ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΘΕΩΝΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
Ψαλλομένη τῇ Δ’ Κυριακῇ τῶν Νηστειῶν
Ποίημα ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τοῦ Κυρίου τὸν Σταυρόν, ᾖρας ἐπὶ ὤμων σου Πάτερ,
καὶ καρτερώτατα, πρὸς τοὺς τῆς ἀσκήσεως, ἄθλους ἐχώρησας, καὶ σαρκὸς ἔξω
γέγονας, καὶ πάσας ἐνέδρας, τοῦ ἐχθροῦ νενί-κηκας, Θεωνᾶ Ὅσιε, τότε, τῶν
δαιμόνων τὰ πλήθη, θρήνοις πρὸς ἀλλήλους ἐβόων· φίλοι ἡ ἰσχὺς ἡμῶν ἐξέλιπεν.
Ὅτε, ἀναβάσεις ἱεράς, ἐν τῇ σῇ καρδίᾳ διέθου, θεόφρον
Ὅσιε, καὶ Ἁγίου Πνεύματος, οἶκος γεγέ-νησαι, καὶ εἰς ἄκρον ἐλήλυθας, τῆς ἐκ-δεχομένης,
βροτοῖς τελειότητος, θεομακάριστε, τότε, τῶν Ἀγγέλων τὰ πλήθη, χαίροντα
κροτοῦντα στε-φάνοις, κεφαλήν σου θείαν ἐστεφάνωσαν.
Ὅτε, τὴν παροῦσάν σου Μονήν, ἤγειρας εἰς δόξαν Κυρίου,
καὶ κατεκόσμησας, τύποις τῆς ἀσκήσεως, Θεωνᾶ Ὅσιε, καὶ κοινὸν φροντιστήριον,
ἀρετῆς εἰργάσω, ἔργοις τε καὶ λόγοις σου, θεομακάριστε, τότε, μοναζόντων τὰ
πλήθη, ἐν αὐτῇ συνέτρεχον πόθῳ, καὶ τὴν σωτηρίαν ἐκομί-ζοντο.
Ὅτε, ἐπινεύσει θεϊκῇ, εἰς τὸν Θετταλίας προ-έβης,
θρόνον πανάγιον, καὶ πιστοὺς κατήρδευσας, ταῖς μελιῤῥύτοις σου, διδαχαῖς ζῶν
μακάριε, μετὰ δὲ τὸ τέλος, τοῖς ἐκ τοῦ λειψάνου σου, θαυμάτων νάμασι, τότε,
φιλοχρίστων τὰ πλήθη, τῆς διπλῆς ἐκ σοῦ ὠφελείας, πόθῳ ἀπολαύοντες ἠγάλλοντο.
Δόξα. Ἦχος α΄.
Τὸν ἐν Ἱεράρχαις Ὅσιον, καὶ ἐν Ὁσίοις
Ἱεράρχην, Θεωνᾶν τὸν ἀοίδιμον, ᾄσμασιν ἱεραρχι-κοῖς, ἅμα καὶ ὁσιακοῖς, τῶν
τελειωτικῶν Ἱεραρχῶν, καὶ τῶν τελειουμένων μοναχῶν αἱ χορεῖαι, χρεωστικῶς
εὐφημήσωμεν. Οὗτος γὰρ ἐν τῇ ἀσκήσει, διὰ τῆς ἄκρας ἀπαθείας, ἑαυτοῦ πρότερον
ἄρξας, ἑτέρων ἔπειτα ἄρχειν πεπί-στευται. Καὶ τοῦ θαυματουργοῦ Γρηγορίου,
ὕστερον μὲν τοῖς χρόνοις, εὐθὺς δὲ μετ’ ἐκεῖνον τοῖς τρόποις, τῆς Θεσσαλονικέων
προέστη μεγα-λουπόλεως· καὶ τούτους ὡς ποιμὴν ἀληθινός, διὰ τῶν ἀπειλῶν καὶ
ἐπαγγελιῶν, ὡς διὰ ῥάβδου ποιμάνας καὶ σύριγγος, εἰς τὰς αἰωνίους μάνδρας
εἰσήγαγε· καὶ νῦν σὺν αὐτοῖς εὐφραινόμενος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Τὸ Δογματικὸν τοῦ λαχόντος ἤχου τῆς Ὀκτωήχου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅρμα τῆς παντουργοῦ, χάριτος ἀνεδείχθης, καὶ οἶκος τῆς
Τριάδος, τερπνός τε καὶ ὡραῖος, Πατρὸς Υἱοῦ καὶ Πνεύματος.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Λίβανος Θεωνᾶ, νάρδος κρόκος καὶ σμύρνα, καὶ πάντα
πρῶτα μύρα, ὀσμὴ ἡ τῶν ὀστῶν σου, πᾶσι πιστοῖς γνωρίζεται.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιο-σύνην καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσονται.
Λύτρωσαι Θεωνᾶ, παντοίας ἐπηρείας,
τοὺς ἐκτελοῦντας μνήμην, τὴν σὴν καὶ προσκυνοῦντας,
τὸ ἱερόν σου
λείψανον.
Δόξα. Ἦχος δ΄.
Ἰακώβου τοῦ ἐν Ὁσίοις, καὶ Μάρτυσι, νεο-φανῶς δίκην
ἡλίου ὁλολαμπῶς ἐξαστράψαντος, καὶ τῶν ἀῤῥήτων Θεοῦ μυστηρίων, γνώστου καὶ
θεατοῦ χρηματίσαντος, μαθητὴς γεγονός Θεωνᾶ παναοίδιμε, παρήλιος οἷον
λαμπρότατος ἀνα-δέδειξαι, ὅλας τὰς θεαυγῶν χαρισμάτων ἐκείνου ἀντανακλάσεις ἐν
σεαυτῷ εἰσδεξάμενος· μαρτύ-ριον δὲ ἀψευδές, ὅτι τοσούτους ἔχων τοὺς μαθη-τάς,
σὲ μόνον προεστῶτα τῶν ἄλλων ἀποκατέ-στησε, καὶ σοὶ ὑποτάσσεσθαι ὡς αὐτῷ ἐκείνῳ
τοὺς λοιποὺς παρήγγυησε· διὸ καὶ τῆς ἴσης δόξης αὐτῷ ἐν οὐρανοῖς ἀπολαύων
μακάριε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε
εὐλογημένη Θεότοκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος,
τῶν μοναστῶν ἡ καλλονή, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεωνᾶ Πατὴρ ἡμῶν
Ὅσιε, Θεσσαλονίκης τὸ καύχημα, λύρα τοῦ Πνεύματος, ἱκέτευε διὰ παντός, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς
ἔπλασας τῇ χειρί Σου· δεῖξον τὴν φιλανθρωπίαν Σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν
Σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια στ’
Ἀναστάσιμα τοῦ τυχόντος ἤχου καὶ δ’ τοῦ Ὁσίου.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱεράρχην τὸν ἔνθεον, Θετταλίας τὸν
Πρόεδρον, Θεωνᾶν τὸ ἥδιστον πᾶσιν ὄνομα, τῶν ἀσκητῶν τὸ ἀγλάϊσμα, Μονὴν τὸν
ἱδρύσαντα, τὴν παροῦσαν εὐκλεῶς, ἀρετῆς φροντιστήριον, Ἱεράρχαι τε, καὶ Ὁσίων
οἱ δῆμοι συνελθόντες, ἱεραῖς ἐν ὑμνῳδίαις, μεγαλοφώνως τιμήσωμεν.
Τῷ ἀΰλῳ σου πνεύματι, Θεωνᾶ
παμμακάριστε, μακαρίων πνεύματα συνευφραίνονται· τὸ ὑλικὸν δέ σου λείψανον, οἱ
δέσμιοι ἔχοντες, τῆς σαρκὸς πάντες ἡμεῖς, ψυχικῶς ἀγαλλόμεθα, Παναοίδιμε, καὶ
κοινὴ εὐφροσύνη συγκροτεῖται, οὐρανίων ἐπιγείων, ἐν τῇ σῇ μνήμῃ Θεόσοφε.
Ὑπερφώτου Θεότητος, τῷ φωτὶ ἐλλαμπόμενος, ὅλος φῶς
γεγένησαι Ἱερώτατε, ὁλολαμπὴς ὅλος ἥλιος, φωτὸς ὅλος ἔμπλεως, ἐν φωτὶ φῶς
καθορῶν, Θεωνᾶ ἀξιάγαστε, τὸν Πατέρα τε, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὴν Τριάδα, ἐν
Μονάδι καὶ Μονάδα, ἐν τῇ Τριάδι Θεώνυμε.
Προσελθόντες προσπτύξασθε, μετὰ πόθου φιλόχριστοι,
Θεωνᾶ τὸ λείψανον τοῦ τρισμάκαρος, καὶ ἐξ αὐτοῦ ἀρυόμενοι, θαυμάτων τὰ νάματα,
ὡς ἐξ ἄλλου Σιλωάμ, τὸν Χριστὸν μεγαλύνατε, τὸν δοξάσαντα, καὶ ἐν γῇ καὶ ἐν
πόλῳ τοῦτον ὄντως, ὡς αὐτὸν ἔργοις καὶ λόγοις, ἐν τῇ ζωῇ προδοξάσαντα.
Δόξα. Ἦχος α΄.
Σαρκικῆς σχέσεως, καὶ ὑλικῆς προσπαθείας, ὁλικῶς
ἐκκαθάρας τὸ πνεῦμά σου Θεόσοφε, τοῖς τρόποις τῶν ἀρετῶν διὰ πράξεως αὐτὸ κατε-κόσμησας·
τὸν λόγον δέ σου Θεόφρον, ἀλόγου πάσης, καὶ ψευδοῦς δόξης ἀπαλλάξας, τοῖς
πνευματικοῖς καὶ ἀληθέσι λόγοις τῶν ὄντων, διὰ θεωρίας αὐτὸν κατεφώτισας· τὸν
δὲ νοῦν σου Πάτερ, καὶ τῶν ψιλῶν ἐννοιῶν ἀπογυμνώσας, ἐν Ἁγίῳ Πνεύματι
ἐτελείωσας, διὰ τῆς ὑψηλῆς καὶ ὑπὲρ φύσιν θεολογίας· ὅθεν, τὰς ἱερὰς τελετὰς
τελέσας, καὶ τέλειος ἐν νοΐ καὶ λόγῳ, καὶ πνεύ-ματι γενόμενος, τὸν ὑπερούσιον
Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, τριαδικῶς τὴν Τριάδα κατώπτευσας· ἑνώσας δὲ πάλιν
ταῦτα, ταῖς διηνεκέσιν ἐν συντονίᾳ, πρὸς τὸ ἐν ἀνατάσεσι, μοναδικῶς αὖθις τὴν
ἐν Τριάδι Μονάδα ἀνύμνησας, καὶ κατὰ τὴν θεμιτὴν ἐμφέρειαν, τὸ κατ’ εἰκόνα τὸ
γνωμικὸν ἀποδοὺς καθομοίωσιν, ἀμφότερα κεκαθαρμένα, πρὸς τὸ ἀρχέτυπον
ἐπανήγαγες. Ὢ τοῦ θαύματος! Οἵας δόξης ἠξίωται ἡ χοϊκόμορφος φύσις! Θεὸς οὖν κατὰ χάριν, ἐνώπιον τοῦ φύσει Θεοῦ
παριστάμενος, καὶ τῶν ἐκεῖθεν προβαλλο-μένων θεουργικῶν, καὶ πανολβίων χαρίτων
ἀναπιμπλάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, Θεωνᾶ μακάριε.
Καὶ νῦν. Θεοτοκίον. Τὸ α’ τοῦ ἐπιλαχόντος ἤχου.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,
Ἀναγνώσματα.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα(Κεφ. ι′.32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη
δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται
αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ
δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει.
Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν
καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας
καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ
ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ
κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σω-φροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιο-σύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν
ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας.
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ
ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοὶ καὶ ἐπι-σφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. ι′.7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ
εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς
ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου
θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς
ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ
γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος
ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ
ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ
ἔννοιαν ἐγὼ ἐπεκαλε-σάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε
τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυ-γμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα
τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα(Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Χαίροις Ἀναστασίας, τοῦ τρισμάκαρος
Θεωνᾶ, σεμνεῖον τὸ περιώνυμον· εὐφραίνου καὶ χόρευε, Θετταλίας τὸ εὖχος, καὶ
τῶν ἱερῶν Μονῶν τὸ ἀξιοπρεπὲς σεμνολόγημα. Ἰδοὺ γὰρ κατέχεις ἐν κόλποις σου, ὡς
θησαυρὸν πολυτίμητον, τὸ τοῦ σοῦ δομήτορος ἱερώτατον λείψανον, ἅπαντα δια-σῶζον
τὰ τῆς ἁγιότητος σήμαντρα· τὸν κροκοβαφῆ χρωματισμόν, τὴν ἄῤῥητον εὐωδίαν, καὶ
τὰ τῶν θαυμάτων ῥεῖθρα, τὰ ποταμηδὸν προχεόμενα τοῖς μετὰ πίστεως
προσπελάζουσιν· ὅθεν ἐτησίως τοῦτον ἀνευφημοῦσα, εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραζε·
μεγαλυνθήτω ἡ δόξα Σου Κύριε, ἀποδόντος τοῖς ἐμοῖς τέκνοις, τὸν ἴδιον Πατέρα,
τῇ ταπεινώσει μου ὕψος τῆς εὐδοξίας, καὶ τῇ ἀσθενείᾳ μου τὸν πύργον τῆς ἰσχύος,
καὶ παρέχοντος δι’ αὐτοῦ πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Ὄντως πεπλήρωται, τὸ τοῦ σοῦ
πνευματικοῦ Πατρός, καὶ Ὁσιομάρτυρος Ἰακώβου, περὶ αὐτοῦ καὶ τῶν πνευματικῶν
αὐτοῦ τέκνων, προφητικὸν ἅμα, καὶ χαριέστατον αἴνιγμα, Θεωνᾶ παναοίδιμε. Ἰδοὺ
γὰρ καὶ ἐν οὐρανῷ καὶ ἐν τῇ γῇ, καὶ ζῶντες καὶ μετὰ θάνατον, οἱ μαθηταὶ τοῦ
διδασκάλου ἀχώριστοι διαμένετε. Ἐκεῖ μὲν ἡνωμένοι τοῖς πνεύμασιν, ἐν δὲ τῇ Μονῇ
ταύτῃ συνημμένοι τοῖς σώμασιν. Ὢ τοῦ θαύματος! Πῶς καλλίστη ἡ ὑμῶν συνοικία!
Πῶς εὐωδιάζουσα ἡ ὑμετέρα συναυλία! ὑπὲρ τὸ Ἀαρὼν μύρον, καὶ δρόσον τὴν Ἑρμώ-νειον.
Ἀλλὰ καὶ δεόμεθα, ὦ ξυνωρὶς διπλῆ τῶν Ὁσίων, καὶ ἡμᾶς ἐν ἑνώσει βιοτεύειν
πρεσβεύ-σατε, τῷ ἑνοποιῷ Χριστῷ, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Πτέρυγας πνευματικῆς περιστερᾶς
ἀναλαβὼν Θεοφόρε, τὴν πρᾶξιν καὶ θεωρίαν, τὰς τῆς σοφίας ἀκρότητας, ψαλμικῶς
ἐπετάσθης ἐπ’ ὄρη νοητὰ καὶ αἰώνια, καὶ κατέδραμες ἀληθῶς εἰς τὴν πάντα νοῦν
ὑπερέχουσαν, τοῦ Θεοῦ εἰρήνην, διὰ τῆς ἄκρας καθ’ ἡσυχίας ἑνώσεως, σαββατίσας
ἀπὸ πάντων τῶν ὁρωμένων καὶ νοούμενων· ἧς καὶ νῦν ἐν οὐρανοῖς, πληρέστερον
καταπολαύων Μακάριε, αἴτησαι πρεσβείαις σου, εἰρήνην δωρηθῆναι τῷ κόσμῳ, καὶ
ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Ὑπερβολὴν ἀγαθότητος, ἀγάπης καὶ
ὑπακοῆς ἐνδεικνύμενος, τῷ σῷ κλεινῷ διδασκάλῳ Ἰακώβῳ, Θεωνᾶ ὡς ἐπιστήθιος
μαθητής, συνηκολούθεις, ἐπὶ τὸ μακάριον τέλος τοῦ μαρτυρίου βαδίζοντι, οὐκ ἔτι
ὡς μαθητής, ἀλλ’ ὡς ἀδελφός, παρακαλῶν καὶ συμπάσχων τοῖς ἐκείνου διὰ Χριστὸν
ἀγωνίσμασι, μιμούμενος τὸν ἐπιστήθιον Ἰωάννην, τὸν μέχρι Σταυροῦ τῷ Ἰησοῦ
συνακολουθήσαντα· ὅθεν ὥσπερ ἐκείνῳ ἀμοιβὴν τῆς τοιαύτης ἀγάπης, τὴν τῆς
θεολογίας ἐδωρήσατο χάριν, οὕτω καὶ σοὶ ὡς γνησίῳ μαθητῇ, τὴν αὐτὴν τῷ
διδασκάλῳ, τῶν θαυμάτων ἐνέργειαν ἐχαρίσατο, ὁ ζυγῷ δικαιο-σύνης τὰ χαρίσματα
διανέμων Κύριος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. δ΄.
Ἐν ταῖς ἀγρύπνοις σου προσευχαῖς,
ἔχων ἀκλινεῖς πρὸς Θεόν, τοὺς τῆς ψυχῆς νοεροὺς ὀφθαλμούς, ἡγιασμένε ἀληθῶς
Πάτερ Θεωνᾶ, ἐπὶ γῆς μὲν μετὰ ἀνθρώπων τῷ σώματι, ἐν οὐρανῷ δὲ μετὰ Ἀγγέλων
ὑπῆρχες τῷ πνεύματι· διὰ τοῦτο καὶ νῦν ἡμεῖς ἄνθρωπον οὐράνιον, καὶ ἐπίγειον σὲ
ὀνομάζομεν Ἄγγελον, καὶ χαίροις βοῶμέν σοι, ὁ τὴν τῶν ἀσωμάτων πολιτείαν, ἐν τῷ
σῷ ἐπι-δειξάμενος σώματι· χαίροις, ὁ τὴν στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν,
καὶ διὰ ταύτης ἐλθὼν εἰς τὰ πλάτη τῆς οὐρανίου ζωῆς· ὁμόσκηνε Ἀσκητῶν, ὁμότροπε
Ἀποστόλων, Ἱεραρχῶν συμπολῖτα, συγχορευτὰ τῶν Ἀγγέλων, κληρονόμε Βασιλείας
Χριστοῦ, ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. β΄.
Θεωνᾶ Πατὴρ ἡμῶν, σὺ καὶ λόγοις καὶ
ἔργοις διδάσκαλος γενόμενος σωτήριος ἡμῖν, πρὸς φῶς ὁδήγησας Χριστοῦ τῶν
ἐντολῶν· διὸ πρὸς ὃν ἐπόθεις Ἰησοῦν μεταστάς, μὴ ἐάσῃς ἡμᾶς ὀρφα-νούς, ἀλλὰ
συμπαρὼν ἡμῖν ἀεὶ τῷ πνεύματι Ἅγιε, καὶ διδάσκων ἀοράτως, καὶ καθοδηγῶν ἡμᾶς
πρὸς τὰς ὁδοὺς τῶν ἀρετῶν, ἀξίους τῶν ἐπουρανίων ἀνάδειξον μονῶν, ἵνα ἐν τῇ
ἱερᾷ καὶ φοβερᾷ ἡμέρᾳ τῆς τῶν νεκρῶν ἀναστάσεως, καὶ τῆς τοῦ Χριστοῦ
ἐπιφανείας, σὺ μὲν χαίρων κραυγάζῃς πρὸς Αὐτόν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι
ἔδωκας ὁ Θεός. Ἡμεῖς δὲ πάλιν βοῶμεν· οὗτος Κύριε ὁ ὁδηγὸς τῆς σωτηρίας ἡμῶν, ὁ
φιλόστοργος Πατήρ, ὃν δέδωκας ἡμῖν, καὶ ὁ ἰατρὸς τῶν ἡμετέρων ψυχῶν· μεθ’ οὗ
καὶ ἀξίωσον ἡμᾶς, αὐλίζεσθαι Δέσποτα, ἐν ταῖς ἀειφώτοις Σου σκηναῖς, καὶ Σὲ
δοξολογεῖν σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε,
Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην
κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ
ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ
σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, λέγομεν τὰ
δ’ Ἀναστάσιμα.
Δόξα. Ἦχος δ΄.
Ἡ τοῦ Ἁγίου Πνεύματος ζωοπάροχος
χάρις, τῇ σῇ ψυχῇ ἐνοικήσασα, Θεωνᾶ παναοίδιμε, πολλὰ δι’ αὐτῆς, καὶ πρὸς τὸ
συνημμένον σῶμά σου διεπόρθμευσε, τοῦ θείου κάλλους αὐτῆς τὰ τεκμήρια, ὅλον σε
ψυχὴν καὶ σῶμα, ναὸν ἑαυτῆς κατασκευάσασα ἅγιον· διὸ καὶ μετὰ θάνατον, τῆς
ψυχῆς σου χωρισθείσης ἀπὸ τοῦ σώματος, ἀχώριστος αὕτη τῶν ἀμφοτέρων
διαμεμένηκε, τὴν μὲν ψυχὴν ἐν οὐρανοῖς, μέτοχον τῆς μακαρίας δόξης ἐργασαμένη,
τὸ δὲ σῶμα ἐν τάφῳ ἀδιά-φθορον συντηρήσασα, καὶ κρήνην θαυμάτων ὑπερφυῶν, καθ’
ἑκάτην ἀποδεικνύουσα· Ὢ δόξης ἀκραιφνοῦς, ἧς περ ἠξίωσαι, θεομακάριστε
Πάτερ! Ἀλλ’ αἴτησαι πρεσβείαις σου, καὶ
ἡμῶν χαριτωθῆναι ψυχὰς καὶ τὰ σώματα.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν
ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν
ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ
προσκαλούμενοι, σπεῦσον εἰς ἱκε-σίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ
πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον τὸ Ἀναστάσιμον.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος πλ. δ΄.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος,
τῶν μοναστῶν ἡ καλλονή, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεωνᾶ Πατὴρ ἡμῶν
Ὅσιε, Θεσσαλονίκης τὸ καύχημα, λύρα τοῦ Πνεύματος, ἱκέτευε διὰ παντός, σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς
ἔπλασας τῇ χειρί Σου· δεῖξον τὴν φιλανθρωπίαν Σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν
Σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, λέγομεν τὰ Ἀναστάσιμα
Καθίσματα τῆς α’ καὶ β’ Στιχολογίας ὁμοῦ.
Μετὰ δὲ τὴν β’ Στιχολογίαν, τὰ παρόντα
Καθίσματα τοῦ Ἁγίου.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὁ μέγας Θεωνᾶς, τῶν Ὁσίων τὸ κλέος, λαμπτὴρ Ἱεραρχῶν, ὁ
Μονῆς ταύτης κτήτωρ, ὁ ζῶν καὶ μετὰ θάνατον, ἰατρὸς ὥς τις ἄριστος, νῦν
ἐπέφανεν, εἰς τὴν παροῦσαν ἡμέραν, πάθη ἅπαντα, τῶν εὐφημούντων ἐκ πόθου, αὐτὸν
ἐξιώμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Μαριάμ, χρυσοπόρφυρε θρόνε, νεφέλη φωτεινή, καὶ
οὐράνιε κλῖμαξ, καὶ πύλη χρυσήλατε, καὶ σκηνὴ θεοκόσμητε, ἡ κοσμήσασα, τὴν
ἀκοσμίαν τοῦ κόσμου, κατακόσμησον, τὴν Σὲ κοσμοῦσαν ἐν κόσμοις, ψυχήν μου τὴν
ἄκοσμον.
Τὰ Εὐλογητάρια, ἡ Μικρὰ Συναπτή καὶ ἡ
Ὑπακοή.
Εἶτα,
οἱ Ἀναβαθμοὶ τῆς Ὀκτωήχου. Τὸ Προκείμενον καὶ τὸ Ἀναστάσιμον Ἑωθινὸν
Εὐαγγέλιον.Τό Ἀνάστασιν Χριστοῦ
θεασάμενοι.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς
ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλο-καυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωο-δότα...
Καὶ
νῦν. Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεο-τόκε...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλέησόν με ὁ Θεός...
Τὸν ὑπέρφωτον γνόφον εἰσελθών, δι’ ἀβλεψίας καὶ
ἀγνωσίας, ἰδεῖν καὶ γνῶναι κατηξιώθης, τὸν θετικῶς πάσῃ γεννητῇ φύσει ἄγνωστον,
καὶ ἀόρατον· καὶ νῦν θεὸς κατὰ χάριν χρηματίζων, ὅλος ὅλῳ τῷ κατὰ φύσιν Θεῷ
ἑνούμενος, πρέσβευε διὰ παντός, Θεωνᾶ παναοίδιμε, φωτι-σθῆναι καὶ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἶτα,
οἱ Κανόνες· ὁ Ἀναστάσιμος μετὰ τῶν Εἱρμῶν εἰς στ’, ὁ α’ Κανὼν τοῦ Τριῳδίου εἰς
δ’ καὶ ὁ παρὼν τοῦ Ἁγίου εἰς δ’, οὗ ἡ Ἀκροστιχίς: Μέλος Μονή σου προσφέρει μάκαρ τό δε.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μετ’ ἐγκωμίων σὲ αἰνεῖν ἀρχόμεθα, τῶν
μοναχῶν ἡ πληθύς, τῆς σεπτῆς Μονῆς σου, Θεωνᾶ μακάριε, ὡς εὐσεβείας ἔρεισμα, ὡς
ἡμῶν ποδηγέτην, ὡς Θετταλίας ἀγλάϊσμα, καὶ πιστῶν ἁπάντων κραταίωμα.
Ἐν ἐγκρατείᾳ τῆς σαρκὸς ἐνέκρωσας, τὰς ἀκαθέκτους
ὁρμάς, Θεωνᾶ τρισμάκαρ, καὶ ψυχῆς ἐζώωσας, τῷ φωτισμῷ τῆς χάριτος, τὰς δυνάμεις
Θεόφρον· διὸ κἀμὲ ζωοποίησον, τὸν νενεκρωμένον τοῖς πάθεσι.
Λελαμπρυσμένος ἀρετῶν τοῖς κάλλεσι, ψυχῇ καὶ σώματι,
γεγονὼς τρισμάκαρ, οἶκος ἐχρημά-τισας, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ὡραιότατος
ὄντως, καὶ φωτοφόρον ἀνάκτορον, καὶ θεοπρεπὲς ἐνδιαίτημα.
Θεοτοκίον.
Ὁ σαρκωθεὶς ἐκ Σοῦ Θεὸς Πανάχραντε, δι’ ἀγαθότητα, τὴν
τῶν βροτῶν φύσιν, συμπαθῶς ἀνέπλασε, καὶ Σὲ πιστοῖς ἀνέδειξε, προσφυγὴν ἐν
ἀνάγκαις, ἐν τοῖς κινδύνοις βοήθειαν, καὶ παρα-μυθίαν ἐν θλίψεσιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σαρκικῆς ἐμπαθείας ὑπεραρθεὶς Ὅσιε, καὶ ἡδυπαθείας
ψυχῆς τε καὶ τῶν παθῶν Θεωνᾶ, νοὸς ἀοίδιμε, τῆς ἀπαθείας εἰς ὕψος, σθένει θείας
χάριτος, Πάτερ ἀνέδραμες.
Μαθητὴν ἐγνωκότες καὶ καθαρὸν
ἔκτυπον, θείου Ἰακώβου τοῦ πάνυ, Ὁσιομάρτυρος, ἀπο-μαξάμενον, χάριτας ὅλας
ἐκείνου, Θεωνᾶ πανεύ-φημε, σὲ μακαρίζομεν.
Ὁλικῶς ἐσταυρώθη κόσμος ἐν σοὶ Ὅσιε, καὶ σὺ ἀντιστρόφως
τῷ κόσμῳ, ὡς Παῦλος ἔφησε, Σταυροῦ φραξάμενος, τῇ ἀηττήτῳ δυνάμει, ὃν καὶ μόνον
καύχημα, ἔσχες ἀοίδιμε.
Θεοτοκίον.
Νέον βρέφος ὡράθη ὁ Ποιητὴς Κύριος, πάντων τῶν αἰώνων
ἐκ μήτρας, τῆς Σῆς Θεόνυμφε· διό Σου δέομαι, τὸν παλαιὸν ἐν κακίᾳ, ἀρετῇ
νεάζοντα, δεῖξόν με Δέσποινα.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡ σορός τῶν λειψάνων σου Θεωνᾶ, ἰατρεῖον ἐδείχθη
πνευματικόν, ὕδωρ τὸ νεκρέγερτον, ἀμ-βροσία τοῦ νέκταρος, τὸ μέλι τὸ ἐκ πέτρας,
ῥυὲν τὸ οὐράνιον, μάννα ἡ κολυμβήθρα, τὰ θαύματα χέουσα, τοῦ Σιλωὰμ ἡ κρήνη,
τῆς Καρύας ὁ κῆπος, τὸ φρέαρ ζῶντος ὕδατος, ἐκ Λιβάνου προῤῥέοντος· διὰ τοῦτο
βοῶμέν σοι· χάρισαι ἡμῖν τοῦ Χριστοῦ Ἱεράρχα, τούτων τὰς ποιότητας, τοῖς πιστῶς
ἐκτελοῦσι, τὴν πανίερον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε
Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσο-πόρφυρε θάλαμε, χλαμὺς
ἀλουργόχροε, τιμαλφέ-στατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε· χαῖρε
Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαό-χρυσε
τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε· χαῖρε μόνη ψυχῆς
μου εὐπρέπεια.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς, Κύριε.
Ἡ καθαρά, καὶ ἱερά σου καὶ ἔνθεος, πολιτεία, θαυμαστὸν
εἰργάσατο, σὲ Θεωνᾶ, καὶ εἰς τὸν λαμπρόν, τῆς Θεσσαλονίκης, ἀνήγαγε διὰ Πνεύμα-τος,
θρόνον καθάπερ λύχνον, ὑψηλὸν εἰς λυχνίαν, δᾳδουχοῦντα πιστῶν τὰ συστήματα.
Συμμορφωθείς, Χριστοῦ διαθέσεσιν Ὅσιε, μαρτυρίῳ, τῷ τῆς
συνειδήσεως, καὶ ταῖς σκληραῖς, Πάτερ ἀγωγαῖς, τοῦ μονήρους βίου, εἰκότως καὶ
συνδεδόξασαι, καὶ ψυχῶν καὶ σωμάτων, τοῦ ἰᾶσθαι τὰ πάθη, παρ’ αὐτοῦ τὴν
ἐνέργειαν εἴλη-φας.
Ὁ τοῦ Χριστοῦ, Ἀρχιερεὺς συνεκάλεσε,
φιλε-όρτους, πάντας εἰς ἑστίασιν, προθεὶς αὐτοῦ, τῶν ὑπερφυῶν, καὶ ἀξιαγάστων,
κατορθωμάτων τὴν τράπεζαν, βοῶν φωνῇ μεγάλῃ· οἱ ζωὴν ἀγαπῶντες, δεῦτε φάγετε
ἄρτον ἀθάνατον.
Θεοτοκίον.
Ὑπερφυῶς, τὸν
Ποιητὴν ἡ γεννήσασα, Θεοτόκε, παρὰ φύσιν πταίσμασιν, ἐμὲ πολλοῖς, Δέσποινα
ἁγνή, περιπεπτωκότα, ἀνάστησον ἱκετεύω Σε, καὶ κατὰ φύσιν βαίνειν, τὰς ὁδοὺς
τὰς εὐθείας, τοῦ Υἱοῦ Σου Παρθένε ἐνίσχυσον.
ᾨδὴ ε΄. Ἱνα τί με ἀπώσω.
Παραδείσου πηγάζει, θήκη τῶν λειψάνων σου εὔπνοιαν
Θεωνᾶ, καὶ ὀσμὴ ὀστῶν σου, ὑπὲρ νάρδον καὶ κρόκον καὶ κάλαμον, κατευωδιάζει,
τῶν προσκυνούντων τὰς αἰσθήσεις, καὶ ἐλαύνει δυσώδη νοσήματα.
Ῥαθυμοῦντι ἐν βίῳ, κέντρον ἐγρηγόρσεως γενοῦ μοι Ὅσιε,
καὶ χειμαζομένῳ, γαληνὸν ὁρμητήριον φάνηθι, καὶ ἐκλείποντί μοι, χειραγωγὸς καὶ
παραστάτης, καὶ εἰς κρίσιν ἑστῶτι βοήθεια.
Ὁ Χριστοῦ Ἱεράρχης, ὁ Θεσσαλονίκης πανάγιος Πρόεδρος,
Θεωνᾶς ὁ μέγας, τῆς Μονῆς ταύτης κτήτωρ ὁ ἄριστος, ἥλιος καθάπερ, τῇ Ἐκκλησίᾳ
ἀνατείλας, τῶν πιστῶν διανοίας κατηύγασε.
Θεοτοκίον.
Σφαῖρα ὤφθης χαρίτων, ἁπασῶν
πολύαστρος Θεοχαρίτωτε, τῶν ζῳδίων κύκλος, δι’ οὗ μέσον διέβη ὁ Ἥλιος, τῆς
δικαιοσύνης, καὶ τῆς φρικτῆς οἰκονομίας, τὴν περίοδον πᾶσαν ἐπλήρωσε.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Φωτὶ τῶν σῶν πρεσβειῶν, πάντα τὰ νέφη
διά-λυσον, τῶν πειρασμῶν Θεωνᾶ, τῶν κατὰ τῆς ποίμνης σου, ἔσωθεν καὶ ἔξωθεν,
ἐπεγειρομένων, ἵνα πόθῳ μεγαλύνῃ σε.
Ἐγνώρισεν ὀφθαλμοῖς, προβλεπτικοῖς ὁ
Ἰάκω-βος, τοῦ μαρτυρίου ὁδόν, τρέχων Παμμακάριστε, τοῦ τόπου τὸ εὔθετον· ὅθεν
σοὶ προεῖπε, τὴν ἐνταῦθα συγκατοίκησιν.
Ῥᾳδίως πάθη σαρκός, ἐκάθηρας διὰ πράξεως, καὶ δι’ εὐχῆς
νοερᾶς, τὴν ψυχὴν ἐφώτισας, καὶ εἰς τελειότητος, διὰ τῆς ἀγάπης, ἀνηνέχθης τὴν
ἀκρώρειαν.
Θεοτοκίον.
Ἐβάστασας τὸν Χριστόν, ἀκόπως ἐν τῇ κοιλίᾳ Σου, ἀσπόρως
Τοῦτον Ἁγνή, ἐν μήτρᾳ συνέλαβες, ἀφθόρως δ’ ἐγέννησας· ὢ τῶν τεραστίων! Ποῖος νοῦς οὐκ ἐκπλαγήσεται;
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς μοναζόντων ἀνυμνοῦμέν σε ἀκρέμονα, καὶ Θετταλίας
Ἱεράρχην καὶ δομήτορα, τῆς Μονῆς σου ταύτης Ὅσιε καὶ βοῶμεν· ταῖς πρεσβείαις
σου περίσωζε τὴν ποίμνην σου, ἀπὸ πάσης Θεωνᾶ νῦν περιστάσεως, πόθῳ κράζουσαν· Χαίροις
Πάτερ τρισόλβιε.
Ὁ Οἶκος.
Ὁ τῶν χαρίτων βραβευτής, καὶ τῶν καρδιῶν γνώστης
Κύριος, τὰς ὑπερφυεῖς σου εἰδὼς ἀρετάς, καὶ τὸν πρὸς Αὐτὸν ἔνθεον ἔρωτα, Θεωνᾶ
παναοίδιμε, ποικίλοις σε χαρίσμασι κατεκόσμησεν ἐν γῇ καὶ οὐρανῷ, καὶ ζῶντα καὶ
μετὰ θάνατον, ἱεραρχίας ταῖς καλλοναῖς καὶ ταῖς στολαῖς κατα-γλαΐσας, καὶ
θαυμάτων κρήνην τὸ σῶμά σου ἀνα-δείξας, κομίζουσα τὰ ἰάματα, τοῖς σοὶ μετὰ
πόθου κραυγάζουσι· Χαίροις Πάτερ τρισόλβιε.
Εἶτα,
ἀναγινώσκεται τὸ Συναξάριον τῶν κατὰ τὴν ἡμέραν Ἁγίων. Εἶτα:
Τῇ αὐτῇ Κυριακῇ, τετάρτῃ τῶν Ἁγίων Νηστει-ῶν, μνήμη
τοῦ Ὁσίου Θεωνᾶ, Ἀρχιεπισκόπου Θεσσαλονίκης καὶ κτήτορος τῆς Μονῆς τῆς Ἁγίας
Ἀναστασίας τῆς Φαρμακολυτρίας.
Στενὴν ὁδεύσας ἐν βίῳ Πάτερ τρίβον,
τανῦν χορεύεις οὐρανοῦ εἰς τὸ πλάτος.
Πνεῦμα Θεωνᾶ, ἔνθεν ἀπέπτη εἰς κλυτὸν ἄστυ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἵνα φωναῖς χαριστηρίοις, τὴν ἐτήσιον
γεραί-ρομέν σου μνήμην, ἐξελοῦ Θεωνᾶ, παντοίας ἐπη-ρείας, ἡμᾶς τοὺς ταύτην
σήμερον, μετὰ πόθου ἐκτελοῦντας.
Μόνος ἡνώθης Θεῷ μόνῳ, δι’ ἀσκήσεως
καὶ ἄκρας ἡσυχίας, καὶ χάριν φωτισμοῦ, ἐδέξω ἐν καρδίᾳ, καὶ στῦλος πυρὸς
γέγονας, ὁδηγῶν τοὺς πλανωμένους.
Ἅπαντα σκύβαλα ἡγήσω, τὰ ὁρώμενα ἵνα
Χρι-στὸν κερδίσῃς, τὸ ἀπρόσιτον φῶς, τῶν καλῶν τὴν πηγαίαν, τὸ ἄκρον
ἀντικείμενον, τῆς χαρᾶς τῶν μακαρίων.
Θεοτοκίον.
Κύκλῳ συνεπιτιθεμένων, τὰ φρυάγματα
οὐ δέδοικα Παρθένε, νοητῶν δυσμενῶν, ἔχων Σε προστασίαν, καὶ κραταιὰν
ὑπέρμαχον, ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ἀκυμάντως τὸ πέλαγος τοῦ βίου, διεξῆλθες μὴ βραχεὶς
ἁμαρτίαις, τοῦ Θεοῦ Λόγου αὔραις κυβερνώμενος, καὶ ταῖς ὁδηγίαις, Θεωνᾶ τρισ-μάκαρ,
Πνεύματος τοῦ Ἁγίου.
Ῥυπωθεῖσαν ποικίλαις ἁμαρτίαις, τὴν ψυχήν μου καθάρισον
ὑσσώπῳ, τῶν πρεσβειῶν σου Πάτερ καὶ λευκότερον, ὑπὲρ τὴν χιόνα, ὡς ὁ Δαβὶδ
ψάλλει, δεῖξον τὸν σὸν δοῦλον.
Τὴν μεγίστην ἣν ἔχεις ἐν τῷ πόλῳ, δόξαν θέλων ὁ Κύριος
γνωρίσαι, τοῖς ἐπὶ γῆς φυλάττει μετὰ θάνατον, σῷόν σου τὸ σῶμα, καὶ πηγὴν
δεικνύει, θαυμάτων παραδόξων.
Θεοτοκίον.
Οὔτε Νόων ὁ νοῦς οὔτε ἀνθρώπων, ἑρμηνεῦσαι Παρθένε
ἐξισχύσει, τὸ ὑπὲρ νοῦν Σου καὶ φρικτὸν μυστήριον· Σὺ γὰρ τὸν τῶν ὅλων, Ποιητὴν
καὶ Πλάστην, ἐγέννησας ἀῤῥήτως.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Δακρύων κατεβάλου Δαβιτικῶν, ἀρετῶν
ἐν τῷ βίῳ τὰ σπέρματα, νῦν δὲ χαρᾶς, δράγματα θερί-ζεις ἐν οὐρανοῖς, καὶ
συγχορεύεις Θεωνᾶ, τάγμα-σιν Ὁσίων Ἱεραρχῶν, ὡς ὄντως Ἱεράρχης, καὶ Ὅσιος
θεόφρον, ὑπὲρ ἡμῶν Χριστοῦ δεόμενος.
Ἐνώπιον παρίστασαι τοῦ Θεοῦ, Θεωνᾶ τῶν Ὁσίων ἀγλάϊσμα,
καὶ καθορᾶς, πρόσωπον πρὸς πρόσωπον ἀληθῶς, θέαν Θεοῦ θεούμενος, καὶ φωτὸς
πληρούμενος τριλαμποῦς, λυθέντων τῶν ἐσόπτρων, καὶ σκιῶν παρηγμένων, τῆς
ἀληθείας ταῖς ἐμφάσεσι.
Προσδέχου ὡς ψελλίσματα βρεφικά, ὡς λεπτὰ τὰ τῆς χήρας
ὁ Κύριος, ὡς προχοήν, μύρου ὡς θυμίαμα ἐκλεκτόν, τὸν ὕμνον τοῦτον Ὅσιε, ὃν ἡ
ἱερά σου καὶ εὐαγής, Μονὴ προσέφερέ σοι, καὶ ἀμοιβὴν παράσχου, τὰς ὑπὲρ ταύτης
ἱκεσίας σου.
Θεοτοκίον.
Παρθένε ἐξιλέωσαι Σὸν Υἱόν, ἡμῖν πᾶσι πρεσβεύοντας
ἔχουσα, Σοὶ τῇ ἁγνῇ, τὴν Ἀνα-στασίαν τὴν ἱεράν, καὶ τοὺς Ὁσιομάρτυρας, τρεῖς
ᾧδε κειμένους ἐν τῇ Μονῇ, καὶ Θεωνᾶν σὺν τούτοις, τὸν ὄντως Ἱεράρχην· οὗ νῦν
κροτοῦμεν τὴν πανήγυριν.
Ἐξαποστειλάριον τό Ἀναστάσιμον.
Εἶτα, τοῦ Ἁγίου. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Συμφώνως πάντες λέξωμεν· χαῖρε Ἀρχιερέων, τὸ θεῖον
ἐγκαλλώπισμα· χαῖρε Ἀναστασίας, Μονῆς δομήτωρ ὁ θεῖος· χαῖρε ὁ νομοθέτης, τῆς
ἐν αὐτῇ ἀσκήσεως· χαῖρε Ὁσίων κλέος· χαῖρε σοφέ· χαῖρε τύπε ἄριστε· χαῖρε
στῦλε, ἡμῶν τῶν ἀνυμνούντων σε, Θεωνᾶ θεηγόρε.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατῶν
ὦ Θεωνᾶ, σὺν Ἱεράρχαις Ὁσίοις, καὶ Ἀσωμάτων τοῖς χοροῖς, ὑπὲρ ἡμῶν τὴν Τριάδα,
τῶν σὲ τιμώντων δυσώπει.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις,
ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασι-λέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν
Δεσπότην;
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους η’ καὶ
ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ’, ἓν Ἰδιόμελον τοῦ Τριωδίου καὶ δ’ τοῦ Ἁγίου.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἀρχιερέων οἱ δῆμοι, Ὁσίων τάγματα, εἰς ἓν
συναθροισθέντες, εὐφημήσωμεν πόθῳ, θείοις ἐγκωμίοις τὸν Θεωνᾶν, τὸν λαμπρὸν
ἀρχιποίμενα, τῆς Θετταλίας ἁπάσης καὶ τοῦ παντός, κόσμου πρέσβυν δυνατώτατον.
Τῶν ἀγαθῶν διδασκάλων καὶ τὰ μαθήματα, ὄντως καλὰ
ὑπάρχει, ὡς ἡ γρήγορος γλῶσσα, ἔφη Γρηγορίου· σὺ Θεωνᾶ, τὸν ὑψίνουν Ἰάκωβον,
καθηγεμόνα πλουτήσας τὴν ὑψηλήν, οὐρανῶν γνῶσιν μεμύησαι.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὴν περιώνυμον ταύτην Μονὴν
ἀνήγειρας, ὦ Θεωνᾶ τρισμάκαρ, εἰς μέγεθος καὶ κάλλος, καὶ πλήθη συναθροίσας τῶν
μοναχῶν, ἐν αὐτῇ Ἱερώτατε, κοινοῦ τε βίου καὶ πόνων ἀσκητικῶν, ἐργαστήριον
ἀνέδειξας.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιο-σύνην καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσονται.
Ἐν προσευχῇ ἀενάῳ ὅλον ἐπτέρωσας, τὸ νοερόν σου Πάτερ,
τὴν δὲ ἐπιθυμίαν, ἐμάρανας νηστείᾳ διηνεκεῖ, καὶ ἀγάπῃ κατέσβεσας, τὸ θυμικόν·
διὸ οἶκος τοῦ Παντουργοῦ, ἐγνωρίσθης θείου Πνεύματος.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύ-σωμεν
τῷ πνεύματι, καὶ κροτήσωμεν εὐφραινό-μενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ
θεοφόρου Πατρός. Ἀρχιερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν δι’ ἀγώνων
ἀσκητικῶν γενναίως, τοῦ σκότους τὸν ἄρχοντα, ἐγκαυχώμενον ἀναιδῶς, ἐν κρίσει
τροπωσάμενον, εὐφημείτωσαν. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ Ποιμένος ἀκόλουθον
ποιμένα, συνδραμόντες μακαρίσωμεν. Οἱ Ὅσιοι, τὸν ἀσκητήν· οἱ ἐν δυνάσταις, τὸν
ῥύστην· οἱ ἐν συμφοραῖς, τὸν σωτῆρα· οἱ νοσοῦντες, τὸν ἰατρόν· οἱ ἁμαρτάνοντες,
τὴν θερμὴν πρεσβείαν· τὴν εὐκαρπίαν, οἱ γηπονοῦντες· οἱ ὁδοιπόροι, τὴν
συνοδίαν· οἱ πάντες, τὸν πανταχοῦ πᾶσι γενό-μενον, μέγιστον Ἱεράρχην,
ἐγκωμιάζοντες ἀνακράξωμεν· Θεωνᾶ παμμακάριστε, μεσίτευσον ὑπὲρ ἡμῶν, πρὸς τὸν
Θεὸν καὶ Δεσπότην, καὶ ῥῦσαι κολάσεως, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις Θεοτόκε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις παμμακάριστε Θεωνᾶ, τῆς Θεσσαλονίκης, Ἱεράρχης
ὁ εὐκλεής· χαίροις ὁ δομήτωρ, Μονῆς Ἀναστασίας, τῆς Φαρμακολυτρίας, ἃς
διαφύλαττε.
Σὺν τῷ Γρηγορίῳ τῷ Παλαμᾷ, καὶ τῷ Βασιλείῳ, χαίροις
ἔνδοξε Θεωνᾶ, ἅμα Εὐσταθίῳ, Συμεὼν Ἰωσήφ τε, πόλεως Δημητρίου, πρέσβεις
ἀκοίμητοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου