Σάββατο 20 Ιουνίου 2015

Ὁσίου ΒΑΡΝΑΒΑ Βάσσης Κύπρου.



Ἀκολουθία Ὁσίου ΒΑΡΝΑΒΑ Βάσσης Κύπρου.
Ψαλλομένη τῇ 11η  Ἰουνίου 
Ποίημα Μητροπολίτου Ῥόδου Κυρίλλου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Βαρνάβα θεόληπτε Χριστοῦ, πυρωθεὶς τῷ ἔρωτι, τὴν κοσμικὴν ματαιότητα, ἐμφρόνως ἔλιπες, καὶ τοῖς ἐν ἀσκήσει, ἱεροῖς καμάτοις σου, τῶν τήνδε ἀνεδείχθης ἀνώτερος, διὸ δεδόξασαι, ἐπαξίως καὶ παρίστασαι, σὺν Ἀγγέλων χοροῖς τῷ Παντάνακτι.

Βαρνάβα θεόσοφε Χριστοῦ, τῆς φωνῆς ἀκήκοας, καὶ τὸν Σταυρὸν ἐπωμάδιον, χαίρων ἀνέλαβες, ὅθεν ἐν τῷ κόσμῳ, καρτερῶς ἐβάδισας, ὁδὸν τὴν τεθλιμμένην καὶ ἔφθασας, εἰς τὰ οὐράνια, ἔνθα δῆμοι ἐπαγάλλονται, τῶν Ὁσίων Ἀγγέλων σὺν τάξεσι.

Βαρνάβα πανεύφημε Χριστοῦ, ἐπὶ γῆς ἐπλήρωσας, τὰ ζωηφόρα θελήματα, γνώμης εὐθύτητι, τῶν ἐν κόσμῳ πάντων, ξενωθεὶς ὡς πάνσοφος, καὶ σχῶν μόνον πρὸς ἄνω τὴν ἔφεσιν, διὸ δεδόξασαι, ὑπὲρ λόγον καὶ παρίστασαι, ἐν ὑψίστοις Χριστῷ τῷ Παντάνακτι

Βαρνάβα μακάριε Χριστοῦ, καθορῶν τὸ πρόσωπον, ὅλος μεθέξει θεούμενος, καὶ ἐνηδόμενος, ἀστραπαῖς τοῦ κάλλους, τοῦ ὑπὲρ κατάληψιν, φωτὶ τῆς οὐρανίου σου χάριτος, δεῦρο καταύγασον, τὰς ψυχὰς τῶν εὐφημούντων σε, ὡς Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ Βαρνάβα θεόληπτε, ἀγγελικὴν ἀληθῶς διαγωγήν, ἐν γῇ κατοικῶν ἐπιδειξάμενος, ταμεῖον τῶν οὐρανίων ἀρετῶν γέγονας. Καὶ συνεκράθης τῷ ἐν Τριάδι Θεῷ, ᾧ πρέσβευε δεόμεθα ἀεί, ὡς παῤῥησίαν πλουτῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπη Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σήμερον οἱ πιστοί, ὑμνήσωμεν συμφώνως, Βαρνάβαν τὸν ἐν Βάσῃ, ἀσκήσαντα γενναίως, καὶ τρώσαντα τὸν δόλιον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τέμενος ἱερόν, τοῦ Πνεύματος ἐδείχθης, θεόληπτε Βαρνάβα, τὴν ἀρετὴν ἀσκήσας, ἐν κόσμῳ προθυμότατα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔλαμψας ἐν τῇ γῇ, ἥλιος φωσφόρος, ζωῇ σου τῇ ὁσίᾳ, θεόληπτε Βαρνάβα, Ὁσίων ἐγκαλλώπισμα.
Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Τριὰς Ὑπεραγία, Βαρνάβα ταῖς πρεσβείαις, ἀνώτερόν με δεῖξον, κακίας τῆς τοῦ δαίμονος.
Καὶ νῦν. Θεοτοκίον.
Χαίροις τῶν Προφητῶν, προκήρυγμα καὶ δόξα, Δικαίων χαίροις κλέος, Παντάνασσα Μαρία, Εὐλογημένη Δέσποινα.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους.
Τὸν φωτοβόλον λαμπτῆρα, τῆς ἐν Χριστῷ τελειότητος, τὸν τοὺς εὐσεβεῖς μυστικῇ φωταυγείᾳ, καταγλαΐζοντα, τὸ τῶν χαρίτων ἀνεξάντλητον φρέαρ, ἐξ οὗ ἀπαντλοῦσι ὕδωρ, τῶν φιλοσίων ἅπαντα τὰ συστήματα, τὸν Ὅσιον Βαρνάβαν, τὸν τῶν Ἀσωμάτων συνόμιλον, τὸν πολιοῦχον τῆς Βάσης, καὶ τῆς Κύπρου ἐγκαλλώπισμα, πάντες οἱ τοῦ βίου αὐτοῦ θαυμασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, καὶ γὰρ τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν πρεσβεύει πάντοτε.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας γνώσεως, πεπληρωμένος, πόθῳ κρείττονι, ἐπτερωμένος, ἐν τῷ σπηλαίῳ ηὐλίσθης ὡς πάνσοφος, ἔνθα ἀγῶσι Βαρνάβα ἀσκήσεως, ζωῆς τοὺς θείους ἐτρύγησας βότρυας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια τοῦ Ὁσίου.
Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν θεοφόρον, τὸν ἀσκητικοῖς προτερήμασι, ἐν τῇ γῇ ἐνθέως ἐκλάμψαντα, καὶ φαιδρύναντα τὴν Ἐκκλησίαν, τὴν στήλην, τῆς ἐγκρατείας τὴν οὐράνιον, τὸν λύχνον, τῆς εὐσεβείας τὸ ἀνέσπερον, τοῦτον γὰρ δόξης ἀῤῥήτου, ἐν Παραδείσῳ κατηξίωσεν ὁ Χριστός, τῆς δόξης ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις, μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον, τὸν ἐν τῷ σπηλαίῳ βιώσαντα, βίον ἀληθῶς, τὸν ἰσάγγελον, πόθῳ ἀγαθῶν τῶν αἰωνίων, τὸ ἄνθος, τῆς οὐρανίου ταπεινώσεως, τὸ κρῖνον, τῆς θεοσδότου κατανύξεως, τὸν ἐραστὴν τῶν κρειττόνων, ὃν τοῖς ὑψίστοις, ἐμεγάλυνεν Χριστός, Βαρνάβαν τὸν Ὅσιον, τῶν Ὁσίων τὸ ἀγλάϊσμα.

Ποίοις, πνευματικοῖς ῥήμασιν, μακαρίσωμέν σε Βαρνάβα, τὸν καταλιπόντα τὰ γήϊνα, καὶ διἐγκρατείας αἰσχύναντα, πᾶσαν τοῦ ἐχθροῦ τὴν πανουργίαν, τὸν ῥύστην, τῶν εὐσεβῶν καὶ ἀντιλήπτορα, Βασέων τὸν πολιοῦχον, καὶ ὑπέρμαχον, σὲ γὰρ ἐνθέων χαρίτων, καὶ στεφάνων δόξης κατηξίωσεν Χριστός, τῆς δόξης Κύριος, τὸ μέγα ἔχων ἔλεος.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τοῦ φωτὸς τὸ ἀνάκτορον, τὸ τῆς χάριτος ἄγαλμα, καὶ Ἐδὲμ ὑάκινθον τὸν μυρίπνοον, τῆς προσευχῆς τὸ παλάτιον, ἀγάπης τὸ σκήνωμα, πίστεώς τε τὸν πυρσόν, καὶ δοχεῖον τὸ ἔμψυχον, θείου Πνεύματος, καταστέψωμεν στέμμασι ᾀσμάτων, νῦν Βαρνάβα ἐπαξίως, ὡς ἡμῶν ῥύστης ταχύτατος.

Τῇ ἀγάπῃ πτερούμενος, τοῦ Κυρίου θεόληπτε, τούτῳ ἠκολούθησας προθυμότατα, καὶ τοῖς Ὁσίοις ἀγῶσί σου, Βαρνάβα κατήσχυνας, τὰς δολίους μηχανάς, τοῦ ἐχθροῦ τοῦ ἀλάστορος, οὗ τῆς μήνιδος, ἀνωτέρους συντήρει τοὺς ὑμνοῦντας, τὴν ἁγίαν βιοτήν σου, καὶ τὴν οὐράνιον δόξαν σου.

Ἀρετῆς τὸ γυμνάσιον, ἐν τῷ κόσμῳ ἐτέλεσας, ὡς σοφίας ἔμπλεως καὶ συνέσεως, ὅθεν πρὸς δόξαν ἀνέδραμες, Βαρνάβα οὐράνιον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἱερῶς κατετρύφησας, καὶ τῆς ἄνωθεν, φωταυγείας καὶ δόξης ἠξιώθης, σὺν Ὁσίων ταῖς χορείαις, σὺν τῶν Δικαίων ταῖς τάξεσι.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, ἀπὸ παιδὸς ἐπόθησας, τὸν οὐράνιον βίον, ὡς πλήρης θείας συνέσεως, καὶ πάσης σχέσεως ὑλικῆς, ἀποχωρίσας τὸν νοῦν, ἐν τῷ σπηλαίῳ χαίρων κατώκησας, ἔνθα δι’ ἐγκρατείας, μύσας τὰς αἰσθήσεις, καὶ διὰ τῶν κατὰ ψυχὴν δυνάμεων, τὰς τοῦ νοὸς εἰσόδους ἀποτειχίσας εὐχερῶς τοῦ ἀρχεκάκου ἐχθροῦ, τὰς πονηρὰς μηχανὰς διέλυσας, ὅθεν τὴν ὁδὸν πρὸς οὐρανόν, ἀνεπίβουλον εὑρών, παρέστης τῷ ἐν Τριάδι Θεῷ, ὦ πρέσβευε Βαρνάβα θεόληπτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Τὸν εὐκλεὴν ἀσκητήν, τὸν ἐν Βάσῃ ὁσίως ἀσκήσαντα, Βαρνάβαν τὸν ἀοίδιμον, οἱ εὐσεβεῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸν τοῦ Χριστοῦ Σταυρὸν ἀράμενος, ἀρετὴν πᾶσαν φιλοπόνως ἤσκησεν καὶ διώλευσεν τοῦ ἀρχεκάκου ἐχθροῦ, τὰς δολερῶς ἠπλωμένας παγίδας, ὅθεν οὐρανόθεν τὸν στέφανον ἀναδησάμενος καὶ ἄῤῥητον τὴν θέωσιν, ἐν τῇ Ἐδὲμ νῦν ὑφιστάμενος, ἐκτενῶς πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν εὐλαβῶς βοώντων· ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου, παντοδύναμε Κύριε δόξα Σοι.
Ὁ αὐτός.
Ἐκ Παλαιστίνης ὁρμώμενος, τὴν τῆς Κύπρου χθόνα ἡγίασας, τοῖς ἐν ἀσκήσει ἀγῶσί σου, Βαρνάβα Πάτερ ἀοίδιμε, ὅλος γὰρ ἐπτερώθης, τῷ τοῦ Χριστοῦ ἐνθέῳ ἔρωτι, καὶ εἰς οὐδὲν λελόγισαι, τὴν ἐν τῷ κόσμῳ ἀπόλαυσιν, ὅθεν ἐν οὐρανοῖς, τῷ ἐν Τριάδι Θεῷ νῦν παριστάμενος, ἐκτενῶς δυσώπει Αὐτόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Δεῦτε σήμερον εὐλαβῶς, τὸν ἐν τῇ Βάσῃ γενναίως ἀσκήσαντα, οἱ εὐσεβεῖς εὐφημήσωμεν. Οὗτος γάρ, ἐζήλωσεν τοὺς ἐνδόξους Ἀθλητὰς τοῦ Σωτῆρος Χριστοῦ καὶ ἐμιμήσατο αὐτῶν τοὺς ἐνθέους ἀγῶνας, τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, μόνον διώκων ὡς νουνεχής, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ὃ εὐκλεῶς ἀπολαβών, τῷ Βασιλεῖ νῦν παρίσταται Χριστῷ, ἐκτενῶς δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Ὅσιε Βαρνάβα θεόληπτε, ὡς πλήρης θείας συνέσεως, τὰ κρείττω ὁλοσχερῶς ἐπιποθῶν, τὸν κόσμον κατέλιπες, τὴν σάρκα ἐμίσησας, καὶ πᾶσαν ἀρετήν, ἐν τῷ σπηλαίῳ οἰκῶν ἤσκησας, ὅθεν εἰς οὐρανοὺς ἀναδραμών, τὸν Ἀρχηγὸν τῆς ζωῆς κατέλαβες, τῆς πηγῆς τῆς ζωῆς ἀπήλαυσας, καὶ σὺν Ὁσίοις παρέστης τῷ ἐν Τριάδι Θεῷ, ᾧ πρέσβευε Πάτερ ἀεί, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ Βαρνάβα μακάριε, τῆς ἐν ἀσκήσει ζωῆς σου, τὰ θαυμαστὰ προτερήματα, τίς κατ’ ἀξίαν ἐπαινέσει; Τῆς ἐγκρατείας τὴν καρτερίαν, τῆς μακροθυμίας τὴν ἀνοχήν, τὴν ζέουσαν προθυμίαν, τῆς συμπαθείας τὸν οἶκτον, τῆς πραότητος τὸ ἀτάραχον, τοῦ ζήλου τὴν θερμότηταν, τῆς ἀγάπης τὸ ἀνυπόκριτον, τῆς ταπεινοφροσύνης τὸ ὕψος, τῆς ἀκτημοσύνης τὸ οὐράνιον, τὴν ἀνδρείαν, τὴν χρηστότητα, τὴν ἐπιείκειαν. Διὰ τούτων γὰρ πάντων, Θεὸν ἐπὶ γῆς ἐμεγάλυνας, τὸ τῆς ψυχῆς σου πόθον ἀκατάσβεστον. ᾯ νῦν ἐν οὐρανοῖς παρεστώς, ἐκτενῶς Αὐτὸν καθικέτευε, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, ψαλμικῶς τὰς χείρας κροτήσωμεν, καὶ χορεύσωμεν εὐφραινόμενοι, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τοῦ θεοφόρου Πατρός. Μονάζοντες, ἐν χαρᾷ συντρεχέτωσαν, καὶ τὸν ἀπαράμιλλον τῆς ἀσκήσεως τύπον, κροτείτωσαν ἐν ὕμνοις, ὡς τῆς οὐρανίου ζωῆς, ἔμψυχον παράδειγμα. Βασέων τὰ συστήματα, τὸν ἐν τῇ χθονὶ ὑμῶν ἀσκήσαντα, συνελθόντες εὐφημήσατε· τῆς καρτερίας τὸν πυρσόν, τὸν τῆς ἀσκήσεως φοίνικαν, τὸν τῆς Θεοῦ σοφίας θεῖον μύστην, τὸ τῆς χάριτος οὐράνιον ὄργανον, καὶ τῶν θαυμάτων ποταμόν, τῶν θαυμασίων τὴν βρύσιν, τὸν τοὺς εὐσεβεῖς ἀπαύστως σκέποντα, θεόληπτον Ὅσιον, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Βαρνάβα μακάριε, τοὺς πιστῶς σε γεραίροντας, διάσωσον τῶν ἐν βίῳ λυπηρῶν, καὶ ῥῦσαι ταῖς πρεσβείαις σου, τοῦ πυρὸς τῆς κολάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου.
Ἅπαν τὸ ἄχθος τῆς ὕλης ἀποῤῥίψας, καὶ χαίρων ἀράμενος τὸν τοῦ Κυρίου Σταυρόν, ὥσπερ διψῶσά τις ἔλαφος, Χριστοῦ ὀπίσω, Βαρνάβα Πάτερ ἐμφρόνως ἔδραμες, καὶ θείας ἀσκήσεως, τοῖς προτερήμασι, τοῦ σωτηρίου ἐντρύφησας, νάματος ὄντως, σαυτὸν σταυρώσας, κόσμον καὶ πάθεσι, ὅθεν ἀξίως ἀντεδόξασεν, σὲ Χριστὸς δοξασθεὶς ἐν τοῖς πόνοις σου, Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἀσκητικαῖς ἀριστείαις καθαγνίσας, σαυτὸν προθυμότατα, ὡς τοῦ Χριστοῦ ἐραστής, τῆς Τρισηλίου Θεότητος, ἔμψυχος οἶκος, ὤφθης Βαρνάβα θεομακάριστε, σὺ γὰρ ἐν καρδίᾳ σου ἀπὸ νεότητος, τῆς θεϊκῆς ἀγαπήσεως, τὴν δροσοβόλον, φλόγαν ἐδέξω, ἀειμακάριστε, ὅθεν ἀσκήσει ἐξανέτειλας, ἐκ τῆς Βάσης φωσφόρος ὡς ἥλιος, μυστικῶς καταυγάζων, τὰς ψυχὰς τῶν εὐφημούντων σε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Λαμπρυνομένη Χριστοῦ ἡ Ἐκκλησία, Βαρνάβα ἀοίδιμε σῶν ἀρετῶν τῷ φωτί, χρεωστικῶς μακαρίζει σε, ἐν ἐγκωμίοις, καὶ ἀνακράζει σοι πόθῳ ζέοντι, χαίροις παμμακάριστε, ἀστὴρ τῆς πίστεως, τῆς ἐγκρατείας τὸ ἔσοπτρον, χαίροις ὁ οἶκος, τῶν χαρισμάτων τοῦ θείου Πνεύματος, ἀλλ’ ὡς πλουτήσας χάριν ἄφθονον, τὰς ψυχὰς χάριτί σου χαρίτωσον, τῶν ἐν πίστει τελούντων, τὴν ἁγίαν σου πανήγυριν.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε σήμερον πιστοί, Βαρνάβαν τὸν Ὅσιον, ἀπὸ ψυχῆς εὐφημήσωμεν. Οὗτος ὁ  μακάριος, τὴν μάχαιραν τοῦ Πνεύματος, ἀναλαβὼν ὡς θεόσοφος, τῆς φαινομένης ἐν ἑαυτῷ κτίσεως, ἀπέκτεινεν τὴν κίνησιν, καὶ τῆς οὐσίας τῶν ὄντων ὑπεράνω γενόμενος, τῆς θείας καὶ ἀμάχου μονάδος, τῷ θείῳ συνεκράθης φωτί. Διὸ αὐτῷ βοήσωμεν· ὁσιώτατε Πάτερ, καταλάμπρυνον ταῖς ἀκτῖσι τῆς οὐρανίου σου χάριτος, τὰς ψυχὰς τῶν ἐν πίστει τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους.
Τὸν φωτοβόλον λαμπτῆρα, τῆς ἐν Χριστῷ τελειότητος, τὸν τοὺς εὐσεβεῖς μυστικῇ φωταυγείᾳ, καταγλαΐζοντα, τὸ τῶν χαρίτων ἀνεξάντλητον φρέαρ, ἐξ οὗ ἀπαντλοῦσι ὕδωρ, τῶν φιλοσίων ἅπαντα τὰ συστήματα, τὸν Ὅσιον Βαρνάβαν, τὸν τῶν Ἀσωμάτων συνόμιλον, τὸν πολιοῦχον τῆς Βάσης, καὶ τῆς Κύπρου ἐγκαλλώπισμα, πάντες οἱ τοῦ βίου αὐτοῦ θαυμασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, καὶ γὰρ τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν πρεσβεύει πάντοτε.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας γνώσεως, πεπληρωμένος, πόθῳ κρείττονι, ἐπτερωμένος, ἐν τῷ σπηλαίῳ ηὐλίσθης ὡς πάνσοφος, ἔνθα ἀγῶσι Βαρνάβα ἀσκήσεως, ζωῆς τοὺς θείους ἐτρύγησας βότρυας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Μισήσας τὰ τῆς γῆς, ὁλοτρόπως ἡδέα, ἀσκήσεως στεῤῥᾶς, τοῖς ὁσίοις καμάτοις, ἐν κόσμῳ ἐξέλαμψας, ὡς ἀστὴρ οὐρανόφωτος, καὶ ἀκτῖσί σου, Πάτερ θεόφρον Βαρνάβα, καταυγάζεις νῦν, ψυχὰς ὁμοῦ καὶ καρδίας, τῶν πίστει τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν τὸν δι’ ἡμᾶς, ὑπὸ Σοῦ σαρκωθέντα, ἱκέτευε ἀεί, μητρικαῖς Σου πρεσβείαις, ἀπείρανδρε Δέσποινα, Θεοτόκε πανύμνητε, ἵνα ῥύσηται, τῆς τῶν παθῶν τυραννίδος, τοὺς γεραίροντας, πίστει βαθείᾳ καὶ πόθῳ, τὸν ἄχραντον Τόκον Σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ ἅρματι, τῶν ἀρετῶν σου, πρὸς οὐράνιον, ὕψος ἀνῆλθες, ὦ Βαρνάβα Ὁσίων ἀγλάϊσμα, καὶ τῶν Ὁσίων ταῖς τάξεσι, νῦν συγχορεύεις μεθέξει θεούμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
  Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ξένως ἔτεκες, Πατρὸς τὸν Λόγον, τὸν συνάψαντα, τὰ διεστῶτα, καὶ τοῦ φραγμοῦ τὸ μεσότειχον ῥήξαντα, τὸν τῆς Ἐδὲμ τὰς εἰσόδους ἀνοίξαντα, καὶ τοὺς ἀνθρώπους κατάρας λυτρώσαντας, Θεονύμφευτε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς ἀγωνισθεὶς ἐν τῇ Βάσῃ, ὡς τετρωμένος τοῦ Κυρίου τῷ πόθῳ, τῶν ἀρετῶν δοχεῖον ἀναδέδειξαι, ὅθεν τῆς ἀλλήκτου σε, ἐν Ἐδὲμ εὐφροσύνης, ὁ Χριστὸς ἠξίωσεν, θεοφόρε Βαρνάβα, Ὃν ἐκτενῶς ἱκέτευε ἡμῖν, ἁμαρτημάτων, τὴν λύσιν δωρήσασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βορβορωθέντα με κακίας τοῖς ἔργοις, καὶ ῥυπωθέντα ἁμαρτίας τῷ ῥύπῳ, Σὺ Θεοτόκε κάθαρόν με δέομαι, ὄμβρον μοι παρέχουσα, μετανοίας δακρύων, ἵνα κράζω Σοι, ἐν συνέσει καρδίας· ἡ ὀμβροτόκος χαῖρε ἀληθῶς, νεφέλη Κόρη, ἁγνὴ ἀειπάρθενε.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.

Ν´  Ψαλμός.
Ἐλέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἐξέλαμψεν σήμερον μυστικῶς, ὡς μέγας φωστὴρ φαεινός, Βαρνάβας ὁ παμμακάριστος, τὸ τῶν Βασέων ἀγλάϊσμα, καταπυρσεύων πιστῶν τὰς διανοίας καὶ ἀποδιώκων τὴν τῶν χαλεπῶν νοσημάτων σκαιότηταν, ἐν ὁσιότητι γὰρ καὶ δικαιοσύνῃ, Θεὸν εὐαρεστήσας ἐπὶ γῆς, παῤῥησίαν μεγίστην ἐπλούτησεν, καὶ πρεσβεύει Αὐτῷ διηνεκῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Βαρνάβαν μέλπω τὸν τῆς Βάσης φωστήραν. Ὁ Κρής.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βαρνάβα Πάτερ Ἀσωμάτων σύσκηνε ἐν ταῖς φθαρτοῖς σκηναῖς, ταῖς σαῖς ἱκεσίαις, φωτισμὸν παράσχου μοι, ὅπως ὑμνήσω σήμερον, τοὺς σεπτούς σου ἀγώνας, τὰ ἐν ἀσκήσει σου τρόπαια, καὶ τὴν ἐπουράνιον δόξαν σου.

Ἀπὸ παιδὸς πυρποληθεὶς τῷ ἔρωτι τοῦ γλυκυτάτου Χριστοῦ, τὸ τῆς ὕλης ἄχθος, νουνεχῶς ἀπέῤῥιψας, καὶ τὸν Σταυρὸν ἀράμενος, Βαρνάβα ἐπὤμων, τὴν τεθλιμμένην ἐβάδισας, ἐν τῷ κόσμῳ τρίβον ὡς πάνσοφος.

Ῥημάτων θείων γεγονὼς ὑπήκοος ὡς νουνεχὴς ἀληθῶς, ὅλον σου τὸν πόθον, πρὸς Χριστὸν ἀνέτεινας, καὶ πάντα τὰ ἐπίκηρα, καταλείψας Βαρνάβα, ἀσκητικῶς εὐηρέστησας, τὸν ἐνανθρωπήσαντα Κύριον.

Νίκης βραβεῖα οὐρανόθεν εἴληφας Βαρνάβα Πάτερ σοφέ, τὰ τοῦ ἀρχεκάκου, διαλύσας ἔνεδρα, καὶ νῦν ὅλως φαιδρύνεσαι, τῷ φωτὶ τῆς Τριάδος, ἐν Παραδείσῳ θεούμενος, σὺν τοῖς τῶν Ὁσίων συστήμασι.
Θεοτοκίον.
Ἀπειρογάμως ἐξ ἁγνῶν λαγόνων Σου τοῦ Πατρὸς ἀληθῶς, κυήσασα Λόγον, Μῆτερ ἀειπάρθενε, τιμιωτέρα πέφηνας, Χερουβεὶμ καὶ Ἀγγέλων, μεθ’ ὧν ἀπαύστως προστάτευε, τοὺς τὰ μεγαλεῖά Σου μέλποντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βιοτῆς ἰσαγγέλου τὸν ἱερὸν δίαυλον, πόθῳ τῶν κρειττόνων τελέσας Βαρνάβα Ὅσιε, τοῖς τῶν ἀΰλων νοῶν, συνηριθμήθης χορείαις, καὶ φωτὸς ἠξίωσαι, τοῦ ὑπὲρ ἔννοιαν.

Ἀσκητὴς θεοφόρος ὤφθης Χριστοῦ Ὅσιε, ἔνδον τοῦ σπηλαίου ἀσκήσας ὥσπερ ἀσώματος, καὶ καταβέβληκας, τὴν τῶν ἀσάρκων δαιμόνων, ἐν σαρκὶ θεόληπτε, πᾶσαν θρασύτηταν.

Νικητὴς ἀνεδείχθης ὡς ἀληθῶς ἄριστος, τῆς δικαιοσύνης τοῖς ὅπλοις καταστρεψάμενος, ἐχθροῦ τὰς φάλαγγας, Πάτερ θεόφρον Βαρνάβα, ὅθεν τὸν ἀμάραντον, στέφανον εἴληφας.

Μυστικῶς ἐν τῷ γνόφῳ ὥσπερ Μωσῆς δεύτερος, Ὅσιε Βαρνάβα εἰσῆλθες καὶ τῆς θεώσεως, ἐν τῇ καρδίᾳ σου, τὰς θείας πλάκας ἐδέξω, ὅθεν σε γεραίρομεν, θείοις ἐν ᾄσμασι.
Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων ὁ Λυτρωτὴς Κύριος, σάρκαν ἐνδυσάμενος Κόρη ὁ πρὶν ἀσώματος, ὅλην ἐθέωσεν, τὴν ἀνθρωπίνην οὐσίαν, ὡς Θεὸς φιλάνθρωπος, καὶ πολυεύσπλαγχνος.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς πολιτείας σου, τὰ προτερήματα, καὶ τὴν λαμπρότητα, τῶν θείων τρόπων σου, ὥσπερ θυσίαν μυστικὴν δεξάμενος ὁ Δεσπότης, δωρεῶν ἀφράστων σε, ἀληθῶς κατηξίωσεν, καὶ θαυμάτων χάρισι, ἱερῶς κατεκόσμησεν, Βαρνάβα ἀσκητὰ θεοφόρε, κλέος πολύφημον Ὁσίων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ ἀλουργόχοος, χλαμὶς ὑμνείσθω μοι, ἡ ἀγλαόμορφος, παστὰς τιμάσθω μοι, ἡ Θεοτόκος ἀληθῶς ἀξίως ἀνευφημείσθω, Αὕτη γὰρ κυήσασα, τὸν Δεσπότην τῆς κτίσεως, σωτηρίας πρόξενος, τοῖς βροτοῖς ἀναδέδεικται, διὸ αὐτῇ βοήσωμεν πάντες· Χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Λάμψας ἐν γῇ, τῶν ἀρετῶν τοῖς πυρσεύμασι, ὡς φωσφόρος, λύχνος τοῖς ἀσκήσεως, τὰς διανοίας τῶν εὐσεβῶν, Βαρνάβα θεόφρον, ὡς ἀληθῶς κατεπύρσευσας, διό σε ἐπαξίως, οἱ πιστοὶ εὐφημοῦμεν, ἐν ψαλμοῖς ἐγκωμίων καὶ ᾄσμασιν.

Πᾶσαν λιπών, τὴν κοσμικὴν ματαιότητα, διἀγώνων, τῆς στεῤῥᾶς ἀσκήσεως κατέβαλες τῆς σαρκός, Βαρνάβα θεόφρον, καρτερικῶς τὰ κινήματα, διὸ τῆς ἀπαθείας, τὴν φωτόμορφον χλαῖναν, ἠμφιάσω ἀξίως μακάριε.

Ὡραιωθείς, ὑπὲρ χρυσίον καὶ σάπφειρον, διὁσίας ἀληθῶς ἀσκήσεως, Χριστῷ παρέστης τῷ Βασιλεῖ, Βαρνάβα θεόφρον, ὅλος ὡραῖος καὶ πάντερπνος, διὸ μὴ ἐπιλάθῃ, ἡμῶν τῶν ἐκτελούντων, τὴν λαμπράν σου καὶ θείαν πανήγυριν.

Τοῦ τῆς ζωῆς, ξύλου ἀμέσως ἐτρύφησας, ἐν τῷ κήπῳ τῆς Ἐδὲμ μακάριε, σὺ γὰρ συλλήβδην τὰς ἀρετάς, ὡς μίαν ἐκτήσω, ἀσκητικοῖς ἀγωνίσμασι, Βαρνάβα θεοφόρε, διό σε εὐφημοῦμεν, εὐσεβῶν αἱ χορείαι γηθόμεναι.
Θεοτοκίον.
Ὄμβροις τῶν Σῶν, χαρίτων Μῆτερ Θεόνυμφε, τὴν αὐχμῶσαν, ψυχήν μου τοῖς πάθεσι, δρόσισον δέομαι εὐλαβῶς, ἵνα Σοι κραυγάζω, χρεωστικῶς ὁ ἱκέτης Σου· ἁγνὴ Παρθένε χαῖρε, ὀμβροτόκε νεφέλη, ὑετὸν τὸν σωτήριον στάζουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέος ἀληθῶς, Νῶε Πάτερ ἐχρημάτισας, εἰσελθὼν εἰς τὴν τῆς δόξης κιβωτόν, ἣν τὸ φῶς περιαυγάζει τὸ ἀνέσπερον.

Τάφον κᾂν τὸ σόν, σῶμα Ὅσιε ἐκάλυψεν, ζῆς ἀεὶ ἐν τοῖς ὑψίστοις τὴν ζωήν, τὴν τερπνὴν καὶ ἀληθῆ καὶ ἀδιάδοχον.
Ἤρθης ἀληθῶς, ἀρετῶν τῷ θείῳ ἅρματι, ὦ Βαρνάβα πρὸς σκηνὰς τῶν ἐκλεκτῶν, ἔνθα δόξης τῆς ἀῤῥήτου ἐκοινώνησας.

Σοῦ ὑπερφυῶς, Πάτερ ἔλαμψεν τὸ πρόσωπον, ἐν τῇ ὥρᾳ τῆς σεπτῆς σου τελευτῆς, ἰδόντες οἱ Βασέοι κατεπλάγησαν.
Θεοτοκίον.
Βλέψον ἐφ’ ἡμᾶς, ἱλαρῷ Παρθένε ὄμματι, συνεχόμενος γὰρ πόνοις χαλεποῖς, τῇ ἁγίᾳ Σου πρεσβείᾳ καταφεύγομεν.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀσκήσας ὑπερφυῶς, τὰς ἀρετὰς ὡς ἀσώματος, χαρίτων ἀγγελικῶν, Χριστός σε ἠξίωσεν, Βαρνάβα θεόληπτε, ἐν ταῖς τῶν δικαίων, καταπαύσεις οἷα δίκαιος.

Στολὴν τὴν φωτοειδήν, τῶν ἀρετῶν ἐνδυσάμενος, παρέστης ἐν οὐρανοῖς, Χριστῷ τῷ σῷ ἔρωτι, Βαρνάβα πρέσβευε, ἡμῖν δωρηθῆναι, τὴν εἰρήνην ὡς φιλάνθρωπος.

Ἡλίου ὑπὲρ αὐγάς, τὸ πρόσωπόν σου ἐξέλαμψεν, ἐν ὥρᾳ τῆς σῆς λαμπρᾶς, Βαρνάβα κοιμήσεως, δηλοῦν ἀκριβέστατα, τῆς ψυχῆς σου Πάτερ, τὴν οὐράνιον λαμπρότητα.
Θεοτοκίον.
Συνῆψεν ὡς ἀληθῶς, τὰ διεστῶτα πανάχραντε, καὶ ἔσωσε τῆς πικρᾶς, κατάρας τὸν ἄνθρωπον, ὁ ἐκ τῶν Ἁγίων Σου, σαρκωθεὶς αἱμάτων, ὑπὲρ λόγον τε καὶ ἔννοιαν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν τῇ Βάσῃ καρτερῶς ἀγωνισάμενον, καὶ δι’ ἀσκήσεως Θεὸν εὐαρεστήσαντα, ἀνυμνήσωμεν Βαρνάβα ἐν κατανύξει, οὐρανόθεν γὰρ πλουτήσας χάριν ἄφθονον, ἀπὸ πάσης διασώζεις περιστάσεως, τοὺς κραυγάζοντας· Χαίροις Πάτερ ἰσάγγελε.
Ὁ Οἶκος.
Ἀγγελότροπον, ἐπὶ γῆς βιοτεύσας, Βαρνάβα ὡς συνέσεως πλήρης, Ἀγγέλων συνήφθης τοῖς χοροῖς, καὶ τοῦ ἀκτίστου Φωτὸς ἔνδον γέγονας, διό σοι ἀνακράζομεν, οἱ εὐσεβεῖς, πόθῳ τοιαῦτα·
Χαῖρε, τὸ κλέος τῶν μοναζόντων·
χαῖρε, ἡ δόξα τῶν μονοτρόπων.
Χαῖρε, τὸ τῆς Βάσης ἐξαίσιον καύχημα·
χαῖρε, τὸ τῆς Κύπρου ἀγλάϊσμα ἔξοχον.
Χαῖρε, ὅτι ἀπεμώρανας, τὸν παγκάκιστον ἐχθρόν·
χαῖρε, ὅτι ἐμεγάλυνας, τὸν φιλάνθρωπον Θεόν.
Χαῖρε, ὅτι παρεῖδες τὰ ἐν κόσμῳ ἡδέα·
χαῖρε, ὅτι ἐδέξω τὰ τῆς χάριτος δῶρα.
Χαῖρε, λαμπτὴρ Ὁσίας ἀσκήσεως·
χαῖρε, κρουνὸς θαυμάτων ἀκένωτος.
Χαῖρε, λαμπρὰ εὐσεβείας κιθάρα·
χαῖρε, σεπτὴ τῆς θεώσεως λύρα.
Χαίροις Πάτερ ἰσάγγελε.

Συναξάριον.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν Βάσῃ ἀσκήσαντος.
Ὄφιν νεκρώσας δι’ ἀσκήσεων πόνων,
Εὗρες βραβεῖα βίον φθαρτὸν ἐξεπέρησεν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φυγαδεύων τοῦ κόσμου ψαλμικῶς ὦ Βαρνάβα ὡς νουνεχὴς ἀληθῶς, ἀσκήσεως ἀγῶσι, ἐν πνεύματι ἐπήρθης, τῶν γηΐνων καὶ ἔκραζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὡς πολύκαρπον δένδρον γεωργία ἐνθέῳ τῶν ἀρετῶν τοὺς καρπούς, ἐξήνεγκας πλουσίως, θεόληπτε Βαρνάβα, διὧν τρέφεις ἑκάστοτε, τοὺς κατανύξει ψυχῆς, τὴν μνήμην  σου τελοῦντας.

Συντονίᾳ ἐνθέῳ θεοφόρε Βαρνάβα ὑπεραρθεὶς τῶν ἐν γῇ, παράδειγμα ἐδείχθης, λαμπρὸν τῶν μοναζόντων, καὶ κανὼν ἀκριβέστατος, τῶν τῆς ἀγήρου ζωῆς, ποθούντων ἀπολαῦσαι.
Θεοτοκίον.
Τυραννίδος ἀθλίας τοῦ δολίου βελίαρ εὐλογημένη ἁγνή, ἐλύτρωσας ἀνθρώπων, τὸ γένος τῷ φρικτῷ Σου, τοκετῷ Ὃν οὐ παύομαι, πανευλαβῶς προσκυνεῖν, καὶ ἐκ ψυχῆς γεραίρειν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἤνεγκας χαίρων, τοὺς ἐν ἀσκήσει καμάτους, δυναμούμενος τοῦ Πνεύματος τῇ ῥώμῃ, Ὅσιε Βαρνάβα, Ὁσίων ἡ λαμπρότης.

Ῥείθροις δακρύων, τὰ τῆς ψυχῆς σου ἀρούρας, καταρδεύσας τελειότητος Βαρνάβα, στάχυας τοὺς θείους, ἐξήνεγκας πλουσίως.

Ἅπασι Πάτερ, τὰς ἰατρείας παρέχεις, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, τοῖς πεπληρωμένοις, ἀῤῥήτου εὐωδίας.

Νόσους διώκεις, Πάτερ θεόφρον Βαρνάβα, τῆς ἁγίας χάριτός σου τῷ φαρμάκῳ, σὺ γὰρ ἐδοξάσθης, παρὰ Θεοῦ μεγάλως.
Θεοτοκίον.
Ὅλη Παρθένε, πεποικιλμένη παρέστης, τοῦ Θεοῦ ἐκ δεξιῶν ὥσπερ προέφη, Πνεύματι Ἁγίῳ, Δαβὶδ ὁ Σὸς προπάτωρ.

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Κλέος ἐδείχθης μοναστῶν, δι’ ἀσκήσεως λαμπρᾶς Πάτερ Ὅσιε, στάθμη δὲ ὄντως ἀκριβής, ὤφθης ζωῆς τῆς ἀμείνονος, ἀγωνισάμενος ἐν γῇ, ὡς πλήρης φρονήσεως, διό σε σήμερον, ἐγκωμίοις οἱ πιστοὶ μακαρίζομεν.

Ῥείθροις τῆς κρείττονος ζωῆς, ἐν Ἐδὲμ τὴν τῆς τρυφῆς πιαινόμενος, καὶ τοῦ τῆς χάριτος φωτός, ἐν πόλῳ ὅλος πληρούμενος, τοῦ ἀνεσπέρου φωτισμοῦ, κἀμὲ καταξίωσον, Βαρνάβα πάνσοφε, μοναζόντων ἱερὸν ἐγκαλλώπισμα.

Ἤρθης πρὸς λῆξιν εὐκλεήν, καὶ τῆς δόξης τοῦ Θεοῦ ἐκοινώνησας, καὶ σὺν Ὁσίοις τοῖς χοροῖς, Χριστοῦ ὁρᾶς νῦν τὸν πρόσωπον, ἐν Παραδείσῳ μυστικῶς, Βαρνάβα θεόληπτε, διὸ ἐν ὕμνοις, εὐλαβῶς σε οἱ πιστοὶ μακαρίζομεν.
Θεοτοκίον.
Σῶσόν με Μῆτερ Μαριάμ, καὶ δουλείας τῶν παθῶν ἐλευθέρωσον, δός μοι βαδίζειν ἀληθῶς, ζωῆς τὰς τρίβους ὡς εὔσπλαγχνος, καὶ τῆς γεέννης τοῦ πυρός, διάσωσον δέομαι, ταῖς Σαῖς πρεσβείαις Θεοτόκε, πρὸς Χριστὸν τὸν φιλάνθρωπον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Βασέων τὸ ἀγλάϊσμα, καὶ Κύπρου τὸ ὡράϊσμα, τὸν τῶν Ὁσίων λαμπτῆραν, καὶ τοῦ Χριστοῦ θεῖον φίλον, Βαρνάβαν τὸν ἀοίδιμον, ἀξίως εὐφημήσωμεν, οἱ εὐσεβεῖς κραυγάζοντες· τοὺς ἀνυμνοῦντάς σε σκέπε, ταῖς σαῖς πρεσβείαις ὦ Πάτερ.
Ἕτερον. Χρυσοπλοκώτατε πύργε.
Τῷ ἀπροσίτῳ Βαρνάβᾳ, ὅλως φωτὶ συνεκράθης, φωτοειδὴν πολιτείαν, πολιτευθεὶς ἐν τῷ κόσμῳ, ὡς τετρωμένος τῷ πόθῳ, ὁλοσχερῶς τοῦ Κυρίου.
Θεοτοκίον.
Τὴν φωτοφόρον λυχνίαν, καὶ πορφυρόστρωτον κλίνην, τὴν ὀμβροτόκον νεφέλην, καὶ ἀδιόδευτον πύλην, τὴν Θεοτόκον Μαρίαν, δεῦτε ὑμνήσωμεν πάντες.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν δι’ ἀσκήσεως πόνων εὐαρεστήσαντα, Θεὸν τὸν ἐν Τριάδι, οἱ πιστοὶ ὁμοφώνως, ὑμνήσωμεν βοῶντες Βαρνάβα σοφέ, ταῖς ἁγίαις πρεσβείαις σου, πρόστηθι πάντων ἐν βίῳ ὡς συμπαθής, τῶν τελούντων νῦν τὴν μνήμην σου.

Ἰδεῖν τὰ κάλλη ποθήσας τὰ ὑπερκόσμια, κατέλιπες προθύμως, τὰ ἐν κόσμῳ Βαρνάβα, καὶ ἄρας ὡς ἐχέφρων Χριστοῦ τὸν ζυγόν, διὁσίας ἀσκήσεως, χαίρων κατείληφας πέρας τὸ θαυμαστόν, παναοίδιμε τοῦ πόθου σου.

Ἐν τῷ σπηλαίῳ Βαρνάβᾳ ἀγωνισάμενος, ἐνέκρωσας ἀνδρείως, τῆς σαρκὸς τὰς κινήσεις, καὶ τὸν τῆς ἀπαθείας χιτῶνα φαιδρόν, ἱερῶς ἐνδυσάμενος, κατελαμπρύνθης ταῖς θείαις μαρμαρυγαῖς, τοῦ φωτὸς τῆς δόξης Ὅσιε.
Κώμη Βασέων πλουτοῦσα Βαρνάβα Ὅσιε, ὡς θησαυρὸν τὴν κόνιν, τῶν σεπτῶν σου λειψάνων, σκιρτᾷ ἀγαλλομένη καὶ ἐκβοᾷ, χαίροις ἔνδοξε Ὅσιε, ὁ οὐρανόθεν πλουτήσας χάριν πολλήν, καὶ θαυμάτων τὴν ἐνέργειαν.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ Βαρνάβα ἀοίδιμε, τὰ τῆς γῆς τρυφὰς βδελυξάμενος, ὡς σοφίας πλήρης πνευματικῆς, τῆς κοσμικῆς ἐξῆλθες συγχύσεως, καὶ τῷ Χριστῷ ἀκολουθῶν, ἐν τῷ δυσβάτῳ σπηλαίῳ κατώκησας, ἔνθα ἀγῶσι ἀσκητικοῖς, τὴν πρόσυλον νεκρώσας ἐπιθυμίαν, καὶ τῶν φθοροποιῶν παθῶν ἐκκαθαρθείς, τοῦ ἐν οὐρανοῖς κατὰ χάριν Πατρός, ἡγίασας τὸ ὄνομα, ὅθεν τὴν ἀντιμισθίαν τῶν πόνων σου λαβών, ἐν οὐρανοῖς νῦν χορεύεις, κατὰ μέθεξιν ὅλος θεούμενος, καὶ δεόμενος ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Κόσμου τὰ ἐπίκηρα παριδών, ὡς σκιὰν καὶ ὄναρ, εὐηρέστησας τὸν Θεόν, διὰ πολιτείας, ἀσκητικῆς Βαρνάβα, καὶ ὤφθης τῶν Ἀγγέλων, θεῖος συνόμιλος.

Ἔνδον τοῦ σπηλαίου ἀγωνισθείς, τὸν καλὸν ἀγῶνα, Βαρνάβα τῆς ἀρετῆς, τὰ τοῦ Παρακλήτου, ἐδέξω ἐνεργείας, καὶ ὤφθης μοναζόντων, ἔνθεον καύχημα.

Χαίρει νῦν Βάσα πνευματικῶς, πρέσβυν σε Βαρνάβα, κεκτημένη πρὸς τὸν Θεόν, καὶ τῶν σῶν λειψάνων, κατέχουσα τὴν κόνιν, λαμβάνει ἀεννάως, τὰ σὰ δωρήματα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου