Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία Εὑρέσεως Λειψάνων Ὁσίου ΝΕΟΦΥΤΟΥ τοῦ Ἐγκλείστου Ψαλλομένη τῇ 28η Σεπτεμβρίου

Ἀκολουθία Εὑρέσεως Λειψάνων ὉσίουΝΕΟΦΥΤΟΥ τοῦ Ἐγκλείστου
Ψαλλομένη τῇ 28η Σεπτεμβρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως  ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, ἐν τῇ σεπτῇ Εὑρέσει, τοῦ τιμίου λειψάνου, τοῦ ὄντος κεκρυμμένου πάλαι ἐν γῇ, ἐπὶ ἔτεσι πλείοσι, καὶ θείᾳ χάριτι ἤδη φανερωθέν, ὥσπερ κρίνον εὐωδέ-στατον.
Δεῦτε συνέλθωμεν πάντες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὅπου τὸ θεῖον σκῆνος, τοῦ σεπτοῦ Νεοφύτου, καὶ ᾄσμασιν ἐνθέοις βοῶντες αὐτῷ· δεῦρο Ἅγιε πρόφθασον, καὶ ἐκ παθῶν πολυτρόπων καὶ πειρασμῶν, ἡμᾶς πάντας ἐλευθέρωσον.
Δεῦτε θεάσασθε πάντες ἐν τῇ Ἐγκλείστρᾳ φρικτόν, θέαμα θεαμάτων, καὶ πλῆρες ἰαμάτων, τὸ πανέντιμον σκῆνος τοῦ θείου πατρός, Νεοφύτου τὸ εὔοσμον, ὃ καὶ ἀσπάσασθε πίστει πανευλαβῶς, ὡς πηγὴν πᾶσι σωτήριον.
Τὸν ἐν Ἐγκλείστρᾳ φανέντα νέον ἡμῖν θησαυρόν, Νεόφυτον τὸν θεῖον, τῶν Κυπρίων τὸ κλέος, τὸν μέγιστον προστάτην τιμήσωμεν νῦν· ὃς ἀξίως ἀπείληφε, παρὰ Θεοῦ ἰαμάτων παντοδαπῶν, θείαν χάριν ὡς θεόσοφος.
Τῶν ἀθεάτων τὰ κάλλη κατοπτρισάμενος, ἐγένου ἔξω κόσμου, θεοφόρε παμμάκαρ· διὸ καὶ τοὺς στεφάνους παρὰ Θεοῦ, τῶν σῶν πόνων ἀπείληφας, καὶ χάριν τοῦ ἐκδιώκειν τὰ μυσαρά, τῆς πονηρίας Πάτερ πνεύματα.
Σήμερον ἅπας ὁ δῆμος τῶν Ορθοδόξων σκιρτᾷ, ἐπὶ τῇ ἐπανόδῳ, τοῦ τιμίου λειψάνου, τοῦ θείου Νεοφύτου τοῦ ἐν κρημνοῖς, τῆς Ἐγκλείστρας οἰκή-σαντος, καὶ τοῦ Σταυροῦ τῇ δυνάμει τῶν πειρασμῶν, τὰς προσβολὰς ἐξαφανίσαντος.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε, τῶν Κυπρίων ὁ δῆμος, τὸ πρὸ ἐτῶν ἤδη πεντακοσίων, κεκρυμμένον ἐν γῇ, σεπτὸν λείψανον τοῦ Ὁσίου, κατιδόντες φανερωθέν, ὥσπερ πολύτιμον εὑρόντες θησαυρόν, σκιρτήσωμεν οἱ πιστοὶ ἀγαλλό-μενοι· καὶ χάριτος τῆς ἐν αὐτῷ, διὰ τῆς πνευματικῆς εὐωδίας ἐμφορηθέντες, τὸν ἔγκλειστον Νεόφυτον εὐλαβῶς τιμήσωμεν· ὡς παρὰ Θεοῦ δοξασθέντα, ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τὼν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλο-κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περι-θήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν. Ἦχος πλ. δ΄.
νωθεν ἡ χάρις τοῦ παντουργοῦ Πνεύματος, ἐν τῇ καθαρᾷ σου καρδίᾳ ἐπιφοιτήσασα, ἱερὸν καταγώγιον ἀνέδειξέ σε τῶν ἀρετῶν· δι’ αὐτῆς γὰρ ὁδηγούμενος τὴν ἔρημον κατέλαβες, καὶ ἐν ἀβάτῳ ἄντρῳ ἀνελθὼν, τῇ τῆς σαρκὸς καταθλίψει, ἐν νηστείᾳ καὶ γυμνότητι, καὶ τοῖς ἀπαύστοις δάκρυσι, τὸν ἀταπείνωτον τῆς ἀνθρωπίνης φύσεως, πολέμιον ἐταπείνωσας· ὅθεν καὶ μετὰ θάνατον ὁ Χριστὸς σὲ ἐδόξασε, τῇ τῶν λειψάνων εὐωδίᾳ, καὶ τῇ τῶν θαυμάτων ἐνεργείᾳ· τοὺς γὰρ προσερχομένους τῇ σῇ θήκῃ εὐλαβῶς, τῶν ψυχοφθόρων, καὶ σωματικῶν παθῶν ἀπαλλάττεις ἐπικαλουμένους σε. Ἀλλ’ ὦ Πατέρων καλλονή, καὶ νῦν δὸς ἡμῖν αἰσίως ἑορτάζειν, τὴν ἀνακομιδὴν τῶν λειψάνων σου, καὶ δίδου εὐφροσύνην ταῖς ψυχαῖς ἡμῶν, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Ὁ αὐτός.
Κυπρίων δῆμοι σήμεροι συνελθόντες, ἐν τῇ σορῷ τοῦ θείου Πατρός, ᾠδὴν αἰνέσεως, τῷ δοξάζοντι Θεῷ, τοὺς Αὐτὸν ἀντιδοξάζοντας ᾄσατε. Δόξα λέγοντες τῷ ἀμοιβαῖς θαυμασίαις, τὸν ὑπὲρ σοῦ τὰ πάντα καταλιπόντα, καὶ ἐν ἀγῶσιν ἀσκητικοῖς τὸν βίον τελέσαντα, καταπλουτίσαντι, τὴν τῶν λειψάνων θείαν αὐτοῦ λάρνακα, εὐωδίας ἐξαισίου καταπληρώσαντι. Δόξα τῷ νέμοντι τὴν χάριν, τοῖς ἀσπαζομένοις τὴν θείαν κόνιν τοῦ σοῦ θεράποντος, καὶ εὐθέως τὰς αἰτήσεις, δι’ αὐτῆς λαμβανομένοις. Δόξα Σοι, τῷ βραβεύσαντι ἡμῖν ἐν καιροῖς χαλεπωτάτοις, παραμύθιον ταῖς ψυχαῖς ἡμῶν, τὴν τῶν λειψάνων νεοβλαστήσασαν μυροθήκην, τοῦ θείου Νεοφύτου· δι’ οὗ εἰρήνην δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός.
σκήσεως ὁ κανών, καὶ τῶν ἀρετῶν ἡ στάθμη, Νεόφυτε θεῖε Πάτερ, ὥσπερ ἐν γῇ ἀγγελικῶς πολιτευόμενος, ὁδηγὸς γέγονας θρεμμάτων λογικῶν, καὶ ὡς μάνδραν, τὴν Ἐγκλείστραν Μονήν σου περιεποιήσω, ἐκ τοῦ νοητοῦ λύκου, τοῦ ἐχθροῦ ἀλώβητον· οὕτω καὶ νῦν διὰ τῆς τῶν σεβασμίων λειψάνων σου, νεοφανείσης ἡμῖν παροχῆς, τῇ χορηγίᾳ τῆς ἐξ αὐτῶν ἀναδιδομένης χάριτος, ἀπέλασον πάντα πειρασμὸν ἐξ αὐτῆς, καὶ ὑμνεῖν, τὸν σὲ δοξάσαντα, τοὺς ἐν αὐτῇ περιφρούρησον, παρέχων τοῖς αἰτοῦσι τὴν ἴασιν, καὶ τοῖς ἐκ πόθου ἀσπαζομένοις τὴν σεβάσμιον κάραν σου. Ῥύου δὲ ταύτην, ταῖς ἀλήκτοις πρεσβείαις σου, καὶ τὴν νῆσον πᾶσαν, ἐκ λοιμοῦ, λιμοῦ, ἀκρίδος, καὶ χαλάζης, καὶ πάσης ἐπερχομένης διὰ τὰς ἁμαρτίας ἡμῶν κακώσεως, ὡς παῤῥησίαν κεκτημένος πρὸς Θεόν, τὸν σὲ ἡμῖν ἐπιβραβεύσαντα.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς τὸν Στίχον.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
ν ἄντρῳ παρώκησας, ἀσκητικῶς καθαιρόμενος, καὶ Θεῷ συγγινόμενος, νοὸς τελειότητι· ὅθεν ὑπεδέξω, χάριν τῶν θαυμάτων, καὶ τῶν τοῦ Πνεύματος σοφέ, τὰ τῶν ἀνθρώπων λύειν νοσήματα·
διό σε μακαρίζομεν, καὶ  τῶν λειψάνων τὴν εὕρεσιν,
τὴν σεπτὴν καὶ σωτήριον, ἑορτάζομεν σήμερον.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
κόνις τοῦ σώματος, μύρον εὐῶδες πηγάζουσα, τὰ δυσώδη παθήματα, διώκει ἀοίδιμε· καὶ γὰρ εὐωδία, Χριστοῦ ἀνεδείχθης, καὶ ἐν τῷ βίῳ περιών, καὶ μετὰ τέλος μάκαρ Νεόφυτε· διό σου τὴν πανέορτον, καὶ θαυμαστὴν καὶ σωτήριον, ἐκτελοῦμεν πανήγυριν, τῶν Ὁσίων ὁμόσκηνε.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Σῶμα τὸ δυσήνιον, καθυποτάξας τῷ πνεύματι, τὴν ψυχὴν γενναιότατε, λαμπρύνας ταῖς χάρισι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως θεόθεν, καὶ ἐδομήσω ἱερόν, ναὸν τοῦ σώματος θείου Πνεύματος· διό σε ἀμειβόμενος, ὁ πλουτοδότης ἐκόσμησε, τὴν σεπτὴν τῶν λειψάνων σου, θήκην λύει νοσήματα.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν γενναίων ἐπὶ γῆς κατορθωμάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας. Τίς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; Τὸ πρὸς τοὺς ἀγῶνας ἐγκαρτερεῖν, καὶ ὀρθῶς βηματίζειν πάντας τοὺς ὑπὸ σὲ θεοπρεπῶς ἐδίδαξας. Τὴν δὲ ἀκτημοσύνην, τοῦ μονήρους βίου κανόνα ἀπαρά-τρεπτον ἐντάξας, ἀγγελικῶς ἐν γῇ πολιτεύεσθαι ἐπαίδευσας, Νεόφυτε, Ἐγκλείστρας προστάτα καὶ ποιμήν. Διὸ τὸν ἀμαράντινον ἐδέξω στέφανον, παρὰ τοῦ μισθαποδότου Θεοῦ, μῆ διαλίπῃς οὖν πρεσβεύειν ὑπὲρ ἡμῶν, καὶ παρέχειν τὰς αἰτήσεις, τῶν πιστῶς σου προσκυνούντων τὰ λείψανα.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Λευκάρων τὸ κλέος, καὶ Κυπρίων τὸ καύχημα, Μονῆς Ἐγκλείστρας πολιοῦχε, θεοφόρε Πατὴρ ἡμῶν Νεόφυτε· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, καὶ ἔγκλειστος ἐν ἄντρῳ καρτερῶν, θείαν χάριν ἐκομίσω, ἣν πιστοῖς, νῦν παρέχει θήκη λειψάνων σου· δόξα τῷ ταύτην βραβεύσαντι ἡμῖν, δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πάσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ Τόκου Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν,
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Προσέλθωμεν πιστοί, τῶν λειψάνων τῇ θήκῃ, τοῦ θείου καὶ κλεινοῦ, καὶ στεῤῥοῦ Νεοφύτου, καὶ πόθῳ προσπτυσσόμενοι, πρὸς αὐτὸν ἐκβοήσωμεν· δεῦρο Ἅγιε, τῆς τῶν παθῶν τυραννίδος, ἐλευθέρωσον, τοὺς σὲ τιμῶντας ἀξίως, καὶ πόθῳ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστάτιν πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν Σεμνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.

Μετὰ τὴν β’ Στιχολογίαν.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, νῦν ἡ Ἐγκλείστρα, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασώζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείας φύσεως, οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος, ἐν τῇ γαστρί Σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον Σε, ὡς πρὸ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον,
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν τιμίαν εὕρεσιν, τοῦ σοῦ λειψάνου, ἱερὲ Νεόφυτε, τιμῶμεν πάντες εὐλαβῶς, καὶ ἀγαλλόμενοι κράζομεν· χαίροις ἁπάντων, Ὁσίων ὁμόσκηνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν, δι’ ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον, πιστοὶ μακαρίσωμεν.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (ι΄ 37-ια΄ 1).
Εἶπεν Κύριος· φιλῶν πατέρα μητέρα ὑπὲρ ἐμέ... (Ζήτει τῷ Σαββάτῳ τῆς Ζ΄ ἑβδομάδος Ματθαίου).
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλέησόν με ὁ Θεός...
Δεῦτε, τῶν Κυπρίων ὁ δῆμος, τὸ πρὸ ἐτῶν ἤδη πεντακοσίων, κεκρυμμένον ἐν γῇ, σεπτὸν λείψανον τοῦ Ὁσίου, κατιδόντες φανερωθέν, ὥσπερ πολύτιμον εὑρόντες θησαυρόν, σκιρτήσωμεν οἱ πιστοὶ ἀγαλλό-μενοι· καὶ χάριτος τῆς ἐν αὐτῷ, διὰ τῆς πνευματικῆς εὐωδίας ἐμφορηθέντες, τὸν ἔγκλειστον Νεόφυτον εὐλαβῶς τιμήσωμεν· ὡς παρὰ Θεοῦ δοξασθέντα, ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τὼν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς:
Ψυχοφθόρου ῥῦσαί με, παμμάκαρ, λύπης. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Ψυχοφθόρου λύπης με ταῖς σαῖς, ῥῦσαι παρα-κλήσεσιν, ἐκδυσωπῶν τὸν ἀγαθὸν Θεὸν ἡμῶν, πένθος μοι χαρμόσυνον, νῦν δωρήσασθαι, καὶ τελείαν κατάνυξιν, ὅπως τὴν ἐκεῖθεν εὕροιμι παράκλησιν, Νεόφυτε.
ψωθεὶς ταῖς θείαις ἀρεταῖς, στῦλος ἐχρη-μάτισας, ταῖς προσβολαῖς τοῦ δυσμενοῦς ἀκλόνητος, θεόφρον Νεόφυτε· ἀλλὰ δέομαι πειρασμοῖς με κυκλούμενον, σοῦ ταῖς μεσιτείαις, τήρησον παμμάκαρ, ἀπερίτρεπτον.
Χερσωθεῖσαν Πάτερ τὴν ἐμήν, πάθεσιν διάνοιαν, ἀρδευτικαῖς εὐχῶν σου ἐπιδόσεσιν, καρποφόρον ποίησον, καὶ μελλούσης με κοινωνὸν τρυφῆς δέομαι, δεῖξον ἐντρυφῶντα, πίστει τοῖς ἐπαίνοις σου, Νεόφυτε.
Θεοτοκίον.
τὸ εἶναι πᾶσι παρασχών, ἔσχεν ὡς αἰτίαν Σε, τῆς πρὸς ἡμᾶς Παρθένε ὁμοιώσεως· Ὃν ἀπαύστως αἴτησαι, ἀνομίαις με περιπίπτοντα πάθεσιν, νῦν ἐξομοιῶσαι, τοῖς μετανοοῦσιν ἀληθέστατα.

ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Φυτευθεὶς ὥσπερ δένδρον, κρημνῷ ἀβάτῳ Ὅσιε, καρποὺς ὡραίους ἤνεγκας, ἐναρέτων καὶ θείων πράξεων, εὐωδίαν θαυμάτων ἀναπέμποντας.
Θανάτωσον τὴν ζῶσάν μου, ἁμαρτίαν δέομαι, σαῖς προσευχαῖς Νεόφυτε, ζωηφόροις, καὶ τῆς μελλούσης ζωῆς, κοινωνὸν δυσωπῶ σε Πάτερ ποίησον.
κόσμον ταῖ φαιδρότησιν, τῶν θαυμάτων Ὅσιε, κατακοσμήσας κόσμῳ με, ἐναρέτων κόσμησον πράξεων, ἐμπαθοῦς ἀκοσμίας ἐξαιρούμενος.
Θεοτοκίον.
υόμενος ἐπέφανεν, τοῖς ἀνθρώποις Πάναγνε, ἐκ Σοῦ Χριστὸς ὁ Κύριος· Ὃν δυσώπει, πάσης με ῥύσασθαι, χαλεπῆς ἁμαρτίας καὶ κολάσεως.
Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
σεπτή σου σήμερον, ἡμᾶς συνήθροισε μνήμη, ἐν τῇ θείᾳ λάρνακι, τῶν ἱερῶν σου λειψάνων· πάντες οὖν, οἱ προσιόντες καὶ προσκυνοῦντες, ἅπασαν, δαιμόνων βλάβην ἀποσοβοῦνται, καὶ ποικίλων νοσημάτων, λυτροῦνται τάχος, μάκαρ Νεόφυτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὰς ἀχράντους χεῖράς Σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ Σέ, καὶ εὐσεβῶς ἀνακράζοντας· χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
ρώμενος, ἐκαρτέρεις ἐν σπηλαίῳ, σαθρότατον, χειρῶν σου ἐπάρσεσιν· Πάτερ, ἐπάρσεις τοῦ ὄφεως, τρέπων κραταιότατα, ἐν ταπεινώσει καρδίας, ἀξιάγαστε.
πήνεγκας, βαρυτάτου λίθου τὸν ὄλεθρον· διό με καυσούμενον, τῇ ἁμαρτίᾳ, Νεόφυτε, θείαις ἐπομβρήσεσι, τῶν εὐπροσδέκτων εὐχῶν σου, Πάτερ δρόσισον.
αθύμως μου, τὴν ζωὴν διανύοντα πρόθυμον, εὐχαῖς σου ἀπέργασαι· Πάτερ, ἀεὶ διεγείρων με, πᾶσαν πρὸς ἐκπλήρωσιν, τῶν θεϊκῶν προσταγμάτων, ἱκετεύω σε.
μνήσωμεν, τὸν ἀκλόνητον στῦλον Νεόφυτον, καὶ τούτου τῇ λάρνακι, ὡς κιβωτὸν ἁγιάσματος, πίστει προσπελάσωμεν, ἀπαρυόμενοι χάριν τὴν σωτήριον.
Θεοτοκίον.
Συνώθησεν, πρὸς παντοίαν ἐχθρός με παράβασιν· βοήθει μοι Δέσποινα, καὶ τῆς αὐτοῦ με κακώσεως, λύτρωσαι πρὸς τρίβους με, δικαιοσύνης ἐνθέως, ἐμβιβάζουσα.
ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.
γίου ναός, θεοφόρε, Πνεύματος γενόμενος, λῃστῶν χρηματίσαντα, σπήλαιον δολίαις παραβά-σεσιν· τῆς Ἁγίας με οἶκον, Τριάδος Πάτερ ποίησον.
στᾷ κατ’ ἐμοῦ, ὁ ἐχθρὸς παγίδας ἐνεδρεῦσαί με, δολίως βουλόμενος· τούτου με τῆς βλάβης σῷον τήρησον, ἱκεσίαις σου μάκαρ, ταῖς πρὸς τὸν Κτίστην  Ὅσιε.
Μυρίζει τὰ σά, θεοφόρε λείψανα, ὀσμὴ γὰρ ζωῆς, πιστοῖς ἐχρημάτισας· ὅθεν δυσωπῶ σε τῆς καρδίας μου, τὰ δυσώδη τελείως, παμμάκαρ πάθη μείωσον.
Θεοτοκίον.
ν ὥρᾳ φρικτῇ, ὁπηνίκα μέλλω φόβῳ κρίνεσθαι, ὁ μόνος κατάκριτος· πρόστηθι καὶ ῥῦσαί με κολάσεως, τὸν πολλὰ Θεοτόκε, ἀφρόνως πλημμε-λήσαντα.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Παντουργῷ σθένει Πνεύματος Ὅσιε, τὰ τῆς πονηρίας ὑπέταξας πνεύματα· ὧν τῆς κακίας ῥῦσαί με, τὸν προστάτην σε μέγαν πλουτήσαντα.
κλονήτως ἱστάμενος Ὅσιε, ἅπαν τῶν δαιμόνων τὸ στῖφος ἐκλόνησας· ὑφ’ ὧν με νῦν κλονούμενον, ἀπερίτρεπτον Πάτερ συντήρησον.
Μισοκάλων πληθὺν ἀπεῤῥάπισας, τῇ δεξιᾷ ἣν πιστῶς ἀσπαζόμενοι, χειρὶ καὶ νῦν σκεπόμεθα, τοῦ ἐν σοὶ κατοικήσαντος Πνεύματος.
Θεοτοκίον.
Μητρικῇ παῤῥησίᾳ Σου Πάναγνε, πρέσβευε σωθῆναί με τὸν ἀπολλύμενον, ταῖς ἀθεμίτοις πράξεσιν, καὶ ἀφρόνως Θεοῦ μακρυνόμενον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ τιμίου σκήνους σου, νῦν τῇ εὑρέσει, ἱερὲ Νεόφυτε, Κυπρίων δῆμός σοι σεπτῶς, κραυγάζει ἀγαλλιώμενος· χαίροις Ἐγκλείστρας καὶ Κύπρου τὸ καύχημα.
Ὁ Οἶκος.
Πεφυτευμένος ἐν αὐλαῖς, παμμάκαρ, τοῦ Κυρίου, ἐξήνθησας τοῖς πᾶσι, τὴν χάριν τῶν θαυμάτων, τοῖς πελάζουσι πιστῶς σοῦ τῇ θείᾳ θήκῃ, καὶ ἐκ ταύτης δαψιλῶς λαμβάνουσιν ἰάματα· διὸ κἀμοῦ τὴν νόσον αἰτοῦντός σου παῦσον, καὶ τὸν πόνον ἀποδίωξον εὐχαῖς σου. Καὶ ποίμνην δὲ σὴν ἐξ ἐναντίων καὶ παντοίων δυσχερῶν, ἀπήμονα ταύτην διαφύλαττε, λιταῖς ταῖς πρὸς τὸ θεῖον· σὲ γὰρ εὐσεβῶς ὑμνοῦσα ἀνακραυγάζει· χαίροις Ἐγκλείστρας καὶ Κύπρου τὸ καύχημα.
Συναξάριον.
Κινοῦσί σοι, Νεόφυτε, πιστοὶ τὴν κόνιν,
Δηλοῦντες, ὡς ζῇς, ἐξαμείβων καὶ τόπους.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
γίως τὸν βίον σου διατελέσας, Ἁγίων λαμπρότησιν παμμάκαρ κατεσκήνωσας· διὸ καθαγίασον, τὴν ταπεινήν μου ψυχήν, πάθεσιν ὑπάρχουσαν πολλοῖς, ἐναγεστάτην και κινδυνεύ-ουσαν.
Κρημνῷ ἐκαρτέρησας, ἔνδοθεν ἄντρου, ἐν ἔτεσι πλείοσιν, εὐχόμενος Νεόφυτε· διό με πηγνύμενον, ταῖς παραβάσεσι, θερμῇ τῆς πρεσβείας σου βοῶν· παμμάκαρ θάλψον καὶ περιποίησον.
Αἱ σαὶ πρὸς Κύριον, θεῖαι πορεῖαι, ἐν Πνεύματι Ὅσιε, ἀεὶ κατευθυνόμεναι, ὁδὸς ἐχρημάτισαν, πρὸς σωτηρίαν πολλοῖς, ἐναπομειώσασαι ἐχθρῶν, τὰς ψυχοφθόρους πορείας χάριτι.
Θεοτοκίον.
ομφαίᾳ με Πάναγνε, τῆς ἁμαρτίας, πληγέντα ἰάτρευσον· τῇ λόγχῃ καὶ τῷ Αἵματι, Χριστοῦ τοῦ σκηνώσαντος, ἐν ταῖς λαγόσι Σου, καὶ τὴν ἀπολύτρωσιν βροτῶν, ἐργασαμένου δι’ ἀγαθότητα.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Λῦσον δεσμῶν με πονηρῶν, ὁ δεσμεύσας τὸν ἐχθρόν, δεσμοῖς ἀλύτοις, τῶν μεγίστων σου πόνων, καὶ βηματίζειν ὀρθῶς, ταῖς τρίβοις Πάτερ κατευόδωσον, τοῦ Ἐπιφανέντος, εἰς πάντων σωτη-ρίαν.
ψωσόν σου τὴν δεξιάν, πρὸς Πατρὸς τὴν δεξιάν, καὶ δίδου χεῖρα, βοηθείας κειμένοις, βόθρῳ παντοίων κακῶν, θεράπον τοῦ Θεοῦ Νεόφυτε, τοῖς πρὸς σὲ καρδίας, ἐκτείνουσι καὶ χεῖρας.
Πόνοις παντοίοις ἐνεγκών, πρὸς τὴν ἄπονον ζωήν, μετῆλθες χαίρων, ψυχικῶς οὖν με πόνων, καὶ ὀδυνῶν τῆς σαρκός, καὶ πάσης βλάβης ἀπολύτρωσαι, μέγιστε προστάτα, τῶν καταπονουμένων.
Τριαδικόν.
ὑπερούσιος Μονάς, χαρακτῆρσιν ἐν τρισίν, διαιρουμένη, ἀδιαίρετος μένει· Πατὴρ Υἱὸς γάρ ἐστιν, καὶ Πνεῦμα τὸ Ἅγιον σύνθρονον· μία βασιλεία καὶ φύσις καὶ οὐσία.
Θεοτοκίον.
Σοῦ τὴν νηδὺν καθυποδύς, ὁ καθήμενος Ἁγνή, κόλποις πατρώοις, καὶ κρατῶν πᾶσαν κτίσιν, χερσὶν κρατεῖται ταῖς Σαῖς· ἐξαίρων, χειρὸς τὸ ἀνθρώπινον, τοῦ ἀνθρωποκτόνου καὶ πονηροῦ βελίαρ.

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
δεῖν κατηξίωσαι, ἀπολυθεὶς τοῦ σώματος, ὀφθαλμὸς ἃ οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε· Τούτῳ γὰρ τῷ ἔρωτι Πάτερ περισχεθείς, χαίρων τοὺς μεγίστους πόνους ἐκαρτέρησας, πλείστοις ἔτεσιν Νεόφυτε.
ράθης ἐν ἔτεσιν, ἐν ἄντρῳ διαιτώμενος, ἔνθα πάθη καθεῖλες, σάρκα ἐνέκρωσας· ὅθεν ἱκετεύω σε Πάτερ, τὰ πονηρὰ καὶ χρόνια πάθη, ψυχῆς μου ἐξάλειψον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Στενὴν τεθλιμμένην τε, ὁδεύσας τρίβον Ὅσιε, Παραδείσου πρὸς πλάτος, χάιρων κατήντησας, τῆς στενοχωρούσης με λύπης· ὅθε βοῶ· λύτρωσαι παμμάκαρ, πλάτυνον ἐν θλίψει με, τὸν πιστῶς σε λιτανεύοντα.
χείρ σου γενέσθω μοι, χειραγωγία Ὅσιε, ἐν νυκτὶ καὶ ἡμέρᾳ, περιφρουροῦσά με, πάσης ἐξ ἀδίκου παλάμης, ὅπως ἐχθροῖς, ἀχείρωτος μένων, ὡς μέγαν προστάτην μου, μακαρίζω σε Νεόφυτε.
Θεοτοκίον.
Φιλάγαθε Δέσποινα, κεκακωμένην πάθεσιν, τὴν ἀθλίαν ψυχήν μου, ὅλην ἀγάθυνον, ἡ τὸν Ἀγαθὸν τετοκυῖα, καὶ θελητήν, ὄντα τοῦ ἐλέους, καὶ σῶσόν με δέομαι, ἐκτενῶς Σὲ μεγαλύνοντα.

Ἐξαποστειλάριον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
γῶνας ὑπὲρ ἄνθρωπον, μετῆλθες Πάτερ Ὅσιε, τῇ τοῦ Χριστοῦ δυναστείᾳ· ἔτεσι πλείστοις ἐν σπέῳ, ἔνδοθεν διαιτώμενος, λιμῷ σοφὲ Νεόφυτε, δίψει τε πιεζόμενος, καὶ νῦν τὸ ἔσχατον μάκαρ, τῶν ὀρεκτῶν πάντων εὗρες.
Ἕτερον.
Τοὺς πόθῳ ἑορτάζοντας, νῦν τὴν φαιδρὰν ἐπάνοδον, τοῦ σοῦ τιμίου λειψάνου, Νεόφυτε θεοφόρε, λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, καὶ δυσχερῶν ἀπάλλαξον, κακώσεως καὶ κινδύνων, καὶ πτώσεως ψυχοφθόρου.
Θεοτοκίον.
ῤῥήτως ἀπεκύησας, Θεὸν τὸν Ὑπερούσιον, καὶ θαῦμα ὄντως φρικῶδες, πῶς μετὰ τόκον παρθένος, παναληθῶς διέμεινας, ὡς πρὸ τόκου ἄφθορος· διὸ κυρίως Ἄχραντε, Σὲ Θεοτόκον φρονοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Κύπρος Χριστοῦ εὐωδία τέρπου καὶ νῦν τῇ σορῷ, τοῦ θείου Νεοφύτου, ὡς τῷ μύστῃ Βαρνάβᾳ, Σπυρίδωνι τῷ πράῳ καὶ τοῖς κλεινοῖς, Ἡρακλειδίῳ καὶ Μνάσωνι, Ἐπιφανίῳ Ἐλεήμονι τὰ τερπνά, ῥόδα γὰρ ἐκ σοῦ ἐξήνθησαν.
άσεων ὧν πηγάζει ἐξ ἀκενώτου πηγῆς, σὴ πλουτισθεῖσα λάρναξ, τοῖς θερμῶς προσιοῦσι, δωρεῖται τὰς αἰτήσεις· ἀλλὰ καὶ ἡμᾶς, τοὺς τὴν ἐπάνοδον ψάλλοντας, μὴ διαλείπῃς τῆς Ἄγαρ τῶν ἀλγεινῶν, ἐξαιρούμενος πρεσβείᾳ θερμῇ.
Νόσων παντοίων με φρούρει καὶ ψυχοφθόρων παθῶν, λιταῖς σου πρὸς τὸν Κτίστην, καὶ Μητρὸς τῆς Πανάγνου, ῥῶσιν δὲ τοῦ πράττειν τὸ ἀγαθόν, τοῦ Κυρίου καὶ τέλειον· καὶ ἐπαξίως ὑμνεῖν σου δὸς τὴν σορόν, καὶ ἐν ὥρᾳ δίκης πρόστηθι.
Τὴν σὴν πανέντιμον κάραν κατασπαζομεθα, ἣν ὁ Χριστὸς ἀμείβων, θαυμαστῇ εὐωδίᾳ, πεπλήρωκε δεικνύων ἡμῖν τοῖς πιστοῖς, ὡς τοὺς εὐαρεστήσαντας, Αὐτοῦ τῷ φόβῳ δοξάζει κᾂν ἐν τῇ γῇ· Ὅν δυσώπει τοῦ σωθῆναι ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ΄.
Πιστῶς πανηγυρίσωμεν τῶν χριστωνύμων οἱ φιλέορτοι δῆμοι· ᾄσμασιν, ὡς ἄνθεσι, πνευματικοῖς, τὴν θαυμαστοβλύζουσαν μυροθήκην τῶν λειψάνων, τοῦ θείου Πατρὸς καταστέψωμεν. Οὗτος γὰρ ὁ πολύχους ἐν ἀρεταῖς, ἀπὸ Ὀρέων Λευκοθέων, κλάδος ἀναβλαστήσας εὐθαλής, ἐν τῇ τῆς Ἐγκλείστρας ὑπωρείᾳ, τὴν ψυχὴν ἐνεκεντρίσθη τῷ ἔρωτι τοῦ ἀκροτάτου τῶν ἐφετῶν. Καὶ ὡς ἀπὸ καλλιελαίου ἐν καιρῷ, τοὺς ἐκ τῆς ὑπομονῆς καὶ ἀσκήσεως καρπούς, τῶν ἐνθέων κατορθωμάτων ἀποφέρων, τῇ οὐρανίῳ ἀποθήκην τῶν δικαίων συγκομίσας ἀπέθετο. Ὁ δὲ τῶν ἀγαθῶν ταμιοῦχος, ἀντικαταρδεύων ταῖς οὐρανίας τῶν χαρίτων ἐπιῤῥοαῖς, τὰ τοὺς καρποὺς ἀποφέροντα στελέχη, θεία λείψανα τῇ τῶν θαυμάτων ἀντιδόσει, ἀφθόνως ἐπλούτισε. Οὕτω γὰρ ὁ οὐράνιος Γεωργός, τοῖς ἐναρέτως παγκαρποῦσι τῷ θελήματι Αὐτοῦ, δικαίως ἀντιπαρέχει τὰς ἀμοιβάς. Ἀλλ’, ὦ Πατέρων ἀγλάϊσμα, καὶ τῆς ἀσκήσεως ὁ κανών, τῇ εὐπροσ-δέκτῳ σου πρὸς Θεὸν ἱκεσίᾳ, τὴν σὲ γεραίρουσαν πιστῶς, καὶ λαμπρῶς ἐγκαυχωμένην, Νῆσον πᾶσαν, σὺν τῇ Μονῇ διάσωζε ἀλώβητον, ἁπάσης ἐπηρείας, ἐπερχομένης διὰ τὰς ἁμαρτίας ἡμῶν, λιμοῦ, λοιμοῦ τε, καὶ σεισμοῦ, τῇ μεσιτείᾳ σου ἐλευθέρωσον. Ἡμῖν δὲ τοῖς ὑμνοῦσί σου τὴν πάντιμον τοῦ λειψάνου σου μνήμην, ἀπαλλαγὴν δώρησαι, ψυχικῶν τε καὶ σωματικῶν νοσημάτων· πρεσβεύων ἀεί, ὑπὲρ εἰρήνης τοῦ Ὀρθοδόξου συστήματος, καὶ σωτηρίας τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν Σταυρὸν ἐπ’ ὤμων ἄρας σοφέ, καὶ τῷ Διδασκάλῳ, ἠκολούθησας ἀληθῶς, νεκρώσας τὴν σάρκα καὶ ζωώσας τὸ πνεῦμα, Νεόφυτε τρισμάκαρ, σκέπε τὴν ποίμνην σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου