Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία Ὁσ. ΒΑΡΛΑΑΜ καί ΙΩΑΣΑΦ. Ψαλλομένη τῇ 26η Αὐγούστου

Ἀκολουθία Ὁσίων ΒΑΡΛΑΑΜ καί ΙΩΑΣΑΦ.
Ψαλλομένη  τῇ 26η  Αὐγούστου

Ποίημα  Θεοφίλου τοῦ Ἁγιορείτου καί Ἀγαπίου τοῦ Κρητός


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
       Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις Ἰωάσαφ πάνσοφε, τὸν ζυγὸν τοῦ Χριστοῦ, τὸν χρηστὸν καὶ ἠδύτατον, ἐπ᾿ ὤμων ἀράμενος, καὶ σαρκὸς βδελυξάμενος ἡδυπαθείας καὶ καρυκεύματα, καὶ κόσμον ὅλως ἀπαρνησά-μενος. Πρέσβευε δέομαι, τῷ Δεσπότῃ δοῦναί μοι, ἁμαρτιῶν, ἄφεσιν, ὡς εὔσπλαγχνος, καὶ ὑπερά-γαθος.
Χαίροις Ὁσίων τὸ καύχημα, τῶν ἀρετῶν κανών, Βασιλέων ἀγλάϊσμα, Μαρτύρων ὁμότρο-πος, διδασκάλων συνόμιλος, τῶν Ἀγγέλων ὄντως ἐφάμιλλος, τῇ σωφροσύνῃ καὶ καθαρότητι. Χαίροις τρισόλβιε, ὁ τὸν κόσμον ἅπαντα, κατα-λιπὼν· ὅθεν τὸν ποθούμενον, Χριστὸν ἐκέρδισας.
Μάκαρ Ἰωάσαφ πάνσοφε, τοὺς ἀναξίους Θεῷ, ὡς ἀξίους προσήγαγες, Θευδᾶν τὸν παγκά-κιστον, καὶ Ναχὼρ τοὺς γηράσαντας, ἐν ταῖς κακίαις καὶ πανουργεύμασι, καὶ τοὺς σοὺς δού-λους σὺν τῷ γεννήτορι· ὅθεν τῶν πόνων σου, ἐπαξίως εἴληφας, τὰς ἀμοιβάς, παρὰ τοῦ Δεσπό-του σου, ἀγαλλιώμενος.
Χαίροις Βαρλαὰμ θεσπέσιε, σὺ γὰρ προσή-ξας Θεῷ, Ἰωάσαφ τὸν πάνσοφον, τοῖς σοφοῖς σου ῥήμασι, σαγηνεύσας ὡς ἔμπορος, Χριστὸν κηρύττων τὸν πολυτίμητον, λίθον καί ὄντως ἀξιο-θαύμαστον, Ὅν καθικέτευε, μετ᾿ αὐτοῦ πρεσβεύ-οντες, δοῦναι ἡμῖν, ἐγκλημάτων ἄφεσιν, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος δ´.
Νουνεχῶς κατανοήσας τῆς ψυχῆς τὴν εὐγέ-νειαν, πάνσοφε Ἰωάσαφ, τὸ πάχος τοῦ σώματος ὑποτάξαι ταύτῃ ὡς κρείττονι ἔσπευσας, καὶ τὴν εἰκόνα τοῦ Κτίσαντος ἀῤῥύπωτον διατηρῆσαι. Ἐντεῦθεν ἀνενδότως, πρὸς τὸ πρωτότυπον ἀνα-τεινόμενος, καὶ ταῖς πρὸς αὐτὸν ἀναβάσεσι καλλυνόμενος, ἀνέπτης πρὸς τὰς οὐρανίους σκη-νάς, ἀμέσως ἐντυγχάνων τῷ ποθουμένῳ σοι, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τῶν ἀσκητῶν, τὰ στίφη συνελθόντα, ἐν ὕμνοις ἐγκωμίων, τὸν μέγαν Ἰωάσαφ, εἰκότως εὐφημήσωμεν.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Οἶκος τοῦ Παντουργοῦ, Πνεύματος χρημα-τίσας, Παμμάκαρ Ἰωάσαφ, ταῖς ἀρεταῖς μετέστης, ἐκ γῆς πρὸς τὰ οὐράνια.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὠσεὶ κέδρος...
Χαίροις ἡ κορωνίς, καὶ κλέος τῶν Ἀνάκτων, καύχημα τῶν Ὁσίων, ταμεῖον ἰαμάτων, καὶ ἀρετῶν θησαύρισμα.
Δόξα Πατρί. Τριαδικόν.
Πανένδοξε Τριάς, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τοὺς πὶστει, εἰλικρινεῖ καὶ βίῳ, ἀμέμπτῳ Σοί λατρεύοντας.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα ἀγαθή, τὰς ἁγίας σoυ χεῖρας, πρὸς τὸν Υἱόν Σου ἆρον, τὸν φιλόψυχον Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους Σου.

Νῦν ἀπολύεις. Ἀπολυτίκιον.
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Βασιλείαν μισήσας ὡς ἐχέφρων καὶ πάν-σοφος, τὰς τοῦ βίου φροντίδας Ἰωάσαφ τρισόλβιε, κατέλιπες ἐν ὅλη τῇ ψυχή, καὶ ἄρας ἐπ᾿ ὤμων τὸν Σταυρόν, προσέδραμες προθύμως, τῷ Χριστῷ ὥσπερ διψῶσα ἔλαφος. Ὅθεν τῷ δεδωκότι σοι ἰσχύν, γηθόμενοι κραυγάζομεν· Δόξα Σοι τῷ δοξάσαντι τὸν οὕτω Σὲ ποθήσαντα.
Δόξα. Ἦχος γ´. Θείας πίστεως.
Θείας πίστεως τῇ εἰσηγήσει, φῶς προσέ-λαβες θεογνωσίας, Ἰωάσαφ Ὁσίων ἀγλάϊσμα· τοῦ Βαρλαὰμ λαμπρυνθεὶς γὰρ τοῖς ῥήμασι, πρὸς ἀρετῶν τὴν ἀκρώρειαν ἔφθασας· μεθ᾿ οὗ πρέσβευε, Τριάδι τῇ Πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...
Καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους στ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος. Θεοφίλου.
Αἶνόν Σοι Χριστὲ προσάγομεν, ἐν τῇ μνήμῃ τοῦ Σοῦ, Ἰωάσαφ σήμερον, τοῦ λάμψαντος ἀληθῶς, ὑπὲρ τὸν ἥλιον ἐτράνωσε γὰρ σαφῶς, τῆς εὐσεβείας τὰ δόγματα ἅπασι, κατῄσχυνε δὲ σοφῶς, τὰ τῶν ἀθέων ἑλλήνων σεβάσματα, ὑπὲρ τῆς οἰκουμένης, ἐκτενῶς πρεσβεύων Σοι, τῷ Σωτῆρι τῶν ὅλων, καὶ Δεσπότῃ πάσης κτίσεως.
Θείαν ὑπεδέξω Ὅσιε, δωρεὰν δαψιλῶς, τοῦ Ἁγίου Πνεύματος, καὶ ὤφθης κῆρυξ λαμπρός, Τριάδος ἔνδοξε· προσήγαγες γὰρ αὐτῇ, διὰ βαπτίσματος ἔθνη παράνομα· τιμῶμέν σε οὖν σοφέ, καὶ μεγαλύνομεν ὄντως τὴν μνήμην σου, χαρμοσύνως μέλποντες, Ἰωάσαφ παμμάκαρ, τοῦ Χριστοῦ θεράπον γνήσιε.
σιοι πατέρες ἔνδοξοι, τῆς σεπτῆς Τριάδος, μύσται χρηματίσαντες, καὶ Ταύτῃ ὡς δυνατόν, εὐαρεστήσαντες, εὐφραίνεσθε νῦν σαφῶς, Ταύτην ἀμέσως ἐνοπτριζόμενοι, βοῶντες ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην ὑμῶν, δωρηθῆναι λύτρωσιν, τῶν πολλῶν ἐγκλημάτων, καὶ εἰρήνην τῷ κόσμῳ, δι᾿ ὑμῶν καὶ μέγα ἔλεος.

Ἕτερα.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων. Ἀγαπίου.
Σὺ τὸν ζυγὸν τοῦ Κυρίου ἐπ᾿ ὤμων ἥρας Σοφέ, καὶ ἀπηρνήσω πάντα, τῆς σαρκὸς τὰ ἡδέα, βλεφάροις δὲ οὐδόλως δέδωκας σοῖς, νυσταγμὸν παναοίδιμε, διηνεκῶς καταρδεύων σοῦ τὴν στρω-μνήν, Ἰωάσαφ τοῖς σοῖς δάκρυσι.
Τοῦ Βαρλαὰμ καθυπείκων ταῖς εἰσηγήσεσιν, ὡς ἔμπορος ἐχέφρων, τὸν πολύτιμον λίθον, ἐπλούτησας τρισμάκαρ καταλιπών, πλοῦτον δόξαν τε ῥέουσαν, ἀνθ’ ὧν πλουσίως ἐδέξω παρὰ Θεοῦ, τὰ ἀφθάρτως διαμένοντα.
ξωθεν μὲν ἁλουργίδι καὶ διαδήματι, κεκο-σμημένος Μάκαρ, Ἰωάσαφ ὑπῆρχες, ῥάκεσι τριχίνοις ἔσωθεν δέ, τῆς σαρκὸς κατεμάρανας, τὴν ὡραιότητα πᾶσαν τὰς ἀμοιβάς, τῶν σῶν πόνων ἐκδεχόμενος.
Δόξα. Ἦχος πλ. β´. Θεοφίλου.
σιοι πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων ὑμῶν, διὸ ἐν τοῖς οὐρανοῖς, εὕρατε μισθὸν τῶν καμάτων ὑμῶν· τῶν δαιμόνων φάλαγγας ὠλέσατε, τῶν Ἀγγέλων τάγμασι συνήφθητε, ὧν τὸν βίον ἀμέμπτως ζηλώσαντες, παῤῥησίαν σχόντες πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην νέμετε ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε;...

Εἴσοδος, Φῶς Ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνή-χθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργε-τηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλο-κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλο-ποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκατα-μάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύ-σουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπρα-γία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν. Ἦχος α΄. Ἀγαπίου.
Χαρμονικῶς ἐκτελοῦμεν τὴν μνήμην σου, Ἰωάσαφ ἰσαπόστολε, πάντων ἀνάκτων βάσις καὶ καύχημα. Ἀγρευθεὶς γὰρ ὑπὸ Βαρλαὰμ τοῦ τρισμάκαρος, τὴν Ὀρθόδοξον πίστιν ἐπλούτησας· ὅθεν καὶ πρόσκαιρον δόξαν, καὶ βασιλείαν ἐπίκη-ρον κατεφρόνησας, ἀνθ’ ἧς ἐκληρώσω τὴν ἀεὶ διαμενοῦσαν. Ἀντὶ δὲ φθαρτοῦ διαδήματος, τὸν ἀμαράντινον ἐκομίσω στέφανον. Διὸ αἰτοῦμέν σε, πρέσβευε ὑπὲρ ἡμῶν Πάτερ ἁγιώτατε.
Ὅμοιον. Χαραλάμπους.
χάριτι θείᾳ ἐν δεσμοῖς ἀγνωσίας εὑρὼν τὸν πολύτιμον τῆς θεογνωσίας μαργαρίτην, βασιλόπαις Ἰωάσαφ, Χριστοῦ ὤφθη γνήσιος φίλος, καὶ ἰσαγγέλως ἐν ταῖς Ἰνδίαις ἐπολιτεύ-σατο· ὅθεν Ἀγγέλων ἀξιωθεὶς εὐκλείας ἐν σκηναῖς οὐρανίαις, τὸν Παμβασιλέα Χριστὸν καθικετεύει, ὑπὲρ τῶν ψυχῶν τῶν τιμώντων αὐτοῦ τὸν ἔνθεον πόθον, πρὸς προκοπὴν βίου καὶ θέωσιν.
Ἦχος β΄. Ἀγαπίου.
Τοῦ εὐσεβοῦς Ἰωάσαφ ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε. Χριστὸν γὰρ πο-θήσας, εἰδώλων κατεφρόνησε, καὶ κόσμον ἐμίσησε, καὶ ἐν οὐρανοῖς ἀπέλαβε τὸν τῆς ἐλπίδος στέφανον.
Ὅμοιον. Τοῦ αὐτοῦ.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα,  πάντα τὰ ἐν κόσμῳ τερπνὰ ὑπέρειδες θεόληπτε, καὶ ἀγγελικῶς τὸν βίον διήνυσας. Καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, Θεὸν ἱλεούμενος ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, Πάτερ Ἰωάσαφ, τὴν μνήμην σου.
Ὅμοιον. Χαραλάμπους.
Τὸν πειθόμενον λόγοις Βαρλαὰμ τοῦ παν-σόφου, καὶ τοῦ Χριστοῦ θεράποντα γενόμενον ἐγκωμιάσωμεν, Ἰωάσαφ τὸν θεοείκελον Ὅσιον· οὗτος γὰρ ἀρνησάμενος τὴν βασίλειον εὔκλειαν, πρὸς ἰσάγγελον ἤχθη πολιτείαν δι᾿ ἀρετῶν τρυγήσεως· καὶ νῦν τοῦ νέκταρος ἀπολαύων τῆς ἀφθίτου μακαριότητος, ἐκτενῶς δυσωπεῖ τὸν Κύριον, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὰ παλαίσμα-τα.
Ἦχος γ´. Τοῦ αὐτοῦ.
Τὸν λαμπρυνθέντα συντόνῳ ἀσκήσει, καὶ Ἀγγέλων μιμησάμενον τρόπους, Ἰωάσαφ τὸν πανίερον, αἱ γενεαὶ τῶν φιλοσίων μεγαλύνωμεν· οὗτος γὰρ ὑπερόπτης ὀφθεὶς πάσης ῥεούσης σχέσεως, τὰ ἐν πόλῳ ἐζήλωσεν ἀῤῥευστα καὶ ἀΐδια· σὺν Χριστῷ οὖν νῦν ἀγαλλώμενος, ἵλεων Αὐτὸν ἡμῖν ἀπεργάζεται, τοῖς τελοῦσιν ἐκθύμως αὐτοῦ τὸ μνημόσυνον.
Ἦχος δ´. Τοῦ αὐτοῦ.
λαμψε τῆς ὑφ᾿ ἥλιον οἰκουμένης ἐν τοῖς πέρασι σήμερον, ὡς ἀστὴρ θεογνωσίας καὶ νήψεως φαεινότατος Ἰωάσαφ ὁ Ὅσιος, φωτίζων χριστωνύμων τὰς διανοίας, καὶ ὁμίχλην διασκε-δάζων ἀγνωσίας καὶ φθορᾶς θανάτου αἰωνίου, τῶν αὐτῷ ἐν κατανύξει βοώντων· ἰσάγγελε ἀσκητὰ καὶ σαρκοφόρε Ἄγγελε, ὁ τῶν Ἀποστό-λων ἀκολουθήσας τρίβοις ἐν τῇ σὴ πατρίδι, ὡς παῤῥησίαν ἔχων πρὸς τὸν φιλάνθρωπον Κύριον, πρέσβευε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος ὁ αὐτός. Τοῦ αὐτοῦ.
Τὸν Ὁσίων Πατέρων τὸ σέμνωμα, καὶ παντο-δαπῶν ἀρετῶν σκήνωμα, Ἰωάσαφ τὸν ἔνδο-ξον, εὐσεβῶν ἡ ὁμήγυρις ἐγκωμιάζει κραυγά-ζουσα· ὁ νῦν ἐν οὐρανοῖς χοροβατῶν μετ᾿ Ἀγγέλων, καὶ Χριστὸν ἀπαύστως δοξολογῶν μετ᾿ ὁσίων, μὴ παύσῃ Χριστὸν ἡμῖν ἰλεούμενος, τῶν τιμώντων ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον.
Ἦχος α´. Πανεύφημοι Μάρτυρες. Ἀγαπίου.
Σοφίαν Θεοῦ τὴν ἀληθῆ, ἀγαπήσας Ὅσιε, φιλοσοφίας τὸν πρώτιστον, ὅρον ἐξήσκησας, μελέτην θανάτου· ὅθεν ἐθανάτωσας, τὰ πάθη τῆς σαρκὸς καὶ ἐζώωσας, φιλοσοφώτατα, τὴν ψυχὴν καὶ πρὸς ἀΐδιον, ἤρθης δόξαν, καὶ ζωὴν αἰώνιον.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Λαβών ἐπωμάδιον Σταυρόν, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθῶν κατεπάτησας, πᾶσαν τὴν δύναμιν, τοῦ ἐχθροῦ ἀνδρείως, ἡδονὰς τοῦ σώματος, μισήσας Ἰωάσαφ πανόλβιε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ...
Θεοῦ ἀμπελῶνος ἀληθής, ἐργάτης καὶ δόκι-μος, ἀναδειχθεὶς καὶ ἀσκήσεως, βάρος καὶ καύσω-να, πάντα τῆς ἡμέρας, καρτερῶς ἐβάστασας, ἀρδεύων τὴν στρωμνήν σου τοῖς δάκρυσι· διὸ ἀπέλαβες, πολυπλάσιον ἀντάμειψιν, τῶν σῶν πόνων, ἐκ χειρὸς Κυρίου σου.
Δόξα. Ἦχος β´.
σιε Πάτερ, ἀγγελικὴν ζηλώσας διαγωγήν, ἀτροφίαν ἐξήσκησας, καί τὴν ἀῤῥευστον ζωὴν καὶ ἀμείνονα, ποθήσας πανσόφως, ταύτης τῆς ἐπι-κηροῦ κατεφρόνησας· ὅθεν νῦν κεκλήρωσαι, ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια. Διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει καὶ πόθῳ, ἐκτελού-ντων τὴν μνήμην σου.
Καὶ νῦν.
Τὴν πᾶσαν ἐλπίδα μου...

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α´. Τοῦ λίθου σφραγησθέντος.
Βασιλείαν μισήσας ὡς ἐχέφρων καὶ πάνσο-φος, τὰς τοῦ βίου φροντίδας Ἰωάσαφ τρισόλβιε, κατέλιπες ἐν ὅλη τῇ ψυχή, καὶ ἄρας ἐπ᾿ ὤμων τὸν Σταυρόν, προσέδραμες προθύμως, τῷ Χριστῷ ὥσπερ διψῶσα ἔλαφος. Ὅθεν τῷ δεδωκότι σοι ἰσχύν, γηθόμενοι κραυγάζομεν· δόξα Σοι τῷ δοξάσαντι τὸν οὕτω Σὲ ποθήσαντα.
Δόξα. Ἦχος γ´. Θείας πίστεως.
Θείας πίστεως τῇ εἰσηγήσει, φῶς προσέλαβες θεογνωσίας, Ἰωάσαφ Ὁσίων ἀγλάϊσμα· τοῦ Βαρλαὰμ λαμπρυνθεὶς γὰρ τοῖς ῥήμασι, πρὸς ἀρετῶν τὴν ἀκρώρειαν ἔφθασας, μεθ᾿ οὗ πρέσβευε, Τριάδι τῇ Πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...

Καὶ Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
σέβειαν πατρός, εἰς εὐσέβειαν Μάκαρ, μετέβαλες εὐχαῖς, καὶ νηστείαις σχολάζων, ἀφθό-νως τε διένειμας, σοῦ τὸν πλοῦτον τοῖς πένησιν· ὅθεν ἄσυλον, καὶ μὴ φθειρόμενον πλοῦτον, πολύ-πλάσιον, παρὰ Κυρίου λαμβάνεις, ἀεὶ εὐφραινό-μενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
πόθου, ὢ ψυχή, ῥᾳθυμίας τὸν ὕπνον, καὶ ἄναψον φαιδράν, μετανοίας λαμπάδα, καὶ ἔξελθε νῦν χαίρουσα, τῆς τοῦ βίου συγχύσεως, εἰς ἀπάντησιν, τοῦ ἀθανάτου Νυμφίου· δέξαι λέγου-σα, καὶ μὴ ἀπώσῃ με Λόγε, λιταῖς τῆς τεκούσης Σε.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Δόξαν τὴν ῥέουσαν, ἐμφρόνως Ὅσιε, καὶ ἡδυπάθειαν, πᾶσαν τοῦ σώματος, ἐν ὅλη τῇ καρδίᾳ σου, ἐμίσησας Θεοφόρε, καὶ Χριστὸν ἐπόθησας, ἐφετὸν τὸ ἀκρότατον, ὅστις σὲ ἠμείψατο, οὐρανίοις χαρίσμασι. Διὸ χαρμονικῶς ἐκβοῶμεν σοι· χαῖρε, Πατέρων ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἦχος γ´. Θείας πίστεως.
Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμὲνος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρὶ Σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα Σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπαρχῶν σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος, καὶ τὰ πάθη πάντα, νεκρώ-σας τοῦ σώματος, τῆς Τριάδος ἐδείχθης, σεπτὸν οἰκητήριον· ὅθεν τοὺς ἀχρήστους, τῷ Χριστῷ ταῖς εὐχαῖς σοῦ, σοφοῖς τε διδάγμασι, προσηγάγου καὶ δάκρυσιν, Ἰωάσαφ μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐορτὰζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ· χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις καὶ πύλη χρυσήλατε καὶ παστὰς ἀγλαό-μορφε, ἀγλαόχρυσε τράπεζα, Θεοκόσμητον σκή-νωμα. Χαῖρε ἔνδοξε, νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου διάσωσμα.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱερο-κρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ὁσιακόν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο-καυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλο-καυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Βασιλοπαῖς Ἰωάσαφ, Ἰνδιῶν πολυτίμητε σμάραγδε, ὁ ζήλῳ θείῳ τὰ γήϊνα καταλιπὼν βασίλεια, καὶ πρὸς οὐρανῶν βασιλείαν ἀρθεὶς διὰ συντόνου ἀσκήσεως, βασιλεύειν ἡμᾶς παθῶν ἀκαθάρτων καὶ λογισμῶν ἀτάκτων ἀξίωσον, τοὺς μεγαλύνοντας πόθῳ τὴν ἀκραιφνῆ πολιτείαν σου, καὶ ἐκτελοῦντας ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.

Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου β΄.
Κανὼν α΄. Θεοφίλου.
ᾨδὴ α΄. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
πὸ παθῶν ψυχοφθόρων ὡς Ἀγαθός, ἀνώτερον δεῖξον με ἀνυμνῆσαι τοὺς σοφούς, καὶ μεγάλους ὄντως ἀσκητάς, παρακλήσεσιν αὐτῶν, θείαις Φιλάνθρωπε.
Τῶν φιλεόρτων ὁμήγυρις ἡ λαμπρά, εὐφημεί-τω σήμερον σὺν ἡμῖν χαρμονικῶς, καὶ κροτείτω χεῖρας μυστικῶς. Ἰδοὺ γὰρ πάρεστιν ἡμῖν, ἡμέρα εὔσημος.
Τὰ τῶν Ἀγγέλων νῦν θεῖα καὶ ἱερά, μυ-στικῶς στρατεύματα ἐν τῇ μνήμη τῶν σοφῶν, Ἰωάσαφ καὶ τοῦ Βαρλαάμ, συγχορεύουσιν ἡμῖν, καὶ συναγάλλονται.
Θεοτοκίον.
Θείας γεγόναμεν φύσεως διά Σοῦ κοινωνοί, Θεόνυμφε· τὸν Θεὸν γὰρ ἐν γαστρί, συλλαβοῦσα τέτοκας ἡμῖν, καὶ ἐθέωσας ἡμῶν, φύσιν τὴν ἔκπτωτον.

Ἕτερος. Ἦχος πλ. δ.
Ἁρματηλάτην Φαραώ. Ἀγαπίου.
Χαῖρε Πατέρων κορωνὶς πανάριστε, καὶ τῶν Ὁσίων κρηπίς, Ἀσκητῶν τὸ κλέος· χαῖρε ἐγκαλλώ-πισμα, τῶν Βασιλέων ἔνδοξε· χαῖρε τῆς σωφρο-σύνης, τὸ περιβόητον ἄγαλμα· χαῖρε τῶν Ἀγγέλων ἐφάμιλλε.
Μετατεθεὶς τῇ προαιρέσει Ὅσιε, πρὸς οὐρα-νὸν ἀληθῶς, ἀγγελικῶς Πάτερ, ἐπὶ γῆς ἐβίωσας, νεκρώσας σου τὸ φρόνημα, τῇ πολλῇ ἐγκρατείᾳ, δι’ ἧς Θεοῦ οἰκητήριον, ὤφθης Ἰωάσαφ θεσπέσιε.
Χαῖρε δυὰς ἡ τῆς Τριάδος πρόμαχος· χαῖρε σοφὲ Βαρλαάμ· Ἰωάσαφ χαῖρε, τοῦ Θεοῦ θερά-ποντες, οἱ κόσμον ἀρνησάμενοι, καὶ Χριστόν ὁλοψύχως, ὑπὲρ χρυσὸν ἀγαπήσαντες, καὶ τὰ τῆς σαρκὸς βδελυξάμενοι.
Θεοτοκίον.
μνολογίαις ἱεραῖς ὑμνήσωμεν, τήν  Πολυΰ-μνητον, τὴν τόν  Θεόν Λόγον, ὑπὲρ λόγον τέξασαν, τὸν μόνον Ὑπερύμνητον, Ὅν ὑμνεῖ πᾶσα φύσις, καὶ οὐρανῶν τὰ στρατεύματα, θείαις ὑμνωδίαις γεραίρουσιν.

ᾨδὴ γ´. Οὐκ ἐστὶν ἅγιος ὡς Σύ.
Σοφίας θείας γεγονώς, ἔμπλεως Ἰωάσαφ, τῶν κτισμάτων τὴν φύσιν, ἐξηρεύνησας καλῶς, καὶ ἐπέγνως ἐξ αὐτῶν, ἄλλον εἶναι αἴτιον τοῦ σύμπαντος.
Θεὸς ἰδὼν σου τὸ ὀρθόν, Ἰωάσαφ τῆς γνώμης, Βαρλαάμ σοι ἐκπέμπει, εἰσηγήτορα πιστόν, καὶ ἐπέγνως ἐξ αὐτοῦ, τίς ὁ τούτων αἴτιος ἐστὶ σαφῶς.
Τριάδα ἄκτιστον ἁπλῆν, ἀδιαίρετον φύσιν, ἀνυμνήσωμεν πάντες, εὐσεβῶς οἱ γηγενεῖς τοῖς τοῦ θείου Βαρλαάμ, ζωηφόροις ῥήμασιν ἑπόμενοι.
Θεοτοκίον.
γγέλων τάγματα Ἁγνή, ὑπερέβης Παρθένε· τὸν γὰρ τούτων Δεσπότην, συλλαβοῦσα ὑπὲρ νοῦν, εὐδοκίᾳ Πατρικῇ, ἀπειράνδρως Τοῦτον ἐσωμάτωσας.
Ἕτερος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Σὺ τὸν ζυγὸν τὸν τοῦ Χριστοῦ, χρηστὸν βαστάσας ἐπ’ ὦμων Ἰωάσαφ ταῖς φροντίσιν οὐδόλως, ἐδουλώθης τῆς σαρκός, ἀλλ’ ἤρθης ἐν τῷ πνεύματι, τῆς ἀρετῆς εἰς ὕψος, ὡς Ἀποστόλων ὁμόζηλος.
Καταφρονήσας τῶν τῆς γῆς, ἡδέων τὰς οὐρανίους, ἀπολαύσεις, ἐκληρώσω πλουσίως, καὶ παρίστασαι Θεῷ, τῷ ἐραστῇ σου πάνσοφε, ψάλλων σύν Ἀσωμάτοις, διηνεκῶς τὸν Τρισάγιον.
Τῆς ἐνάρετου ἐρασθείς, διαγωγῆς τοῦ παν-σόφου, Βαρλαὰμ ἐγκαταλέλοιπας Μάκαρ, τὰς ἐν βίῳ ταραχάς, καὶ τούτῳ ἠκολούθησας, καὶ προσευχαῖς ἀπαύστοις, θείας γαλήνης τετύχηκας.
Θεοτοκίον.
πρὸ νεκρώσεως νεκρός, ὁ πρὸ ταφῇς τεθαμμένος, ὁ πρὸ μνήματος ἐν μνήματι μένων, τῆς λιθώδους καὶ σκληράς, ἀναλγησίας Δέσποινα, τὴν τῆς ζωῆς Μητέρα, Σὲ ἱκετεύω ζωῶσαί με.

Καθίσματα. Ἦχος α´.
Τὸν τάφον Σου, Σωτήρ. Θεοφίλου.
Σκιρτῶσι σὺν ἡμῖν, τῶν Ἀγγέλων αἱ τάξεις, χοροὶ τῶν Προφητῶν, Ἀποστόλων ἡ φάλαγξ, Μαρτύρων ἡ ὁμήγυρις, καὶ Ποιμένων τὸ σύστημα, καὶ κατάλογος, τῶν Ἀσκητῶν καὶ Δικαίων, ἐν τῇ μνήμη σου, δυὰς Πατέρων ἁγία, Βαρλαὰμ καὶ Ἰωάσαφ.
Δόξα. Ὅμοιον. Ἀγαπίου.
νθάψας πονηράς, τῶν δαιμόνων ἐνέδρας, ἐδέξω ἐκ Θεοῦ, τὰ τῆς νίκης βραβεῖα, ἐπαξίως τῶν πόνων σου, καὶ καμάτων ἀήττητε· ὅθεν χαίροντες, ἀνευφημοῦμεν ἐν ὕμνοις, τοὺς ἀγῶνάς σου, καὶ θαυμαστὰς ἀριστείας, Χριστὸν μεγα-λύνοντες.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σὲ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην Πανάμωμον.
ᾨδὴ δ´. Χριστός μου δύναμις.
δὸν τὴν κρείττονα, ὁδὸν τὴν φέρουσαν, εἰς νομὰς θειοτέρας οἷα σοφός, Βαρλαὰμ ὑπέδειξας τῷ Ἰωάσαφ τῷ κλεινῷ, διὰ τοῦτο σε γεραίρομεν.
Καθάρας πρότερον, τὸν νοῦν μακάριε, ὑπεδέξω τοῦ Πνεύματος τοῦ σεπτοῦ, χάριν τὴν ὑπέρφωτον καὶ κατεφώτισας πολλούς, τοῖς σοφοῖς σου παραδείγμασιν.
Σταυρὸν ἀράμενος, ἐπ᾿ ὤμων ἔδραμες, τοῦ Χριστοῦ κατόπιν πανευλαβῶς, Βαρλαὰμ μακάριε καὶ Ἰωάσαφ τὸν κλεινόν, προσενήνοχας τῷ Κτίστῃ σου.
Θεοτοκίον.
Νομίμως Δέσποινα, Σὲ προηγόρευσαν, οἱ Προφῆται οἱ θεῖοι ἐκφαντικώς, Κόρην καὶ Θεό-παιδα ἐκ διανοίας καθαράς, καὶ ἀνύμνουν Σου τὴν σύλληψιν.
Ἕτερος. Σύ μου Χριστέ, Κύριος.
ντως ἐν σοί, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, ἐπληρώθη, Ἰωάσαφ πάνσοφε· τὸν γὰρ Σταυρόν σου ἀναλαβών, πάντα τὰ ἡδέα, σαρκὸς καὶ κόσμου ἐμίσησας, ποθήσας τὸν Σωτῆρα, οὗ τοῖς ἴχνεσιν ὅλως, ἀκορέστῳ στοργῇ ἠκολούθησας.
ζη Χριστός, ἐν σοὶ τῷ ὄντι Μακάριε, καὶ σὺ ἔζης, ἐν αὐτῷ γηθόμενος, καὶ μὴ προσχὼν ὅλως τῇ σαρκί, ἀλλὰ πᾶσαν ταύτης, προσπάθειαν βδελυξάμενος· διὸ νῦν σὺν ἐκείνῳ, τῶν ἐσόπτρων λυθέντων, βασιλεύεις ἀεὶ εὐφραινόμενος.
Σὲ ὁ Πατήρ, τῶν οἰκτιρμῶν προσελάβετο, ὡς γνησίως, Τοῦτον ἀγαπήσαντα, καὶ ταῖς Αὐτοῦ, Πάτερ, ἐντολαῖς ἐπαγρυπνηκότα, καὶ τοῖς υἱοῖς συναρίθμιον, τῆς χάριτος ποιήσας, ἀϊδίου σὲ δόξης, Ἰωὰσαφ θεόφρον ἠξίωσεν.
Θεοτοκίον.
Πίστις θερμή, ἡγείσθω καὶ μὴ ἀπόδειξις, τοῦ φρικώδους, Κόρη μυστηρίου Σου· κατανοούμενον γὰρ αὐτό, ἄφραστον ὑπάρχει, καὶ θεωρούμενον ἄληπτον· ἑστὸς γὰρ παρατρέχει, καὶ ληφθὲν δια-φεύγει, καὶ φανέν τι μικρὸν ἀποκρύπτεται.

ᾨδή ε´. Τῷ θείῳ φέγγει Σου, Ἀγαθέ.
γήσω πάντα διὰ Χριστόν, κόνιν καὶ παρέ-βλεψας αὐτά, θείῳ φλεγόμενος ἔρωτι· Τοῦτον γάρ, ἐπέγνως Θεὸν τὸν ὄντως Θεόν, ἐκ πλάνης τῶν εἰδώλων σὲ λυτρωσάμενον.
κήρυξας κόσμῳ τὸν τοῦ Θεοῦ, Λόγον εὐδο-κίᾳ Πατρικῇ, καὶ συνεργίᾳ τοῦ Πνεύματος ἄνθρω-πον, γενόμενον ἀληθῶς τὸν ὄντως Θεόν, κατάρας τῆς ἀρχαίας πάντας ῥυσάμενον.
Προσήξας ἀρίστᾳ τῷ Χριστῷ, τὸν σὸν γεννή-τορα σοφέ, διὰ τοῦ θείου Βαπτίσματος· ὅθεν καί, τῆς θείας δόξης σὺν σοί μετέσχε λαμπρῶς, στεφάνῳ οὐρανίῳ ἐκλαμπρυνόμενος.
Θεοτοκίον.
πὸ πασῶν γενεῶν ὁ Θεός, ἰδὼν Σου τῆς ψυχῆς τὸ εὐγενές, ἐξελέξατο Σὲ μητέρα κόρην Αὐτοῦ, γενέσθαι Σεμνὴ καὶ εἶναι καὶ τιμᾶσθαι Σέ κατηξίωσεν.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
να τῶν αἰωνίων, ἀγαθῶν ἐπιτύχεις ἐγκατα-λέλοιπας, τὰ ῥευστὰ ὡς ὄντα, τῶν ἀράχνης ἱστῶν εὐτελέστερα, καὶ πωλήσας πάντα, τὸν μαργαρίτην ἐκομίσω, τὸν ὑπέρτιμον Πάτερ ὡς πάνσοφος.
Τῆς ἡμέρας τὸ βάρος, Πάτερ καὶ τὸν καύσωνα στεῤῥῶς ἐβάστασας, ἀρετῶν τὸν θεῖον, ἀμπελῶνα καλῶς ἐργασάμενος· ὅθεν τῇ ἑσπέρᾳ, τῆς ἐκ τοῦ βίου ἐκδημίας, τὸν μισθὸν ἐκομίσω ἐπάξιον.
Παῤῥησίαν ὡς ἔχων, τῷ Σωτήρι Θεῷ καθι-κέτευε, ὅπως ἐγκλημάτων, τὴν συγχώρησιν πᾶσι δωρήσηται, τοῖς ἐπιτελοῦσι, χαρμονικῶς σου τὴν φωσφόρον, καὶ πανέορτον μνήμην Μακάριε.
Θεοτοκίον.
ς πολύδακρυν βίον, καὶ ὡς πολυστένακτον ἀνύων δίαυλον, δυσωπῶ Σε Κόρη, εἰς παράκλησίν τε καὶ ἀνάψυξιν, τῆς πολυωδύνου, καὶ ταλαι-πώρου μου καρδίας, ἐναργῆ τὴν Σὴν μνήμην παράσχου μοι.

ᾨδὴ στ´. Τοῦ βίου τὴν θάλασσαν.
κήρυξας Ὅσιε, ὡς Ἀπόστολος Χριστοῦ, τὸ τῆς Τριάδος ὄνομα, καὶ ὡς ὕδωρ ἐκάλυψε τῶν ἐθνῶν, θαλάσσας ὁ λόγος σου, ἀληθῶς Ἰωάσαφ ἀξιάγαστε.
Ναοὺς τῷ Δεσπότῃ σου, δομησάμενος πολλούς, καὶ πάντας πρὸς εὐσέβειαν, τοῖς σοφοῖς σου λόγοις μεταβαλλών, βασίλειον ὕπαρξιν, κατά-λέλοιπας χαίρων τῷ οἰκέτῃ σου.
Πατέρα τὸν ἄναρχον, καὶ συνάναρχον Υἱόν, καὶ Πνεῦμα τὸ πανάγιον, πανευσεβῶς ὑμνήσωμεν πιστοί, ἑπόμενοι ῥήσεσι, τοῦ σοφοῦ Ἰωάσαφ καὶ τοῦ Βαρλαάμ.
Θεοτοκίον.
Σκηνώσας ἐν μήτρᾳ σου, ὁ τὰ πάντα τῇ χειρί, διακρατῶν πανάμωμε, τῆς χειρός με ἐῤῥύ-σατο τῶν ἐχθρῶν, καὶ χεῖρά μοι δέδωκε, βοηθείας ὁ μόνος πολυέλεος.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
ς πάροικος ἐν τῇ γῆ, καὶ παρεπίδημος ἤνεγκας, τὰς κακουχίας σαρκός, νηστείαις καὶ δάκρυσι, σχολάζων ἀοίδιμε, καὶ ἀδιαλείπτως, τῷ Δεσπότῃ προσευχόμενος.
ς κῆπος πανευθαλής, ἐδείχθης ὄντως καὶ εὔκαρπος, δακρύων τοῖς ὀχετοῖς, καλῶς ἀρδευό-μενος, καὶ μυρίπνουν Ὅσιε, τὸν καρπὸν τῷ Κτί-στῃ, Ἰωάσαφ προσενήνοχας.
Τὰς κοσμικὰς ἡδονάς, καὶ ἀπολαύσεις μισή-σαντες, Χριστόν ὑπὲρ τὸν χρυσόν, σοφῶς ἐπο-θήσατε, καὶ Τούτου ταῖς νεύσεσιν, εἴξαντες προ-θύμως, σὺν Αὐτῷ νῦν ἐπαγάλλεσθε.
Θεοτοκίον.
Τὸ σκήνωμα τοῦ Θεοῦ, τὸ θεῖον ὄντως καὶ πάνσεπτον, ὑμνήσωμεν εὐσεβῶς Μαρίαν τὴν Ἄχραντον· Θεὸν γὰρ ἐγέννησε, παράδοξον θαῦμα! τὸν ἀχώρητον καὶ ἄληπτον.

Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὴν πάνσεπτον νῦν δυάδα τῶν Ὁσίων Σου, τιμῶντες πιστῶς καὶ πόθῳ μακαρίζοντες, ἐκτενῶς βοῶμέν Σοι· ταῖς αὐτῶν δεήσεσιν δώρησαι, τὰ Σά ἐλέη πᾶσιν ἀγαθέ, ὡς μόνος Σωτήρ μου πολυέλεος.
Ὁ Οἶκος.
Λόγον Χριστὲ οὐρανόθεν μοι δίδου, ἀνυ-μνῆσαι ἀξίως τοὺς σοφοὺς ἀσκητάς, οὓς Αὐτὸς μεγάλως ἐδόξασας καὶ ὡς γνησίους θεράποντας σὺν Ἀγγέλοις ὑμνεῖν Σε ἠξίωσας, ὡς ὑπερύμνητον Θεὸν καὶ μόνον Κύριον, καὶ θείους παραστάτας τοῦ ἀστέκτου Σου βήματος ἔδειξας, καὶ θαύματα πλεῖστα ἐνεργεῖν τούτοις Λόγε εἰς ὕμνον Σου δέδωκας, ὁ μόνος Σωτήρ μου πολυέλεος.
Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ Βασιλέως τῶν Ἰνδιῶν καὶ Βαρλαὰμ τοῦ διδασκάλου αὐτοῦ.
Στίχοι·
Δεξάμενος τὸ σπέρμα τῶν θείων λόγων,
Ἰωάσαφ ἄσταχυν ἀρετῶν φύῃ.
Ζηλῶν τὰ βασίλεια παμβασιλέως,
Ὤκησεν υἱὸς γηΐνου Βασιλέως,
διδαγμάτων πανάγρα Βαρλαὰμ φέρων,
σκύμνον λέοντος εἷλεν, ἀλλ᾿ οὑ θηρίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον και σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Δροσοβόλον μέν.
Τῶν καμάτων σου θεόφρον τὴν περίοδον, Ἄγγελοι καθορῶντες τηλαυγῶς ἐξεπλήττοντο, καὶ ἀνύμνουν οἷα κραταιόν, τὸν σὲ ἐνισχύσαντα Χριστὸν· ὅθεν σὺν τούτοις καὶ ἡμεῖς σὲ ἀνυμνοῦ-μεν εὐσεβῶς.
Νεύσει θείᾳ τε καὶ κρείττονι κατέλαβες, οἴκημα Βαρλαὰμ τοῦ σοφοῦ καὶ συνὼν αὐτῷ ἐπὶ πλείστοις ἔτεσι σοφέ, προέπεμψες τοῦτον πρὸς Θεόν, εὐλογητὸς εἶ ὁ Θεὸς ἀναβοώντα εὐσεβῶς.
Τῶν ἐχθρῶν ἀντιταξάμενοι ταῖς φάλαγξι, σθένει δυναμωθέντες Θεοῦ ἐτροπώσασθε, καὶ στεφάνους δόξης πρὸς Θεοῦ, ἐδέξασθε κράζει ἐμμελῶς εὐλογητὸς εἶ ὁ Θεός.
Γηθοσύνως τὰ σεβάσμια μακάριοι, πνεύματα παραθέμενοι Θεῷ ἐπληρώσατε τῶν ἁγίων πάντων τοὺς χορούς, πολλῆς θυμηδίας τοῦ βοᾶν εὐλογη-τὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
σαΐας ὁ Προφήτης προηγόρευσε, Σὲ τὴν ἀειπάρθενον Ἁγνὴν ἀπειράνδρως καὶ ὑπὲρ λόγον τέξειν τὸν Θεὸν· διὸ καὶ ἡμεῖς περιχαρῶς, εὐλογη-τός εἶ ὁ Θεὸς ἀναβοῶμεν σὺν αὐτῷ.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Θευδᾶν τὸν γηράσαντα, δεινῇ κακίᾳ καὶ τοῖς ἀλόγοις ποτέ, παρανόμως θυσίαν, ἀποδιδόντα μεμωραμένῃ ψυχῇ, σοφοῖς σου λόγοις προσήγαγες ἄξιον, ἐξ ἀναξίου Χριστῷ, τῷ Ποιητῇ καὶ Θεῷ.
Πατέρα τὸν ἄπιστον, Χριστῷ προσήξας διὰ Βαπτίσματος, καὶ γεννήτωρ ἐγένου, θείᾳ προνοίᾳ τοῦ σοῦ γεννήτορος· ὅθεν ἐβόας Κυρίῳ γηθόμενος, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πατέρων ὁ σύλλογος, καὶ τῶν Ἀγγέλων πάντα τὰ τάγματα, συνηθροίσθησαν Μάκαρ, τῇ σῇ ἐξόδῳ καὶ τῶν λοιπῶν οἱ χοροί, Ἁγίων πάντων Κυρίῳ κραυγάζοντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
λέους τὴν ἄβυσσον, ἡ τετοκυῖα τὸν ἀσυ-μπάθητον, καὶ πανάσωτον σῶσον, ὡς συμπαθὴς ἐλεήμων καὶ εὔσπλαγχνος, καὶ λύτρωσαί με γεέννης τὸν δείλαιον, ὅπως ὑμνῶ Σὲ ἀεί, τὴν Πολυΰμνητον.

ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Πρὸς ζωὴν τὴν ἀγήρω, ὡς μεταβέβηκας, καὶ Ἀγγέλοις συνήφθης ἡ τῶν λειψάνων σου, θήκη τοῖς πιστῶς προσιοῦσι δεδώρηται, πάντων νοση-μάτων ἴασις θεοφόρε.
Σὺν τῇ θεία δυάδι, ἀνευφημείσθωσαν, οἱ ἑπτὰ σὺν τοῖς δέκα Ὁσιομάρτυρες, οὓς ὑπὲρ Χριστοῦ θανεῖν δεινῶς παρεσκεύασεν, ἄναξ Αἰθιόπων πατὴρ τοῦ Ἰωάσαφ.
περάρχιον φύσιν, καὶ ἀδιαίρετον, ἐν τρισὶν ὑποστάσεσιν πάντες δοξάσωμεν, ὕμνον τὸν ἀγγε-λικὸν θείων δυνάμεων, κράζοντες συμφώνως εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
λαὸς ὁ ἐν σκότει, πάλαι καθήμενος, διά Σοῦ νῦν φῶς εἶδε τὸ προαιώνιον· ὅθεν ἀνυμνοῦ-μεν Σε πιστῶς πάναγνε Δέσποινα, καὶ ὑπεράγιε, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
ν μέσῳ διαιτώμενος, νεανίδων ἀήττητε, οὐκ ἐθέλχθης Μάκαρ, ὑπ’ αὐτῶν τὸ σύνολον· ἀλλ᾿ ἔστης ἀκλόνητος, οἷα γενναῖος ἀγωνιστής, τῷ νικοποιῷ καὶ Λυτρωτῇ σου κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τίς ἐξειπεῖν δυνήσεται, τὰ φρικτὰ σου τεράστια, τὰ ἡρωϊκὰ καὶ καρτερικὰ παλαίσματα, τὰ ἔνδοξα τρόπαια, δι’ ὧν δαιμόνων πᾶσαν ὀφρύν, καταβεβληκώς, τῷ Λυτρωτῇ ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυ-ψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
προειδὼς τὰ μέλλοντα, καὶ καλῶν τὰ ἀνύπαρκτα, ὥσπερ ὄντα Πάτερ, οὗτος τὴν εὐγένειαν, ψυχῆς σῆς ἑώρακεν, ἐξαποστέλλων τὸν Βαρλαάμ, ὅστις τὴν βουλήν, αὐτοῦ προθύμως πληρώσας, ἀγρεύει σὲ πανσόφως, καὶ προσάγει τῷ Κτίστῃ, ὅνπερ συνανυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νενεκρωμένον ζώωσον, τεθαμμένον ἐξέγειρον, καταβεβλημένον μου τὸν νοῦν ἀνά-στησον, νεκροὺς ἡ ζωώσασα, Σῷ ζωηφόρῳ τόκῳ Σεμνή, ὡς αὐτοζωήν, ἐν ἀληθείᾳ τεκοῦσα, Μαρία Θεοτόκε, Ὑπερευλογημένη, Ὑπερδεδοξασμένη, καὶ Κεχαριτωμένη.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Χοροὶ Ἀγγέλων ἐν σοί ἐκρότησαν, Πατρι-αρχῶν καὶ πάντων τῶν Ἁγίων τὰ τάγματα, καὶ βροτῶν ὁμήγυρις μεγάλως ὑμνεῖ, πᾶσαν τὴν βιοτήν σου, ὢ εὐσεβέστατε Ἰωάσαφ, σὺν τῷ Βαρλαάμ· ὅθεν ὑμνοῦμέν σε.
ς πρῴην μάκαρ μεγάλα ἔλιπες, οὕτω καὶ νῦν μεγάλους τοὺς ἐπαίνους διέφυγες· διὰ τοῦτο πρόσδεξαι τὸν νῦν σοί μικρὸν ὕμνον προσενε-χθέντα, ὥσπερ ἠγάπησας, πάλαι τὰ μικρὰ καὶ εὐτελῆ μέγιστε Ἅγιε.
Συνὼν τοῖς πᾶσιν Ἁγίοις Ἅγιε, καὶ νῦν τῇ Ἁγία φύσει καὶ ἐν Τριάδι παρίστασαι, δυσωπῶν ἑκάστοτε σωθῆναι ἡμᾶς· ὅθεν τὸν ἐνάγῃ με ἅγιον ἔργασαι, καὶ τοῖς τῶν Ἁγίων με χοροῖς σύνταξον δέομαι.
Θεοτοκίον.
μνῶ Παρθένε Σε τὴν πανύμνητον, τὴν τὸν Θεὸν τὸν μόνον ὑπερύμνητον τέξασαν· διά Σου γὰρ Δέσποινα οἱ πάντες φθορὰ πρῴην κατακριθέντες νῦν ἐθεώθημεν, καὶ σὺν τοῖς Ἀγγέλοις ἀνυμνεῖν Σε ἠξιώθημεν.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Τὸν δρόμον ἐκτελέσας ἀσκητικῶς, τῆς σαρκὸς τὰ ἡδέα ἐμίσησας, ὡς παροικῶν, ἐν τῷδε τῷ βίῳ καὶ παρεστώς, τῷ σῷ Δεσπότῃ μέγιστα, τρόπαια λαμβάνεις ὡς νικητής, ὑπὲρ τῶν σὲ ὑμνούντων, ἀπαύστως ἱκετεύων, καὶ εὐμενίζων τὸν Φιλάνθρωπον.
Μὴ παύσητε δεόμεθα ἐκτενῶς, τῷ Χριστῷ Ἰωάσαφ τρισόλβιε, σὺν Βαρλαάμ, τῷ καθηγητῇ σου ὑπὲρ ἡμῶν, πρεσβεύειν ὅπως τύχοιμεν, τῆς αἰωνιζούσης καὶ εὐκλεοῦς, ζωῆς τῆς τῶν μακάρων, ῥυσθέντες τοῦ ἀσβέστου, πυρὸς καὶ πάσης ἄλλης θλίψεως.
Τοῖς πόθῳ ἐκτελούσι χαρμονικῶς, σοῦ τὴν μνήμην παμμάκαρ τὴν ἄφεσιν, παρὰ Θεοῦ, αἴτησαι πταισμάτων καὶ τῶν δεινῶν, καὶ δυ-σχερῶν ἀπάλλαξον, ὅπως εἰς λιμένα περιχαρῶς, σωτήριον ἐλθόντες, δοξάζωμεν ἀπαύστως, τὸν ἐπαξίως σε, δοξάσαντα.
Θεοτοκίον.
Παράδοξον εἰργάσω πρᾶγμα Σεμνή, τὸν Σόν Πλάστην τεκοῦσα καὶ Κύριον. Πρᾶξον καὶ νῦν, ἕτερον τεράστιον ἐν ἐμοί, καὶ ἀπογνόντα σῶσόν με, τὸν ἁμαρτωλότερον τῶν ἐθνῶν, καὶ σῶσον φιλανθρώπως, ὡς Μήτηρ Φιλανθρώπου, φιλαν-θρωπίας τὸν ἀνάξιον.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις. Θεοφίλου.
Τὰ τῶν Ὁσίων πλήθη, χεῖρας κροτοῦσι μυ-στικῶς, ἐν τῇ ἁγία ὑμῶν μνήμη, Πατέρες θεῖοι καὶ σεπτοί, καὶ νῦν Χριστὸν δυσωπεῖτε, ὑπὲρ ἡμῶν θεοφόροι.
Ὅμοιον. Ἀγαπίου.
Οἱ ἐν ὀπαῖς καὶ σπηλαίοις, συναθροισθῶμεν ἐν τῷδε, τῷ ἱερῷ οἰκιδίῳ, τοῦ μάκαρος Ἰωάσαφ, ἵνα Χριστὸν τὸν Δεσπότην, ἐξιλεώσωμεν ὕμνοις.
Θεοτοκίον, ὅμοιον.
γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
νδῶν ἡ περίχωρος, μετ᾿ ἐγκωμίων ὑμνείτω, καὶ κροτείτω σήμερον, Ἰωάσαφ ἀνακτᾷ, τὸν πιστὸν αὐτῆς· ἰδοὺ γὰρ πάρεστι, τοῖς πιστοῖς ἅπασαν, ἡ ἁγία αὐτοῦ μετάστασις, καὶ πάντες Ἄγγελοι, δόξαν τῷ Θεῷ ἀναπέμπουσιν, ἀνθρώ-ποις συγχορεύοντες, οἱ περιχαρῶς ἑορτάζουσι, τούτου τὴν ἁγίαν, καὶ εὔσημον πανήγυριν πιστῶς, καὶ τῶν Ὁσίων τὰ τάγματα, μυστικῶς εὐφραί-νονται. (Δίς).
λην σου τὴν ἔφεσιν, πρὸς τὸν Δεσπότην ἐκτήσω, Βαρλαὰμ μακάριε, καὶ σαρκὸς τὸ φρό-νημα, καθυπέταξας, τῇ ψυχὴ Ὅσιε, καὶ λαμπρῶς ἰσχῦσας· τῶν δαιμόνων γὰρ τὰς φάλαγγας, στεῤῥῶς ἐνίκησας, καὶ τοῖς τῶν Ἀγγέλων στρα-τεύμασι, συνήφθης ἱερώτατε, καὶ τὰς ἀμοιβὰς τῶν καμάτων σου, χαίρων ὑπεδέξω, πρεσβεύων ἐκτε-νῶς ὑπὲρ ἡμῶν, ἀδιαλείπτως τῷ Κτίστῃ σου, τῶν ἀνευφημούντων σε.
ψει θείας γνώσεως, ἐν σοί ὠράθη θεόφρον, ταῖς τοῦ θείου Πνεύματος, δωρεαῖς καὶ χάρισιν, ἐκλαμπόμενος, Βαρλαὰμ ὅσιε, τοῦ Χριστοῦ· πᾶσι γάρ, ἀνεκήρυξας τὸ ὄνομα, καὶ προσενήνοχας, σοῦ ταῖς ἱεραῖς παραινέσεσι, τῷ Κτίστῃ σου μακάριε, θεῖον Ἰωάσαφ τὸν ἄνακτα· ὅθεν σὲ τιμῶμεν, σὺν τούτῳ κατὰ χρέος οἱ πιστοί, τὴν παναγίαν καὶ ἔνδοξον, μνήμην σου γεραίροντες.
Δόξα. Ἦχος δ´.
λαμψαν τὰ καλὰ ἔργα σου, ὡς κλέος ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανοῖς Χριστοῦ θεράπον Βαρλαάμ· ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν τὴν ἀληθῆ καὶ ἀμώμητον πίστιν Χριστοῦ· διὸ ἱκέτευε, Ὅσιε Πάτερ, σὺν τῷ κλεινῷ Ἰωάσαφ, ἐν τῇ μνήμη ὑμῶν, θεοφόροι, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά. Εἰς τοὺς Μακαρισμοὺς ψάλλομεν τὰς Ὠδὰς γ΄ καὶ στ΄ τοῦ α΄ Κανόνος.
Ἀπόστολος πρὸς Γαλατάς: Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Μᾶρκον: Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν...
Κοινωνικόν: Εἰς μνημόσυνον...

Μεγαλυνάριον. Θεοφίλου.
Χαίροις τῶν ἀνάκτων ἡ καλλονή, καὶ τῶν Ἀποστόλων, ὑποτύπωσις ἀληθὴς· χαίροις τῶν Ὁσίων, ὁμότροπος ἐν βίῳ, παμμάκαρ Ἰωάσαφ, Ἀγγέλων σύσκηνε.
Ἕτερον. Ἀγαπίου.
Τὸν τῶν μοναζόντων ὑπογραμμόν, Ἀσκητῶν τὸ κλέος, καὶ Ἀνάκτων τὴν καλλονήν, στήλην σωφροσύνης, τὸν μέγαν Ἰωάσαφ, ἐν ὕμνοις κατὰ χρέος, ἀνευφημήσωμεν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου