Ἀκολουθία Συνάξεως Ἀρχαγγέλου ΓΑΒΡΙΗΛ.
Ψαλλομένη τῇ 13η Ἰουλίου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Φωτὸς ἀστέκτου διόπτραν Θεοῦ Ἀρχάγγελον, τῷ Δανιὴλ Προφήτῃ, ὑπὲρ πάντας
Προφήτας, δηλώσαντι τὸ ξένον και θαυμαστόν, τῆς Κυρίου ἐλεύσεως, Θεοῦ τοῦ Λόγου
μυστήριον ἐπὶ γῆς, Γαβριὴλ πιστοὶ τιμήσωμεν.
Τὸν ἐλλαμπόμενον γνῶσιν τὴν κρυφιόμυστον, νοὶ δι’ οὗ ἡ λύπη, ἐξωκίσθη ἀνθρώπων, καὶ χάρις εἰσωκίσθη ἡ ὑπὲρ νοῦν, καὶ χαρὰ ἀτελεύτητος, πιστῶν χορείαις ὑμνήσωμεν εὐλαβῶς, Γαβριὴλ Ἀγγέλων πρώταρχον.
Τὸ θεοείκελον πνεῦμα καὶ νοῦν τὸ πάντιμον, τὸν λειτουργὸν Τριάδος, τὸν ἀκάματον ὄντως,τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, Γαβριὴλ Ἀρχιστράτηγον, ὡς τεκνοφόρον γυναίων στειρῶν χαράν, καὶ λυτήριον στειρώσεως.
Ἰωακεὶμ καὶ τῆς Ἄννης χαρὰς τὸν πρόξενον, τὸν ἀπαιδίας τούτων, διαλύσαντα νέφος, καὶ τέκνον τὴν Κυρίαν τῶν οὐρανῶν, Θεοτόκον δωρήσαντα, αὐτοῖς Ἀρχάγελον ὕμνος θεοπρεπῶς, Γαβριὴλ ἐγκωμιάσωμεν.
Δόξα. Ἦχος β΄.
Τῷ μηνύσαντι κόσμῳ τὰς βουλὰς τοῦ Θεοῦ τοῦ Ὑψίστου, πρὸς σωτηρίαν τοῦ
γένους τῶν ἀνθρώπων, Γαβριὴλ τὸν παμμέγιστον, καταστέψωμεν ᾄσμασι κράζοντες·
προάγγελε χαρᾶς ἡμῶν ἀλήκτου καὶ θεώσεως, τείχισον τοὺς τιμῶντάς σε, σκέπῃ τῆς
ἀΰλου σου δόξης, καὶ σῶσον πρεσβείαις σου, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι...
Ἀπόστιχα. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅπαντες Γαβριήλ, Ἀρχάγγελος Ὑψίστου, καὶ ἀποῤῥήτων μύστην, ὡς χαρμονῆς
πυξίον, πιστῶς ἐγκωμιάσωμεν.
Στ.: Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Χαῖρε ὁ Μαριάμ, τῇ Κεχαριτωμένῃ, ἀστραπηφόρος ὅλος, Ἀρχάγγελε κομίσας,
χαρᾶς τὰ εὐαγγέλια.
Στ.: Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.
Χαῖρε ὦ Γαβριήλ, ὁ Ἰησοῦ καλέσας, τὸ ὄνομα τὸ θεῖον, δι’ Οὗ ἐκ τοῦ θανάτου,
ἐσώθη γένος βρότειον.
Δόξα. Τριαδικόν.
Ἄοκνον ὑπουργόν,Τριὰς Υπεραγία, ἐν ταῖς σκηναῖς τῆς δόξης, καὶ παραστάτην
ἔχεις, τὸν Γαβριὴλ Ἀρχάγγελον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, τοῦ Γαβριὴλ τὸ χαῖρε, ἡ ταπεινῶς δεχθεῖσα, μὴ παύση
δυσωποῦσα, ὑπὲρ ἡμῶν τὸν Τόκον Σου.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος δ'.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα
ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν
ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς
ταξιάρχης τῶν ἄνω Δυνάμεων.
Ἀπολυτίκιον ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οὐρανίων ταγμάτων τὸν Ἀρχιστράτηγον, τὸν παμφαῆ μυστολέκτην, τῶν τοῦ
Ὑψίστου βουλῶν, εὐαγγέλια χαρᾶς βροτοῖς κομίσαντα, μέλψωμεν ὕμνοις Γαβριήλ,
ὑπουργὸν ὡς τοῦ Θεοῦ, ἐνσάρκου οἰκονομίας, καὶ τῶν πιστῶν ποδηγέτην, πρὸς τὴν
χαρὰν τὴν ἀτελεύτητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς
σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ
Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον
σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τοῦ Ἀρχαγγέλου.
Ἦχος α'. Πανεύφημοι Μάρτυρες. Ἐκ τοῦ Μηναίου.
Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ
τρισήλιον, καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μελῴδημα,καθικετεύει
τε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων τηρούμενον, μόνος πεπίστευσαι,Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάῤῥηκας, Ἁγνὴ εἰς Ναζαρὲτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε,δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἕτερα, ὅμοια. Χαρ. Μπούσια.
Ὑψίστου Ἀρχάγγελε λαμπρέ, Γαβριὴλ φωτόμορφε, ὁ τοῦ Θεοῦ παριστάμενος, τῷ
θρόνῳ πάντοτε, καὶ ἐπαπολαύων, τοῦ φωτὸς τρισένδοξε, Αὐτοῦ τοῦ ὑπερλάμπρου
ἱκέτευε, ῥυσθῆναι ἅπαντας, σκοτομήνης πάσης θλίψεως, σοὺς ἱκέτας, καὶ ζόφου
κακώσεων.
Θεοῦ ὑπηρέτα Γαβριήλ, Ταξιάρχα πάμφωτε, ὁ τῆς χαρᾶς εὐαγγέλια, σεμνῇ Θεόπαιδι, Μαριὰμ κομίσας, φωτοφόρε Ἄγγελε, ἐν πόλει Ναζαρὲτ καθικέτευε, τῷ σὲ ποιήσαντι, δοῦναι πασι τοῖς τιμῶσί σε, ἄμφω ῥώμην, ψυχῆς τε καὶ σώματος.
Ποιμέσιν ἁπλοῖς τῆς Βηθλεέμ, ἀγραυλοῦσι γέννησιν,τοῦ Θεανθρώπου ἐμήνυσας,
φωτοειδέστατε, Γαβριὴλ καὶ Μάγους, προσκυνῆσαι ἴθυνας,τὸν πάντων Βασιλέα καὶ
Κύριον, καὶ τὸν αἰτούμενον, ἀποκτεῖναι Τοῦτον ανακτα,τὸν Ἡρώδην, φυγεῖν τὸν
μισόθεον.
Δόξα. Ἦχος πλ. β’.
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ
ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ
τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει. Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὸν
βοήσωμεν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Γαβριήλ Ἀρχάγγελε.
Καὶ νῦν. Θεοτοκίον.
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν,
καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῇ σεπτῇ
αὐτῆς, καὶ θείᾳ προμηθείᾳ, τοὺς θλιβομένους παραμυθεῖται· ὅθεν καταχρέως,
ἀνυμνοῦντες αὐτὴν βοήσωμεν· σκέπασον ἡμᾶς, ἐν τῇ θείᾳ προστασίᾳ Σου, Ἄχραντε
Θεοτόκε Δέσποινα.
Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα.
Κριτῶν τὸ Ἀνάγνωσμα (κεφ.ιγ΄ 2-22).
Ἐγένετο ἀνὴρ ἐκ Σαραά, ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ τὸ ὄνομα αὐτῷ Μανωέ, καὶ ἡ
γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα καὶ
εἶπε πρὸς αὐτήν· Ἰδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ ἐν γαστρὶ ἔξεις καὶ τέξη
υἱόν, καὶ νῦν φυλάξαι καὶ μὴ πίης οἶνον καὶ σίκερα καὶ μὴ φάγης πᾶν ἀκαθαρτον, ὅτι
ἰδοὺ σὺ ἐν γαστρὶ ἔξεις καὶ τέξης υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν
κεφαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ Θεῷ τὸ παιδάριον ἐκ τῆς
γαστρός, καὶ αὐτὸς ἄρξεται σώζειν τον Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων. Καὶ ἦλθεν ἡ
γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς,λέγουσα· Ὅτι ἄνθρωπος Θεοῦ ἦλθε πρός με, καὶ ἡ ὄρασις
αὐτοῦ ὡς ὄρασις ἀγγέλου τοῦ Θεοῦ ἐπιφανὴ σφόδρα, καὶ ἠρώτων πόθεν ἐστὶν καὶ τὸ ὄνομα
αὐτοῦ οὐκ ἀπήγγειλέ μοι. Καὶ εἶπέ μοι· Ἰδοὺ σὺ ἐν γαστρὶ ἔξεις καὶ τέξης υἱόν,
καὶ νῦν μὴ πίης οἶνον καὶ σίκερα καὶ μὴ φάγης πᾶσαν ἀκαθαρσία, ὅτι ναζιραῖον
Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρός, ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ ἐδεήθην
Μανωὲ τοῦ Κυρίου καὶ εἶπεν· Ἐν ἐμοὶ Κύριε, ἄνθρωπος τοῦ Θεοῦ, ὃν ἀπέστειλας πρὸς
ἡμᾶς, ἐλθέτω δὴ πρὸς ἠμᾶς καὶ φωτίσατω ἡμὰς τὶ ποιήσωμεν τὸ παιδάριον τῷ
τικτομένῳ. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωέ, καὶ παρεγένετο Ἄγγελος τοῦ Θεοῦ
ἔτι πρὸς τὴν γυναῖκα, αὐτῆς καθημένης ἐν τῷ ἀγρῷ καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν
μετ’ αὐτῆς. Καὶ ἐτάχυνεν ἡ γυνή, καὶ εξεδραμε καὶ ἀπήγγειλε τῷ ἀνδρὶ αὐτῆς καὶ
εἶπε: Ἰδοὺ ὦπταί μοι ὁ ἀνὴρ ὁ ἐλθὼν πρός με τῇ ἡμέῥᾳ ἐκείνῃ. Καὶ ἀνέστη Μανωέ,
καὶ ἐπορεύθη ὀπίσω τῆς γυναικός αὐτοῦ πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ· Εἰ σὺ εἶ ὁ
ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; Καὶ εἶπεν ὁ Ἄγγελος· Ἐγώ. Καὶ εἶπε Μανωέ· Νῦν
δὴ ἐλθόντος τοῦ ῥήματός σου, τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ;
Καὶ εἶπεν ὁ Ἄγγελος Κυρίου πρὸς Μανωέ· Ἀπὸ πάντων ὦν εἶπα πρὸς τὴν γυναῖκα
φυλαξάσθω, ἀπὸ πάντων ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται καὶ οἶνον καὶ
σίκερα μὴ πιέτω καὶ πᾶν ἀκαθαρτον μὴ φαγέτω, πάντα ὅσα ενετειλάμην αὐτῇ, φυλαξάσθω.
Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου· Βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιον
σου ἔριφον αἰγῶν. Καὶ εἶπεν ὁ Ἄγγελος Κυρίου πρὸς Μανωέ· Ἐαν βιάση με, οὐ
φάγομαι τῶν ἄρτων σου, καὶ εὰν ποιήσης ὁλοκαυτώματα Κυρίω ἀνοίσεις αὐτό, ὅτι οὐκ
ἔγνω Μανωὲ ὅτι Ἄγγελος Κυρίου ἐστίν. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου· Τί
ὄνομά σοι, ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε;Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος
Κυρίου· Ἵνα τί τοῦτο ἐρωτᾶς τὸ ὄνομά μου; Καὶ αὐτό ἐστι θαυμαστόν. Καὶ ἔλαβε
Μανωὲ τὴν ἔριφον τῶν αἰγῶν του καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ
Κυρίῳ, τῷ θαυμαστὰ ποιοῦντι κυρίῳ, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν. Και ἐγένετο
ἐν τῷ αναβῆναι τὴν φλόγα ἐπανωθεν τοῦ θυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ὁ Ἄγγελος
Κυρίου ἐν τῇ φλογὶ καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν καὶ ἔπεσον ἐπὶ προσώπον
αὐτῶν ἐπὶ τὴν γῆν. Καὶ οὐ προσέθηκεν ἔτι ὁ Αγγελος ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς
τὴν γυναῖκα αυτοῦ, τότε ἔγνω Μανωέ, ὅτι Ἄγγελος Θεοῦ ἐστιν.
Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (κεφ. η΄, 1-20).
Ἔτου τρίτου, βασιλεύοντος Βαλτάσαρ, ὄρασιν ἧν εἶδον ἐγὼ Δανιήλ, μετὰ τὸ ἰδεῖν
με τὴν πρώτην. Καὶ εἶδον, ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου ἐμοῦ ὄντος ἐν Σούσοις
τῇ πόλει, ἥτις ἐστὶν ἐν Ἐλυμαΐδι χώρᾳ, ἔτι ὄντος μου πρὸς τὴν πύλην Αἰλὰμ ἀναβλέψας,εἶδον
κριὸν μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης καὶ εἶχε κέρατα καὶ τὸ ἕν ὑψηλότερον τοῦ ἑτέρου
καὶ τὸ ὑψηλότερον ἀνέβαινε. Μετὰ δὲ ταῦτα εἶδον τὸν κριόν,κερατίζοντα πρὸς ἀνατολάς,
καὶ πρὸς βοῤῥᾶν και πρὸς δυσμάς, καὶ μεσημβρίαν, καὶ πάντα τὰ θηρία οὐκ ἔστησαν
ἐνώπιον αὐτοῦ, καὶ ἐποίει ὡς ἤθελε καὶ ὑψώθη. Καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ
τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἕως προσώπου τῆς γῆς καὶ οὐχ ἤπτετο τῆς γῆς, καὶ
ἦν τοῦ τράγου κέρας ἕν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ ἦλθεν ἐπὶ τὸν κριόν, τὸν
τὰ κέρατα ἔχοντα, ὃν εἶδον ἑστῶτα πρὸς τῇ πύλῃ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν θυμῷ ὀργῆς.
Καὶ εἶδον αὐτόν, προσάγοντα πρὸς τὸν κριόν, καὶ ἐθυμώθη ἐπ’ αὐτοῦ καὶ ἐπάταξε
καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ, καὶ οὐκέτι ἧν ἰσχὺς ἐν τῷ κριῷ στῆναι
κατέναντι τοῦ τράγου, καὶ ἐσπάραξεν αὐτόν, ἐπὶ τὴν γῆν, καὶ συνέτριψεν αὐτόν,
καὶ οὐκ ἧν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου. Καὶ ὁ τράγος τῶν αἰγῶν
κατίσχυσε σφόδρα, καὶ ὅτε κατίσχυσε, συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη
ἕτερα τέσσερα κέρατα κατόπισθεν αὐτοῦ, εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
Καὶ ἐξ ἑνὸς αὐτῶν ἀνεφύη κέρας ἰσχυρὸν ἕν καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ
μεσημβρίαν καὶ ἐπ’ ανατολὰς καὶ ἐπὶ βοῤῥᾶν, καὶ ὑψώθη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ,καὶ
ἐῤῥάχθη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπ’ αὐτῶν κατεπατήθη, ἕως ὁ ἀρχιστράτηγος
ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ δι’ αὐτὸν τὰ ὄρη τὰ ἀπ’ αἰῶνος ἐῤῥάχθη, καὶ ἐξήρθη
ὁ τόπος αὐτῶν καὶ θυσία, καὶ ἔθηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν καὶ εὐωδώθη καὶ
ἐγεννήθη, καὶ τὸ ἅγιον ἐρημωθήσεται. Καὶ ἐγεννήθησαν ἐπὶ τῇ θυσία αἱ ἁμαρτίαι
καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε καὶ εὐωδώθη. Καὶ ἤκουον ἕτερου ἁγίου
λαλοῦντος, καὶ εἶπεν ὁ ἕτερος τῷ φελμουνὶ τῷ λαλοῦντι· Ἕως τίνος το ὄραμα
στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὰ ἅγια ἐρημωθήσονται
εἰς καταπάτημα; Καὶ εἶπεν αὐτῷ· Ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι δισχίλιαι
τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. Καὶ ἐγένετο ἐν τῷ θεωρεῖν με, εγὼ
Δανιήλ, τὸ ὄραμα ἐζήτουν διανοηθῆναι, καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὄρασις ἀνθρώπου.Καὶ
ἤκουσα φωνὴ ἀνθρώπου ἀναμέσον τοῦ Οὐλαί, καὶ ἐκάλεσε καὶ εἶπε·
Γαβριήλ,συνέτισον ἐκεῖνον τὴν ὄρασιν. Καὶ ἀναβοήσας εἶπεν ὁ ἄνθρωπος· Ἐπὶ τὸ
πρόσταγμα ἐκεῖνο ἡ ὄρασις. Καὶ ἦλθε καὶ ἕστη ἐχόμενός μου τῆς στάσεως, καὶ ἐν τῷ
ἔρχεσθαι αὐτὸν ἐθορυβήθην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου, καὶ εἶπέ μοι· Διανοήθητι,
υἱὲ ἀνθρώπου, ἔτι γὰρ τὴν ὥραν καιροῦ τοῦτο τὸ ὄραμα. Καὶ λαλοῦντος αὐτοῦ μετ’ ἐμοῦ
ἐκοιμήθην ἐπὶ πρόσωπον χαμαί. Καὶ ἀψάμενός μου, ἤγειρέ με ἐπὶ τοῦ τόπου καὶ εἶπέ
μοι· Ἰδοὺ ἐγὼ ἀπαγγελώ σοι, ἅ ἔσται ἐπ’ ἐσχάτου τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ
σου, ἔτι γὰρ εἰς ὥρας καιροῦ συντελείας μενεῖ. Τὸν κριὸν ὃν εἶδες τὸν ἔχοντα τὰ
κέρατα, βασιλεὺς Μηδῶν καὶ Περσῶν ἐστί, καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς τῶν Ἑλλήνων
ἐστί, καὶ τὸ κέρας τὸ μέγα τὸ ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτὸς ὁ Βασιλεὺς ὁ
πρῶτος.
Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (κεφ. θ΄, 18-24).
Πρόσχες Κύριε τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ἄνοιξον τοὺς ὀφθαλμούς σου,
και ἴδε τὴν ἐρήμωσιν ἡμῶν καὶ τῆς πόλεως σου, ἐφ’ ἧς ἐπεκλήθη τὸ ὄνομά σου ἐπ’
αὐτῆς, οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς δεόμεθα ἐν ταῖς προσευχαῖς ἡμῶν,
ἐνώπιόν σου, ἀλλὰ διὰ τὸ σὸν ἔλεος, Κύριε, σὺ ἱλάτευσον. Κύριε, ἐπάκουσον καὶ
ποίησον καὶ μὴ χρονίσης ἕνεκα σεαυτοῦ, Δέσποτα, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν
πόλιν σου Σιών, καὶ επὶ τὸν λαόν σου Ἰσραήλ. Καὶ ἕως ἐγὼ ἐλάλουν προσευχόμενος
καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ
δεόμενος ἐν ταῖς προσευχαῖς ἐναντίον Κυρίου Θεοῦ μου καὶ ὑπὲρ τοῦ ὄρους τοῦ Ἁγίου
τοῦ Θεοῦ ἡμῶν,καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου καὶ ἰδοὺ ὁ ἀνήρ, ὃν εἶδον
ἐν τῷ ὕπνῳ μου τὴν ἀρχὴν, Γαβριήλ, τάχει φερόμενος, προσήγγισέ μοι ἐν ὥρᾳ
θυσίας ἑσπερινῆς.Καὶ προσῆλθε καὶ ἐλάλησε μετ’ ἐμοῦ καὶ εἶπε· Δανιήλ, ἄρτι ἐξῆλθον,
ὑποδεῖξαί σοι διάνοιαν, ἐν ἀρχὴ τῆς δεήσεώς σου, ἐξῆλθε πρόσταγμα παρὰ Κυρίου,
καὶ ἐγὼ ἦλθον ὑποδεῖξαί σοι διάνοιαν, ἐν ἀρχῇ τῆς δεήσεώς σου, ἐξῆλθε πρόσταγμα
παρὰ Κυρίου,καὶ ἐγὼ ἦλθον ὑποδεῖξαί σοι, ὅτι ἐλεεινὸς εἶ, καὶ διανοήθητι τὸ
πρόσταγμα. Ἑβδομήκοντα ἑβδομάδες ἐκρίθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν
Σιών, συντελεσθῆναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι καὶ ἀπαλεῖψαι τὰς ἀδικίας
καὶ διανοηθῆναι τὸ ὄραμα καὶ δοθῆναι δικαιοσύνην αἰώνιον καὶ συντελεσθῆναι τὸ ὄραμα
καὶ εὐφρᾶναι ἅγιον ἁγίων.
Λιτή. Ἦχος α΄.
Ἀγγελικῆς πανηγύρεως τῆς εὐωχίας σήμερον, ἀπολαύσωμεν φιλεόρτων πάντων
χορείαι, αἱ γεγηθυῖαι συναχθεῖσαι ᾧδε. Συνεκάλεσε γὰρ ἡμᾶς ὁ φωτόμορφος Ἀρχάγγελος Γαβριήλ, ὁ τῶν οὐρανίων στρατιῶν ἀρχιστράτηγος,
πρὸς αἶνον τῆς πρὸς ἡμᾶς αὐτοῦ εὐεργεσίας. Δεῦτε οὖν πνευματικῶς εὐφρανθῶμεν,
καὶ μελισταγέσιν ᾄσμασιν αὐτὸν μεγαλύνοντες, τὰς πρὸς Κύριον πρεσβείας αὐτοῦ ἐκζητήσωμεν.
Ἦχος β΄.
Τῶν οὐρανίων ταγμάτων τὸν προεξάρχοντα, τὸν οὐρανόθεν σταλέντα κομίσαι τῇ
Παρθένῳ, τῆς ἀνεκφράστου αὐτῆς συλλήψεως τὰ εὐαγγέλια, Γαβριὴλ τὸν Ἀρχάγγελον
δεῦτε πάντες μεγαλύνωμεν, ὡς ὑπουργὸς γὰρ τῆς τρισυποστάτου θεότητος, καὶ
θεάμων τῆς Αὐτῆς ἀϊδίου λαμπρότητος ἐν πόλῳ, ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν,
τῶν ἐν πίστει συναχθέντων αὐτὸν ὑμνῆσαι ἐν ᾄσμασι.
Ἦχος γ΄.
Γαβριὴλ τὸν παμμέγιστον Ταξιάρχην, τὸν ὑπηρετήσαντα τῷ μυστηρίῳ, τῆς ἐνσάρκου
οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ, ἀνυμνήσωμεν κράζοντες· φωστὴρ εὐχαρίστων
πνευμάτων, καλῶν ἀγγελιαφόρε καὶ χαρᾶς κόσμου πρόξενε, μὴ παύση οὐρανόθεν ἐποπτεύων,
τοὺς εὐλαβῶς ἐπικαλουμένους σε.
Ἦχος δ΄.
Τὸν ἀποκυλίσαντα τὸν μέγαν λίθον, ἀπὸ τῆς θύρας τοῦ μνημείου τοῦ Ζωοδότου Ἰησοῦ,
καὶ ἐπ’ αὐτοῦ καθήμενον λευχειμονοῦντα, Γαβριὴλ Ταξιάρχην μελωδικῶς εὐφημήσωμεν·
οὗτος γὰρ ἀναγγείλας τοῖς Μυροφόροις, Χριστοῦ τὴν Ἀνάστασιν, καὶ δείξας αὐταῖς
τὰ κείμενα ὀθώνια μόνα, προΰτρεψεν αὐτὰς μετενεγκεῖν τοῖς Ἀποστόλοις, τὸ
κοσμοχαρμόσυνον μήνυμα.
Δόξα. Ὁ αὐτός.
ᾌσατε λαοὶ τῷ Ἀρχιστρατήγῳ Γαβριὴλ ᾄσατε, τῷ καινὴν ᾠδὴν μελωδήσαντι τῇ ἁγνῇ
Παρθένῳ, καὶ ἀξιοχρέως ἡμᾶς διδάξαντι Αὐτὴν μεγαλύνειν. Διηνεκὼς γὰρ πρεσβεύει
Κυρίῳ, Οὗ τῆς λαμπρότητος θεωρὸς ὑπάρχει, ἀπελάσαι ἡμῶν τὴν σκοτομήνην τῶν
θλίψεων, καὶ χαρᾶς πληρῶσαι τοὺς αὐτὸν γεραίροντας.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε...
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἀρχαγγέλου.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε μεθέξεσιν, ἐνθέοις
φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ
μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, παρθενικῇ τὸν ἀσώματον, καὶ
γενόμενον ἄνθρωπον,εἰς τὸ σῶσαι τὸν ἄνθρωπον.
Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς
λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Θρόνῳ παριστάμενος, τῆς τρισηλίου Θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς
θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς,
χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ
καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης
σφόδρα.
Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα.
Κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας. Πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν.
Ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ
προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'.
Ὡς Ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης
καὶ θλίψεως, νόσων καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας,καὶ
αἰτουμένους σε ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτὶ
τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· Αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ
Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος δ'.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα
ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν
ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς
ταξιάρχης τῶν ἄνω Δυνάμεων.
Ἀπολυτίκιον ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οὐρανίων ταγμάτων τὸν Ἀρχιστράτηγον, τὸν παμφαῆ μυστολέκτην, τῶν τοῦ
Ὑψίστου βουλῶν, εὐαγγέλια χαρᾶς βροτοῖς κομίσαντα, μέλψωμεν ὕμνοις Γαβριήλ,
ὑπουργὸν ὡς τοῦ Θεοῦ, ἐνσάρκου οἰκονομίας, καὶ τῶν πιστῶν ποδηγέτην, πρὸς τὴν
χαρὰν τὴν ἀτελεύτητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς
σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ
Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον
σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὑψίστου ὑπουργέ, στρατιῶν πρωτοστάτα, ἀΰλων οὐρανοῦ,Γαβριὴλ ὁ κομίσας,
χαρᾶς εὐαγγέλια, τῷ ἀνθρώπων συστήματι, σκέπε ἅπαντας, ὑπὸ σκιὰν σῶν πτερύγων,
τοὺς ἐν ᾄσμασι, πανευλαβῶς συναχθέντες, καὶ ὕμνοις τιμῆσαί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἄρχων ἐπιστάς, Γαβριὴλ οὐανόθεν, ἐν οἶκῳ Ἰωσήφ,χαῖρε Νύμφη Κυρίου,
ἀνύμφευτε Δέσποινα, ἔφη Σοι παναμώμητε, καὶ τὸ μήνυμα, τῆς ὑπὸ Σοῦ τοῦ
Δεσπότου, καὶ Παντάνακτος, Θεοῦ συλλήψεως χαίρων, ἁγνη Σοὶ ἐκόμισε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεόπτην λαμπρότητος ἀγαθοδότου Θεοῦ, ὑμνήσωμεν ἅπαντες, θεοπρεπῶς Γαβριήλ,
τὸν Ἄγγελον χάριτος, κράζοντες· ὑπηρέτα, τῆς Ἁγίας Τριάδος, πνεῦμα
ἀστραπηφόρον, καὶ ἡδύπνευστε σάλπιγξ, βροτῶν τῆς σωτηρίας ἡμᾶς, βλάβης
ἐκλύτρωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σεμνῶς διαμένουσα ἐν τῷ ναῷ τοῦ Θεοῦ, Παρθένε πανάχραντε, ἔσχες τροφὸν ἀληθῶς,
Κυρίου Ἀρχάγγελον, τὸν Γαβριὴλ σταλέντα, εἶτά Σοι οὐρανόθεν, μήνυμα
προσκομίσαι, ὑπὸ Σοῦ τῆς ἀφράστου, κυήσεως Χριστοῦ τοῦ Θεοῦ, Πνεύματος χάριτι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν διαλύσαντα, Θεοῦ τῇ χάριτι, δεσμὰ τιμήσωμεν,εὐσχήμως ἅπαντες, τῆς
ἀκαρπίας γυναικῶν ἐν γήρατι λαμπροφόρον, Γαβριὴλ Ἀρχάγγελον, ταξιάρχην
παμμέγιστον, καὶ χαρᾶς ἀτέρμονος, γηγενῶν θείαν σάλπιγγα,κραυγάζοντες φωνῇ
στεντορείᾳ· Χαίροις Φωτὸς ἀστέκτου χῦμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου
Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶ
ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ
ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ
πνεύματα, καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στ.: Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.
Εὐαγγέλιον κατὰ Λουκᾶν (κεφ. ι΄, 16-21)
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀρχαγγέλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὸν εὐαγγελισάμενον τὴν Κεχαριτωμένην Θεοτόκον,Γαβριὴλ τὸν ὑπηρέτην τῆς
χάριτος, οἱ πιστοὶ ἀξιοχρέως σήμερον ὑμνήσωμεν. Οὗτος γὰρ ἀναγγείλας ἡμῖν τὴν
ἀνάκλησιν, τοῦ πεπτωκότος προπάτορος Ἀδάμ, ἀγγελιαφόρος χαρᾶς ἐπώφθη ἀτέρμονος,
τοῦ γένους τῶν ἀνθρώπων. Καὶ νῦν πάντας τοὺς αὐτὸν τιμῶντας περισκέπει, καὶ
ἀσινεῖς διαφυλάττει ἐκ τῶν παγίδων τοῦ βροτοκτόνου, καὶ τῶν βελῶν αὐτοῦ τῶν
ἄγαν ἰοβόλων.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἀρχαγγέλου β΄. Ὁ
α΄ Κανὼν τοῦ Ἀρχαγγέλου, ἐκ τοῦ Μηναίου, οὗ ἡ Ἀκροστιχίς: Ὡς παμμέγιστον τὸν Γαβριὴλ αἰνέσω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Ὡς φῶς χρηματίζοντα, ταῖς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀΰλοις μεθέξεσι, θεῖον
καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φωτίσαι πρεσβείαις σου, ὅπως ὑμνήσω
σε.
Στησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄῤῥητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν, δι' ἀγαθότητα.
Προστάτην σε μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες,οἱ ποθοῦντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως, ἀνευφημοῦντές σε.
Θεοτοκίον.
Ἁγνὴν σὲ πανάμωμε, ὁ Γαβριὴλ ὡς ἑώρακε, τὸ Χαῖρε σοι Δέσποινα, λαμπρῶς ἐβόησεν,
ἀπειρόγαμε,βροτῶν ἡ σωτηρία, Ἀγγέλων τὸ καύχημα, καὶ σεμνολόγημα.
Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Φωτομόρφῳ Γαβριὴλ Ἀρχαγγέλῳ αἶνος. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἀνοίξω τὸ στόμα μου.
Φωτόμορφε Ἄγγελε, τῶν νοητῶν ἀρχιστράτηγε, δυνάμεων πρέσβευε, ὑπὲρ ἡμῶν
Γαβριήλ, προστασίαν σου, ὑμνῆσαι συναχθέντων, νῦν ᾦδε καὶ πρόνοιαν, σὴν πρὸς
τοὺς μέροπας.
Ὡς φύλαξ καὶ πρόμαχος, καὶ ἀρωγὸς τῶν τιμώντων σε,Ὑψίστου Ἀρχάγγελε, φωτοειδὲς Γαβριήλ, περιτείχισον, ἡμᾶς ἐν βίου ζάλαις, καὶ σῶσον τοὺς σπεύδοντας, τῇ ἐπιπνοίᾳ σου.
Τῆς θείας λαμπρότητος, τὸν θεωρὸν εὐσυμπάθητον,μερόπων συλλήπτορα, καὶ στρατιῶν Γαβριήλ, ἀρχιστράτηγον, τῶν οὐρανίων δεῦτε, πιστοὶ καταστέψωμεν, ὕμνοις ἐμπρέπουσιν.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα, τῆς θείας δόξης Μητρόθεε, Παρθένε Παντάνασσα, χαιρετισμὸν
Γαβριήλ, τὸν γλυκύτατον, ἡ ταπεινῶς δεχθεῖσα, χαρὰν ἐξησφάλισας, πᾶσιν
ἀτέρμονα.
ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους
Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀΰλως φωτιζόμενος, φῶς
καθορᾶσαι δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑμνοῦντάς σε.
Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι' οὗ ἤρθημεν,οἱ ἀπὸ γῆς πρὸς μέγιστον, ὕψος μεγάλως τιμῶντές σε.
Ἐπίφανον πᾶσιν οὐρανόθεν, τοῖς πόθῳ ζητοῦσί σε ἀεί, καὶ παῦσον τὸ κλυδώνιον, τὸ καθ' ἡμῶν κινούμενον, τῶν πειρασμῶν καὶ θλίψεων, ὦ Γαβριὴλ Ἀρχιστράτηγε.
Θεοτοκίον.
Γνωρίζων τὸ πάλαι κεκρυμμένον, μυστήριον Κόρη σοι ποτέ, ὁ Γαβριὴλ ἐκραύγαζε·
Χαῖρε Θεοῦ παλάτιον, ἐν ᾧ οἰκήσας ἅπαντας, βροτοὺς θεώσει ὡς εὔσπλαγχνος.
Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Μαρία ἐπέμφθης οὐρανόθεν, παρθένῳ ἁγνῇ ἐν Ναζαρέτ,βουλὴν κομίσαι Κτίσαντος,
τῆς ὑπ’ αὐτῆς συλλήψεως, δυνάμει θείου Πνεύματος, τοῦ Θεανθρώπου Ἀρχάγγελε,
Ὀφθεὶς τῷ ποτὲ ἱερουργοῦντι, σεπτῷ Ζαχαρίᾳ Γαβριήλ,ἐν τῷ ναῷ τὴν γέννησιν, τοῦ Βαπτιστοῦ ἀνήγγειλας, αὐτῷ λαμπρὲ Ταξίαρχε, καὶ μετανοίας τοῦ κήρυκος.
Ῥωννύεις τὸ γένος τῶν ἀνθρώπων, τὰ πέρατα γῆς περισκοπεῖς, ἀσώματε φωτόλαμπρε, ὦ Γαβριὴλ περίδοξε, καὶ περισώζεις ἅπαντας,Θεὸν ἀεὶ τοὺς δοξάζοντας.
Θεοτοκίον.
Φωτὸς τοῦ ἀστέκτου Θεοτόκε, πηγὴ φωτεινὴ ὡς ἀληθῶς,ὑπάρχουσα σκοτόμαιναν,
τῶν ζοφερῶν μου σκέδασον, παθῶν καὶ φέγγει χάριτος, τοῦ Σοῦ Υἱοῦ με καταύγασον.
Κάθισμα. Ἦχος α'. Τὸν Τάφον Σου Σωτήρ.
Ὁ μέγας Γαβριήλ, ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει,
τὸ θεῖον μελῴδημα, τῇ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν,καὶ
καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωμεν.
Δόξα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τῶν νοητῶν στρατιῶν τὸν πρωτοστάτην, ἀΰλων νόων τὸν ὑπέρλαμπρον φωστῆρα,
καὶ Τριάδος ἐπόπτην τῆς ἀδιαιρέτου, ἀξίως πιστῶν τὰ τάγματα Γαβριήλ, τὸν θεῖον
ἀνευφημήσωμεν ἐκτενῶς, ὡς χαρᾶς κόσμου πρόξενον, καὶ ἀρωγὸν εὐσθενῆ, ἐν δίναις
ὄντως κράζοντες· χαίροις θεῖε Ἀρχάγγελε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη,
ὁ Ἀσώματος λέγων, τῇ ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει, τοὺς οὐρανούς, χωρεῖται
ἀναλλοιώτως, ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι
κραυγάζων σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
ᾨδὴ δ'. Τὴν ἀνεξιχνίαστον.
Ἵστατο μεθέξεσι θεαρχικαῖς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν
Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι.
Στόμασι πηλίνοις σε χαρμονικῶς, πύρινον τὴν φύσιν ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου.
Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξῃ ἀπροσίτῳ ἀστράπτουσαν, ἠμφιεσμένος, στρατηγὲ τῶν Λειτουργῶν, τῷ Βασιλεῖ παρίστασαι, τῷ ἐπουρανίῳ γηθόμενος.
Θεοτοκίον.
Ὅλην σε τῷ Πνεύματι ὁ Γαβριήλ, περιηγνισμένην Πανάμωμε, κατανοήσας, ἐκβοᾷ
σοι ἐμφανῶς· Χαῖρε ἀρᾶς ἡ λύτρωσις, καὶ τῶν προπατόρων ἀνάκλησις.
Ἕτερος. Ὁ καθήμενος ἐν δόξη.
Ὡς τοῦ θρόνου παραστάτην, τοῦ Δεσπότου τῆς κτίσεως,Γαβριὴλ πνευμάτων,
εὐχαρίστων πρῶτε τιμῶντές σε, ἀναβοῶμεν· ἐκ πάσης περιστάσεως, βλάβης θλίψεων,
καὶ νόσων ἅπαντας λύτρωσαι.
Γνῶσιν ἔχων αποκρύφων, καὶ βουλῶν τοῦ Παντάνακτος,Γαβριὴλ ἀνθρώποις, πᾶσιν
ὁ χαρᾶς εὐαγγέλια, κομίσας δέξαι δεήσεις τῶν ἐν ᾄσμασιν, Ἀρχιστράτηγε, νῦν
συναχθέντων τιμῆσαί σε.
Ἀθυμίας Ταξιάρχα, Εὔας πέλεις παράκλησις, καὶ τοῦ πεπτωκότος, Γαβριὴλ Ἀδὰμ ἐπανόρθωσις, διό σε πάντες ὡς σάλπιγγα θεώσεως, γένους στέφομεν, βροτείους ὕμνοις εὐσχήμοσι.
Θεοτοκίον.
Βάθρον ἄσειστον ἁγνείας, Θεοτόκε πανύμνητε, Σοὶ τὴν παρθενίαν, ὁ Θεὸς
βραβεύων ἀπέστειλε, τὸν Γαβριήλ Σοι κομίσαι εὐαγγέλια, ὅτι Κύριον, τέξη Αὐτοῦ
Λόγον ἄχρονον.
ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Νοὸς κατὰ μέθεξιν, τοῦ πρώτου φωτιζόμενος, δεύτερον ὡράθης φῶς κραυγάζων, σὺν
ταῖς ἀπείροις Ἀγγέλων τάξεσιν, Ἅγιος Πατὴρ ὁ παντουργός, ὁ Υἱὸς συνάναρχος, καὶ
τὸ Πνεῦμα τὸ σύνθρονον.
Τὸ εἶδός σου πύρινον, τὸ κάλλος ὑπερθαύμαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, μέγα τὸ κλέος Γαβριὴλ μέγιστε, θείων Ἀσωμάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισμα, τῶν πιστῶς ἀνυμνούντων σε.
Ὁ θεῖος ὡς εἶδὲ σε, καιρῷ τοῦ θυμιάματος, πάλαι συνεστῶτα Ζαχαρίας, μένει κωφεύων· οὐ γὰρ ἐπίστευσε,σοῦ τῇ ἀγγελίᾳ τῇ φρικτῇ, ἥπερ ἐξεφώνησας, Γαβριήλ, Ἀρχιστράτηγε.
Θεοτοκίον.
Ναὸς ἁγιάσματος,ὑπάρχουσα Πανάμωμε, φωνῇ Γαβριὴλ τοῦ Ἀρχαγγέλου, τὸν ἐν Ἁγίοις
ἀναπαυόμενον,τέτοκας πανάγιον Θεόν, πάντας ἁγιάζοντα, καὶ δεινῶν ἐξαιρούμενον.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ῥεόντων ἀνάδειξον, τοὺς συναχθέντας ἀνάδειξον, ὕμνων Γαβριὴλ σὲ καταστέψαι,
νῦν ὑπερτέρους, τοῦ διακόσμου λαμπρόν, ἐξάρχοντα ὄντως οὐρανοῦ, καὶ ἀΰλων
τάξεων, τὸν γλυκὺν ἀρχιστράτηγον.
Ἰδοὺ νῦν ἀρχάγγελε, λαμπρῶς ἀνευφημοῦμέν σε, τὸν εὐαγγελίσαντα γυναῖκα, ἄτεκνον οὖσαν, τοῦ Μανωὲ Γαβριήλ, Σαμψὼν γένναν τὴν ὑπερφυᾶ, καὶ Χριστοῦ τὴν γέννησιν, Δανιὴλ προμηνύσαντα.
Ἡλίου ἀρχάγγελε, τοῦ νοητοῦ ἀπαύγασμα, λάμψον Γαβριὴλ ἡμῶν καρδίαις,
σωτηριῶδες, καὶ ζωοπάροχον φῶς, ἐλαύνων θανάτου ζοφερόν, σκότος ἀρχιστράτηγε,
ἀφ’ ἡμῶν τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Λαμπὰς ἁγιότητος, ἀειφεγγὲς Παντάνασσα, τὸν χαιρετισμὸν ἡ δεξαμένη, τοῦ
ἀρχαγγέλου, ἐν Ναζαρὲτ οἰκετῶν, δεήσεων δέξαι σῶν φωνάς, καὶ πρὸς τελειότητος,
φῶς ἡμᾶς πάντας ἕλκυσον.
ᾨδὴ ς'. Τὴν θείαν ταύτην.
Γεώδεις γλῶσσαι γεραίρειν σε, τὸν νοῦν τὸν φωταυγῆ καὶ οὐράνιον, οὐκ ἐξισχύουσι,
περιφανῶς λαμπρυνόμενον, ταῖς ὑπὲρ νοῦν καὶ λόγον, θείαις λαμπρότησιν.
Ἀκτὶς ἡλίου πολύφωτε, πυρίνων Λειτουργῶν Ἀρχιστράτηγε, ταῖς σελασφόροις σου, πρὸς τὸν Δεσπότην δεήσεσι, τοὺς ὑμνητάς σου σκότους, παθῶν ἐξάρπασον.
Βουλὰς ἐθνῶν διασκέδασον, τὴν πίστιν τὴν ὀρθόδοξον κράτυνον, παῦσον τὰ σχίσματα, τῆς Ἐκκλησίας Ἀρχάγγελε, ταῖς πρὸς τὸν Κτίστην πάντων, σοῦ παρακλήσεσι.
Θεοτοκίον.
Ῥημάτων θείων ὑπήκοος, Ἁγνὴ τοῦ Γαβριὴλ ἐχρημάτισας, καὶ τὸν προάναρχον,
Λόγον σαρκὶ ἀπεκύησας,τῆς ἀλογίας κόσμον, ἀπολυτρούμενον.
Ἕτερος. Τὴν θείαν ταύτην.
Ἀστράπτων θεῖε ἀρχάγγελε, τὸν λίθον ἐκ τοῦ τάφου ἐκύλησας, καὶ τὴν
ἀνάστασιν, ταῖς μυροφόροις ἀνήγγειλας, Χριστοῦ τοῦ Ζωοδότου, κοσμοχαρμόσυνον.
Ῥανιδας λύπης ἀπέσμηξας, ἀτέκνων Γαβριὴλ χαρμοσύνῳ σου, μάκτρῳ θεόσταλτε, ἐπαγγελίας καὶ ἔδειξας, πιστοῖς βουλῆς Κυρίου, ἰσχὺν ἀνίκητον.
Χαρᾶς τὴν Ἄνναν ἐπλήρωσας, καὶ τὸν Ἰωακεὶμ τὸν προπάτορα, Θεοῦ ὧν ἔλυσας, ἐν ἡλικία γήρως, Ἀγγέλων πρώταρχε.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε Θεόνυμφε, κατὰ τὸ θεῖον ῥῆμά Σου γένοιτο, κλίνασα κάραν Σου,
τῷ Γαβριὴλ Μῆτερ ἔφησθα, χαρᾶς μηνύσαντί Σοι, τὰ εὐαγγέλια.
Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ
Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόῤῥητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε
προσφωνῶν αὐτῇ, ἡ κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ
μακαρίζομεν.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν εὐθυμήσαντα τὸ γένος τὸ μερόπειον, χαρᾶς κομίσαντα αὐτῷ τὰ εὐαγγέλια, Γαβριὴλ
Ἀγγέλων θείων τὸν πρωτοστάτην, τὸν δεσμὰ τῆς ἀκαρπίας διαλύοντα, τῶν βροτῶν ἐκ
τῆς ἀγάπης ἔργων μέλψωμεν, ἀνακράζοντες· Χαίροις
χάριτος Ἄγγελε.
Ὁ Οἶκος.
Ἄγγελε πρωτοστάτα, ὁ πεμφθεὶς χαιρετίσαι, Μαρίαν Γαβριὴλ τὴν Παρθένον, ἐν
τῇ κώμῃ ποτὲ Ναζαρέτ, καὶ αὐτῇ κομίσαι τοῦ Θεοῦ βούλησιν, τοὺς ὑμνητάς σου
στήριζε, ἐν βίῳ τοὺς πιστῶς βοῶντας·
Χαῖρε, Ἀρχάγγελε τοῦ Ὑψίστου·
χαῖρε, Ταξίαρχε τοῦ Δεσπότου.
Χαῖρε, ὑπουργὲ τῆς Τριάδος ἀκάματε·
χαῖρε, λειτουργὲ τοῦ Κυρίου φωτόμορφε.
Χαῖρε, ὅτι ἐφανέρωσας Δανιήλ, γένναν Χριστοῦ·
χαῖρε, ὅτι διεκήρυξας, τὴν Ἀνάστασιν Αὐτοῦ.
Χαῖρε, τῆς ἀφωνίας Ζαχαρίου ἡ παύσις·
χαῖρε, τῆς ἀπαιδίας Ἐλισάβετ ἡ λύσις.
Χαῖρε, χαρᾶς τῆς Ἄννης ἐγγύησις·
χαῖρε, ἀρᾶς της Εὔας κατάργησις.
Χαῖρε, τῶν Μάγων σαφὴς ὁδηγία·
χαῖρε, ποιμένων χαρᾶς ἀγγελία.
Χαίροις χάριτος Ἄγγελε.
Συναξάριον.
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ.
Τῶν σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον,
Ὡς οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων.
Λαμπρὸν ἐνσάρκου Θεοῦ οἰκονομίας,
ὑπουργὸν ᾄσμασι Γαβριὴλ δεῖ μέλπειν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.
Ἰωάννου τόκον ἔνδοξε ἐμήνυσας, τῷ Ζαχαρίᾳ ποτέ, ἔνδον τοῦ θείου ναοῦ, ἑστῶτι
καὶ ψάλλοντι, τῷ Λυτρωτῇ καὶ Θεῷ· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς
εἶ.
Ἡ περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχάς, πιστῶν καὶ προτρέπεται, μεγαλοφώνως βοᾶν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὡράθης τοὺς μέλποντας, φωτίζων πάντοτε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἀπεστάλη Γαβριὴλ ὁ Ἀρχιστράτηγος, χαρὰν μηνύων σοι, Παρθενομῆτορ ἁγνή, δι' ἧς
λύπη πέπαυται, καὶ ἡ ἀρὰ ἀληθῶς, ἀπεστείρωται, καὶ εὐλογία ἤνθησε, τοῖς πιστοῖς
εἰς τοὺς αἰῶνας.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Γένει ἅπαντι, μερόπων ἐπεβράβευσας, χαρὰν ἀτέρμονα,βουλὴν κομίσας Θεοῦ,
ἡμῖν τὴν σωτήριον, καὶ πανευφρόσυνον, ἐνσαρκώσεως, Υἱοῦ Αὐτοῦ Ἀρχάγγελε, καὶ
θεώσεως ἀνθρώπων.
Γῆθεν ἴθυνον, πρὸς οὐρανῶν σκηνώματα, τοὺς μελωδοῦντάς σε, φωτοειδὲς Γαβριήλ, δεικνύων σοῖς πρόσφυγξι, ἀρίστην δίοδον, ὁ εἰς Αἴγυπτον, φυγεῖν μετ’ ἐπιτάσεως, Ἰωσὴφ καθυποδείξας.
Εὐφημοῦντές σε, ὡς τῆς ἀγνῆς Θεόπαιδος, τροφὸν Ἀρχάγγελε, ἐν τῷ ναῷ Γαβριήλ, μενούσης κραυγάζομεν· τὸν ἐπιούσιον, ἄρτον ἅπασι,πρεσβείαις σου πρὸς Κύριον, τῆς ζωῆς τὸν Ἄρτον δεῖξον.
Θεοτοκίον.
Λῦσον Δέσποινα, τῆς ἀκαρπίας κράζω Σοι, δεσμὰ καὶ πλῆσόν με, Πνεύματος
θείου καρποῖς, ἡ κυοφορήσασα, καρπὸν θειότατον, τὸν Παντάνακτα, Χριστὸν ἐν τῇ
νηδύϊ Σου, τῇ πανάγνῳ Θεοτόκε.
ᾨδὴ η'. Παῖδας εὐαγεῖς.
Ἱερολογίαις ἱεραῖς σε, λαὸς ἱερὸς ὑμνεῖ γηθόμενος· σὺ γὰρ τὸν παναίτιον,
Λόγον σωματούμενον,τὸ καθ' ἡμᾶς, Ἀρχάγγελε, τῇ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένῳ ὑπέρ
νοήν τε καὶ λόγον· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Νοῒ τῷ μεγάλῳ τε καὶ πρώτῳ, ἀΰλως Ἀρχάγγελε ἑνούμενος, στόματι πυρίνῳ σου, μέλπεις τὸ μελῴδημα, τὸ φοβερὸν ὃ μέλπουσι, πάντες Ἀγγέλων χοροί· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὐκλείαις σαφῶς πεποικιλμένος, ταῖς θείαις διέρχῃ τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἀποπεραιούμενος,τὰ ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ ἀρχηγέτα, κλέος τῶν ἐν πίστει ἀεὶ σε εὐφημούντων.
Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σε
προτρέχοντα, καὶ προασπιζόμενον, τὸ ἱερὸν παλάτιον, ὦ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε
βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς θρόνον τερπνὸν τοῦ Βασιλέως, ὡς πάντων τῶν ποιημάτων ὑπερέχουσαν, ὡς τὸν
ὑπερούσιον,μόνην οὐσιώσασαν, καὶ τοῖς βροτοῖς ἑνώσασαν, ἑνώσει κρείττονι,
γεννήσεως ἀῤῥήτου καὶ ξένης, τὴν εὐλογημένην, ὑμνήσωμεν Παρθένον.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Ὤφθης ἐν σπηλαίῳ τοῦ χειμάῤῥου, Χαῤῥὰθ Γαβριὴλ Θεοπροπάτορι, βόσκοντι τὰ
πρόβατα, καὶ Κυρίῳ ᾄδοντι, Ἰωακεὶμ καὶ σύλληψιν, τῆς Θεομήτορος, ἐμήνυσας αὐτῷ
ἐκ τῆς Ἄννης, τῆς προβεβηκυίας, στείρας αὐτοῦ σύζυγον.
Ἄλλην ἄτραπον ἀκολουθῆσαι, πρὸς γῆν τῶν Χαλδαίων καθυπέδειξας, Μάγοις Ἀρχιστράτηγε, Γαβριὴλ φωτόμορφε, ὡς ἂν Ἡρώδου φύγωσι, τὴν ἐνημέρωσιν, τοῦ θέλοντος Χριστὸν θανατῶσαι, τὸν ἐν τῷ σπηλαίῳ, τεχθέντα Βασιλέα.
Ἵλεων ἡμῖν τὸν Κύριόν σου, τοῖς ᾄδουσι προστασίας σου τὸ ἄμετρον, Γαβριὴλ πανένδοξε, Ταξιάρχα ποίησον, ὁ μοναχὸν ἀσκούμενον, ἐν Σκήτῃ Ἄθωνος, διδάξας μεγαλύνειν ἀξίως, τὴν ἁγνὴν Παρθένον, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νῦν τῶν Ὀρθοδόξων αἱ χορεῖαι, τὸν ὕμνον τοῦ Ἀρχαγγέλου ἐκφωνοῦσαί Σοι,
Γαβριὴλ πανάχραντε, Θεοτόκε Δέσποινα, ἀπαύστως μεγαλύνομεν, τὰ Σὰ θαυμάσια, καὶ
κράζομεν· πιστῶν προστασία, καὶ παραμυθία,εὐλογημένη χαῖρε.
ᾨδὴ θ'. Ἅπας γηγενὴς.
Ἵσταται φρικτῶς, τῷ θρόνῳ τῆς χάριτος, διακονούμενος, καὶ καταστραπτόμενος,
φωτοχυσίαις ταῖς ὑπὲρ ἔννοιαν, καὶ ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ
φωτίζων, πίστει τοὺς τιμῶντάς σε, ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε.
Ὥσπερ οὐρανός,ὁρᾶσαι κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ στρατηγέτης δέ,
χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν, τὴν γῆν τὸ βούλημα τοῦ
Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος.
Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοῖς ὑμνηταῖς σου βράβευσον, πταισμάτων λύτρωσιν, βασιλεῖ τε δώρησαι τὰ τρόπαια, Γαβριὴλ τῇ θερμῇ προστασίᾳ σου.
Ἡ περικαλής, δυὰς καὶ περίδοξος, Μιχαὴλ καὶ Γαβριήλ, θρόνῳ παριστάμενοι, τῆς θείας δόξης πᾶσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὡς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.
Θεοτοκίον.
Φέγγος ἀστραπῆς,τοῦ τόκου σου ἔλαμψε, καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον,
καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων,
πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναῖς ἀνυμνούντων σε.
Ἕτερος. Ἅπας γηγενής.
Ὅλος θεῖον φῶς, κατῆλθες Ἀρχάγγελε, καὶ χαριέστατος,Γαβριὴλ πυρίμορφε, πρὸς
τὴν Παρθένον, ἐκ στερεώματος, τῶν οὐρανῶν καὶ μήνυμα,αὐτῇ ἐκόμισας, ἀϊδίου,
χαρμονῆς καὶ λύσεως, τῆς ἀρχαίας ἀρᾶς τῆς προμήτορος.
Σὺν τῷ Μιχαήλ, τὸν παῖδα διέσωσας, φωτοειδέστατε,Γαβριὴλ ὃν ἔῤῥιψαν, Δοχειαρίου, ποτὲ κακότροποι, μονάζοντες εἰς θάλασσαν, καὶ τόπον βλύσεως, ἐν τῇ μάνδρᾳ, ταύτῃ καθυπέδειξας, διαυγοῦς καὶ δροσίζοντος ὕδατος.
Χαῖρε νοητῶν, δυνάμεων πρώταρχε, φωστὴρ τρισμέγιστε,Γαβριὴλ τῶν τάξεων, τῶν οὐρανίων, πιστῶς κραυγάζομεν, καὶ πνεῦμα θεοείκελον,ἴθυνον ἅπαντας, πρὸς λειμῶνας, θείας ὡραιότητος, καὶ χαρᾶς ἀληθοῦς καὶ ἀτέρμονος.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, τῶν μακαριζόντων Σε, Θεογεννήτρια, καὶ κραζόντων· Ἄξιον, ἐστὶ
Παρθένε, ἁγνὴ Θεόνυμφε, Σὲ μεγαλύνειν πάντοτε, καὶ τὸν Θεάνθρωπον, εἰς αἰῶνας,
ἀναμέλπειν Τόκον Σου, τὸν πιστοῖς χαρμονῆς γέρα νέμοντα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀῤῥήτως πυρσευόμενος, ταῖς θεϊκαῖς ἐλλάμψεσι, τῆς ὑπερφώτου τριάδος, διέρχῃ
πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Γαβριὴλ ἀστραπόμορφε,φρουρῶν
φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας.
Ἕτερον.
Ἀστραπηφόρον Ἄγγελον, τὸν Γαβριὴλ τιμήσωμεν, ἀΰλων νόων τὸν πρῶτον, καὶ
ὑπουργὸν τῆς ἐνσάρκου, οἰκονομίας Κτίσαντος, κραυγάζοντες· Ἀρχάγγελε, ὑπὸ τὴν
θείαν σκέπην σου, φύλαττε πάντας τοὺς πίστει, σὲ εἰς αἰῶνας ὑμνοῦντας.
Θεοτοκίον.
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην, οἴμοι! ὁ τάλας,
δι' ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀῤῥήτως κοινωνήσας μοι, τοῦ
χείρονος μετείληφας, καινοποιήσας με Λόγε, παρθενικῶν ἐξ αἱμάτων.
Εἰς τοὺς Αἴνους ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀρχαγγέλου.
Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Γαβριὴλ Ἀρχάγγελε Θεοῦ, θεῖος Ἀρχιστράτηγος, καὶ ὑπουργὸς ἀνεδέδειξαι, καὶ
ταῖς λαμπρότησι, καὶ ταῖς φρυκτωρίαις, τούτου αὐγαζόμενος, ἀμέσως κατὰ μέθεξιν
δεύτερον, φῶς ἐχρημάτησας,καὶ φωτίζεις τὴν περίγειον, ἐξαστράπτων, τῷ κάλλει τῆς
δόξης αὐτοῦ. (Δίς).
Γαβριὴλ πρωτάγγελε τὸ σόν, κλέος περιβόητον, καὶ θαυμαστή σου ἡ δύναμις, ἡ χάρις ἔνθεος,ἡ μορφὴ ὡραία, τὸ εἶδος σου πύρινον, ἡ τάξις ὑψηλὴ καὶ ὑπέρτιμος, ἡ φαῦσις ἄϋλος· ἡ ῥοπὴ ἀμετακίνητος, πρὸς τὸ χεῖρον, τῇ νεύσει τοῦ κρείττονος.
Γαβριὴλ Ταξίαρχε χαρᾶς, μυστικῆς προάγγελε, ὁ νυμφοστόλος ὁ ἔνδοξος, τῆς Θεομήτορος, σὺν αὐτῇ τῷ Κτίστη, πάντων καθικέτευε, λυτροῦσθαι τῶν δεινῶν καὶ τῶν θλίψεων, τοὺς σὲ γεραίροντας, καὶ τὰ θεῖα Εὐαγγέλια, σοῦ ἐν πίστει δεχομένους πάντοτε.
Δόξα. Ἦχος πλ. α'.
Ὅπου ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ
δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν
σε, τὰ πυρφόρα αὐτοῦ βέλη,τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου
λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιύμνητε, Γαβριὴλ Ἀρχάγγελε.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ δυσωποῦμεν ὡς Θεοῦ Μητέρα εὐλογημένη, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ
Ἀρχαγγέλου ἡ γ’ καὶ στ’ ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῶν Ταξιαρχῶν. Ὄρα 8ῃ
Νοεμβρίου.
Κοινωνικόν: Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα, καὶ τοὺς
λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Μεγαλυνάριον.
Χαίροις ἀστραπόμορφε Γαβριήλ, Ἀρχαγγέλων δόξα ἀνακλήσεως εἰς Ἐδέμ, τῶν
βροτῶν κομίσας, ἡμῖν ἐπαγγελίαν, διὰ τῆς τοῦ Σωτῆρος, ἐνανθρωπήσεως.
Δίστιχον:
Γαβριήλ, Ἀρχιστράτηγον θείων νόων,
Χαραλάμπης ὕμνησεν ἀξιοχρέως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου