Σάββατο 20 Ιουνίου 2015

Ἁγ. ΑΡΣΕΝΙΟΥ τοῦ Καππαδόκη



Ἀκολουθία Ἁγ. ΑΡΣΕΝΙΟΥ τοῦ Καππαδόκη.
Ψαλλομένη τῇ 10η Νοεμβρίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὁσίων τῶν πάλαι μιμητής, Ὅσιε Ἀρσένιε, τῇ καθαρᾷ πολιτείᾳ σου, ἐσχάτοις ἔτεσιν, ἀληθῶς ἐδείχθης, καὶ Ἁγίου Πνεύματος, τὴν θείαν εἰσεδέξω ἐνέργειαν· διὸ αἰτοῦμέν σε· τὸν Σωτῆρα καθικέτευε, ὑπὲρ πάντων τῶν ἀνευφημούντων σε.

Ἀσκήσει ὁσίων ἀρετῶν, Ὅσιε Ἀρσένιε, τὴν σὴν ψυχὴν κατελάμπρυνας, καὶ πλείστοις θαύμασι, Πάτερ διαπρέψας, πολλοὺς εὐηργέτησας, σωμάτων καὶ ψυχῶν τὰ νοσήματα, τῶν προσιόντων σοι, θεραπεύων θείᾳ χάριτι, ὡς θεράπων Χριστοῦ ἐνθεώτατος.

Ὑψώσας τὸν νοῦν πρὸς τὸν Θεόν, Ὅσιε Ἀρσένιε, παντὸς τοῦ κόσμου ὑπέρτερος, ὤφθης τῷ βίῳ σου, καὶ τῶν οὐρανίων, ἐραστὴς γενόμενος, μετέσχηκας εὐκλείας τῆς κρείττονος, ἀεὶ δεόμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Λειψάνων σου Πάτερ τὴν σορόν, θείαν χάριν βλύζουσαν, ὡς κιβωτὸν ἁγιάσματος, καταπλουτήσαντες, τὴν σεπτήν σου μνήμην, πόθῳ ἑορτάζομεν, Ἀρσένιε Ἀγγέλων ὁμόσκηνε, καὶ ἐκβοῶμέν σοι· τὴν Μονὴν ταύτην διάσωζε, ἀπὸ πάσης βλάβης τοῦ ἀλάστορος.
Δόξα. Ἦχος β΄.
Τῆς ἐγκρατείας τοῖς πόνοις, ὑποπιάζων τὸ σῶμα, ἐν τῇ καρδίᾳ ἐδέξω, τὴν θείαν ἔλλαμψιν Ὅσιε Πάτερ· καὶ τοῖς πάλαι ἀμιλλώμενος Πατράσιν, ἴσων ἐπάθλων ἔτυχες, Ἀρσένιε μακάριε, ἐχθροῦ πατήσας τὴν ὀφρύν· οὗ τῆς ἀπάτης καὶ ἡμᾶς ἀπάλλαξον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Βίον ἀσκητικόν, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀρσένιε βιώσας, τῆς τῶν Ἀγγέλων δόξης, μετὰ τὸ τέλος ἔτυχες.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄνθος νεοθαλές, ἐκ τῆς Καππαδοκίας, Ἀρσένιε ἀνθήσας, ἡμᾶς εὐωδιάζεις, τοῖς μυστικοῖς χαρίσμασι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Φύλαττε τὴν Μονήν, ταύτην ἐγκαυχωμένην, τοῖς θείοις σου λειψάνοις, Ἀρσένιε τρισμάκαρ, ἐκ πάσης περιστάσεως.
Δόξα. Τριαδικόν.
Δέδωκας ὦ Τριάς, τῷ θείῳ Ἀρσενίῳ, ἰσχὺν καὶ θείαν χάριν, δι’ ὧν παρέχει πᾶσιν, ἰάματα σωτήρια.
Καὶ νῦν. Θεοτοκίον.
Πίστει τῷ Σῷ Υἱῷ, Ἀρσένιος ὁ θεῖος, λατρεύων Θεοτόκε, τῆς σῆς κατηξιώθη, εὐνοίας καὶ λαμπρότητος.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤφθης, ὡς ἀστὴρ νεοφανής, ἐκ Καππαδοκίας ἐκλάμψας, ἐσχάτοις ἔτεσιν, Ὅσιε Ἀρσένιε, Ἀγγέλων σύσκηνε, καὶ ἀκτῖσι τοῦ βίου σου, ἡμᾶς καταυγάζεις, λύων τὴν σκοτόμαιναν, παθῶν καὶ θλίψεων· ὅθεν, τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει καρδίας, Πάτερ ἑορτάζομεν τιμῶντές σε.

Πόνοις, ἐγκρατείας τὴν ψυχήν, Πάτερ φρονημάτων γηΐνων, ὡς ἀπεκάθηρας, τότε ταύτην ὄργανον, τοῦ θείου Πνεύματος, ἀπετέλεσας Ὅσιε, καὶ θαυμάτων χάριν, ἔβλυσας Ἀρσένιε, εἰς σωτηρίαν πολλῶν· πάθη γὰρ ἰᾶσαι ποικίλα, καὶ δαιμόνων σμήνη διώκεις, ἐκ τῶν εὐλαβῶς προσερχομένων σοι.

Λόγῳ, καὶ σοφίᾳ θεϊκῇ, καὶ πνευματικῆς πολιτείας, τοῖς προτερήμασιν, Ὅσιε Ἀρσένιε, κατακοσμούμενος, ἐμφανῶς πᾶσιν ἔδειξας, τῆς θείας ἀγάπης, Πάτερ τὴν λαμπρότητα, καὶ τὰ χαρίσματα· τύπος γὰρ ζωῆς ἐναρέτου, ὤφθης καὶ τῶν θείων Πατέρων, ἀκριβὴς εἰκὼν καὶ ἰσοστάσιος.

Πίστει, τοὺς προστρέχοντας εἰς σέ, πάσης ἀσθενείας καὶ βλάβης, θᾶττον ἀπήλλαττες, θείαις σου ἐντεύξεσι, πρὸς τὸν Σωτῆρα Χριστόν, φυτοκόμος δεικνύμενος, ἠθῶν ἐναρέτων, ὡς πᾶσιν αἰδέσιμος, καὶ πλήρης χάριτος, πάντων ἀτακτούντων τὸν βίον, Πάτερ ἐν Κυρίῳ παιδεύων, καὶ καθοδηγῶν θεοπρεπέστατα.

Βίον, διανύσας ἱερόν, ἴχνεσι τῶν πάλαι Ὁσίων, βαδίσας ἄριστα, Ὅσιε Ἀρσένιε, ἀπὸ νεότητος, τῶν θαυμάτων ἐπλούτησας, πλουσίαν τὴν χάριν· ὅθεν, αἱ προστρέχουσαι, ἐν τοῖς λειψάνοις σου, λύονται δεσμῶν ἀτεκνίας, καὶ μητέρες τέκνων ὁρῶνται, καὶ καρκίνου πάθος θεραπεύεται.

Δόξης, ἀπολαύων θεϊκῆς, καὶ ἐν μετοχῇ μακαρίᾳ, Πάτερ θεούμενος, πρέσβευε Ἀρσένιε ὡς συμπαθέστατος, ὑπὲρ ταύτης ἑκάστοτε, τῆς Μάνδρας πλουτούσης, τὰ σεπτά σου λείψανα, ὡς δῶρον ἔνθεον, πᾶσι δὲ τοῖς σὲ εὐφημοῦσιν, αἴτει τῶν πταισμάτων τὴν λύσιν, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.
Δόξα. Ἦχος πλ. β΄.
Ἀνατεθεὶς τῷ Κυρίῳ, Αὐτῷ ἀμέμπτως ἠκολούθησας, ἀσκητικῇ πολιτείᾳ, Ἀρσένιε Ὅσιε· τὸ γὰρ θεῖον πῦρ δεξάμενος, ὃ βαλεῖν ἐπὶ τῆς γῆς, ἦλθεν ὁ Σωτήρ, ἐμφρόνως τῶν γηΐνων ἀπέστης, καὶ ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, ζῶν οἷάπερ ἄγγελος· καὶ τῶν θείων δωρεῶν, ταμεῖον γεγονώς, θαυμάτων ὤφθης αὐτουργός, καὶ τύπος ἐναρέτων πράξεων, ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ. Διὸ τῶν πόνων τὰς ἀμοιβὰς δρεπόμενος, μὴ διαλίπῃς πρεσβεύων Πάτερ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Τῷ φωτὶ τῶν ἀρετῶν, καταλαμπρύνας τὸν νοῦν, ὡς υἱὸς φωτὸς ἐπορεύθης, τὴν τρίβον τῆς ζωῆς, Ἀρσένιε Ὅσιε· ἐν τῷ νόμῳ γὰρ τοῦ Θεοῦ, ἡμέρας καὶ νυκτὸς μελετήσας, τοῦ Ἁγίου Πνεύματος, τοὺς καρποὺς ἐξήνεγκας· δι’ ὧν τῶν μὲν πιστῶν τὰς διανοίας εὐφραίνεις, τῆς ἐν Χριστῷ δὲ οἰκειώσεως, τὰς χάριτας ἐκφαίνεις, καὶ πάντας διεγείρεις, βοᾷν τῷ Σωτῆρι· Κύριε, δόξα Σοι.
Ἦχος β΄.
Ἀσκητικῶς ἀγωνιζόμενος, ἐν ἐγκρατείᾳ καὶ προσευχῇ καὶ συντόνοις ἀγρυπνίαις, τὴν σάρκα ἐνέκρωσας, Ὅσιε Πάτερ· καὶ θείαις ἀναβάσεσι, Θεῷ ἀναγόμενος, τὴν ζωοποιὸν ἐνέργειαν, περιεβάλου ὡς ἱμάτιον· τοὺς δερματίνους γὰρ χιτῶνας, νουνεχῶς ἀπεξεδύσω· καὶ τῆς ἐν σοὶ σκηνούσης χάριτος, προσεφαπλῶν τὰς δωρεάς, νοσοῦντας θεραπεύεις, καὶ τὴν θείαν χρηστότητα, πᾶσιν ὑποδηλῶν, τῷ Κυρίῳ προσάγεις, τοὺς προσιόντας σοι Ἀρσένιε· διὸ τὴν ἁγίαν σου μνήμην ἑορτάζομεν.
Ἦχος γ΄.
Ὠς ἄστρον νεόφωτον, τῇ καθαρωτάτῃ ἀσκήσει σου, ἡμῖν ἀνατέταλκας, θεοφόρε Ἀρσένιε· τῶν γὰρ πάλαι Ὁσίων, ἀναζωγραφήσας τὰς ἀρετάς, τῆς κατ’ ἐκείνου δόξης τετύχηκας, καὶ τῶν ἴσων βραβείων, παρὰ Θεοῦ ἠξίωσαι· ὁ γὰρ βίος σου ἄμεμπτος, καὶ ἡ κοίμησις ὁσία, ἐναντίον Κυρίου γέγονεν· ὅτι πάντα τὰ σὰ αὐτῷ ἀνέθου, παρ’ οὗ καὶ τὸν στέφανον, τῆς ἀφθαρσίας εἴληφας, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος δ΄.
Τὴν τοῦ Σωτῆρος νέκρωσιν, ἐνδεδυμένος Πάτερ, ὡς ξένος καὶ πάροικος, ἐπολιτεύσω ἐν κόσμῳ, τῆς σαρκὸς πρόνοιαν μηδόλως ποιούμενος· καὶ τῶν ὑπερκοσμίων ἀγαθῶν, τὴν εἰκόνα προορώμενος, τῆς μελλούσης ζωῆς πᾶσι προφαίνεις τὸν θησαυρόν, ἐν ταπεινώσει ἀνύων τὸν βίον, καὶ πολλῇ ἀκτησίᾳ, καὶ πλούτῳ ἀγάπης· ἀλλ’ ὦ Ἀρσένιε μακάριε, ἀδιαλείπτως πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις Ὅσιον, καὶ ἐν Ἁγίοις νεοφανῆ ἀστέρα, Ἀρσένιον τὸν θεῖον, τῶν εὐσεβούντων τὰ συστήματα, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· δοξασθεὶς γὰρ τῷ Πνεύματι, Καππαδοκῶν τὴν χθόνα ἡγίασεν, ἀσκητικοῖς ἱδρῶσι· καὶ τοὺς πιστοὺς στηρίξας, θαυμάτων δυνάμεσι, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, πάντας παιδεύει, οἰκείῳ ὑποδείγματι, αἰτούμενος ἡμῖν, πταισμάτων ἄφεσιν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, βίον ἀνύσας ἀληθῶς τὸν ἰσάγγελον, ἀσκήσει συντονωτάτῃ, καὶ ἐγκρατείᾳ πολλῇ, ὡς Χριστοῦ θεράπων ἐνθεώτατος, Ἀρσένιε Ὅσιε, ἀρετῶν ὑποτύπωσις, τῆς ἀπαθείας θεοκίνητον ὄργανον, σκεῦος εὔχρηστον, ἱερῶν ἀναβάσεων· δένδρον ὃ ἄρτι ἤνεγκε, τοῖς ὄμβροις τῆς χάριτος, καρπὸν ζωῆς αἰωνίου, καὶ γλυκασμὸν τὸν οὐράνιον· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Καππαδοκίας βλαστός, τῶν ἀπ’ αἰῶνος Ἀσκητῶν ἰσοστάσιος, ἀγάπης θείας ταμεῖον, τῆς εὐποιΐας πυρσός, καταπονουμένων ἀνακούφισις, Ἀρσένιε Ὅσιε, ὁ τῶν θαυμάτων δυνάμεσι, τοὺς ἐν ἀνάγκαις, καὶ ἐν πόνοις καὶ πάθεσιν, ἰασάμενος, τῇ δοθείσῃ σοι χάριτι· ὅθεν σὲ μακαρίζομεν, ὁσίως βιώσαντα, καὶ τῶν σεπτῶν σου λειψάνων, περικυκλοῦμεν τὴν λάρνακα, ἀφ’ ἧς πᾶσι δίδως, εὐφροσύνην καὶ εἰρήνην, καὶ θεῖον ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα
Χαίροις, ὁ θεοφόρος Πατήρ, ὁ ἐνθεώτατος καὶ πλήρης χρηστότητος, δι’ ἔργων τῶν ἐναρέτων, ἀναφανεὶς ἐπὶ γῆς, καὶ θαυμάτων χάριν κομισάμενος· πολλοὺς γὰρ ἰάτρευσας, τρυχομένους τοῖς πάθεσι, καὶ δαιμονῶντας, ἐλυτρώσω τῆς μάστιγος, τῇ ἐντεύξει σου, πρὸς Χριστὸν τὸν φιλάνθρωπον· ὅθεν καὶ τὰ ἐσόμενα, προλέγων Ἀρσένιε, πρὸς οὐρανίους σκηνώσεις, χαρμονικῶς ἀνελήλυθας, Χριστὸν ἱκετεύων, ὑπὲρ πάντων τῶν τελούντων, Πάτερ τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς σου σκάμμασι, τοῦ Παρακλήτου τὸ φῶς δεξάμενος, ὡς ἑωσφόρος νεόφωτος, ἡμῖν ὤφθης Ἀρσένιε· ὑπεράνω γὰρ φθαρτῶν, ἐν σαρκὶ ἐδείχθης, ἀγάπῃ θείᾳ πτερούμενος· καὶ τὸν ἐν Ἁγίοις Ἅγιον, ἁγιοπρεπῶς δοξάσας, μετὰ Ἁγίων συνηριθμήθης, καὶ τῆς ζωῆς τῷ ξύλῳ ἀποκατέστης. Καὶ νῦν τὴν δόξαν θεωρῶν, τοῦ Βασιλέως Χριστοῦ, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον, τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλας ἡμῖν, ὡς νεόφωτον ἄστρον, ἀσκήσει ἀρετῶν, καὶ ὁσίων καμάτων, Ἀρσένιε μακάριε, καὶ λαμπρύνεις ἑκάστοτε, τὰς ψυχὰς ἡμῶν, ταῖς νοηταῖς φωταυγείαις· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, καὶ τέξασα σαρκί, εἰς ἡμῶν σωτηρίαν, τῆς Εὔας τὸ κατάκριμα, τῷ Σῷ τόκῳ διέλυσας· ὅθεν λῦσόν μου, τοὺς τῶν πταισμάτων συνδέσμους, καὶ μετάνοιαν, εἰλικρινῆ μοι παράσχου, ὡς Μήτηρ τοῦ Κτίστου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίων τοῖς ἴχνεσιν ἀκολουθήσας θερμῶς, ἀσκήσει διέλαμψας καὶ ἀρετῶν τῷ φωτί, Ἀρσένιε Ὅσιε· ὅθεν Καππαδοκία, ἐν σοὶ Πάτερ καυχᾶται, πᾶσα δὲ σὲ γεραίρει, ἡ Χριστοῦ Ἐκκλησία, ἣν φύλαττε πρεσβείαις σου, ἀπαύστως ἀκλόνητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ὡς ἐκύησας τὸν ἐπὶ πάντων Θεόν, ἐῤῥύσω τὸν ἄνθρωπον ἐκ τῆς ἀρχαίας ἀρᾶς, Παρθένε πανάχραντε· ὅθεν Σε ὡς αἰτίαν, σωτηρίας ὑμνοῦμεν, ἅμα δὲ καὶ κρηπίδα, τῆς ἐλπίδος βεβαίαν· ἀλλ’ ὦ Θεογεννῆτορ, δίδου ἡμῖν τὰ κρείττονα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ Ἑώας ὡς ἥλιος νοητός, ἐν ἐσχάταις ἡμέραις ἀναφανείς, ἀκτῖσι τοῦ βίου σου, καὶ τῷ φέγγει τῆς χάριτος, τὴν τῶν παθῶν σκεδάζεις, ὁμίχλην ἑκάστοτε, καὶ πάντας διεγείρεις, πρὸς θείαν ἀγάπησιν· ὅθεν ἀφθαρσίας, δεδεγμένος τὸ γέρας, φθορᾶς πάσης λύτρωσαι, τοὺς ἐκ πόθου τιμῶντάς σε, θεοφόρε Ἀρσένιε, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσι, τοῖς θείοις λειψάνοις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Δεσπότην τῶν ὅλων καὶ Ποιητήν, συλλαβοῦσα ἀφράστως ἐν Σῇ γαστρί, Αὐτὸν ἀπεκύησας, Θεὸν ἅμα καὶ ἄνθρωπον, ἀτρέπτως ἀσυγχύτως, δι’ ἔλεος ἄπειρον, λυτρούμενον τὸν κόσμον, τῆς πάλαι κακώσεως· ὅθεν Σε ὑμνοῦμεν, ἀσιγήτοις ἐν ὕμνοις, καὶ πίστει δοξάζομεν, τὸν ἀπόῤῥητον τόκον Σου, Θεοτόκε πανύμνητε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσιοῦσιν, ἀεὶ τῇ πρεσβείᾳ Σου.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.

Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεοφόρε Ἀρσένιε, τὴν στενὴν καὶ τεθλιμμένην τρίβον βαδίσας, τὰς τοῦ ἐχθροῦ ἀτάκτους πορείας, τῶν ἀρετῶν τῷ πλάτει ἐστένωσας· καὶ πρὸς πλάτος Παραδείσου σκηνώσας, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος γέγονας, τὰ ὑπὲρ λόγον ὁρῶν καὶ ἀπολαύων· διό σου δεόμεθα· μὴ παύσῃ πρεσβεύων Πάτερ, τυχεῖν καὶ ἡμᾶς τῆς αἰωνίου μακαριότητος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τοὺς Ἀρσενίου ἀγῶνας μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῆς Τρισηλίου καὶ μιᾶς Θεότητος τὸ φῶς δεχόμενος, λῦσον τοῦ νοός μου, Πάτερ τὴν σκοτόμαιναν, πρεσβείαις σου Ἀρσένιε, ὅπως μέλψω ἀξίως, τὰς ἀρετὰς καὶ τὰ θαύματα, τῆς ἀσκητικῆς πολιτείας σου.

Ὅλον τὸν πόθον τῆς ψυχῆς Ἀρσένιε ἀπεριτρέπτῳ νοΐ, πρὸς τὸν πάντων Κτίστην, καὶ Θεὸν ἀνέτεινας· ἐντεῦθεν πεπολίτευσαι, ὥσπερ ἄσαρκος Πάτερ, σαρκὸς μισήσας εὐπάθειαν, ὡς τῶν ὑπὲρ νοῦν ἐφιέμενος.

Ὑποπιάζων πόνοις τῆς ἀσκήσεως Πάτερ τὸ σῶμά σου, καὶ παθῶν νεκρώσας, πάντα τὰ κινήματα, τὴν σὴν ψυχὴν ἐτέλεσας, ἀπαθείας δοχεῖον, καὶ τῶν θαυμάτων εἰσδέδεξαι, ἐκ Θεοῦ τὴν χάριν Ἀρσένιε.
Θεοτοκίον.
Σωματοφόρον τὸν πρὶν Λόγον ἄσαρκον Πατρὸς καὶ σύνθρονον, μὴ τραπέντα φύσιν, τὴν οἰκείαν ἄχραντε, ἀνερμηνεύτως τέτοκας, διὰ σπλάγχνα ἐλέους, πρὸς τὸ ἀρχαῖον ἀξίωμα, κόσμου ἐκ φθορᾶς ἐπανάγοντα.

ᾨδὴ γ΄. Ὁ στερέωσας κατ’ ἀρχάς.
Ἄρας ἐπ’ ὤμων τὸν Σταυρόν, τοῖς ἴχνεσι τοῦ Σωτῆρος, ἐπορεύθης ἀκλινεῖ διανοίᾳ, τὰ ἐν κόσμῳ ὡς φθαρτά, καταλιπὼν Ἀρσένιε, καὶ πρὸς τὴν ἀφθαρσίαν μετὰ σπουδῆς ἐπειγόμενος.

Ῥήσεις τὰς θείας ἐκπληρῶν, Εὐαγγελίου θεόφρον, συμπαθῶς τοὺς ἀσθενοῦντας ἰᾶσαι, καὶ τοῖς πάσχουσι δεινῶς, παρέχεις ἀνακούφισιν, λόγῳ καὶ ἔργῳ Πάτερ, ὡς μαθητὴς Χριστοῦ γνήσιος.

Συντονωτάταις προσευχαῖς, καὶ ἀγρυπνίαις καὶ πόνοις, ἐγκρατείας θεοφόρε ἐκλάμψας, τῶν ἀφρόνων παιδευτής, καὶ ἅπασιν αἰδέσιμος, Ἀρσένιε ἐδείχθης, δι’ ἀρετῆς τελειότητα.
Θεοτοκίον.
Ἐκ τῆς ἀχράντου Σου γαστρός, ὁ Ὑπερούσιος Λόγος, προσλαβὼν τὴν τῶν ἀνθρώπων οὐσίαν, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐθέωσε τὸν ἄνθρωπον, Παρθένε Θεοτόκε, πάντων βροτῶν τὸ διάσωσμα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ ἔρωτι, λελαμπρυσμένος, ἔργοις ἔλαμψας, τῆς ἐγκρατείας, καὶ ἐχθροῦ τὰς μεθοδείας ἠμαύρωσας, καὶ τῶν Πατέρων τῶν πάλαι Ἀρσένιε, τὴν πολιτείαν ἀρτίως ἐζήλωσας· μεθ’ ὧν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θείῳ Πνεύματι, πάλαι προεῖδε, θεῖον ὄρος Σε, ὁ ὑποφήτης, ἀρεταῖς πεποικιλμένον καὶ χάρισι· ἐκ Σοῦ Θεὸς γὰρ προῆλθε πανάχραντε, καὶ ἀπολλύμενον κόσμον διέσωσεν· Ὃν ἱκέτευε, διδόναι ἡμῖν πανύμνητε, πταισμάτων ἱλασμὸν καὶ θεῖον ἔλεος.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Νόμῳ Θεοῦ, πάντα ῥυθμίζων τὸν βίον σου, ὡς ἐργάτης ἀρετῆς πανάριστος, πλήρης ἐγένου θείου φωτός, καὶ μελλόντων γνῶσιν, πλουτήσας Πάτερ Ἀρσένιε, προέβλεψας τὰ πόῤῥω, ὡς παρόντα θεόφρον, προμηνύων σαφῶς τὰ ἐσόμενα.

Ἰλὺν παθῶν, ἀποτινάξας Ἀρσένιε, καὶ καθάρας, ψυχὴν καὶ τὸ σῶμά σου, ῥείθροις δακρύων καὶ προσευχαῖς, ἀπαθείας ὤφθης, λειμὼν μυρίπνοος Ὅσιε, ὀσμὴν ζωῆς παρέχων, καὶ ὀσμὴν ἀποτρέπων, βουλευμάτων κακίστων ἑκάστοτε.

Ὅλον τὸν νοῦν, πρὸς τὸν Χριστὸν ἔχων Ὅσιε, ὅλος ὤφθης, θεῖον ἐνδιαίτημα, καὶ τῶν θαυμάτων τὴν δωρεάν, λαβὼν οὐρανόθεν, εὐεργετεῖς τοὺς προστρέχοντας, τῇ χάριτί σου Πάτερ, καὶ παρέχεις ἑκάστῳ, σωτηρίαν ψυχῆς τε καὶ σώματος.
Θεοτοκίον.
Ὕδωρ ζωῆς, οἷα πηγὴ χαριτόβρυτε, οὐρανίους, οἰκτιρμοὺς πανάμωμε, βλῦσον ψυχῇ μου τῇ ταπεινῇ, καὶ τὴν φλόγα σβέσον, παθῶν ἁγνὴ τῶν θλιβόντων με, καὶ δίδου μοι Παρθένε, ἀφορμὰς μετανοίας, λογισμῶν ἐμπαθῶν με καθαίρουσα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω;
Ἀσκητῶν τῶν ἀρχαίων, Ὅσιε Ἀρσένιε ὤφθης ὁμότροπος, τὴν αὐτῶν ζηλώσας, ἀρετὴν καὶ ζωὴν τὴν ἰσάγγελον, ἐν ἐσχάτοις χρόνοις· διὸ Χριστὸς αὐτῶν τῆς δόξης, ἰσοστάσιον Πάτερ σε ἔδειξε.

Γεωργῶν τῷ σῷ λόγῳ, τὰς κεχερσωμένας καρδίας Ἀρσένιε, ταύτας ἐκκαθαίρεις, ἀκανθῶν καὶ τριβόλων τοῦ ὄφεως, καὶ παρασκευάζεις, καλλιεργεῖν τῆς εὐσεβείας, τὰ ὡραῖα φυτὰ καὶ ἀθάνατα.

Ὡς βλαστὸν εὐθαλῆ σε, καὶ ὡς δένδρον πάγκαρπον θείας ἀσκήσεως, ἡ Καππαδοκία, μακαρίζει Ἀρσένιε Ὅσιε, δεξαμένη Πάτερ, τοὺς σοὺς ἱδρῶτας καὶ τοὺς πόνους, καὶ καυχᾶται τοῖς θείοις σπαργάνοις σου.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, τῇ ζωοποιῷ Σου πρεσβείᾳ προσέδραμον, καὶ θερμῶς βοῷ Σοι· ἡ ζωὴν τὴν ἀθάνατον τέξασα, ζωοποίησόν με, εὐλογημένη Θεοτόκε, καὶ πρὸς τρίβους εὐθείας με ἴθυνον.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀνέτειλας ὡς ἀστήρ, ἐκ τῆς Ἑώας νεόφωτος, καταπυρσεύων ἡμᾶς, ἀκτῖσι τοῦ βιου σου, Αρσένιε Ὅσιε, καὶ διασκεδάζων, παθημάτων τὴν σκοτόμαιναν.

Συνέσει πνευματικῇ, κατακοσμούμενος Ὅσιε, καθαίρεις ῥύπους ψυχῶν, τῷ λόγῳ τῆς χάριτος, καὶ πᾶσιν Ἀρσένιε, τοῦ Χριστοῦ προφαίνεις, τὴν ἀμέτρητον χρηστότητα.

Μεγάλοις ἐγκαρτερῶν, ἀγῶσι Πάτερ Ἀρσένιε, ἐδείχθης περιφανής, ἐναρέτοις πράξεσι, εὐεργετῶν θαύμασι, καὶ ποικίλοις τρόποις, τοὺς πιστῶς προσερχομένους σοι.
Θεοτοκίον.
Ἐτέχθη ὑπερφυῶς, ἐκ τῶν ἀχράντων αἱμάτων Σου, ὁ πάντα ἐκ μηδενός, Κόρη συστησάμενος, και ἡμᾶς ἀνέπλασε, καὶ πρὸς τὴν ἀρχαίαν, ἐπανήγαγε λαμπρότητα.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καὶ ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερος Ἀρσένιος ὑμνείσθω μοι· οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ’ ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Ὁ Οἶκος.
Ὅλον τὸν πόθον τῆς ψυχῆς, καὶ τὰς κινήσεις Πάτερ, ἀνατιθέμενος Χριστῷ, κατηκολούθησας Αὐτῷ, ἀμέμπτῳ πολιτείᾳ· καὶ τῆς φωνῆς Αὐτοῦ πληρωτὴς γενόμενος, σάρκα ἐνέκρωσας ἀσκητικοῖς ἀγῶσι, τὴν δὲ ψυχὴν ἐλάμπρυνας. Τῆς ἀπαθείας τῇ αἴγλῃ, καὶ θείαις ἀναβάσεσι, καὶ μετοχαῖς ἀΰλοις, καὶ τῶν πάλαι Ὁσίων τοὺς τρόπους ζηλώσας, τῆς εὐκληρίας καὶ χάριτος αὐτῶν κατηξιώθης· τῆς ἐνεργείας γὰρ τοῦ Πνεύματος δοχεῖον ὤφθης φαεινόν, καὶ πλείστοις θαύμασι πολλούς, κακώσεων ἐξαίρεις· ὁ Σωτὴρ γὰρ Ὃν ἐδόξασας, λαμπρῶς σε ἀντεδόξασεν Ἀρσένιε Ὅσιε· Ὃν ἀεὶ δυσώπει, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
 Συναξάριον.
Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου.
Ἀσκήσει Ἀρσένιε Χριστὸν δοξάσας,
δόξης κατηξίωσαι τῆς ὑπὲρ λόγον.
Δεκάτῃ Ἀρσενίοιο νόες γῆθεν ἄειραν ἦτορ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Λάμπων ἀκτῖσι ἀπαθείας, εὐπροσήγορος πιστοῖς καὶ ἀπίστοις, ὡς θεράπων Χριστοῦ, Ἀρσένιε ἐφαίνου, καιρῷ ἰδίῳ ἕκαστον, θεραπεύων κατὰ λόγον.

Πόνοις ἀσκήσεως ἀμέτροις, πρὸς τὴν ἄπονον ζωὴν νῦν μετετέθης, πάντα πόνον ἡμῶν, κουφίζων καὶ ὀδύνην, Ἀρσένιε μακάριε, τῶν πιστῶς σε εὐφημούντων.

Ὤφθης ὡς ἄγγελος τῷ εἴδει, καὶ φῶς ἔλαμψε τὸ πρόσωπόν σου Πάτερ, ὁπηνίκα Θεῷ, Σιὼν ἐν τῇ ἁγίᾳ, Ἀρσένιε προσέφερες, τὴν ἀναίμακτον θυσίαν.
Θεοτοκίον.
Γέγονας κόσμου σωτηρία, σωματώσασα Χριστὸν τὸν Βασιλέα, τὸν ἐκ πλάνης ἁγνή, ἡμᾶς ἀνακαλοῦντα, καὶ σώζοντα τοὺς ψάλλοντας· χαῖρε Κεχαριτωμένη.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐνταλμάτων τῶν θείων θεοφόρε, πληρωτὴς ἀκριβής, ἐν τῇ ζωῇ σου ὤφθης, καὶ πληρωθεὶς ναμάτων τῶν τῆς χάριτος, ὕδωρ ἰαμάτων, Ἀρσένιε βλύζεις, τοῖς σὲ ὑμνολογοῦσι.

Ῥυπωθέντα με σπίλοις ἁμαρτίας, ῥυπτικῇ σου σοφέ, ἐκκάθαρον πρεσβείᾳ, καὶ μετανοίας γνώσει με καταύγασον, ἵνα θεαρέστως, Ἀρσένιε ἀνύσω, τὸν τῆς ζωῆς μου χρόνον.

Ἀκηλίδωτον βίον ἐκτελέσας, καὶ Ἁγίων σοφέ, τὰς χάριτας πλουτήσας, ἁγιωσύνης ὤφθης ἐνδιαίτημα, καὶ Ἁγίων δήμοις, Ἀρσένιε συνήφθης, μετὰ τὸ θεῖον τέλος.
Θεοτοκίον.
Σαρκωθέντα ἐκ Σοῦ ἀκαταλήπτως, τὸν τῶν ὅλων Θεὸν ἐκύησας Παρθένε, Ὃν ἐκτενῶς ἱκέτευε πανάμωμε, ἄφεσιν πταισμάτων, δοῦναι ἡμῖν Κόρη, τοῖς Σὲ δοξολογοῦσι.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱέρευσας ὁσίως καὶ εὐσεβῶς, τῷ Δεσπότῃ τῶν ὅλων Ἀρσένιε, ὡς ἱερεύς, ὅσιος καὶ πρᾷος καὶ ταπεινός, καὶ τούτῳ προσενήνοχας, οἷάπερ θυσίαν καὶ προσφοράν, τοῦ βίου σου τὰς πράξεις· ἐντεῦθεν ἐδοξάσθης, σὺν τοῖς Ἁγίοις ὡς ἰσότιμος.

Μονὴν τοῦ Ἀποστόλου ὃν ὁ Χριστός, πλεῖον ἄλλων ἠγάπησεν Ὅσιε, σκέπε ἀεί, καὶ εὐλόγει ἄνωθεν νοερῶς, τὴν τὰ σεπτά σου λείψανα, οἷα οὐρανόσδοτον θησαυρόν, Ἀρσένιε πλουτοῦσαν, καὶ ἄγουσαν ἐν πίστει, τὴν ἱεράν σου μνήμην Ἅγιε.

Ὁλόφωτον νυμφῶνα ἐν οὐρανοῖς, κατοικῶν θεοφόρε Ἀρσένιε, καὶ καθορῶν, κάλλος τὸ ἀμήχανον τοῦ Χριστοῦ, καὶ μετοχῇ θεούμενος, τῆς τριλαμπεστάτης μαρμαρυγῆς, τὸν ὕμνον μου προσδέχου, καὶ φῶς μοι θεῖον αἴτει, ταῖς φωτοφόροις ἱκεσίαις σου.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία χρυσοφαής, χρυσοστόλιστε θρόνε πυρίμορφε, τοῦ ἐκ τῆς Σῆς, μήτρας προελθόντος ὑπερφυῶς, Θεοῦ τοῦ Παντοκράτορος, Κεχαριτωμένη Μῆτερ ἁγνή, ἀνύψωσον τὸν νοῦν μου, παθῶν ἀπὸ κοπρίας, πρὸς μετοχὴν βίου λαπρότητος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικοῖς παλαίσμασιν, ἐν τοῖς ἐσχάτοις ἔτεσι, πρὸς τελειότητος ὕψος, ἤρθης Ἀρσένιε Πάτερ, καὶ τῷ Θεῷ ὡμίλησας, καὶ παρ’ Αὐτοῦ ἀπείληφας, θαυμάτων χάριν Ἅγιε, ὥσπερ φωτὸς ἀνάπλεως, καὶ τῶν ψυχῶν οἰκονόμος.
Θεοτοκίον.
Ἀπειρογάμως τέτοκας, τὸν ἐκ μὴ ὄντων ἅπαντα, λόγῳ ποιήσαντα μόνῳ, Θεογεννήτρια Κόρη, καὶ τῆς φθορᾶς ἀπήλλαξας, τὸ γένος τὸ ἀνθρώπινον· διό Σε μεγαλύνομεν, καὶ τὴν θερμήν Σου πρεσβείαν, αἰτούμεθα καθ’ ἑκάστην.

Αἶνοι. Ἦχος πλ. δ΄ Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Ἀρσένιε, τὴν τεθλιμμένην ὁδόν, καὶ στενὴν διὰ πίστεως, ἀκλινῶς ἐβάδισας, οὐρανίῳ φρονήματι, καὶ ὑπεράνω παθῶν γενόμενος, τῆς ἀπαθείας ὤφθης κειμήλιον· ὅθεν τοὺς πόνους σου, ὁ Χριστὸς δεξάμενος, τῆς ὑπὲρ νοῦν, δόξης καὶ λαμπρότητος, σὲ κατηξίωσεν.

Ὅσιε Πάτερ Ἀρσένιε, καθαρωτάτῃ ψυχῇ, τῷ Θεῷ ἱεράτευσας, τῷ σὲ ἀναδείξαντι, ἱερέα θεόληπτον, καὶ ὡς θυσίαν αὐτῷ εὐπρόδεκτον, τῶν ἀρετῶν σου τὰ κατορθώματα, πίστει προσήγαγες· ὅθεν συνηρίθμησαι, θείοις χοροῖς, τῶν Ἁγίων σύσκηνος, τούτων γενόμενος.

Πάτερ θεόφρον Ἀρσένιε, ἀνακαθάρας τὸν νοῦν, ἐγκρατείας τοῖς σκάμμασι, φωτισμοῦ πεπλήρωσαι, δωρεᾶς τῆς τοῦ Πνεύματος, καὶ τῶν θαυμάτων χάριν δεξάμενος, πάθη ποικίλα εὐχῇ ἰάτρευσας· ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας ἐν οὐρανοῖς, χάριν ἐξαιτούμενος, ἡμῖν καὶ ἔλεος.

Πάτερ παμμάκαρ Ἀρσένιε, τὴν μακαρίαν ζωήν, ἐν τῷ κόσμῳ διήνυσας, ἀπροσκόπτως Ὅσιε, παριδὼν τὰ ἐπίγεια· ὅθεν πρὸς δόξαν τὴν ὑπερκόσμιον, οἷα θεράπων Χριστοῦ θερμότατος, χαίρων ἀνέδραμες, πάντοτε δεόμενος ὑπὲρ ἡμῶν, τῶν προσπτυσσομένων σου, τὰ θεῖα λείψανα.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ τῆς ἀσκήσεως στάδιον, ἀνενδότῳ γνώμῃ τελέσας, τῆς αἰωνίου ζωῆς τὸ γέρας, ἐπαξίως ἐκομίσω παρὰ Χριστοῦ, Ὅσιε Πάτερ Ἀρσένιε· τῆς γὰρ οἰκείας φύσεως, τὸ ἀσθενὲς ἐῤῥώνυες, ἐν τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν, ὧν τὰς ἐμφάσεις, μυστικῶς ἐδέχου. Καὶ νῦν τὴν δόξαν θεωρῶν, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μὴ παύσῃ δεόμενος Ἅγιε, ῥύεσθαι ἡμᾶς τῶν σκανδάλων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ Καππαδοκίας ἐγκαλλώπισμα ἱερόν· χαίροις ὁ παρέχων, ἑκάστῳ θείαν χάριν, ὡς δοξασθεὶς θεόθεν, Πάτερ Ἀρσένιε.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου