτων, καὶ δεινῶν ἀπαλλαγήν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ δυσωποῦμεν ὡς Θεοῦ μητέρα, εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.
Εἰς τόν Στίχον. Ἦχος α’.
Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε ἐν οἴκῳ Κυρίου πανηγυρίσωμεν, ἐν τῇ λαμπρᾷ καὶ θείᾳ, καὶ τερπνῇ
φωταυγίᾳ, τοῦ ὄντος σεβασμίου καὶ εὐκλεοῦς, Βασιλείου τοῦ Μάρτυρος, καὶ τὸν
Χριστὸν τὸν δοξάσαντα τὴν αὐτοῦ, ἐπὶ γῆς μνήμην δοξάσωμεν.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τοῖς σοῖς ἐπαίνοις τρισμάκαρ νῦν καταστέψωμεν, τὴν νικηφόρον ὄντως, καὶ
ἐρίτιμον κάραν, τοῦ θείου Βασιλείου, καὶ πρὸς αὐτόν, ὁμοφρόνως βοήσωμεν. Τοὺς
τὴν σὴν μνήμην τελοῦντας χαρμονικῶς, σῶσον Μάρτυς ταῖς πρεσβείαις σου.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τοῖς οὐρανίοις Ἀγγέλοις νῦν συνηρίθμησας, καὶ παρεστὼς Τριάδι, τῇ Ἁγίᾳ
τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν
πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.
Δόξα. Ἦχος πλ. β᾿.
Σήμερον ἐξέλαμψεν ἡ φαιδρὰ καὶ σεβάσμιος μνήμη τοῦ Ἱερομάρτυρος Βασιλείου,
ὑπὲρ τὸν ἥλιον τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, τῶν πιστῶν τὰς καρδίας νοητῶς
καταφωτίζουσα, καὶ τῶν θαυμάτων τῇ αἴγλῃ καθιλαρύνουσα· δεῦτε οὖν φιλέορτοι καὶ
φιλομάρτυρες πνευματικῶς εὐωχηθῶμεν, τῇ πανηγύρει αὐτοῦ καὶ ψυχὰς ἐλαμφθέντες,
πρὸς αὐτὸν οὕτω βοήσωμεν· ἱερόαθλε Βασίλειε, τοὺς τὴν σὴν μνήμην ἐτησίως
ἐπιτελοῦντας καὶ ἐπικαλουμένους τὸ ἅγιόν σου ὄνομα, παντοίων νοσημάτων, καὶ
παθῶν ἀνιάτων ἐλευθέρωσον· παῤῥησίαν γὰρ ἔχεις πρὸς Κύριον, ὡς Ἱερεύς τε καὶ
Μάρτυς, τοῦ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος
προελθὼν, ἐμὲ ἐνδυσάμενος τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλεθεύρωσε, δι᾿ ὅ σοὶ
Πάναγνε ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς βοῶμεν ἀσιγήτως τὸ χαῖρε τοῦ
Ἀγγέλου· χαῖρε Δέσποινα, προστασία καὶ σκέπη καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον καί τό Ἀπολυτίκιον.
Ἦχος δ´. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ἐν τῇ Ἀγκύρᾳ Ἱερεὺς διαπρέψας, καὶ τῷ Χριστῷ ἀγγελικῶς λειτουργήσας, τῷ δι᾿
ἡμᾶς Βασίλειε τεχθέντι σαρκί, τέθυσαι ὡς πρόβατον τέλειον ἀθλοφόρε, ἐδέξω δὲ
μακάριον εἰς Καισάρειαν τέλος, δ´ ὅπερ χαίρων νῦν ἐν οὐρανοῖς, τῷ Παμβασιλεῖ
ἀξίως παρίστασαι.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σου Θεοτόκε
τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος καὶ Σταυρὸν
ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ
θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας Πίστεως.
Ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, πλάνην ἔσβεσας, κακοδοξίας, ὡς τοῦ Χριστοῦ
στρατιώτης Βασίλειε, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ
γενόμενος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθε ἡμῖν τὸ μέγα
ἔλεος.
Θεοτοκίον.
Θαῦμα μέγιστον, πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας, Παρθενομῆτορ, τὸν ἐν δρακὶ
αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην
καὶ πλάστην τῆς φύσεως· Κόρη πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Ἀθλήσας καρτερῶς, προστομώσας τὴν σάρκα, Βασίλειε σοφέ, τῇ συντόνῳ ἀσκήσει,
ἀναδέδειξαι, Ἱερεὺς ἀξιάγαστε· ὅθεν εἴληφας διττὸν τὸ στέφος τρισμάκαρ, καὶ
τοῖς θαύμασι, κατεκοσμήθης ἀξίως, ἀοίδιμε Μάρτυς Χριστοῦ.
Δόξα. Ὅμοιον.
Εὐψύχως τὸν καλόν, διανύσας ἀγῶνα, ἐνίκησας ἐχθρόν, τὸν πολέμιον Μάρτυς,
βραβεία καὶ θαύματα, ἐκ Θεοῦ κομισάμενος·
ὅθεν ἅπασα, ἡ τῶν ἐθνῶν Ἐκκλησία, μακαρίζει σε, ἐν τῇ παρούσῃ ἡμέρα,
συμφώνως Βασίλειε.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος
δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας ἁμαρτωλῶν
σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἱερῶς τὴν ζωήν σου διατελῶν, Ἱερεὺς ἀνεδείχθης τοῦ Λυτρωτοῦ, φωτίζων τοὺς
πίστει σοι, προσιόντας ἑκάστοτε, καὶ ἐν τέλει μάκαρ, ἐνθέως ἀπήστραψας· ὅθεν
τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σοι καὶ πιστῶς
μακαρίζομεν, ἀθλοφόρε Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ὅμοιον.
Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλῶν, Ἀγγέλους
διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ τὸν νοῦν πυρπολούμενος,
τοὺς μυρίους πόνους, γενναίως ὑπήνεγκας· ὅθεν ἐπαξίως, τοῖς αἰτοῦσί σε νέμοις,
τὰ θεῖα χαρίσματα, Ἱερομάρτυς Βασίλειε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε κόρη καθέδρα βασιλική, κλίνη
πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὶς ἀλουργόχροε, τιμαλφέστατον τέμενος,
ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη
χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, Θεοκόσμητον σήκωμα. Χαῖρε
ἔνδοξε νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς προσέχετε... (ζήτει
τήν 26ην Ὀκτωβρίου).
Ὁ Ν᾿ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός… Ἰδιόμελον. Ἦχος β´.
Ἱερεὺς εὐνομώτατος, μέχρι τέλους ἐχρημάτισας παμμάκαρ Βασίλειε, ἱερουργῶν
γὰρ τὰ θεῖα καὶ ἄῤῥητα μυστήρια, τὸ αἷμα ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ
θῦμα εὐπρόσδεκτον, αὐτῷ προσήχθης· διὸ παῤῥησίαν ἔχων αὐτὸν, ἐκτενῶς ἱκέτευε
ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Εἶτα ὁ Κανών τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στίχους
στ᾿ καὶ τοῦ Ἁγίου εἰς η´.
Ὁ Κανών τῆς Θεοτόκου.
ᾨδὴ α΄, ἦχος α´. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ὤφθης πλατυτέρα οὐρανῶν, τὸν μηδαμοῦ χωρητὸν σωματώσασα, τοῦτον οὖν ἱκέτευε,
πάσης ἡμᾶς στενοχώριας ῥύσασθαι, καὶ αἰωνιζούσης Παρθενομῆτορ κολάσεως.
Ἴασαι τὰ πάθη τῆς ἐμῆς, Θεοκυῆτορ καρδίας καὶ ἄφεσιν, αἴτησαι δοθῆναί μοι
ἁμαρτιῶν, ὧνπερ ἀφρόνως ἔπραξα, ὅπως σὲ δοξάζω ταῖς σαῖς πρεσβείαις σῳζόμενος.
Νεφέλη ὑπάρχουσα φωτός, ἡ τὸν τῆς δόξης κυήσασα ἥλιον, νέφη ἀποσόβησον τὰ τῶν παθῶν, ἐκ τῆς ψυχῆς μου Ἄχραντε, καὶ αἴγλη μὲ θεία τῆς μετανοίας κατάγαυσον.
Ἀῤῥήτως συνέλαβες Θεόν, καὶ ὑπὲρ φύσιν αὐτὸν ἀπεκύησας, Δέσποινα πανάχραντε, τοὺς γηγενεῖς πταισμάτων ἀπαλάττουσα, ὅθεν δυσωπούσα, πολλῶν πταισμάτων με λύτρωσαι.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Σοῦ τοὺς μεγίστους, Μάρτυς, εὐφημῶ
πόνους. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Σοῦ τὴν βασίλειον δόξαν Παμβασιλεῦ, ὁ κλεινὸς Βασίλειος, ἀγαπήσας σταθερῶς,
ἐπὶ γῆς ἐνήθλησε, δι' οὗ, Βασιλείας Οὐρανῶν ἡμᾶς ἀξίωσον.
Ὁ ἀξιέπαινος βίος, ἡ καθαρά, πολιτεία Ἔνδοξε, τῶν ἀγώνων ἡ τριβή, κληρονόμον ἔδειξε Θεοῦ, καὶ πολίτην οὐρανῶν σε ἀπειργάσατο.
Ὑποταγεὶς τῷ Κυρίῳ δι' ἀγαθῆς, πολιτείας πάνσοφε, καθυπέταξας ἐχθρὸν καὶ ποσὶ συνέτριψας λαμπρῶς, ἀριστεύσας κατ' αὐτοῦ, Μάρτυς Βασίλειε.
Τῇ τῶν αἱμάτων πλημμύρᾳ τὸν νοητόν, Φαραὼ ἐβύθισας, πανστρατὶ ὡς ἀληθῶς, καὶ πρὸς γῆν ἀνέδραμες σοφέ, ἔνθα νέφος Ἀθλητῶν ἀεὶ εὐφραίνεται.
Θεοτοκίον.
Ὁ τῷ Πατρὶ συνυπάρχων Μονογενής, βουληθεὶς κατῴκησε, σοῦ τὴν ἄχραντον νηδύν,
καὶ βροτὸς ἐγένετο Ἁγνή, σῶσαι θέλων τοὺς βροτοὺς δι' ἀγαθότητα.
ᾨδὴ γ´. Ὁ μόνος εἰδὼς.
Ἰάτρευσον Δέσποινα ἁγνή, τὰ πάθη τῆς καρδίας μου, τὸν ἰατρὸν γὰρ πάντων
ἐκύησας, τὰς ἀσθενείας ἡμῶν βαστάσαντα καὶ τὰς νόσους ἄραντα Χριστὸν τὸν
φιλάνθρωπον, καὶ σταυρὸν δι᾿ ἡμᾶς ὑπομείναντα.
Δολίως ἀρπᾶσαί με ζητεῖ ὁ ὄφις ὁ παμπόνηρος, καὶ ἑαυτοῦ ποιήσας κατάβρωμα, ἀλλ’ οἴκτειρόν με τὸν πεποιθότα σοι, καὶ ἀπράκτως ποίησον, ταῖς αὐτοῦ ἐνέδραις τε, καὶ ῥᾳδιουργίαις Παναμώμητε.
Ὁ μόνος ἀόρατος Θεός, ὡράθη σωματούμενος, ὑπερβολὴ ἐξ οὗ ἀγαθότητος, ὃν ἐκδυσώπει ἐξ ἀοράτων με δυσμενῶν λυτρώσασθαι, ἀφειδῶς θλιβόντων μου τὴν καρδίαν, πανάμωμε Δέσποινα.
Ζωῆς κεκτημένος σὲ φρουρόν, καὶ τεῖχος ἀπροσμάχητον, καὶ μετὰ τέλους σκέπην σε εὕροιμοι καὶ προστασίαν ἀκαταμάχητον, πρὸς Θεὸν εἰσάγουσαν, καὶ ζωὴν παρέχουσαν αἰωνίαν καὶ δόξαν Πανάμωμε.
ᾨδὴ γ' Ὁ Εἱρμός. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Ὑψώθης οἷά περ ἀμνός, ἐπὶ ξύλου Τρισμάκαρ, τοὺς ξεσμοὺς ὑποφέρων, διανοίᾳ
καθαρᾷ, καὶ καταράσσων ἐχθροῦ, τὰς ἐπάρσεις, σθένει θείου Πνεύματος.
Στιγμάτων Μάρτυς καλλοναῖς, ὡραιότατος ὤφθης, τὴν ψυχὴν καὶ τὸ σῶμα, διανοίᾳ καθαρᾷ, χαριστηρίους φωνάς, ἀναμέλπων τῷ ἀγωνοθέτῃ σου.
Μεγίστην εὔκλειαν ζητῶν, μεγαλόφρονι γνώμῃ, τοὺς μεγίστους ἀγῶνας, ἐκαρτέρησας σοφέ, καὶ τὸν μεγάλως ἀεί, ἐπηρμένον, Μάρτυς ἐταπείνωσας.
Ἐνθέων φύλαξ πεφυκώς, προσταγμάτων θεόφρον, φυλακαῖς κατεκλείσθης, ὑπανοίγων τοῖς πιστοῖς, διδασκαλίας ὁδόν, τὴν εἰς πλάτος γνώσεως εἰσάγουσαν.
Θεοτοκίον.
Γνωρίσας πόρρωθεν τὴν σήν, σύλληψιν Ἡσαΐας, διὰ Πνεύματος Κόρη, διετράνωσεν
αὐτήν, βοῶν· ίδοὺ ἐν γαστρί, ἡ Παρθένος, τὸν Θεὸν συλλήψεται.
Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Βασίλειος, τὴν Βασιλείαν Θεοῦ, ποθήσας ὑπήνεγκε, τὴν τῶν βασάνων
πυράν, καὶ θάνατον ἄδικον· ὅθεν ἀθανασίας, ἀληθοῦς ἠξιώθη, τοῦτον οὖν συνελθόντες,
μακαρίσωμεν πίστει, πρεσβεύοντα τῷ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Θεοτοκίον.
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν
θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε
κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ὠδή δ’. Ὄρος Σε τῇ χάριτι.
Σὲ μόνην πασῶν ἐκ γενεῶν ἐκλεξάμενος, ὁ τῶν αἰώνων ποιητής, κατεσκήνωσεν
ἐπὶ σοί· αὐτὸν οὖν ἱκέτευε ὡς ἀγαθὸν θεοχαρίτωτε Δέσποινα, τοῦ ἐλεῆσαι ἡμᾶς
τοὺς ὑμνοῦντάς σε.
Ὡς μήτηρ Χριστοῦ, τοῦ ποιητοῦ πάσης κτίσεως, τοῦτον ἱκέτευε Ἁγνή, κατοικτηρίσαι τὴν ἡμῶν Παρθένε ἀσθένειαν, καὶ ἱλασμὸν πταισμάτων πᾶσιν δωρήσασθαι καὶ αἰωνίων τερπνῶν τὴν ἀπόλαυσιν.
Ἄγρυπνον τὸ ὄμμα τῆς καρδίας, ὡς ἔχουσα, τῇ ἀνυστάκτῳ σου Ἁγνὴ φιλανθρωπίᾳ συντηρεῖς ἡμᾶς περιέπουσα, καὶ νοητῶν θηρῶν λυτροῦσαι Πανάχραντε καὶ ὁρωμένων πολέμων καὶ θλίψεων.
Ἡ κρίσις ἐφέστηκε, ψυχή μου γρηγόρησον, τῆς ῥᾳθυμίας τὸν βαρὺν ὕπνον ἀπώθου, καὶ Χριστῷ ἀγρύπνως, ἐπιβόησον, τῆς σῆς μητρὸς ταῖς ἱκεσίαις ἐλέησον, τὸν εἰς βυθόν με κακίας ἐλάσαντα.
ᾨδὴ δ'. Ὁ Εἱρμός. Χριστός μου δύναμις.
Ἰδὼν ἀστράπτον σου, τὸ θεῖον πρόσωπον, τῇ τοῦ Πνεύματος αἴγλῃ ὁ δυσσεβής, Μάρτυς
κατεπλήττετο, καὶ ὡς τοῦ σκότους ὑπουργός, ἀναισθήτως ἐμωραίνετο.
Σοφίᾳ κρείττονι, καλλωπιζόμενος, τοὺς σοφοὺς τῶν Ἑλλήνων θεαρχικῷ, σθένει ἀπεμώρανας, καὶ ἐναθλήσας καρτερῶς, νίκης στέφανον ἀπείληφας.
Ταθέντα πάντοθεν, καὶ ἐξαρθρούμενον, ἐκραταίου σε Λόγος ὁ ἐν Σταυρῷ, τανυσθεὶς Βασίλειε, καὶ διὰ πάθους τοῖς πιστοῖς, δωρησάμενος ἀπάθειαν.
Οὐ θύω δαίμοσιν, οὐ φρίττω θάνατον, οὐ κολάσεων εἴδη ὁ ἱερός, ἔκραζε Βασίλειος,
ἕνα Θεὸν ὁμολογῶ, ἐν Τριάδι γνωριζόμενον.
Θεοτοκίον.
Ὑμνῶ σε Δέσποινα, τὴν πολυΰμνητον, εὐλογῶ σε Παρθένε, δι' ἧς βροτοί, πάντες
εὐλογήθημεν, καὶ τῆς κατάρας ἀληθῶς, τῆς ἀρχαίας ἐλυτρώθημεν.
ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλάμψει Σου.
Λαμπρότητι, τοῦ ἐκ σοῦ ὑπὲρ νοῦν ἀνατείλαντος, καταύγασον τὰς ἡμῶν διανοίας
Πανάμωμε, καὶ τὸ σκότος μείωσον τῶν λογισμῶν τῶν ψυχοφθόρων, καὶ ῥυπαρῶν
ἐνθυμήσεων.
Τὸ πέλαγος εὐσπλαγχνίας Χριστὸν ἡ κυήσασα, πταισμάτων μου τὸν βυθὸν τὸν ἀμέτρητον ξήρανον, ὄμβρους κατανύξεως, παρεχομένην μοι Παρθένε ταῖς πρὸς Θεὸν μεσιτείας Σου.
Ὑπέρφωτε τοῦ ἡλίου νεφέλη ἀπέλασον, Πανάμωμε τῆς ψυχῆς μου τὸν ζόφον, πρεσβείαις σου, καὶ τὸν νοῦν μου φώτισον, τῇ ἀμελείᾳ σκοτισθέντα, ὅπως ὑμνῶ σε σῳζόμενος.
Ἐπλήθυναν ὑπὲρ ψάμμον θαλάσσης, τὰ πταίσματα τῆς ψυχῆς μου, καὶ οὐκ ἐστί μοι ἄνεσις Δέσποινα, ὡς τεκοῦσα πέλαγος τῆς εὐσπλαγχνίας, λύτρωσαί με τῆς κατεχούσης κακώσεως.
ᾨδὴ ε'. Ὁ Εἱρμός. Τῷ θείῳ φέγγει Σου, Ἀγαθέ.
Σιδήρου βάρει κατακαμφθείς, ὡς τὸν ἐλαφρότατον ζυγόν, Κυρίου φέρειν ἑλόμενος,
τὸν κατὰ τοῦ Κτίστου τραχηλιάσαντα, ἐχθρὸν τὸν ἀλαζόνα Μάρτυς κατέκαμψας.
Μέτ' εὐφροσύνης τὰ σιδηρᾶ, Μάρτυς περικείμενος δεσμά, τόπους ἐκ τόπων διέδραμες, τούτοις ὡς ὁρμίσκοις ὡραϊζόμενος, Βασίλειε, καὶ τέρπων τὸν Ἀθλοθέτην σου.
Αἱμάτων ῥεύμασι σεαυτῷ, Μάρτυς ἐπιχρώσας ἀληθῶς, βασιλικὴν στολὴν ἔνδοξε, νίκης τε διάδημα περιθέμενος, Χριστῷ συμβασιλεύεις χαίρων Βασίλειε.
Ῥωσθεὶς τῇ χάριτι τοῦ Σταυροῦ, ἤνυσας μακρὰν καὶ χαλεπήν, ὁδὸν δεινῶς ἐλαυνόμενος, μέλπων· ἐν τῇ τρίβῳ τῶν μαρτυρίων σου, τερπόμενος καὶ χαίρων Λόγε πορεύσομαι.
Θεοτοκίον.
Τὴν ἀνωτέραν τῶν Χερουβίμ, τὴν ὑψηλοτέραν οὐρανῶν, τὴν ὑπερτέραν τῆς κτίσεως,
τῶν σοφῶν Μαρτύρων τὸ περιτείχισμα, τὴν μόνην Θεοτόκον, ὕμνοις τιμήσωμεν.
ᾨδὴ ς’. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος.
Ἀνάγαγε Ἁγνὴ ἐκ κακωτάτου με βυθοῦ τῆς ἀπογνώσεως, καὶ πρὸς ὅρμον μετανοίας
ἀληθοῦς, ἴθυνόν με δέομαι τὸν δοῦλόν σου καὶ γὰρ πρός σέ τοὺς ὀφθαλμοὺς ἧρα
Πανύμνητε.
Μαράνασα βλαστῷ τῷ σῷ Πανάμωμε, τὴν πάλαι ἐκβλαστήσασαν, παραβάσεσι κακίαν τοῦ ἐχθροῦ, τοῖς ἐν τῇ ψυχῇ μου ἐκβλαστάνοντας, φθοροποιοὺς καὶ ἀκανθώδεις λογισμοὺς ἔκτιλον.
Ῥυσθῆναί με πυρὸς διαιωνίζοντος, καὶ σκότους ἀμαυρώσεως καὶ παντοίας
μητροπάρθενε Ἁγνή, θλίψεως ἱκέτευε τὸν Κύριον, τὸν ἐκ τῆς σῆς γαστρὸς ἀῤῥήτως
ἡμῖν ἐκλάμψαντα.
Νοσούντων ἰατρόν, πιπτόντων ἔγερσιν, πταιόντων ἱλαστήριον, Θεοτόκε σε γινώσκων ἀσφαλῶς, δάκρυσι προσπίπτω καὶ κραυγάζω σε ὡς δυνατή· αὐτή με σῶσον τὸν ἀπολύμενον.
ᾨδὴ ς'. Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν.
Ὑψώθης τοῖς ἄθλοις σου, καὶ κατέρραξας ἐχθρόν, Μεγαλομάρτυς ἔνδοξε, καὶ πρὸς
Θεὸν μετέβης νικητικῷ, στεφθεὶς διαδὴματι, ἐπὶ τέλει τῶν ἄθλων, ἀξιάγαστε.
Σταυρῷ τὸν τανύσαντα, τὰς παλάμας διὰ σέ, Μάρτυς σοφὲ μιμούμενος, ἀνηρτήθης ἐν ξύλῳ καρτερικῶς, ξεσμοὺς ἐκαρτέρησας, τραυματίζων τὴν πλάνην σοῦ τοῖς τραύμασιν.
Ἐδέσμεις δεσμούμενος, τοὺς ἀσάρκους δυσμενεῖς, ὑπὲρ Χριστοῦ Βασίλειε, ἀπολυθεὶς δὲ ἔνδοξε τῆς σαρκός, εἰς τὸ τέλος διέλυσας, τὰς αὐτῶν κακουργίας θείᾳ χάριτι.
Θεοτοκίον.
Ὑμνῶ σε Πανύμνητε, ἣν ὑμνοῦσι στρατιαί, ἐπουρανίων τάξεων, καὶ δυσωπῶ σε, πάθη
μου τῆς ψυχῆς, ἰάτρευσον Ἄχραντε, καὶ πυρὸς αἰωνίου ἐλευθέρωσον.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ἱερομάρτυς τοῦ Χριστοῦ γενναιόφρον, τῇ Παραβάτου μὴ πεισθεὶς ἐπιτάξει, καὶ
Σατορνίνου ἄρχοντος, ξεσμοὺς καὶ φυλακήν, ὑπέφερες Βασίλειε, καὶ τὸ
λωροτομεῖσθε, τρύσιν τῆς κοιλίας σου, καὶ τῶν νώτων γενναίως· διὰ Χριστὸν τὸν
πάντων ποιητήν, ὃν ἐκδυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.
Ὁ Οἶκος.
Τίς τοὺς σεπτούς σου ἀγῶνας καὶ τρόπαια, ἀξίως εὐφημῆσαι καὶ ἱκανῶς ὑμνήσαι
Βασίλειε γενναιόφρον; ὃς ὅσον τε καὶ ἡμῶν πρὸς τοὺς ὑπὲρ σὲ κατὰ Χριστὸν
ἀγῶνας, ἐνεδείξω τὸ τῆς ψυχῆς σου παράστημα, ἐνίκησε τὸν Βελίαρ, τοὺς ξεσμοὺς
καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν· παρ᾿ οὗ μοι φωτισμὸν αἴτησαι, ὄντως εὐφημῆσαι
τὴν σὴν μνήμην ἀξίως, καὶ τὰς θαυμαστάς σου καὶ θείας ἀνδραγαθίας. Ὅθεν ἡ
Ἐκκλησία διά σου, τὴν τοῦ διαβόλου ἰσχὺν καταβάλλουσα, γεραίρει σοι ἀξίως
τιμῶσα, διὰ τῶν ἀνυμνούντων σε.
Συναξάριον.
Τῇ 22α τοῦ αὐτοῦ μηνός μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλείου,
Πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας.
Στίχοι:
Σώαν προφήτης εἶπεν ἀλγεῖν κοιλίαν,
Τετμημένην δὲ μάρτυς, ἀλγεῖν οὐκ
ἔφη.
Εἰκάδι δευτερίη Βασίλειος ἐτρύθη
σούβλαις.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ νοητὴν Θεοτόκε κάμινον.
Σάρκα λαβών, ἐξ ἁγνῶν αἱμάτων σου, ὁ ὑπερούσιος Θεὸς σὲ προστάτην τῶν
γηγενῶν, ἔδειξε Πανάμωμε· ὅθεν σου δεόμεθα, πάσης ἀνάγκης ῥῦσαι τοὺς ψάλλοντας,
ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.
Θρόνον Θεοῦ καὶ παστάδα ἔμψυχον, Θεογεννῆτορ οἱ πιστοὶ ἐπιγνόντες σε, ἀληθῶς πίστει ἐκβοῶμέν σοι, σῷζε τοὺς ἱκέτας σου ἀπὸ πασῶν περιστάσεων, ὅπως εὐλογῶμεν Ἁγνὴ καὶ προσκυνῶμέν σε.
Πρὸς τὸν ἐκ σοῦ γεννηθέντα Κύριον, γενοῦ μεσίτης Ἀγαθή, τῆς γεέννης καὶ τοῦ πυρὸς ὅπως μὲ λυτρώσῃται, καὶ καταξιώσῃ με τῆς βασιλείας κραυγάζοντα, ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.
Ὅλην ἐν σοὶ τῇ ἐλπίδι τίθημι τῆς σωτηρίας τῆς ἐμῆς, σὲ γὰρ κέκτημαι βοηθόν, καὶ ἀκαταμάχητον τεῖχος καὶ κραταίωμα καὶ ἀσφαλείας βεβαίωσιν, καὶ διάσου βασιλείαν τυχεῖν ἐλπίζω Δέσποινα.
ᾨδὴ ζ'. Ὁ Εἱρμός. Δροσοβόλον μὲν τὴν κάμινον.
Φωτισμῷ τῆς θείας χάριτος λαμπόμενος, τὸ σκότος τῶν κολάσεων διελήλυθας,
γεγονώς ἡμέρας κοινωνός, σοφὲ ἀνεσπέρου, καὶ βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ἡδρασμένη ἐπὶ πέτραν θείας γνώσεως, θεόφρον ἡ καρδία σου, οὐ σεσάλευται, πειρασμῶν ἀνέμοις Ἀθλητά, βοῶσα τῷ πάντων Λυτρωτῇ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μωραινόμενος ὁ τύραννος προστάττει σε, λωροτομεῖσθαι Ἔνδοξε, καὶ ὡς ἄσαρκον ὑπομένοντά σε καθορῶν, συνῆκεν οὐδόλως ἐκβοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς χρυσὸς ἐν τῇ καμίνῳ τῶν κολάσεων, ἐξέλαμψας πυρούμενος, καὶ ἐκσφράγισμα,
παθημάτων θείων γεγονώς, ἐβόας Βασίλειε σοφέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον.
Παρθενίαν μετὰ τόκον ἀδιάφθορον, Παρθένε διαμένουσαν, κατανοοῦσα, τῷ ἐκ σοῦ
τεχθέντι ὑπὲρ νοῦν ἐβόας Σωτῆρι καὶ Θεῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Νεκρωθεῖσαν πάθεσιν πολλοῖς, Παρθένε τὴν ψυχήν μου τεκοῦσα ζωήν, τῷ κόσμῳ
ζωοποίησον βοᾷν καρδίαν εὐθύτητι. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Στάμνος πάλαι φέρουσα Ἁγνὴ ἐτύπου σὲ τὸ μάννα, Χριστὸν γὰρ τὸν γλυκασμὸν ἡμῶν ἐβάστασας γαστρί, καὶ σαρκὶ ἐκύησας, ἐξαιροῦντα πᾶσαν πικρίαν ἀτόπων ἐγκλημάτων, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.
Ναὸς ὤφθης τοῦ Ἐμμανουήλ, καὶ πύλη δι᾿ ἧς μόνος εἰσῆλθε, καὶ ἐξῆλθε, ὡς ἐπιστάται, αὐτὸς σώσων τοὺς δοξάζοντα, καὶ ὑμνοῦντάς σε τὴν ἀποῤῥήτως καὶ ἀδιαφθόρως αὐτὸν ἀποτεκοῦσαν.
Σωτηρίας πρόξενος ἡμῖν, ἐφάνης Θεοτόκε, γεννήσασα τὸν Σωτῆρα, καὶ Δεσπότην
τοῦ παντός· δι᾿ ὅ ἱκετεύω σε, σωτηρίας καταξιῶσαι τὴν ταπεινὴν ψυχὴν, τοῦ
ὑμνολογεῖν σε πιστῶς εἰς τοὺς αἰῶνας.
ᾨδὴ η'. Ὁ Εἱρμός. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὁλικῶς πρὸς τὸ θεῖον ἀνατεινόμενος, τοὺς τοῦ σώματος πόνους ὄναρ λελόγισαι·
ὅθεν πρὸς ζωὴν μακαρίαν καὶ ἄπονον, Μάρτυς ἀθλοφόρε, γηθόμενος μετέβης.
Νευρωθεὶς τῇ ἀγάπῃ τοῦ Παντοκράτορος, σπαραγμοὺς ὑποφέρεις σαρκὸς στερρότατα, καὶ τὸν δυνατὸν ἐν κακίᾳ συμπνίγεις ἐχθρὸν ῥείθροις σῶν αἱμάτων, Βασίλειε τρισμάκαρ.
Ὁ βασίλειος κόσμος τῆς Ἐκκλησίας Χριστοῦ, τῶν παθῶν τοῦ Σωτῆρος τὸ ἀπεικόνισμα, Μάρτυς ὁ στερρός, τῶν πιστῶν τὸ κραταίωμα, ὕμνοις εὐφημείσθω, Βασίλειος ὁ μέγας.
Ὑπερκόσμιον δόξαν καὶ φῶς ἀνέσπερον, Οὐρανῶν Βασιλείαν, στέφος ἀμάραντον, ἄλυπον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον, Μάρτυς μετὰ τέλος εὑρεῖν κατηξιώθης.
Θεοτοκίον.
Σωτηρίας ἀνθρώπων γένος ἠξίωται διὰ σοῦ Παναγία Θεοχαρίτωτε· μόνη γὰρ ἡμῖν,
τὸν Σωτῆρα ἐκύησας, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.
ᾨδὴ θ´. Τύπον τῆς Ἁγνῆς.
Φρίττει τῶν Ἀγγέλων τάγματα, τῶν ἐκ τῶν σῶν λαγόνων ἐξανατείλαντα, ὃν ὑπὲρ
ἡμῶν Παρθενομήτορ ἱκέτευε, τῆς φρικτῆς ὅπως πάντας λυτρώσηται, κολάσεως καὶ σκότους,
τοῦ ἐξωτέρου τοὺς ὑμνοῦντάς σε.
Ἔχεις εὐσπλαγχνίαν ἄβυσσον, ὡς τετοκυῖα Θεοτόκε Πανύμνητε ἀγαθότητος, Χριστὸν τὸ ἄπειρον πέλαγος, διὰ τοῦτο τοὺς σὲ μεγαλύνοντας, ἐλέησον καὶ ῥῦσαι τῆς αἰωνίου κατακρίσεως.
Φρίττω ἐννοῶν ἑκάστοτε, τὸ φοβερὸν καὶ πάνδημον δικαστήριον, πράξεις
πονηρὰς φρενοβλαβῶς παρακείμενος, καὶ κολάσει ὑπάρχων ὑπόδικος, ἐξ ἧς μὲ
Θεοτόκε, τῇ μεσιτείᾳ σου ἐξάρπασον.
Πάσης τῆς ζωῆς μου γέγονας, καὶ βεβαία ἀντίληψις καὶ ἐῤῥύσω με πολλῶν κινδύνων καὶ θλίψεων, καὶ ἐχθρῶν κακουργίας Πανάχραντε, ἀλλὰ καὶ τοῦ πυρός με τοῦ αἰωνίου ἐλευθέρωσον.
ᾨδὴ θ'. Ὁ Εἱρμός. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰδεῖν Ἁγίων τερπνὰς λαμπρότητας, ἀπολυθεὶς σαρκός, κατηξιώθης Πανόλβιε, καὶ
Ἀγγέλων συνήφθης στρατεύμασι, μέλπων ἀεὶ σὺν τούτοις· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριάς,
ἡ παντουργὸς καὶ παντοδύναμος.
Ὡς φῶς παμμάκαρ, ὡς μέγας ἥλιος, ἐν οὐρανῷ Χριστοῦ τῆς Ἐκκλησίας ὁρώμενος, ταῖς τῶν ἄθλων φεγγοβόλοις λάμψεσι, καὶ θαυματουργημάτων, θείαις λαμπρότησι, πάντων καταυγάζεις, τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.
Σαυτὸν τῶν ἄθλων ταῖς ὡραιότησι, πανευκλεῶς θεόθεν, Ἀθλοφόρε ὡραΐσας, καὶ Χριστῷ τῷ ὡραίῳ παρίστασαι, στέφος δικαιοσύνης, νῦν περικείμενος· ὅθεν σε τιμῶμεν οἱ πιστοὶ ἐπαγαλλόμενοι.
Ἡ γῆ τῇ θείᾳ ταφῇ ἡγίασται, τοῦ ἱεροῦ Βασίλειε καὶ θείου σου σώματος, τῶν Δικαίων ἐσκίρτησαν πνεύματα, μέσον αὐτῶν τὸ πνεῦμά σου μάκαρ ἔχοντα, μεθ' ὧν πάντων μέμνησο, ἡμῶν τῶν μεμνημένων σου.
Θεοτοκίον.
Φρικτὸς ὁ τρόπος ὁ τῆς λοχείας σου! Θεὸς γὰρ ἦν Παρθένε σαρκωθεὶς ὁ τικτόμενος,
ὃν ἱκέτευε φρικτῆς κολάσεως, πάντας τοὺς ἀδιστάκτῳ πίστει τιμῶντάς σε, Μῆτερ Ἀπειρόγαμε,
Σεμνὴ ἀπολυτρώσασθαι.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῖς μὲν πιστοῖς τὴν σὴν κάραν, πηγὴν πολλῶν ἰαμάτων, τοῖς πόθῳ
προσκαλουμένοις, παρέσχες παντοίας νόσους, πάσης ἀνάγκης ῥυσθῆναι, διὸ τιμῶμέν
σε πάντες, Βασίλειε Ἱερομάρτυς.
Θεοτοκίον.
Ἐπιθυμῶ Παναγία, τὰ κάλλη τοῦ Παραδείσου, τὸν μυρισμὸν καὶ τὰ ἄνθη, καὶ τὴν
τερπνὴν εὐωδίαν, καὶ τὰς ὠδὰς τῶν Ἀγγέλων, πῶς ἀνυμνοῦν τὸν Δεσπότην.
Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνῆναι, μετ’ ἁγίων
Ἀγγέλων, παντοίας τὰς βάσανους ὑπέστης στεῤῥῶς, καὶ τυῤῥάνων ὡμότητα, καὶ
μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνει τοῖς Μαρτύρων χοροῖς. (Δίς).
Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ ἡλίου, ὦ Βασίλειε μάκαρ, ὁλόφωτος ἐδείχθης Μάρτυς Χριστοῦ, Ἱερεὺς τ᾿ ἐννομώτατος, δι᾿ ὅ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε.
Τῶν Ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς τρισμάκαρ, παρεστώς τε τῇ Θείᾳ, Τριάδι τῇ Ἀνάρχῳ μνήμην ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ τὴν πανσέβαστον κάραν σου εὐλαβῶς, προσκυνούντων μετὰ πίστεως.
Δόξα. Ἦχος δ´.
Τὸν νοερὸν ἀδάμαντα τῆς ὑπομονῆς, ἀδελφοὶ, τὸν γενναιότατον ἀθλητήν, τὸν
δυσὶ στέμμασι κατεστεμμένον, ἱερωσύνης καὶ ἀθλήσεως, παρὰ τῆς δεξιᾶς τοῦ παντάνακτος
Θεοῦ, Βασίλειον τὸν ἐν Μάρτυσιν μέγιστον εὐφημήσωμεν· οὗτος γὰρ τὸν ἀλάστορα
καταπαλαίσας, τρόπαιον μέγα κατὰ τῆς πλάνης ἀνεστήσατο καὶ νῦν ἐν οὐρανοῖς τὸν
Θεὸν ἐξαιτεῖται, ἄφεσιν ἁμαρτιῶν ἡμῖν παρασχεῖν, καὶ παντοίων νόσων ἀπαλλαγήν,
τοῖς θερμῶς προστρέχουσιν αὐτῷ, καὶ τὴν ἁγίαν αὐτοῦ κάραν εὐλαβῶς ἀσπαζομένοις,
καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην, μετὰ πόθου τελοῦσι, καὶ αἰτουμένοις δι᾿ αὐτοῦ τῷ
Θεῷ ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου...
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τά Τυπικά καὶ ἐκ τοῦ Κανόνος ὠδὴ γ΄ καὶ στ΄.
Ἀπόστολος, πρὸς
Τιμόθεον Β΄: Τέκνον Τιμόθεε ἐνδυναμοῦ...(ζήτει τὴν 26η Ὀκτωβρίου).
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην: Εἶπεν ὁ
Κύριος· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους... (ζήτει
τὴν 26η Ὀκτωβρίου).
Κοινωνικόν: Εἰς μνημόσυνον...
Μεγαλυνάρια. Ποιήματα Ἰεζεκιήλ Βελανιδιώτου.
Κάραν τὴν τρισόλβιον ἡ Μονή, ἡ κατὰ Ῥεντίνης τοῦ Κυρίου μου τῆς Μητρός, τὴν
τοῦ Βασιλείου, πόλεως τῆς Ἀγκύρας, ὡς θησαυρὸν πλουτοῦσα, ἄσυλον γέννηται.
Ὅτε ἀλλεπάλληλα τὰ κακά, παρὰ τῶν ἐξ Ἄγαρ ἀνεφύη πᾶσι πιστοῖς, τότε παρ’ ἐλπίδα, τῇ σῇ μονῇ Παρθένε, δεδώρηται ἡ κάρα, τοῦ ἀθλοφόρου σου.
Φάλαγξ ἀοράτων καὶ ὁρατῶν, ἐχθρῶν διωχθήτω, πόῤῥῳ χώρας σου τῆς πιστῆς, τῆς προκαθημένης, ἁπάντων τῶν Ἀγράφων, Βασίλειον Ἀγκύρας ἔχει γὰρ πρόμαχον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου