Ἀκολουθία Ἱερομάρτυρος ΚΥΠΡΙΑΝΟΥ ἐπ. Καρθαγένης.
Ψαλλομένη τῇ 13η Σεπτεμβρίου
Ποίημα Μητροπολίτου Ρόδου
Κυρίλου Κογεράκη
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ κάτωθι
Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου, δεῦτε καὶ Μάρτυρα, Κυπριανὸν ἐν
ὕμνοις, εὐφημήσωμεν πάντες, αὐτῷ ἀναβοῶντες· Πάτερ σοφέ, τοὺς τελοῦντας τὴν
μνήμην σου, ἀπὸ κινδύνων διάσωσον χαλεπῶν, καὶ παντοίων περιστάσεων.
Τῇ Ἐκκλησίᾳ ὡς ὄρθρος, σήμερον ἔλαμψε, Κυπριανὲ παμμάκαρ, ἡ ἁγία σου μνήμη, φωτίζουσα καρδίας τῶν εὐσεβῶν, τῶν ἐκ πόθου βοώντων σοι· Χαῖρε Πατέρων ἀγλάϊσμα ἱερόν, καὶ πιστῶν σοφὸς διδάσκαλος.
Τοῦ Παρακλήτου τὴν χάριν, ὑποδεξάμενος, Κυπριανὲ ἀπέστης, τῶν εἰδώλων τῆς πλάνης· λατρεύσας δὲ ὁσίως τῷ Λυτρωτῇ, λειτουργὸς ὡς ἰσάγγελος, τῇ Ἐκκλησίᾳ ἀνέτειλας ὡς φωστήρ, μαρτυρίου ἐν τῷ σκάμματι.
Ἠγλαϊσμένος σοφίᾳ, Πάτερ συνέσεως, ποιμὴν τῆς Καρθαγένης, θεοφόρος ἐδείχθης, καὶ ἤθλησας τῷ ξίφει σφαγιασθείς, ὑπὲρ ποίμνης ὡς ἄσαρκος· διὸ Χριστὸς ὁ Θεός σε Κυπριανέ, ἐμεγάλυνε τοῖς θαύμασιν.
Δόξα. Ἦχος β΄.
Ἱερομάρτυς Κυπριανέ, τὴν θύραθεν σοφίαν, τῇ οὐρανίῳ
καθυποτάξας, τὴν Χριστοῦ Ἐκκλησίαν, τοῖς λόγοις κατεκόσμησας, καὶ ἐν Ἱεράρχαις
ἐδείχθης, Ἀθλοφόρος ἀκαταγώνιστος. Διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν
μνήμην σου.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ὁ αὐτός. Λέοντος Δεσπότου.
Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ
Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω
σε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὁ θαυμαστός, ποιμὴν τῆς Καρθαγένης, Κυπριανὲ
παμμάκαρ, πατὴρ τῆς Ἐκκλησίας, καὶ πάνσοφος διδάσκαλος.
Στίχ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ὄμματα τῆς ψυχῆς, τῇ θεογενεσίᾳ, Κυπριανὲ καθάρας,
τὴν δόξαν ἐθεάσω, Θεοῦ τὴν ἀκατάληπτον.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πρέσβευε ἐκτενῶς, Τριάδι τῇ Ἁγίᾳ, Κυπριανὲ παμμάκαρ, ὑπὲρ τῶν ἐκτελούντων, τὴν μνή-
μην σου ἐν ᾄσμασιν.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὦ Τριάς, Πάτερ, Υἱὲ καὶ Πνεῦμα· λιταῖς τοῦ
Ἱεράρχου, Κυπριανοῦ τοῦ θείου, εἰρήνην δὸς τῷ κόσμῳ Σου.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Χαίροις ὁ τοῦ Χριστοῦ, Σταυρὸς ὁ ζωηφόρος, τὸ τραῦμα
τῶν δαιμόνων, πιστῶν ἡ προστασία, καὶ Ἐκκλησίας καύχημα.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον
ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ
ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῶν
Ἐγκαινίων δ΄, δευτεροῦντες τὰ α΄, καὶ τοῦ Ἁγίου Στιχηρὰ Προσόμοια στ΄, ὡς
κάτωθι.
Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν.
Τί σε ὀνομάσωμεν Ἅγιε; τῆς σοφίας ποταμόν, ῥεῖθρα
πηγάσαντα ζωῆς, καὶ ἀρδεύσαντα ψυχάς, καρποφορίαν πρὸς καλήν· κρατῆρα, θείας
γνώσεως ἀκένωτον, εἰδώλων, τὴν ἀσέβειαν βυθίσαντα· σκεῦος τῆς ἄνωθεν χάριτος,
Κυπριανὲ παμμακάριστε. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε Ἱεράρχα καλέσωμεν; Ἀποστόλων ζηλωτήν, καὶ ἰχνηλάτην ἀκριβῆ· τῶν Μαρτύρων μιμητήν, καὶ συνοδίτην εὐκλεᾶ· ἀστέρα, εὐσεβείας φαεινότατον, φανέντα, θαυμαστῶς εἰς τὰ Ἑσπέρια, καὶ οἰκουμένης τὰ πέρατα, Κυπριανὲ καταυγάσαντα. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε Ἱεράρχα προσφθέγξωμαι; ἀληθείας γεωργόν, ἀρότρῳ θείων διδαχῶν· ἀσεβείας ἐμπρηστήν, Εὐαγγελίου τῷ πυρί· δογμάτων, ἀληθείας ὑφηγήτορα, τοῦ ψεύδους, ἑλεπόλεις ἐκπορθήσαντα· κακοδοξίας κατήγορον, Κυπριανὲ ἀξιάγαστε. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σε ὀνομάσωμεν ἔνδοξε; Ἱεράρχην τοῦ Χριστοῦ, τῆς Ἐκκλησίας ἀληθῆ, καὶ ποιμένα ἱερόν, τῆς Καρθαγένης τοῦ λαοῦ· Μαρτύρων, ὑπαλείπτην πρὸς τὴν ἄθλησιν, καὶ τούτων, κοινωνὸν οἰκείῳ αἵματι· Ὀρθοδοξίας διδάσκαλον, Κυπριανὲ παναοίδιμε. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Ἀρχιεράρχα Κυπριανέ, Παρακλήτου τῷ χρίσματι, τοῦ
Ἀαρὼν τὴν δόξαν κληρωσάμενος, καὶ ἀναιμάκτως ἱερουργή σας, τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα κόσμου
τὴν ἁμαρτίαν, ἑαυτὸν θυσίαν ἔμψυχον ἔθυσας, ἐν τῷ σταδίῳ τοῦ μαρτυρίου,
ἐθελουσίως ξίφει σφαγιασθείς, ὡς κριὸς ἐπίσημος. Ὅθεν νῦν περὶ τὸν θρόνον, τοῦ
Βασιλέως τῆς δόξης στεφηφορῶν, καὶ σὺν Ἀγγέλοις τὸν Χριστὸν κατοπτεύων,
πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῶν Ἐγκαινίων.
Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.
Τὴν μνήμην τῶν Ἐγκαινίων, ἐπιτελοῦντες Κύριε, σὲ τὸν
τοῦ ἁγιασμοῦ δοτῆρα δοξάζομεν, δεόμενοι ἁγιασθῆναι ἡμῶν, τὰ αἰσθητήρια τῶν
ψυχῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων ἀθλοφόρων, ἀγαθὲ
Παντοδύναμε.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Βασιλειῶν γ’ τὸ Ἀνάγνωσμα
(Κεφ.10,22-23, 27-31).
Ἔστη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου,
ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διαπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν,
καὶ εἶπε· Κύριε ὁ Θεός Ἰσραήλ, οὐκ ἔστι Θεὸς ὡς σὺ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ
τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν
ᾠκοδόμησα ἐν τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ
Θεὸς Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται
ἐνώπιόν σου· πρὸς σὲ σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν
οἶκον τοῦτον, ὃν εἴπας, ἔσται τὸ ὄνομά σου ἐκεῖ. Τοῦ εἰσακούειν τῆς προσευχῆς,
ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ
εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου, καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύ-χωνται
εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ εἰς τὸν τόπον τῆς κατοικήσεώς σου ἐν τῷ
οὐρανῷ, καὶ ποιήσεις, καὶ ἵλεως ἔσῃ αὐτοῖς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 3, 19-34).
Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ
οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύει
δρόσον. Υἱέ, μὴ παραῤῥυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή,
καὶ χάρις ᾗ περὶ τῷ σῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια
τοῖς ὀστέοις σου· ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς
σου οὐ μὴ προσκόπτῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις,
καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος
ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὖ
ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ
αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τὶ τέξεται ἡ ἐπιοῦσα. Μὴ
τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς
πρὸς ἄνθρωπον μάτην, ἵνα μήτι εἰς σὲ ἐργάσητε κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν
ὀνείδη, μηδὲ ζήλου τὰς ὁδούς αὐτῶν· ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος,
ἐν δὲ δικαίοις οὐ συνεδρεύει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων
εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ι΄, 7,6· γ΄, 13-15· η΄,
6,34,35,4,12,14,17,5-9· κβ΄, 21, 19· ιε΄, 4).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν·
κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ
ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι
τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
εἰσακούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς
ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ετοιμάζεται θέλησις παρὰ
Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· ὅτι
ἐγὼ ἡ σοφία κετεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ
βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,
οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε, τοίνυν ἄκακοι, πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲ ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ
τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς
ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε πιστοί, τὸν Ἱεράρχην Χριστοῦ, καὶ Μάρτυρα τῆς
ἀληθείας, Κυπριανὸν Καρθαγένης τὸν πρόεδρον, σήμερον εὐφημήσωμεν· εἰδωλικὴν γὰρ
μισήσας ἀσέβειαν, εὐσέβειαν ἠγάπησε, καὶ εὐαγγελικῆς πολιτείας, τὴν καρποφορίαν
ἐξήνθησεν, ὡς ποιμὴν χριστομίμητος, τῶν προβάτων προμηθούμενος, καὶ ὡς
ἀμώμητον ἱερεῖον, τῷ ἐπὶ πάντων Θεῷ, τῇ διὰ ξίφους σφαγῇ ἱερουργού-μενος· νῦν
δὲ ἐν τῷ νυμφῶνι τῆς ζωῆς, τῶν ἐπάθλων ἀξιούμενος, ἀκαταπαύστως πρεσβεύει, ὑπὲρ
εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Τῆς εὐαγγελικῆς διδαχῆς, γενόμενος γεωργός, τῶν εἰδώλων τὰς ἀκάνθας, ἐκ
καρδιῶν ἀνθρώπων ἐξέτεμες, καὶ τῷ ἀρότρῳ τοῦ λόγου, τὰς κεχερσωμένας τῇ πλάνῃ
ψυχάς, τῇ πίστει καρποφόρους ἐποίησας, Κυπριανὲ παμμακάριστε· τοῦ μαρτυρίου δὲ
τῷ αἵματι, ἀποστολικὴν πορείαν σφραγίσας, καὶ τὴν ἀρχιερατικὴν ἀξίαν
βεβαιώσας, διπλῷ στεφάνῳ κατεκοσμήθης, δεξιᾷ ζωηφόρῳ τοῦ Χριστοῦ, τοῦ διὰ σοῦ
παρέχοντος ἡμῖν, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Τὸν ἐν Ἱεράρχαις οὐράνιον, καὶ ἐν Μάρτυσι στερέμνιον, τὸν γνήσιον ποιμένα,
ἀληθείας τὸν πρόβολον, καὶ πίστεως διδάσκαλον, ὡς φωστῆρα παγκόσμιον, Κυπριανὸν
μακαρίσωμεν· οὗτος γὰρ τηλαυγῶς, ἐν οὐρανῷ τῆς Ἐκκλησίας ἀνέτειλεν,
ἀρχιερωσύνης τὴν χλαῖναν φοινίξας, τῇ ὑπὲρ νοῦν φαιδρότητι, μαρτυρίου ἀτμοπνόων
αἱμάτων. Ὅθεν πρὸς αὐτὸν ἐκβοήσωμεν· Ἱερομάρτυς δίκαιε, Ῥητόρων ὁ ἔξαρχος, καὶ
Πατέρων τὸ καύχημα, Χριστῷ παριστάμενος, μνημόνευε ἡμῶν ἀνελλιπῶς, τῶν
τελούντων σου τὸ μνημόσυνον.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. β΄.
Σήμερον ξύλον ἐφανερώθη· σήμερον γένος Ἑβραίων ἀπώλετο· σήμερον διὰ πιστῶν
Βασιλέων, ἡ πίστις φανεροῦται· καὶ ὁ Ἀδὰμ διὰ τοῦ ξύλου ἐξέπεσε, καὶ πάλιν διὰ
ξύλου δαίμονες ἔφριξαν· Παντοδύναμε Κύριε, δόξα σοι.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ,
Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ἱεραρχίας ὁ φαιδρύνας τὸ ἔνδυμα, ἐν αἵματι
μαρτυρίου, Κυπριανὲ θαυμαστέ, καὶ διπλοῦν τὸ στέφος κομισάμενος· ὁ νοῦς ὁ
οὐράνιος, ὁ τὸ φέγγος τῆς χάριτος, εἰσδεδεγμένος, ἀρεταῖς ταῖς τοῦ Πνεύματος,
καὶ διδάσκαλος, εὐσεβείας γενόμενος· ἥλιος ὁ ἀνέσπερος, φανεὶς ἐκ τῆς Δύσεως,
καὶ οἰκουμένης φωτίζων, εἰς τοὺς αἰῶνας τὰ πέρατα. Χριστὸν ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις Ἀρχιερέων κανών, καὶ διδασκάλων θεοφόρος Διδάσκαλος, θεόπνευστος
θεολόγος, ὁ ἑρμηνεύσας τρανῶς, τῆς θεοσεβείας τὸ μυστήριον· ῥητόρων ὁ ἔξαρχος,
ὁ τρανώσας τοῖς λόγοις σου, οἰκονομίας, τοῦ Θεοῦ τὸ σωτήριον, καὶ τῆς πίστεως,
σαφηνίσας τὰ δόγματα· κῆρυξ ὁ θεοδίδακτος, ὁ πάντα ὑψώματα, κατεδαφίσας τοῦ
ψεύδους, Κυπριανὲ παμμακάριστε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις Ἱερομάρτυς Χριστοῦ, Κυπριανὲ τῆς Καρθαγένης ὁ πρόεδρος, αἱμάτων σου
ὁ τοῖς λύθροις, μαρτυρικῶς φοινιχθείς, καὶ Θεῷ ἐν δόξῃ παριστάμενος· ὁ ἔργοις
τῆς πίστεως, βεβαιώσας τοὺς λόγους σου, καὶ τοῦ λαοῦ σου, στερεώσας τὸ φρόνημα,
καὶ τὴν ἔπαρσιν, τῶν ἐχθρῶν τροπωσάμενος· ξίφους ἀκμῇ ὁ θάνατον, προθύμως δεξάμενος,
καὶ βασιλείας τῆς ἄνω, κληρονομήσας τὴν εὔκλειαν. Χριστὸν ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὰ θεῖα ῥητορεύσας, ἐν Ἐκκλησίᾳ Θεοῦ, καὶ τὸν Λόγον κηρύξας, ἐναντίον
τυράννων καὶ βασιλέων, ὡς Ἱεράρχης ἐστεφανώθης, καὶ ὡς Μάρτυς ἀήττητος, παρὰ
Θεοῦ ἐδοξάσθης, Κυπριανὲ παν-σεβάσμιε. Ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν, ἵνα ῥυσθῶμεν
ἐκ πάσης ἀπειλῆς, οἱ τελοῦντες τὴν μνήμην σου σήμερον.
Καὶ νῦν. Τῶν Ἐγκαινίων.
Ἦχος πλ. β΄. Ἀνατολίου
Τὸν ἐγκαινισμὸν τελοῦντες, τοῦ πανιέρου Ναοῦ τῆς σῆς
Ἀναστάσεως, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάσαντα τοῦτον, καὶ τελειώσαντα τῇ αὐτοτελεῖ
σου χάριτι· καὶ τερπόμενον ταῖς ἐν αὐτῷ ἱερουργουμέναις, ὑπὸ πιστῶν μυστικαῖς
καὶ ἱεραῖς τελεταῖς· καὶ προσδεχόμενον ἐκ χειρὸς τῶν δούλων σου, τὰς
ἀναιμάκτους καὶ ἀχράντους θυσίας· ἀντιδιδόντα τε τοῖς ὀρθῶς προσφέρουσι, τὴν
τῶν ἁμαρτημάτων κάθαρσιν, καὶ τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον
καὶ τὰ Ἀπολυτίκια.
Τῶν Ἐγκαινίων. Ἦχος δ΄.
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα,
τοῦ ἁγίου σκηνώματος, τῆς δόξης Σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος,
καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις
τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.
Δόξα. Τοῦ Ἁγίου.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῶν Πατέρων τὸ κλέος, καὶ Μαρτύρων τὸ καύχημα, τὸν τῆς Καρθαγένης ποιμένα,
Ἐκκλησίας διδάσκαλον, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, τὸν θεῖον οἱ πιστοὶ
Κυπριανόν, ἵνα λάβωμεν τῆς χάριτος δωρεάς, παρὰ Θεοῦ κραυγάζοντες· Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δᾳδουχοῦντι διὰ σοῦ,
κόσμου τὰ πέρατα.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος β΄.
Τὸν ζωοποιὸν Σταυρὸν τῆς Σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις
Κύριε, Σοὶ προσά-γομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν Σου,
εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἐπέφανεν ἰδού, φωτοφόρος ἡμέρα, ἡ τοῦ Κυπριανοῦ, πανυπέρτιμος μνήμη, ἐν ᾗ
δεῦτε συνδράμωμεν, οἱ πιστοὶ ἀνακράζοντες· Ὡς οὐράνιος, ποιμὴν καὶ ἔνδοξος
Μάρτυς, καθικέτευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, Τριάδα τὴν ἄκτιστον.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν Ἀρχιποίμενα, Κυπριανὲ θαυμαστέ, ὡς πλήρης φρονήσεως, ἰχνηλατῶν
εὐσεβῶς, ὑπὲρ τῶν προβάτων σου, τέθηκας τὴν ψυχήν σου, καὶ ἀφθάρτῳ στεφάνῳ,
δόξης ἐστεφανώθης, ἐν Ἐδὲμ καταπαύσας· διὸ ὑπὲρ ἡμῶν ἐκτενῶς, δεόμεθα πρέσβευε.
Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ὅμοιον.
Τὰ πάντα ἐφώτισε, τῇ παρουσίᾳ Χριστός, τὸν κόσμον ἀνεκαίνισε, Πνεύματι Θείῳ
αὐτοῦ· ψυχαὶ ἐγκαινίζονται· οἶκος γὰρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καὶ
ἐγκαινίζει, τῶν πιστῶν τὰς καρδίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς σωτηρίαν βροτῶν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν ἀρεταῖς ποιμαντικαῖς διαπρέψας, καὶ ἐπὶ πόαν μυστικὴν τῶν δογμάτων,
ἐκθρέψας σοῦ τὸ ποίμνιον, σοφὲ Κυπριανέ, ξίφει ἐξεδήμησας, πρὸς αἰώνιον λῆξιν,
ἔνθα ἐκοινώνησας, τῆς χαρᾶς τῶν Δικαίων· διὸ Χριστὸν δυσώπει τὸν Θεόν, ἵνα
ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Εἰδώλων τὸ μάταιον, καταλιπὼν νουνεχῶς, ὡς φοῖνιξ ἐξήνθησας, ἐν Ἐκκλησίᾳ
Θεοῦ, καὶ πάντας κατηύφρανας· ἔθραυσας ἀσεβείας, τὴν ὀφρὺν τοῖς σοῖς λόγοις·
ἤθλησας διὰ ξίφους, καὶ τυράννους καθεῖλες· διὸ Κυπριανὲ οἱ πιστοί, συμφώνως
ὑμνοῦμέν σε.
Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ὁ αὐτός.
Ἑόρτιος σήμερον, τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε, τὴν ἐκλογὴν τοῦ
Χριστοῦ, ἡμᾶς καὶ προτρέπεται, πάντας ἐγκαινισθῆναι, καὶ φαιδρῷ τῷ προσώπῳ,
ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ τῆς καρδίας, ᾆσαι πιστῶς ὡς λυτρωτῇ, καὶ ἡμᾶς
ἐγκαινίζοντι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ζηλωτὴς τῶν ἱερῶν Ἀποστόλων, ὑπὲρ τῆς πίστεως
στεῤῥῶς ἠγωνίσω, καὶ ὤφθης ἀληθέστατος, διάδοχος αὐτῶν, λόγοις τῆς σοφίας σου,
διελέγχων τὴν πλάνην, καὶ τὸ Εὐαγγέλιον, τῷ λαῷ καταγγέλλων· διὸ Χριστὸν θερμῶς
Κυπριανέ, ὑπὲρ ἡμῶν ἐκδυσώπει δεόμεθα.
Δόξα. Ὁ αὐτὸς. Ἐπεφάνης σήμερον.
Ὡς ποιμένα ἄριστον, Χριστοῦ τῆς ποίμνης, καὶ γενναῖον
Μάρτυρα, τῆς Ἐκκλησίας οἱ πιστοί, Κυπριανὲ εὐφημοῦμέν σε, ἄγοντες πόθῳ, τὴν
μνήμην σου σήμερον.
Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ὁ αὐτός.
Ἑορτὴν ὑπέρτιμον, τῶν Ἐγκαινίων, τοῦ Ναοῦ σου σήμερον, ἐπιτελοῦντες εὐσεβῶς,
δοξολογοῦμέν σε Κύριε, τὸν συντηροῦντα τὰ σύμπαντα νεύματι.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμει μὲ πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλι-άσονται.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ κγ΄ Ἀπριλίου.
Ὁ Ν΄ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι
ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με, ὁ Θεός,…
Τὸν ποιμένα Χριστοῦ τῶν προβάτων, καὶ τῶν πιστῶν ὁδηγὸν καὶ διδάσκαλον, τὸν ποιμαντικοῖς προτερήμασι, καὶ μαρτυρικοῖς ἀγωνίσμασι, τὸ φῶς διαλάμψαντα τῆς χάριτος, Κυπριανὸν εὐφημήσωμεν, βοῶντες πρὸς αὐτόν· Ἱερομάρτυς πανεύφημε, πρέσβευε ὑπὲρ ἡμῶν, Θεῷ τῷ σὲ δοξάσαντι.
Εἶτα οἱ Κανόνες, ὁ Προεόρτιος μετὰ τῶν Εἱρμῶν εἰς στ΄, ὁ τῶν Ἐγκαινίων εἰς δ΄ καὶ ὁ τοῦ Ἁγίου ὁμοίως εἰς δ΄. Κανὼν τοῦ Ἁγίου, φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· «Κυρίλλου».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ καὶ Μάρτυρα, Κυπριανὸν τὸν σοφόν, τῆς θεολογίας,
σκεῦος τὸ οὐράνιον, τῆς πίστεως τὴν σάλπιγγα, εὐσεβείας τὴν λύραν, δεῦτε
τιμήσωμεν σήμερον, δόξαν τῷ Θεῷ ἀναπέμποντες.
Ὑποδεξάμενος τὸ φῶς τῆς χάριτος, Κυπριανὲ ἐν ψυχῇ, τῇ ἀναγεννήσει, τοῦ σεπτοῦ Βαπτίσματος, τῇ Ἐκκλησίᾳ ἔλαμψας, ὡς φωστὴρ φωτοβόλος, ποιμαντικοῖς προτερήμασι, καὶ μαρτυρικοῖς ἀγωνίσμασιν.
Ὡς τοῦ Κυρίου μαθητὴς πιστότατος, τῶν παθημάτων αὐτοῦ, κοινωνὸς ἐδείχθης, καὶ ζωῆς τῆς κρείττονος, τὸ πλήρωμα ἀπέλαβες, σὺν Ἀγγέλοις χορεύων, Κυπριανὲ παμμακάριστε, ἐν τῶν οὐρανῶν τοῖς σκηνώμασιν.
Θεοτοκίον.
Καινοτομοῦνται Μαριὰμ Πανάχραντε, νόμοι ἐν σοὶ ἀληθῶς· σὺ γὰρ ἀπειράνδρως,
τοῦ Πατρὸς συνέλαβες, τὸν Λόγον ἐν κοιλίᾳ σου, καὶ παρθένος ἐν τόκῳ, καὶ μετὰ
τόκον διέμεινας· ὢ τῶν ὑπὲρ νοῦν μεγαλείων σου!
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ᾽ ἀρχάς.
Καταφρονήσας εὐσεβῶς, τῆς γεηρᾶς εὐδοξίας, καὶ εἰδώλων ἀποπτύσας τὴν
πλάνην, ἠκο-λούθησας Χριστῷ, Κυπριανὲ μακάριε· διὸ ἐδόξασέ σε, αὐτὸς ὡς μόνος
φιλάνθρωπος.
Θεογνωσίας ἐλλαμφθείς, ταῖς μυστικαῖς λαμπηδόσι, καὶ κηρύξας εὐσεβείας τὸν λόγον, ἀσε-βείας συστροφάς, Κυπριανὲ διέλυσας, καὶ τὸν λαὸν Κυρίου, Ὀρθοδοξίᾳ ἐστήριξας.
Ἐκ τῆς καρδίας τὴν πηγήν, ποταμηδὸν ἀναβλύσας, ἀληθείας θεοπνεύστων λογίων, ἐν αὐτοῖς πνευματικῶς, ὡς νοητὸν παράδεισον, Κυπριανὲ παμμάκαρ, τὴν Ἐκκλησίαν κατήρδευσας.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν τοῦ Πατρός, Λόγον ἐν χρόνῳ τεκοῦσα, μητρικῇ σου παῤῥησίᾳ
δυσώπει, αὐτὸν Μῆτερ ἐκτενῶς, ἵνα τὸ πῦρ ἐκφύγωμεν, τῆς ζοφερᾶς γεέννης, οἱ
προσκυνοῦντες τὸν τόκον σου.
Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῶν Ἐγκαινίων.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας,
φωταγωγοῦσα τοὺς πιστούς· ἐν ᾧ ἑστῶτες κραυγάζομεν· Τοῦτον τὸν οἶκον, στερέωσον
Κύριε.
Ὁ Οἶκος.
Ἐπιδημήσαντος ἡμῖν, τοῦ Λόγου κατὰ σάρκα, ὁ τῆς βροντῆς μὲν γόνος φησὶ
καθυπογράφων· Ἐθεασάμεθα φαιδρῶς τὴν δόξαν, ἣν εἶχεν ὁ Υἱὸς παρὰ τοῦ Πατρός,
ἐν ἀληθείας χάριτι. Ὅσοι δὲ πίστει τοῦτον ἐλάβομεν, ἔδωκε τοῖς πᾶσιν ἐξουσίαν,
τοῦ γενέσθαι τέκνα Θεοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἀναγεννηθέντες,
ἀλλ’ ἐκ Πνεύματος Ἁγίου ἐπαυξηθέντες, οἶκον προσευχῆς ἐπήξαμεν, καὶ βοῶμεν·
Τοῦτον τὸν οἶκον στερέωσον Κύριε.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ποιμένα τὸν καλόν, τῶν θρεμμάτων Κυρίου, καὶ Μάρτυρα
στεῤῥόν, τῆς αὐτοῦ ἀληθείας, τοῖς ὕμνοις στεφανώσωμεν, πρὸς αὐτὸν ἀνακράζοντες·Καθικέτευε, Κυπριανὲ παῤῥησίᾳ, τὸν φιλάνθρωπον, ὑπὲρ
ἡμῶν ἵνα χάριν, καὶ ἔλεος λάβωμεν.
Δόξα. Ὅμοιον.
Ποιμάνας ἱερῶς, τοῦ Δεσπότου τοὺς ἄρνας, Μαρτύρων τὴν ὁδόν, ἐξετέλεσας
χαίρων, καὶ μάνδραν εἰς οὐράνιον, τῶν Ἁγίων ἐσκήνωσας, μεθ᾽ ὧν πρέσβευε, ὑπὲρ
ἡμῶν παῤῥησίᾳ, ἵνα εὕρωμεν, Κυπριανὲ θεομάκαρ, πταισμάτων τὴν ἄφεσιν.
Καὶ νῦν. Τῶν Ἐγκαινίων.
Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τοῦ μαρτυρίου τὴν σκηνὴν Θεὸς παρέδειξε, καὶ ὁ θεσπέσιος Μωσῆς ἐν γῇ
ἐπήξατο, καὶ ναὸν ἐγκαινίζει Σολομὼν ἐν θυσίαις· ἡμεῖς δὲ ἐπὶ τὴν νέαν
Ἱερουσαλήμ, τῇ πίστει καταφυγόντες δαυϊτικῶς, δῶμεν θείαν ἀνύμνησιν, τῷ
Σταυρωθέντι δι’ ἡμᾶς, αἰτούμενοι συγχώρησιν, πάντων ὧν περ ἡμάρτομεν.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Θείων Γραφῶν, ἀνακαλύψας τὴν ἄβυσσον, καταῤῥάκτας, οὐρανοῦ διήνοιξας, καὶ
τῆς σοφίας τὴν λογικήν, ἄβυσσον ἐκεῖθεν, τῇ οἰκουμένῃ ἀνέβλυσας· διὸ Κυπριανέ
σε, οἱ πιστοὶ εὐφημοῦμεν, ἐκτελοῦντες ἐν ὕμνοις τὴν μνήμην σου.
Ἤρθης σοφέ, ταῖς ἀρεταῖς ἐποχούμενος, πρὸς τὸ ὕψος, τοῦ Θεοῦ τῆς γνώσεως, καὶ διδαχῶν σου Κυπριανέ, τῷ φωτὶ ἐκεῖθεν, ὡς ἑωσφόρος ἀνέτειλας, σκοτίαν φυγαδεύων, τῶν εἰδώλων τῆς πλάνης, καὶ διώκων νεφώσεις αἱρέσεων.
Θύσας σαυτόν, θυσίαν θείαν αἰνέσεως, ἀπο-τμήσει, τῆς τιμίας κάρας σου, Πάτερ θεόφρον Κυπριανέ, τὴν ἀντιμισθίαν, ἐν Παραδείσῳ ἀπέλα-βες, θεώσεως τῇ αἴγλῃ, λαμπρυνθεὶς ὑπὲρ λόγον, καὶ ἐν δόξῃ Χριστῷ παριστάμενος.
Θεοτοκίον.
Ῥάβδῳ τῆς σῆς, ὑπερφυοῦς ἀντιλήψεως, σωτηρίας, πρὸς
νομάς με ἴθυνον, τὸν πλανηθέντα Μῆτερ Ἁγνή, ἐν ταῖς ἀνοδίαις, τῶν φιληδόνων
ὀρέξεων· σὲ γὰρ ἐπικαλοῦμαι, τὴν ἀμόλυντον νύμφην, τοῦ Θεοῦ καὶ Δεσπότου τῆς
κτίσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόσμου νικητής, ἀληθῶς καὶ κοσμοκράτορος, ἀνεδείχθης
θαυμαστὲ Κυπριανέ, τῶν Μαρτύρων διαθλήσας τὸ ἀγώνισμα.
Πνεύματος λαβών, τοῦ Ἁγίου τὴν ἐνέργειαν, ἀνεδείχθης ἀληθῶς Κυπριανέ, στρατηγέτης Ὀρθοδόξου παρατάξεως.
Λόγοις ἱεροῖς, ὡς ἰστὸν ἀράχνης ἔλυσας, φληναφίας ἀσεβῶν Κυπριανέ, καὶ τὴν ποίμνην εὐσεβείᾳ ἐστερέωσας.
Θεοτοκίον.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ
παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐβρόντησεν ἡ φωνή, τῶν θεηγόρων χειλέων σου, θεόφρον Κυπριανέ, Θεοῦ τὰ
μυστήρια, καὶ κέρας ἐξήγειρε, σωτηρίας πᾶσι, τοῖς ἀνθρώποις διὰ πίστεως.
Νέος Μωσῆς τῷ λαῷ, ἀνηγορεύθης τῆς χάριτος, τρισμάκαρ Κυπριανέ, καὶ τοῦτον ὡδήγησας, πρὸς γῆν ἀπλανέστατα, τῆς ἐπαγγελίας, ἐπιστήμῃ τῆς σοφίας σου.
Ἀγώνων σου τῷ πυρί, τῆς πλάνης ὕλην κατέφλεξας, Κυπριανὲ καὶ ῥοαῖς, τῶν μαρτυροπνόων σου, αἱμάτων κατέσβεσας, τῆς πολυθεΐας, παμμακάριστε τοὺς ἄνθρακας.
Θεοτοκίον.
Λαμπὰς ἡ φωτολαμπής, τοῦ μυστικοῦ ἀπαυγάσματος, τὸν φωτισμὸν τοῦ ἐκ σοῦ,
ἀδύτως ἐκλάμψαντος, ἀνάτειλον Πάναγνε, τῇ ἐσκοτισμένῃ, ἐν τοῖς πάθεσι καρδίᾳ
μου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῷ φαεινῷ σου βίῳ.
Ἱεραρχίας χλαῖναν, φοινίξας τοῖς αἵμασι, λελαμπρυσμένος ἔβης, πρὸς δόξαν
ἀθάνατον, ποιμὴν θεῖε τῆς Καρθαγένης, Κυπριανέ, Πατέρων τὸ καύχημα· πρέσβευε
ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων, τὴν ἔνδοξον μνήμην σου.
Ὁ Οἶκος.
Χορεύει ἡ Ἐκκλησία, τῇ δόξῃ σου Ἱεράρχα, καὶ δοξάζουσα Χριστόν, εὐφροσύνως
σοι ἀνακρά-ζει· Πάτερ θεόφρον, Ἀποστόλων μιμητά, Μαρτύρων ὁμόσκηνε, καὶ
Πατέρων πρόκριτε, θαυμαστὲ Κυπριανέ, ὡς οὐρανῶν πολίτης, σὺν πᾶσι τοῖς Ἁγίοις,
μνημονεύων μὴ παύσῃ εὐμενῶς, τῶν εὐφημούντων σε πόθῳ, καὶ ἐπιτελούντων, τὴν
ἔνδοξον μνήμην σου.
Συναξάριον
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος
Κυπριανοῦ, Ἐπισκόπου Καρθαγένης.
Στίχοι·
Κυπριανὸς καύχημα τῆς Ἐκκλησίας,
Ἱεραρχῶν σέμνωμα, δόξα Μαρτύρων.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Παύλου τὸν ζῆλον κεκτημένος, πᾶσι γέγονας τὰ πάντα ἵνα πάντας, προσαγάγῃς
Χριστῷ, καὶ σώσῃς ἐκ τῆς πλάνης, Κυπριανὲ μακάριε, τῆς λατρείας τῶν εἰδώλων.
Στήσας τὰς βάσεις τῆς καρδίας, ἐπιγνώσεως θεόφρον ἐν τῇ πέτρᾳ, μηδαμῶς προσβολαῖς, βασάνων ἐσαλεύθης, ἀλλ᾽ ἐν αὐταῖς συνέτριψας, τοῦ ἐχθροῦ τὴν δυναστείαν.
Στῆθι ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Κύριον τῆς δόξης καὶ Δεσπότην, πρεσβευτὴς δυνατός, ὑπὲρ τῶν σὲ τιμώντων, Κυπριανὲ καὶ ᾄσμασι, τὴν σὴν μνήμην ἐκτελούντων.
Θεοτοκίον.
Λάμπρυνον, Μῆτερ, τὴν ψυχήν μου, τῆς σῆς χάριτος ἀπλέτῳ φωταυγείᾳ, ἡ τοῦ
κόσμου τὸ φῶς, Χριστὸν τὸν ζωοδότην, ὑπερφυῶς κυήσασα, εἰς ἀνθρώπων σωτηρίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πῦρ τῆς ἀγάπης, Κυπριανὲ ἀναφλέξαν, τὴν καρδίαν σου λαμπρὸν ἀνέδειξέ σε, καὶ
τροπαιοφόρον, ἐν πάλῃ μαρτυρίου.
Γραφῶν τὸν πλοῦτον, ὑπὲρ χρυσὸν κεκτημένος, ἐν καρδίᾳ σου θεόφρον Ἱεράρχα, θησαυρὸς ἐδείχθης, Χριστοῦ τῆς Ἐκκλησίας.
Ἀκήλιδόν σου, Κυπριανὲ τὸν νοῦν ἔχων, ἐπιλάμψεσι φαιδραῖς τῶν ἀρετῶν σου, τὸ φῶς ἐθεάσω, τῆς θείας Θεαρχίας.
Θεοτοκίον.
Ὅλον με πλῆσον, τῆς θεαυγοῦς χάριτός σου, ἀπελαύνουσα τὸ σκότος τῶν παθῶν
μου, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τῆς χάριτος δι᾽ ἔργων τῆς ἀρετῆς, στολισθεὶς ἐπωμίδα
τὴν κρείττονα, ἱερουργός, τοῦ Εὐαγγελίου θεοειδής, καὶ τῶν πιστῶν διδάσκαλος,
γέγονας παμμάκαρ Κυπριανέ· διὸ ἡ Ἐκκλησία, τὸ κλέος σου κηρύττει, δοξολογοῦσα
τὸν φιλάνθρωπον.
Τὴν σάλπιγγα τοῦ λόγου πνευματικήν, θεϊκῇ προμηθείᾳ, κτησάμενος, Κυπριανέ, ἐν αὐτῇ ἐκήρυξας τῆς ζωῆς, τὰ ἱερὰ διδάγματα, καὶ εἰς τόπον χλόης δαυϊτικῶς, Χριστοῦ τῆς ἀληθείας, τὴν λογικήν σου ποίμνην, ποιμὴν ὡς θεῖος κατεσκήνωσας.
Ἐν θρόνῳ Καρθαγένης τῷ ὑψηλῷ, ὡς ποιμὴν διαπρέψας οὐράνιος, μαρτυρικῶς, ἔβης πρὸς τὴν δόξαν τῶν ἐκλεκτῶν, Κυπριανὲ μακάριε, καὶ ἐστεφανώθης παρὰ Θεοῦ· διὸ ἐν παῤῥησίᾳ, ὑπὲρ τῶν ὑμνητῶν σου, δεόμεθά σου καθικέτευε.
Θεοτοκίον.
Ὑπέραγνε Παρθένε τὸν Λυτρωτήν, ἀπειράνδρως ἐν χρόνῳ ἐκύησας, ὥσπερ τὸ πρίν,
Πνεύματι Ἁγίῳ οἱ θαυμαστοί, Προφῆται προεκήρυξαν· ὅθεν σου δεόμεθα ἐκτενῶς· Μὴ
παύσῃ δυσωποῦσα, αὐτὸν Θεοκυῆτορ, τοῦ ἐλεῆσαι τοὺς ὑμνοῦντάς σε.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῦ Παρακλήτου ἡ χάρις, ἡ τοῦ Χριστοῦ τοῖς Μαθηταῖς, ἐπιφοιτήσασα πρώην,
κατασκηνώσασα ἐν σοί, διδάσκαλον Ἐκκλησίας, Κυπριανὲ ἔδειξέ σε.
Ἕτερον. Τῶν Μαθητῶν ὁρώντων Σε.
Ἱερουργὸς γενόμενος θεοφόρος, ἐν σκάμματι Μαρτύρων ἱερουργήθης, θάνατον
Κυρίου τῷ θανάτῳ σου, ζηλοτυπήσας ἄριστα· Κυπριανὲ διὸ ἔχεις, ἀθανασίας τὴν
χάριν.
Τῶν Ἐγκαινίων. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Μέσον τῆς γῆς ὁ Κύριος, καὶ Θεὸς σωτηρίαν, διὰ Σταυροῦ εἰργάσατο, σαρκωθεὶς
ἑκουσίως, εἰς ἀνακαίνισιν κόσμου· τάφῳ κατατεθεὶς δέ, τριήμερος ἐγήγερται, καὶ
ζωῆς ἀρραβῶνα, τὴν ἑαυτοῦ, προδεικνύει ἔγερσιν, ἧς ἐν πίστει, τελοῦμεν τὰ
ἐγκαίνια, τοῦ Θεοῦ σὺν Ἀγγέλοις.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.
Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια τῶν Ἐγκαινίων γ΄ καὶ τοῦ Ἁγίου γ΄, τὰ κάτωθι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς σοφίας τὸ ὄργανον, τὴν κιθάραν τῆς γνώσεως, τῶν δογμάτων σάλπιγγα τὴν
οὐράνιον, τῶν διδασκάλων τὸ καύχημα, καὶ στῦλον τῆς πίστεως, τὸν σοφὸν
Κυπριανόν, Καρθαγένης τὸν πρόεδρον, εὐφημήσωμεν, ἐν ᾀσμάτων συμφώνως μελῳδίαις,
τὴν αὐτοῦ ἐπιτελοῦντες, σήμερον θείαν πανήγυριν.
Στίχ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Τῆς σοφίας τὴν ἔλλαμψιν, οὐρανόθεν δεξά-μενος, κοσμικὴν κατέλιπες
ματαιότητα, καὶ τῷ λουτρῷ τοῦ Βαπτίσματος, Χριστὸν ἐνδυσάμενος, ἠκολούθησας
αὐτῷ, καὶ ὡς λύχνος διέλαμψας, διαυγέστατος, Καρθαγένης λυχνίᾳ ἐν ἁγίᾳ,
Ἐκκλησίαν καταυγάζων, Κυπριανὲ παμμακάριστε.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ῥωμαλέῳ φρονήματι, καὶ φαιδρῷ παραστήματι, μαρτυρίου ἔδραμες πρὸς τὸ
στάδιον, καὶ ὑπὲρ ποίμνης τὸν θάνατον, ἐδέξω γηθόμενος, ἱερὲ Κυπριανέ, τῷ
Χριστῷ συμμορφούμενος, καὶ ἀπέλαβες, παρ᾽ αὐτοῦ ἀφθαρσίας τοὺς στεφάνους, ὡς
γενναῖος Ἱεράρχης, καὶ Ἀθλοφόρος ἀήττητος.
Δόξα. Ἦχος β΄.
Θύσας τῷ ἐπὶ πάντων Θεῷ, τὰς εἰρηνικὰς ἀναιμάκτους θυσίας, θυσία προσηνέχθης
αὐτῷ, ὡς κριὸς ἐπισημώτατος, ἐκ λογικῆς ποίμνης χωρισθείς, καὶ διὰ ξίφους
τυραννικοῦ, τὴν σφαγὴν ὑποδεξάμενος, Κυπριανὲ ἱερώτατε, τῆς Καρθαγένης πρόεδρε· διὸ τῇ ἀθανάτῳ τραπέζῃ, ἐν φαιδρᾷ
περιβολῇ, θεώσεως παριστάμενος, μνημόνευε ἡμῶν ἀκαταπαύστως, τῶν ἐκτελούντων
τὴν μνήμην σου.
Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ἦχος γ΄.
Πρὸς σεαυτὸν ἐπανάγου ἄνθρωπε, γενοῦ καινὸς ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε
τὰ ἐγκαίνια· ἕως καιρός, ὁ βίος ἐγκαινιζέσθω σοι, πάσης πολιτείας ὁδός, τὰ
ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τοῦτο τῇ ἑορτῇ καρποφόρησον, τὴν
καλὴν ἀλλοίωσιν ἀλλοιούμενος· οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτω τιμᾶται ἡ τῶν
Ἐγκαινίων ἡμέρα.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ μὲν τοῦ
Κανόνος τῶν Εγκαινίων ἡ γ΄, ἐκ δὲ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ στ΄ ᾨδή.
Ἀπόστολον τοῦ Ἁγίου ζήτει τῇ στ΄ Νοεμβρίου.
Εὐαγγέλιον τὸ τῶν Ἐγκαινίων.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ὁ ζηλωτής, καὶ ποιμὴν ὁ θεῖος, Καρθαγένης Κυπριανέ·
χαίροις ὁ Μαρτύρων, τοῖς ἄθλοις διαπρέψας, καὶ ἐκ Δυσμῶν ἐκλάμψας, τῷ κόσμῳ
ἥλιος.
Κοινωνικόν. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Ἀλληλούϊα.
Στίχοι.
Κυπριανέ, Κύριλλον ποιμένα Ῥόδου,
Ταῖς σαῖς εὐχαῖς στήριζε ὑμνήσαντά σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου