Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία Ὁσίου ΙΩΑΝΝΟΥ τοῦ Παλαιολαυρίτου Ψαλλομένη τῇ 20η Ἀπριλίου


Ἀκολουθία Ὁσίου ΙΩΑΝΝΟΥ τοῦ Παλαιολαυρίτου
Ψαλλομένη τῇ 20η Ἀπριλίου

ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν:
Προσόμοια γ΄ τῆς Ἑορτῆς
Kαὶ γ΄ τοῦ Ὁσίου.
Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
σιε Πάτερ, Ἰωάννη ἀξιάγαστε, τῷ πόθῳ ἐσταυρώθης, τοῦ διὰ σὲ ἐπὶ γῆς, βουλήσει ξενω-θέντος καὶ ἐκ Παρθένου, σάρκα φορέσαντος, Χριστοῦ τοῦ Θεοῦ· ξένην χώραν Πάτερ, κατέλαβες οἰκείαν, καὶ τῶν ἡδέων κόσμου τερπνῶν, ἀπο-ξενώσας, εἰς τέλος αὐτὸν παμμάκαρ, ἐβίωσας ἀρεταῖς ἐξασκήσας πᾶσιν, παννύχιον, μελέτην τε θανάτου, καὶ ἐχαλίνωσας, τὰ πάθη τῇ ἀσκήσει σου, ζηλωτὴς ἀναδεδειγμένος, τῶν πρὸ σοῦ ἀσκησάντων, οἷς συγχορεύεις ἀεί.
σιε Πάτερ, Ἰωάννη παναοίδιμε, φοιτήσας τῇ τοῦ θείου, ποίμνῃ Χαρίτωνος, ἐξήντλησας ὡς σπόγγος καὶ ἀνεμάξω, τούτου τὴν ἔνθεον, ζηλώσας ὁδόν, καὶ ἐν ἡσυχίᾳ, τὸν βίον διανύσας, ἠξίωσαι τῆς σεπτῆς ἱερουργίας, γεγονὼς ἄξιος, θύτης θύων ὡς ἄμεμπτος, τὸν Ἀμνὸν καθ’ ἑκάστην, καὶ καθαιρόμενος ταῖς θείαις ἀγλαΐαις, καὶ φωτιζόμενος, τὸν νοῦν καὶ τὴν διάνοιαν, ἀνυψώθης, ἐν θεωρίαις μυστικαῖς, πρὸς ἀρίστην, μακαριότητα.
σιε Πάτερ, Ἰωάννη παμμακάριστε, τῷ σθένει τῆς Τριάδος, ἐνδεδυμένος σαφῶς, αἱρέσεων τὴν λύμην, ἔφυγες πᾶσαν, καὶ προσεπέλασας, τῷ ὄντι σοφέ, διὰ θεωρίας, καὶ πράξεως ἐνθέου καὶ φθάσας, πάντων τῶν ὀρεκτῶν, πρὸς τὸ ἀκρότατον μάκαρ, τῆς θείας δόξης ὄντως ἐπέτυχες, μετὰ τέλος ἀξίως, καὶ ἐπαγάλλῃ νῦν, Ἀγγέλων ταῖς χορείαις, συναστραπτό-μενος, διὸ μνήσθητι τῶν τελούντων, σοῦ τὴν μνήμην, αἰσίως ἀξιοθαύμαστε.


ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἐπὶ ξένης θανόντα σε κροτῶ Πάτερ. Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
λπίδι τῇ πρὸς Θεὸν ῥωννύμενος, ἀπὸ νεότητος, τῷ ἀγαθῷ προσέδραμες Θεῷ, Ἰωάννη μακάριε, μοναδικαῖς ἀσκήσεσι, διαφερόντως στοιχιούμενος.
Πλουσίας καὶ φωτοφόρου χάριτος, ἀναπι-μπλάμενος, καὶ σεβασμίους τόπους κατοικῶν, σεβασμίως ἐβίωσας, πρὸς ἀρετῶν ἀγόμενος, τὰς ἀναβάσεις παμμακάριστε.
σχύει ὁδηγηθεὶς τοῦ Πνεύματος, τῇ τοῦ Χαρίτωνος, τοῦ θεοφόρου μάνδρᾳ προσδραμών, ἐν ἐκείνῃ διέπρεψας, ἱερουργὸς γενόμενος, πεφωτι-σμένος ἱερώτατε.
Ξενώσας τῶν ἐπιγείων Ὅσιε, τὴν σὴν διάνοιαν, τοῖς οὐρανίοις ταύτην ἀγαθοῖς, Ἰωάννη προσήλωσας, καὶ τῆς ἐκεῖθεν ἔτυχες, φαεινοτάτης ἀπολαύσεως.
Θεοτοκίον.
κ Σοῦ κεχαριτωμένη Πάναγνε, ἡμῖν ἀνέτειλεν, δικαιοσύνης ἥλιος Χριστός, καὶ φωτὶ κατελάμπρυνεν, τοὺς καθημένους πρότερον, ἐν τοῖς τοῦ σκότους ὀχυρώμασιν.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Νεκρώσας τὸ τῆς σαρκός, δι’  ἐγκρατείας ἀκριβοῦς φρόνημα, ζωοποιῷ Πνεύματι, Πάτερ Ἰωάννη προσέδραμες.
θεία καὶ φωταυγής, ἐν τῇ καρδίᾳ σου σοφὲ ἔλλαμψις, φωτιστικῶς ᾤκησεν, Πάτερ Ἰωάννη μακάριε.
Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μῆτερ Θεοῦ γέγονας, ὅθεν Σοι τὸ χαῖρε κραυγάζομεν.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Θείῳ ἔρωτι μάκαρ, ψυχὴν τρωθείς, ἐξενίτευσας πλοῦτον, καταλιπών, τρυφὴν περιφάνειαν, καὶ τοῦ βίου τὸ ἄστατον, καὶ εἰς χώραν ξένην, πανσέπτως ἐβίωσας, ἐγκρατείας πόνοις, μαράνας τὸ σῶμά σου, καὶ τῇ ἡσυχίᾳ, διαπρέψας ἀνδρείως, κατέλαβες Ὅσιε, ἀρετῶν τὸ ἀκρότατον, διὸ πίστει βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνή-μην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Δι’ ἀγάπησιν Οἰκτίρμον.
Θεοφεγγέσι χωρίοις ἐντεθραμμένος, καὶ φωτοδώρῳ χύσει, Πάτερ λελαμπρυσμένος, ἀρετῶν ἀσκήσεσι, θεόφρων διέπρεψας.
πεξενώθης πατρίδος καὶ τῶν οἰκείων, καὶ τῷ Χριστῷ προσῆλθες, ἑκουσίᾳ βουλήσει, τὸν σταυρὸν ἀράμενος, θεόφρων μακάριε.
Νενεκρωμένος ἁπᾶσι τοῖς φαινομένοις, τῷ τῆς ζωῆς αἰτίῳ, δι’ ἀσκήσεως ἔζης, Ἰωάννη πάνσοφε, πρὸς ὃν ἐξεδήμησας.
Θεοτοκίον.
Σὴν γαστέρα Παρθένε τὴν θεοδόχον, ὑπερφυῶς σκηνώσας, Οὗτος καὶ μετὰ τόκον, θεϊκῇ δυνάμει Σε, παρθένον ἐτήρησεν.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Νοῦν Πάτερ καθαρόν, ἡσυχίᾳ κτησάμενος, τῷ Πνεύματι τῷ Ἁγίῳ, τοῦ ἐχθροῦ τὰς παγίδας, λαμπόμενος διέφυγες.
Τῇ χάριτι Θεοῦ, καὶ σοφίᾳ καὶ δόγμασιν, διέ-πρεψας θεοφόρε, Ἱερεὺς χρηματίσας, παμμάκαρ ἱερώτατε.
Θεοτοκίον.
Αἱ πᾶσαι γενεαί, εὐσεβῶς μακαρίζουσιν, Σὲ Πάναγνε τὴν τεκοῦσαν, ὑπὲρ φύσιν καὶ λόγον, τὸν τῷ ὄντι Μακάριον.

ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς αἰνέσεως.
Σοφίας, ἐραστὴς τῆς ἐνθέου θεόπνευστε, τῷ τῶν χαρίτων στεφάνῳ, παρ’ Αὐτῆς παμμάκαρ ἐστεφα-νώθης, ὁλοτρόπως, τῷ φωσφόρῳ φοιτήσας Χαρίτωνι.
στησας, ἐπὶ Χριστὸν τὴν πέτραν τοὺς πόδας σου, ταῖς πρακτικαῖς ἐπιβαίνων, ἀρεταῖς θεόφρον εὐσεβοτρόπως, ἀναβάσεις, ἐν τῇ καρδίᾳ σου Πάτερ θέμενος.
πλάκη, σῇ κορυφῇ ὡραῖον διάδημα, τῆς καθα-ρᾶς πολιτείας, καὶ τελείας Πάτερ θεοσεβείας, καὶ ἀγώνων, πνευματικῶν καὶ πόνων ἀσκήσεως.
Θεοτοκίον.
Κατάρας, τῆς προμήτορος Εὔας τῷ τόκῳ Σου, ἐλευθερούμεθα Σὺ γάρ, τὸν Χριστὸν τεκοῦσα Παρθενομῆτορ, ἀντὶ ταύτης, τὴν εὐλογίαν πᾶσιν ἐπήγασας.

Κοντάκιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὴν πτωχείαν τοῦ Χριστοῦ, ἐπιποθήσας εὐσεβῶς, πλοῦτον ἔλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπ’ ὤμων, ἀράμενος τρίβον, τὴν στενὴν διώδευσας, πατῶν τὰς ἡδονάς, τὰς ἐκ τοῦ σώματος, δι’ ἐγκρατείας Ὅσιε, ἁπάσης τε κακοπαθείας καὶ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, Ἰωάννη Πατὴρ ἡμῶν.

Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Παλαιολαυρίτου.
Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
ώμην τὴν θείαν, ὡς διπλοΐδα περικείμενος, πάντα, πειρασμὸν αἱρέσεων ἐκφυγεῖν, ἠδυνήθης παμμακάριστε· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
ξενιτεύσας, δι’ ἡμᾶς πάντων πάτερ Κύριος, οὗτος, ἐπὶ ξένης μάκαρ σὲ προφανῶς, διεφύλαξεν κραυγάζοντα· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ Σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
ραῖος καὶ σῶμα καὶ ψυχήν, καὶ τὴν εὐσέβειαν, ὑπάρχεις Ὅσιε, καὶ θείας γνώσεως ὄργανον, καὶ δογμάτων γνησιότητος, καὶ μελῳδίας ἀκραιφνοῦς, λύρα γεγένησαι, ἀναμέλπων· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Πρὸς τὴν ἀτελεύτητον ζωήν, καὶ τὴν ἀθάνατον, μακαριότητα, μετακεχώρηκας Ὅσιε, καὶ ἀφθάρτου κατηξίωσαι, ἀγαλλιάσεως τυχεῖν μέλπων μακάριε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
ποτινασσόμεθα τὸν χοῦν, ἀφθαρτιζόμενοι, τὸν τῆς θνητότητος, τῷ θείῳ τόκῳ Σου Πάναγνε· τὴν γὰρ φύσιν καὶ κυρίως ζωήν, καὶ τὴν ἀΐδιον ἁγνή, Δέσποινα τέτοκας· ὅθεν πάντες, Σὲ εὐλογοῦμεν Μαρία θεόνυμφε.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Τέλος παμμακάριστον εὗρες, τῶν τῆς ἀσκήσεως ἀγώνων, Πάτερ Ἰωάννη πρὸς Χριστόν, ἀποδημήσας, καὶ μεταθέμενος, πρὸς ἀπαθῆ καὶ ἄπονον, ζωὴν παμμάκαρ ἱερώτατε.
ν γῇ πάτερ τῇ τῶν πραέων, κατηξιώθης κατοικῆσαι, οἷα μιμητὴς χρηματίσας, τῶν ἡσυχίων, καὶ θεοφόρων ἀνδρῶν, μεθ’ ὧν σαφῶς ἀπέλαβες, Ὅσιε μάκαρ τὴν ἀπόλαυσιν.
Θεοτοκίον.
εῖθρον τὸ τῆς ἀθανασίας, ἡμῖν ἀνέβλυσας Παρθένε, καὶ τὸ τῆς ἀφέσεως ὕδωρ, Χριστὸν τεκοῦσα, ᾧ καθαιρόμεθα, ἀπὸ παντὸς σπιλώματος, τῆς ἁμαρτίας Θεονύμφευτε.

Εἰς τὸν Στίχον τῶν Αἴνων.
Ἦχος δ΄. Τί ὑμᾶς καλέσωμεν.
Πάτερ Ἰωάννη ἀοίδιμε, τῆς ἐρήμου τὸ φαιδρόν, σὺ ὤφθης κρίνον ἀληθῶς, μοναζόντων τὸ τερπνόν, ἄνθος ὑπάρχεις καὶ λαμπρόν· Προδρόμου, χαῖρε Πάτερ ὡς ὁμώνυμος· ἐν τρόποις ἐπαγάλλει ὡς ὁμότροπος· πιστοὺς φρουρεῖς ταῖς ἱκεσίαις σου, καὶ κόσμον σκέπεις ἐντεύξεσιν· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
τῶν ὑπερτίμων ἀγώνων σου· ὡς γὰρ κλῆμα εὐθαλές, ἀναβλαστήσας τοῖς ἐν γῇ, ἐν ἀσκήσει προκαθαίρεις, σοῦ τὴν φρένα ἀληθῶς, παράγεις, ἀρετῶν ἡμῖν τοὺς βότρυας, ποτίζεις, οἶνον Πάτερ κατανύξεως, νέμεις τὴν σὴν χάριν ἅπασαν, τοῖς ἀσιγήτως τιμῶσίν σε· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
γγελοι θαυμάζουσιν ἄνωθεν, εὐφημοῦσίν σου τὰ ἆθλα, μοναζόντων οἱ χοροί, καὶ τιμῶσίν σου τοὺς πόνους, οἱ προβλέποντες πιστῶς, αὐγάζει, τοῖς ἐν πέρασιν τὰ θαύματα, προλάμπει, τοῖς ἐν κόσμῳ τὰ τεράστια, δακρύων ῥείρθοις συμνίγεται, τὰ τῶν δαιμόνων συστήματα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου