Ἀκολουθία Νεομάρτυρος ΤΟΥΝΟΜ τοῦ Ἐμίρη, Δρ. Χ.
Μπούσια
Ποίημα Δρ. Χαραλάμπους Μπούσια (2004)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐμίρην πανάριστον πιστοί, Τούνομ τὸν κηρύ-ξαντα,
Χριστοῦ τὸ ἅγιον ὄνομα, καὶ μαρτυρήσαντα, πρώην ὁμοθρήσκων, τῶν αὐτοῦ
τιμήσωμεν, χερσὶ ταῖς μιαιφόνοις καὶ στέφανον, ἀϊδιότητος, ἐκ χειρῶν Χριστοῦ
δρεψάμενον, καθηκόντως ψαλμοῖς τε καὶ ᾄσμασι.
Φωτὸς ὡς κατεῖδε θαυμαστήν, τοῦ σεπτοῦ ἐμφάνισιν, καὶ
ὑπ’ αὐτοῦ τὴν ἀνάφλεξιν, λαμπάδων πάραυτα, Ὀρθοδόξων Τούνομ, τὴν καλὴν
ἀλλοίωσιν, ὑπέστη καὶ Χριστὸν ὡμολόγησε, Θεὸν καὶ Κύριον· ὅθεν καὶ παρ’ ὄχλου
ἄφρονος, διὰ πίστιν Χριστοῦ ἐμαρτύρησε.
Τεμένους ἐξ Ὀθωμανικοῦ, πύργου Τούνομ
ἄριστε, λαὸν ἐκάλλεις πρὸς αἴνεσιν, Ἀλλὰχ μακάριε, ὅτε ἐθεάσω, τοῦ φωτὸς
ἐμφάνισιν, τοῦ θείου ἐκ τοῦ στύλου ὃν Ἅγιε, ξένως διέῤῥηξεν, ἐν αὐλῇ τῆς
Ἀναστάσεως, τοῦ πανσέπτου ναοῦ, Μάρτυς ἔνδοξε.
Ὁ ὄχλος στυγνῶν Ἄγαρ υἱῶν, ἐκ τοῦ
πύργου Ἅγιε, πεσόντα σε καὶ ἀλώβητον, μείναντα Κύριον, καθομολογοῦντα, κατιδὼν
κατέκαυσεν, Ἐμίρη Τούνομ καὶ θείοις Μάρτυσι, Χριστοῦ μακάριε, συνηρίθμησαι τοῖς
ᾄσμασι, καθ’ ἑκάστην Αὐτὸν μεγαλύνουσι.
Δόξα. Ἦχος β΄.
Τὸν πρὸ τῆς αὐτοῦ ἀθλήσεως ὁμολογήσαντα Χριστοῦ τὴν
ἀλήθειαν, Ἐμίρην Τούνομ, οἱ πιστοί, ἀνυμνήσωμεν κράζοντες· ἀπόγονε τῆς Ἄγαρ, ὁ
συγκλονισθεὶς καὶ καλῶς ἀλλοιωθεὶς ἐν τῇ θέᾳ τῆς ξένης ἐκ τοῦ διαῤῥαγέντος
στύλου ἐξόδου Φωτὸς τοῦ Ἁγίου ἐπὶ τὰς τῶν Ὀρθοδόξων λαμπάδας, τῶν φθόνῳ
ἀλλοδόξων κεκλεισμένων ἔξωθι τοῦ ναοῦ τῆς Ἀναστάσεως, πρέσβευε Χριστῷ ὑπὲρ τῆς
σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὄνομα τοῦ Χριστοῦ, τὴν ἐνδεκάτην ὥραν, ἐκήρυξας
ἀνδρείως, καὶ ἤθλησας γενναίως, Ἐμίρη Τούνομ ἄριστε.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Γόνον Ἄγαρ υἱῶν, δυσώδη δεῦτε πάντες, Μεγάλῳ ἐν
Σαββάτῳ, κηρύξαντα, τὴν πίστιν Κυρίου, Τούνομ μέλψωμεν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμά-στωσεν ὁ
Κύριος.
Δύναμιν καὶ ἰσχύν, ἰδὼν τῶν
Ὀρθοδόξων, ἀπίστων Τούνομ στῦλε, Χριστοῦ ἄχρι θανάτου, τὴν κλῆσιν ὡμολόγησας.
Δόξα. Τριαδικόν.
Χαῖρε ἡ πανσθενής, Τριὰς Ὑπεραγία, φωτὸς πηγὴ ἀΰλου, ἐπὶ τοὺς
Ὀρθοδόξους, μόνον τοῦ καταβαί-
νοντος.
Καὶ νῦν. Θεοτοκίον.
Ὕμνοις πανευλαβῶς, τιμήσωμεν τὴν μόνην, Κυρίαν
Θεοτόκον, ἡμῶν τὸν Φωτοδότην, ἀφράστως τὴν γεννήσασαν.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς ληστὴν μνήσθητί μου Χριστέ, κραυγάσαντα τὴν
ἐνδεκάτην τὴν ὥραν, καὶ εἰς τὴν πίστιν Χριστοῦ προσχωρήσαντα, Ἐμίρην Τούνομ
ἄσμασι Μάρτυρα, ὥσπερ ἱερὸν ἐν τῇ ὥρα τῆς ἀφῆς τῶν λαμπάδων τῶν Ὀρθοδόξων ὑπὸ
Φωτὸς τοῦ Ἁγίου στεῤῥῶς, ἀθλήσαντα τιμῶμεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐπαξίως ἀπείληφας, ἐκ Θεοῦ γέρας ἄφθαρτον, ὡς Λῃστὴς τὸ
πρότερον Τούνομ ἔνδοξε· σὺ γὰρ Χριστὸν ὡμολόγησας, καὶ πλάνην ἀπέῤῥιψας,
ζοφερὰν Ἄγαρ υἱῶν, ὡς κατεῖδες Φῶς Ἅγιον, ἐξερχόμενον, ἐκ τοῦ στύλου καὶ
θαυμαστῶς ἀνάπτον, τὰς λαμπάδας Ὀρθοδόξων, βοώντων· Κύριε δόξα Σοι.
Τὸν Χριστὸν ὡμολόγησας, ἀναστάντα τριήμερον, ἐκ τοῦ
τάφου Τούνομ θεομακάριστε, καὶ θάμβει θείῳ πληρούμενος, εὐθὺς ὡς ἑώρακας,
καταβαῖνον θαυμαστῶς, ἐπὶ τὸν ἀρχιποίμενα, τὸν Ὀρθόδοξον Φῶς τὸ Ἅγιον, ἔπεσας ἐξ
ὕψους τοῦ σοῦ στύλου, ἐν ᾧ πλάνην Ἄγαρ υἱῶν διεκήρυττες.
Τῶν Ὀτμάνων ἀπέῤῥιψας, τὴν ἀπάτην ἧς πρό-μαχος, καὶ
θερμὸς διδάσκαλος ἐχρημάτισας, καὶ φωτισθεὶς τὴν διάνοιαν, σκοτόμαιναν ἔλυσας,
πλάνης ζοφερᾶς, πρὸ σῆς πανιέρου ἀθλήσεως, Τούνομ ὄλβιε, καὶ Χριστὸν ἀληθῶς
ὁμολόγησας, ὑπὸ πλήθους ἀπεκτάνθης, τῶν μισοχρίστων μακάριε.
Ἐν αὐλῇ Ἀναστάσεως, τοῦ ναοῦ τὸν προσμέ-νοντα, ἔλευσιν
Ἁγίου Φωτὸς Ὀρθόδοξον, ἱερο-φάντορα πάντιμε, ὁρῶν καὶ ῥηγνύμενον, στῦλον πύλης
τοῦ ναοῦ, ἐκ Φωτὸς τῆς ἐλεύσεως, τοῦ ἀνάψαντος, τὰς λαμπάδας αὐτοῦ φωσφόρε,
Τούνομ τὴν ἀλλοίωσιν ὑπέστης, τὴν ἀγαθὴν καὶ σωτήριον.
Τὴν σχισμὴν ἀσπαζόμενοι, πρὸ ναοῦ Ἀναστάσεως, στήλης
τῆς ῥαγείσης Ἐμίρη Ἅγιε, ὑπὸ Φωτὸς καταβάσεως, Ἁγίου ὑμνοῦμέν σου, τὴν τιμίαν
τελευτήν, καὶ πανένδοξον ἄθλησιν, δι’ ἧς εἴληφας, ἀφθαρσίας τὴν ἐνδεκάτην, ὥραν
στέφος Τούνομ, καὶ Μαρτύρων συνηριθμήθης στρατεύμασι.
Θησαυρὸν ὡς πολύτιμον, ἔχει νῦν τὸ
σὸν λείψανον, Ἱεροσολύμων μονὴ ἡ πάνσεπτος, κλεινὴ Μελάνη ἣν ἔκτισε, καὶ ἣν
ὀνομάζομεν, τῆς Μεγάλης Ἀθλητά, Παναγίας περίδοξε, καὶ τὸ πνεῦμά σου,
συναγάλλεται δήμοις Ἀθλοφόρων, ἐν λειμῶσιν οὐρανίοις, διηνεκῶς Τούνομ ἄριστε.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὡς λαμπρὸς φωστὴρ προβάλλει τῷ οὐρανίῳ
στερεώματι ἡ τοῦ καθαιρέτου τῆς πλάνης μνήμη, Τούνομ τοῦ θεοφωτίστου, μυστικῶς
αὐγά-ζουσα εὐσεβῶν τὰς καρδίας· οὗτος γὰρ τὸ Ἅγιον Φῶς θεώμενος μυστικῶς,
θεόθεν ἐξερχόμενον ἐκ τῆς στύλης τῆς αὐλῆς τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως,
καὶ ἀνάπτων τὰς τῶν Ὀρθοδόξων λαμπάδας, τῶν ἐκεῖ διὰ φθόνον ἀλλοδόξων ἀπο-κεκλεισμένων,
τὴν ζόφωσιν τῆς ἀπιστίας διέλυσεν, ἧς ὑφηγήτωρ ὑπῆρχε καὶ κῆρυξ διαπρύσιος· καὶ
νῦν κληρονόμος ὑπάρχων τῆς τῶν οὐρανῶν Βασιλείας, ὡς ὁμολογητὴς καὶ Μάρτυς
πανάριστος, ἀδιαλείπτως πρεσβεύει Χριστῷ, καὶ ἡμᾶς ἀξιῶσαι, πρὸ τοῦ τέλους
τυχεῖν τῆς καλῆς ἀλλοιώσεως.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν,
Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ.μγ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη
συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ
ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιω-θήτωσαν
καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυ-ρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ
Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι
ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ
Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ
οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿
ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλο-κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ.ζ′ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος
ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν
ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο
ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες
ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ὀρθοδόξων ἡ
ὁμήγυρις, τιμῶσα νῦν τὴν μνήμην τοῦ Μάρτυρος Ἐμίρη Τούνομ· οὗτος γὰρ αὐτόπτης
γεγονὼς τοῦ θαύματος, τῆς ἐπὶ τὸν Ὀρθόδοξον Πατριάρχην ἐλεύσεως τοῦ Ἁγίου
Φωτός, συμμαχίᾳ τοῦ Παναγίου Πνεύματος, ἀπηρνήθη ἀπάτην· οἰκείῳ οὖν αἵματι
λαμπρυνθεὶς ὡς Ἀθλητὴς ἐνθεώτατος, αἰτεῖται πᾶσι χαρὰν καὶ εἰρήνην καὶ
ὁμόνοιαν, τοῖς αὐτὸν εὐλαβῶς μακα-ρίζουσι.
Ἦχος β΄.
Τὴν ἔλλαμψιν δεξάμενος τοῦ Φωτὸς τοῦ
Ἁγίου, σκοτομήνην διέλυσας τῆς μισοχρίστου ἀπάτης, καὶ Θεὸν ἐκήρυξας τὸν
Φωτοδότην τοῦ σύμπαντος· ὑπὸ φανατικοῦ
ὅθεν κακοποιηθεὶς ὄχλου, πυρὶ παρε-δόθης Τούνομ ὑπέρφωτε· καὶ νῦν συμμέτοχος
τῆς εὐκλείας τοῦ ἀναστάντος Κυρίου γενόμενος, Αὐτὸν ἐκτενῶς δυσώπει διδόναι
τοῖς τιμῶσί σε, ὑγείαν καὶ σθένος, ἀνδραγαθῆσαι τὸν πιστοὺς πτερνίζοντα.
Ἦχος γ΄.
Βδελυξάμενος
τὴν πατρώαν ἀπάτην, ὀλίγον πρὸ τοῦ τέλους σου, πρὸς ἀθλητικὰς ἐχώρησας τρίβους
ὁλοθύμως, Τούνομ Μάρτυς θεοτίμητε· Χριστῷ οὖν συνοικῶν νῦν, σὺν τῷ Ληστῇ ἐν
πόλῳ, καὶ παῤῥησίαν πρὸς Αὐτὸν ἔχων, ὡς Μάρτυς περίδοξος ἐκτενῶς ἱκέτευε, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Τὸν ἐκ τάφου ἀναστάντα Θεάνθρωπον
Κύριον, πεπαῤῥησιασμένῃ φωνῇ ὁμολογήσας, ἐνώπιον τῶν ἀπίστων πρώην ὁμοθρήσκων
σου, πυρὸς πεῖραν ἔλαβες, Τούνομ ἀοίδιμε· μαρτυρικὸν γὰρ θάνατον καταδεξάμενος,
χάριν οὐρανόθεν εἴληφας, πρεσβεύ-ειν ὑπὲρ τῶν τιμώντων, τὴν σὴν ἐν Ἱεροσολύμοις
ἐνάθλησιν.
Δόξα. Ὁ αὐτός.
Τὸ ἐξ ἀκανθῶν καὶ τριβόλων
ἡδύπνευστον λείριον, τὸ ἐν Ἱεροσολύμοις ἀνθῆσαν πρὸς Ὀρθο-δόξων τέρψιν, Τούνομ
τὸν θεομακάριστον, εὐφη-μήσωμεν ᾄσμασιν· οὗτος γὰρ Χριστὸν ὁμολογήσας προθύμως,
καὶ ὑπὲρ Αὐτοῦ ἀθλήσας, τρόπαια νίκης ἔστησε περίλαμπρα, καὶ βραβείων ἀθανάτων
ἀξιω-θεὶς ἐν πόλῳ, Χριστῷ τῷ Παμβασιλεῖ, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀπάτην ὁ ἀρνηθείς, Ἄγαρ υἱῶν ἧς ἐχρημάτισας
Ἅγιε, διδάσκαλος καὶ ἐκφάντωρ, διὰ τὴν πίστιν Χριστοῦ, τοῦ ἐξαναστάντος ἐκ τοῦ
μνήματος, εὐθὺς ὡς ἑώρακας, καταβαῖνον Φῶς Ἅγιον, ἐπὶ τὸ πλῆθος, Ὀρθοδόξων
εὐχόμενον, Τούνομ ἔξωθι, τοῦ ναοῦ Ἀναστάσεως· πάντες οὖν μακα-ρίζοντες, ὡς
πόλου οἰκήτορα, σὲ καὶ χαρᾶς κληρονόμον, νῦν ἀϊδίου αἰτούμεθα, τὰς σὰς ἱκεσίας,
ἵνα τύχωμεν ἀφθίτου, μακαριότητος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Χαίροις, Ἐμίρη Τούνομ σεπτέ, τῆς εὐσεβείας ἱερὸν
σεμνολόγημα, ὁ ἄριστος καθαιρέτης, ἀπάτης Ἄγαρ υἱῶν, ἥνπερ διετράνους ὡς
ἀλήθειαν, ἐξ ὕψους τοῦ στύλου σου, τοῦ ναοῦ πᾶσιν ὄλβιε, πρὶν θαῦμα ἴδῃς, τοῦ
Φωτὸς τῆς ἐλεύσεως, ἐπ’ Ὀρθόδοξον, Πατριάρχην μακάριε· σὺ γὰρ καλὴν ἀλλοίωσιν,
ὑπέστης τῇ χάριτι, τοῦ Παρακλήτου καὶ δήμοις, συνηριθμήθης τῆς πίστεως, εὐθὺς
Ἀθλοφόρων, Ἱεροσολύμων κλέος, πανιερώτατον.
Στ. Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμά-στωσεν ὁ Κύριος.
Χαίροις, τοῦ ἀναστάντος Χριστοῦ, ὁ πρὸ τοῦ τέλους σου
κηρύξας ἀλήθειαν, καὶ αὔλειον πορφυ-ρώσας, αἱμάτων σῶν ἐκροαῖς, χῶρον πανιέρου
Ἀναστάσεως, ναοῦ Τούνομ ἔνδοξε, Ἀθλητὰ θεο-τίμητε· ὅθεν τιμῶντες, τὴν
πανσέβαστον μνήμην σου, οἱ Ὀρθόδοξοι, εὐλαβῶς ἀσπαζόμεθα, θήκην σεπτῶν λειψάνων
σου, ὡς πλοῦτον πολύολβον, Μεγάλης ἣν Παναγίας, Μονὴ κατέχει καὶ κράζομεν·
κραταίωσον πίστιν τὴν Ὀρθόδοξον λιταῖς σου, θερμαῖς πρὸς Κύριον.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ ὡς γλῶσσαι πυρὸς ὑψόθεν Ἅγιον Φῶς κατα-βαίνον ἐπὶ
τὸν Ὀρθόδοξον μόνον Πατριάρχην, καὶ κατακαῖον καὶ διαῤῥηγνύων τὸν στῦλον τῆς
πύλης τοῦ πανσέπτου ναοῦ τῆς Ἀναστάσεως, θάμβους ἐνέπλησέ σε καὶ ἠλλοίωσέ σε
καλῶς, Τούνομ Μάρτυς, ὥστε γενέσθαι οὐ μόνον ὁμολογητής, ἀλλὰ καὶ Μάρτυς τῆς
εὐσεβείας· κληρονόμος οὖν γενόμενος τῶν ἡτοιμασμένων ἀγαθῶν ἀπὸ κατα-βολῆς
κόσμου, καὶ τὸν Φωτοδότην θεώμενος Κύριον, μὴ παύσῃ πρεσβεύων και ἡμῶν διαλῦσαι
τὰ σκότη τῆς ψυχοκτόνου ἀγνωσίας καὶ τοῦ βίου τῶν θλίψεων.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς ληστὴν μνήσθητί μου Χριστέ, κραυγάσαντα τὴν
ἐνδεκάτην τὴν ὥραν, καὶ εἰς τὴν πίστιν Χριστοῦ προσχωρήσαντα, Ἐμίρην Τούνομ
ἄσμασι, Μάρτυρα ὥσπερ ἱερὸν ἐν τῇ ὥρα τῆς ἀφῆς τῶν λαμπάδων τῶν Ορθοδόξων, ὑπὸ
Φωτὸς τοῦ Ἁγίου στεῤῥῶς, ἀθλήσαντα τιμῶμεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἑλκύσας σε Χριστός, ἐκ τῆς πλάνης πρὸ τέλους,
προσκαίρου σου ζωῆς, συνηρίθμησε δήμοις, Μαρτύρων σε πίστεως, καὶ ἀλήκτῳ σε
ἔστεψε, στέφει Ἅγιε, ἀξιομίμητε Τούνομ· ὅθεν μνήμην σου, τὴν ἱερὰν ἐκτελοῦντες,
σὲ πίστει γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πρὸς δόξαν καὶ εὔκλειαν τοῦ ἀναστάντος Χριστοῦ, ἐξ
ὕψους κατέπεσας πύργου τεμένους τοῦ σοῦ, ἐξ οὗ διεκήρυττες, πλάνην Ἄγαρ ἐκγόνων,
καὶ ἀλώβητος μείνας, κλῆσιν σεπτὴν προφέρων, τοῦ Χριστοῦ τὴν μανίαν, ἐπέσυρας
ἀπίστων σεπτέ, Τούνομ μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὅτε ἀλλόδοξοι, Τάφον κατέλαβον,
Χριστοῦ τὸν πάνσεπτον, καὶ Φῶς ἀνέμενον, ἐξ ὕψους θείου κατελθεῖν, τὸ Ἅγιον
τότε ξένως, εἶδες κατερχόμενον, τοῦτο πρὸς τὸν Ὀρθόδοξον, Πατριάρχην ἔξωθι, τοῦ
ναοῦ εὑρισκόμενον, Χριστοῦ τρανῶς ἐκήρυξας πίστιν, Τούνομ Ἐμίρη Ἀθλοφόρε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς
ζωογονίαν.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμά-στωσεν ὁ
Κύριος.
Εὐαγγέλιον,
κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17- ιστ΄ 2):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι
ὑμῖν...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς
ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν
ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ
ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ
Ἀθλοφόρου...
Καὶ
νῦν. Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλέησόν με ὁ
Θεός...
Τὸν ἀκουσίως ζηλώσαντα Λῃστοῦ τὴν δόξαν, καὶ ἑκουσίως
ὁμολογήσαντα Χριστοῦ τὴν ἀλήθειαν, Τούνομ τὸν Μάρτυρα, ἀξιοχρέως τιμήσωμεν· ὁλο-καύτωμα
οὖν γενόμενος θεῖον, χερσὶ μιαιφόνοις τῶν πρώην αὐτοῦ ὁμοθρήσκων, κληρονόμος
ἐγένετο τῆς τῶν οὐρανῶν Βασιλείας, καὶ πρεσβευτὴς ἡμῶν θερμότατος πρὸς Κύριον,
τὸν δεχόμενον τῆς πρώτης ὥρας, καθάπερ τὸν τῆς ἐνδεκάτης.
Εἶτα,
οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τούνομ ὡς τὸν Λῃστὴν ἐδόξασε ὁ
Κύριος. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸν Μάρτυρα μέλψωμεν, ὃν προσελάβετο Κύριος, Λῃστὴν
ὥσπερ πρότερον, ἐν οὐρανίαις σκηναῖς, τὸν κραυγάσαντα, τό μνήσθητί μου Σῶτερ,
Ἐμίρην τὸν Ἅγιον, Τούνομ τὸν ἔνδοξον.
Ὀρθόδοξοι μέλψωμεν, λαοὶ Ἐμίρην τὸν
ἔνδοξον, καθομολογήσαντα, Χριστοῦ τὴν πίστιν τρανῶς, καὶ ἀθλήσαντα, ἐν
Ἱεροσολύμοις, Μαρτύρων ὡς σύνοικον, ἐν θείοις δώμασιν.
Ὑμνοῦντες ἀλλοίωσιν, καλήν σου Τούνομ ἀοίδιμε, σορὸν
τῶν λειψάνων σου, τὴν ἱερὰν εὐλαβῶς, ἀσπα-ζόμεθα, ὡς ὄλβον ἣν κατέχει, Μελάνης
τῆς σώφρονος, Μάνδρα ἡ ἔνδοξος.
Θεοτοκίον.
Νῦν Μῆτερ ἐπίσκεψαι, τοὺς Σὲ ἀεὶ μακαρίζοντας, ὑψόθεν
καὶ πλήρωσον, ἡμῶν αἰτήσεις ταχύ, Παντευλόγητε, λιταῖς Σου ἀσιγήτοις, πρὸς
τόκον τὸν θεῖόν Σου, Θεογεννήτρια.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὀρθόδοξον Τούνομ Πατριάρχην, ἱστάμενον ἔξω τοῦ ναοῦ, ὡς
εἶδες ξένως Ἅγιον, τὸ Φῶς ἐπι-σκεπτόμενον, ἐξέστης καὶ ἀνέκραξες· Χριστοῦ
πιστεύω τὴν δύναμιν.
Μαρτύρων συνηριθμήθης δήμοις, ὑπ’ ὄχλου στυ-γνῶς ἀποκτανθείς,
εὐθὺς ὡς ὡμολόγησας, Χριστοῦ τὸ θεῖον ὄνομα, Ἐμίρη θεοτίμητε, Τούνομ ἀπίστων
κατάπτωμα.
Ὡς εἶδες ὑψόθεν καταβαῖνον, τὸ Ἅγιον Φῶς ἐπὶ Σιών,
Ὀρθόδοξον ἐκφάντορα, καὶ σχίζον στῦλον ἔκραξες, Ἐμίρη Τούνομ πάντιμε· Χριστὸς
ὑπάρχει ἀλήθεια.
Θεοτοκίον.
Σὲ μέλποντες Μῆτερ τοῦ Ὑψίστου, ὡς θρόνον Αὐτοῦ
πανευπρεπῆ, δοξολογοῦμεν Κύριον, Υἱόν Σου τὸν πανένδοξον, Ὃν δυσωπεῖς ἑκάστοτε,
ὑπὲρ σεμνῶν ὑμνηπόλων Σου.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νῦν τὸν ἀγαλλόμενον, ἐν θείοις δόμοις, σὺν Λῃστῇ καὶ
ἅπασι, τοῖς ἀπ’ αἰῶνος Ἀθληταῖς, Τούνομ τὸν Μάρτυρα μέλψωμεν, ὡς Ὀρθοδόξων
ἰσχύος διδάσκαλον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τούνομ θεῖε καλλιμάρτυς, ῥόδον ὡς εὐωδέστατον, ἐκ
δυσώδους ῥίζης, ἐκφυέν σε πάντες γεραίροντες, εὐωδιάζουσαν στήλην ἀσπαζόμεθα,
ἣν διέῤῥηξε, σὲ ἀλλοιῶσαν Φῶς Ἅγιον.
Ὀρθοδόξων τὰς λαμπάδας θαυμαστῶς ὡς
ἑώρακας, Τούνομ ἀναφθείσας, ὑπὸ τοῦ Φωτὸς Ἀναστάσεως, Χριστοῦ τοῦ θείου ἀπάτην
ἐγκατέ-λιπες, καὶ ἀληθείαν Εὐαγγελίου ἐκήρυξας.
Νῦν μελίσμασιν ἡδίστοις στέφομέν σε
καὶ ᾄσμασι, Τούνομ θεομάκαρ, τὸν πρὸ τελευτῆς τῆς βροτείου σου, ὁμολογήσαντα
κλῆσιν, τὴν χριστώνυμον, καὶ δεξάμενον, αἰωνιότητος στέφανον.
Θεοτοκίον.
Λάμπρυνόν μου Θεομῆτορ, ταῖς αὐγαῖς
Σῶν δεήσεων, ὄμματα ψυχῆς μου, καὶ τὴν σκοτομήνην διάλυσον, τὴν ἀγνωσίαν μου, ἵνα
μεγαλύνω Σε, τὴν φωτόλαμπρον, τῆς ὑφηλίου Παντάνασσα.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἡ Μάνδρα ἡ πάνσεπτος, Μελάνη ἣν ἐδόμησε, ἡ σεπτὴ
Μεγάλης Παναγίας, ἔχουσα θήκην, ὡς θησαυρὸν τιμαλφῆ, λειψάνων σου Τούνομ
θαυμαστέ, ταύτην κατασπάζεται, εὐλαβῶς καὶ γεραίρει σε.
Σὲ πόθῳ δοξάζομεν, ὡς Μάρτυρα τῆς πίστεως, Τούνομ τὸν
ἐν ὥρᾳ ἐνδεκάτῃ, καταυγασθέντα, ὑπὸ τοῦ θείου Φωτός, καὶ δρόμον ἀνύσαντα
λαμπρόν, Ἀθλητῶν τῆς πίστεως, ὧν ἐπώφθης ἰσότιμος.
Τὴν στήλην μακάριε, ἣν Φῶς Χριστοῦ διέῤῥηξε, τὸ σεπτὸν
καὶ ἅγιον, ἐκ πόθου τὴν μυροβόλον νῦν, προσκυνοῦντες πιστῶς, σφραγῖδα ὡς
πίστεως ἡμῶν, Ὀρθοδόξου ἄθλησιν, Τούνομ σὴν μιμνῃσκόμεθα.
Θεοτοκίον.
Ἡλίου Πανάχραντε, τοῦ νοητοῦ φωτίζοντος, πάντας χοϊκοὺς
Μῆτερ γλυκεῖα, Θεογεννῆτορ, αὐγαῖς τῶν Σῶν πρεσβειῶν, διάλυσον ζόφωσιν παθῶν,
τῶν μεγαλυνόντων Σε, καθηκόντως ἑκάστοτε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νικήσας πλάνην μισόχριστον, ἐκγόνων Ἄγαρ Τούνομ
θεσπέσιε, ἧς διαπρύσιος, ῥήτωρ ὑπήρξας Ὀρθόδοξον, ἐν Ἱεροσολύμοις ἔστησας
τρόπαιον.
Ἐκ τοῦ τεμένους ἑώρακας, τοῦ πύργου τὸν Ὀρθόδοξον
θρίαμβον, Τούνομ καὶ ἔσπευσας, τῆς εὐσεβείας ἀήττητος, γενέσθαι καλλιμάρτυς,
καὶ βάθρον πίστεως.
Δυνάμει θείᾳ ἀλώβητος, πεσὼν ἐξ ὕψους πύργου τεμένους
σου, Τούνομ παρέμεινας, ἵνα πυρὸς παρανάλωμα, ὑπ’ ὄχλου μισοχρίστου γένῃ
μακάριε.
Θεοτοκίον.
Ὁδοὺς Σοῖς δούλοις ὑπόδειξον, ἁγνὴ σωτηριώδεις
Θεόνυμφε, τοῖς καταφεύγουσι, τῇ ἀῤῥαγεῖ προστασίᾳ Σου, καὶ ἀπλανεῖ Παρθένε
ποδηγεσίᾳ Σου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν θεασάμενον, ὡς πῦρ τὸ Φῶς τὸ Ἅγιον, ἐπ’ Ὀρθοδόξους,
καταβαῖνον ξένως μέλψωμεν, ἐκ ναοῦ τῆς Ἀναστάσεως πύλης στύλου, καὶ καλῶς
ἀλλοιωθέντα ὥσπερ κήρυκα, τοῦ Χριστοῦ καὶ ἐνδεκάτης ὥρας Μάρτυρα, πόθῳ
κράζοντες· Χαίροις Τούνομ μακάριε.
Ὁ Οἶκος.
Ἄριστος Ἀθλοφόρος, πρὸ τοῦ τέλους σου ὤφθης, Ἐμίρη
θεοτίμητε Τούνομ, ὅτε εἶδες τὸ Ἅγιον Φῶς, καταβαῖνον ξένως ἐπ’ ὀρθοῦ δόγματος,
πιστοὺς Χριστὸν δοξάζοντας, οὓς ἤγειρας λαμπρῶς βοᾶν σοι·
Χαῖρε, λαμπὰς Ἱεροσολύμων·
χαῖρε, ἰκμὰς
εὐκλεῶν Μαρτύρων.
Χαῖρε, θαυμαστὸν σεμνολόγημα πίστεως·
χαῖρε, ἱερὸν
ἐκμαγεῖον ἀθλήσεως.
Χαῖρε, ὅτι ὡμολόγησας, πρὸ τοῦ τέλους σου Χριστόν·
χαῖρε, ὅτι
ἀπεδίωξας, πλάνην τῶν Ἄγαρ υἱῶν.
Χαῖρε, ὁ ἐπαυξήσας τὸν στρατὸν τοῦ Κυρίου·
χαῖρε, ὁ
ἐναθλήσας ἀριστεὺς ὡς σταδίου.
Χαῖρε, ἀπίστων πλάνης κατάπτωμα·
χαῖρε, Μαρτύρων
πίστεως καύχημα.
Χαῖρε, Λῃστοῦ ὁ ἰσότιμος πέλων·
χαῖρε, Χριστοῦ
ὁ τὴν κλῆσιν προφέρων.
Χαίροις, Τούνομ μακάριε.
Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Τούνομ ὁ
Ἐμίρης, ὁ πιστεύσας διὰ τοῦ θαύματος τοῦ Ἁγίου Φωτός, ἐν ἔτει 1579, πυρὶ
τελειοῦται.
Φῶς ἅγιον, Τούνομ, φωτίσαν σὸν σκότος,
Πρὸς Φῶς εἴλκυσέ σε, Χριστόν, ἐν τῷ πόλῳ.
Ὁ ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Ἐμίρης Τούνομ ὁ
Ἱεροσολυμίτης, ὡς ὁ Ληστὴς ἐν τῷ σταυρῷ, πρὸ τοὺ αὐτοῦ τέλους Χριστὸν ὡμολόγησε
ἐν τῷ Μεγάλῳ Σαββάτῳ τοῦ σωτηρίου ἔτους 1580, ἐπὶ Πατριάρχου Ἱεροσολύμων
Σωφρονίου τοῦ Δ΄ καὶ Σουλτάνου Μουρὰτ τοῦ Γ΄. Διατρανῶν τὴν ἀπάτην τῆς Ἄγαρ ἐξ
ὕψους τοῦ πύργου τοῦ αὐτοῦ τεμένους, τὴν ἔναντι τοῦ πανιέρου ναοῦ τῆς
Ἀναστάσεως, εἶδεν ἐπὶ τὰς λαμπάδας τοῦ Ὀρθοδόξου Πατριάρχου κατερχόμε-νον τό
Ἅγιον Φῶς, τοῦ φθόνῳ ἀλλοδόξων αὐτὸ προσκαρτεροῦντος παρὰ τὴν αὐλὴν τοῦ ναοῦ.
Θάμβους θείου πλησθεὶς ἐπὶ τῇ θέᾳ τοῦ παραδόξου θαύματος καὶ Χριστὸν Θεὸν
ἀληθινὸν ὁμολογήσας, κατέπεσε ἐκ τοῦ ὕψους τοῦ πύργου αὐτοῦ καὶ ἀβλαβὴς
παρέμεινεν. Συλληφθεὶς ὅθεν ὑπὸ τοῦ ὄχλου τῶν ἀπίστων, πυρὶ παρεδόθη, ἐν ᾧ καὶ
τὴν ἁγίαν ψυχὴν αὐτοῦ χειρὶ τοῦ Φωτοδότου Κυρίου παρέθετο. Οὕτω, ἄν καὶ μὴ
Χριστιανὸς βεβαπτι-σμένος, Ἁγίων δήμοις συνηριθμήθη ὁ βαπτισθεὶς τῷ οἰκείῳ
αὐτοῦ αἵματι. Τὰ τίμια αὐτοῦ λείψανα, νῦν ἀποθησαυρίζονται ἐν τῇ Μονῇ τῆς
Μεγάλης Παναγίας ἐν Ἱεροσολύμοις, ἧς κτίτωρ ὑπῆρξεν ἡ Ὁσία Μελάνη ἡ Ῥωμαία.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ξένον θέαμα ἐκ πύργου σου θεώμενος
τεμένους Ἅγιε, τοῦ παναγίου Φωτός, ἐξ ὕψους ἐλεύσεως Χριστὸν ἐκήρυξας, καὶ
καχέσπερον θρησκείαν σου, ἀπέπτυσας ὡς ἀπάτην, Τούνομ Μάρτυς.
Ἄνω πόλεως πολίτης ἀναδέδειξαι
θεομακάριστε, καὶ κληρονόμος χαρᾶς, ἀλήκτου σὺν τάγμασι, Μαρτύρων πίστεως,
Τούνομ ἄριστε, Χριστοῦ τὸ μέγα ὄνομα, θάρσει ὁ διακηρύξας.
Σοῦ τὰ λείψανα πιστῶς κατασπαζόμεθα Τούνομ, περίλαμπρε
τῶν Ὀρθοδόξων χοροί, καλήν σου ἀλλοίωσιν, καὶ παῤῥησίαν σου μεγαλύνομεν, δι’ ἧς
Χριστὸν ἐκήρυξας, ἐν τοῖς Ἱεροσολύμοις.
Θεοτοκίον.
Εὐπρεπέστατον Κυρίου ἀνακτόριον Θεογεννήτρα, Σὲ
ἀνυμνοῦμεν λαμπρῶς, ὡς πάντων ἰθύντειραν, πιστῶν πρὸς θέωσιν, τῶν ἐν ᾄσμασι,
μεγαλυνόντων πάντοτε, Σὰ θαυμάσια Παρθένε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Καύχημα λαμπρὸν Ὀρθοδοξίας, τοῖς ῥείθροις ὁ βαπτισθεὶς
οἰκείου αἵματος, καὶ σὺν ὁμηγύρεσι, Ἀθλητῶν τῆς πίστεως, ἀριθμηθεὶς τὸν ὕμνον
μου, ὃν ἐξυφαίνω σοι, ψυχῆς ἐν κατανύξει ἀφάτῳ, πρόσδεξαι τρισμάκαρ, Ἐμίρη
Μάρτυς Τούνομ.
Ὕμνοις ὡς φανὸν ὁμολογίας, καὶ σύντριμμα τῶν ἀπίστων σε
γεραίρομεν, Τούνομ ἀξιέπαινε, οἰκιστὰ περίδοξε, τῶν οὐρανῶν καὶ σύναυλε, Λῃστοῦ
κερδήσαντος, Χριστόν, τὴν ἐνδεκάτην τὴν ὥραν, μνήσθητί μου Σῶτερ, κραυγάσαντος ἐκθύμως.
Ῥείθροις σῶν αἱμάτων ἐβαπτίσθης, Ἱεροσολύμων γέρας
τιμαλφέστατον, Τούνομ καὶ πρὸς ἄληκτον, βίον μεταβέβηκας, ἁγιασθεὶς ὡς ἄριστος,
Κυρίου πρώταθλος· διό, καὶ ἁγιάζεις τοὺς πόθῳ, κατα-σπαζομένους, λειψάνων σου
τὴν θήκην.
Θεοτοκίον.
Ἴσθι φύλαξ Κεχαριτωμένη, ἀνύστακτος βοηθὸς ἐν βίου
κλύδωσι, καὶ προστάτις ἄμαχος, ἐν ταῖς μάχαις Δέσποινα, τῶν προστρεχόντων
πάντοτε, τῇ ἀντιλήψει Σου, καὶ πίστει, ἐκβοώντων· φρουροῦσα, ἀκλινῶς μὴ παύσῃ,
τοὺς Σὲ ὑμνολογοῦντας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὅλῃ σε ψυχῇ, ὑμνῶν Τούνομ ἄθλησιν, τὴν σὴν πανίερον,
εὐλαβῶς ἀσπάζομαι, τῶν σῶν λειψάνων θήκην τὴν πάνσεπτον, καὶ ταπεινῶς σου
δέομαι· πίστιν Ὀρθόδοξον, σὸν ἱκέτην, Ἀθλητὰ ἀξίωσον, ἄχρι τέλους τηρῆσαι
ἀνόθευτον.
Στῦλον ἱερόν, τὸν εὐωδιάζοντα, πιστῶς
ἑκάστοτε, προσκυνοῦντες Ἅγιε, ὃν Φῶς τὸ θεῖον ποτὲ διέῤῥηξε, πρὸ τοῦ ναοῦ
ὑπάρχοντα, τῆς Ἀναστάσεως, Τούνομ Μάρτυς, ἀναμιμνῃσκόμεθα, ὑπ’ αὐτοῦ σῆς καλῆς
ἀλλοιώσεως.
Χαίρεις τὴν χαράν, Χριστοῦ ἐν τοῖς
δώμασι, ἀϊδιότητος, Τούνομ σὺν τοῖς τάγμασι, Μαρτύρων πάντων ἡμῶν, τῆς πίστεως,
μεθ’ ὧν ἡμῖν ἱλέωσαι τοῖς ἀνυμνοῦσί σε, τὸν Σωτῆρα, Ἰησοῦν μακάριε, καὶ λαμπρὸν
Φωτοδότην τῆς κτίσεως.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, τῶν μακαριζόντων Σε,
Θεογεννή-τρια, χαρμονῆς ὡς πρόξενον, μερόπων γένους, καὶ παραμύθιον, τερπνὸν
τῶν ἐν ταῖς θλίψεσι, κατα-φευγόντων Σοι, ἵνα πόθῳ, Τόκον Σου δοξά-ζομεν, τὸν
πανάγιον ὕμνοις καὶ ᾄσμασι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὃν ὁ Χριστὸς ἐδέξατο, ἐν οὐρανοῖς ὡς
Μάρτυρα, βεβαπτισμένον ῥανίσιν, αὐτοῦ οἰκείων αἱμάτων, ἀπάτης ὑφηγήτορα, τὸν
πρώην εὐφημήσωμεν, ὡς εὐσεβείας σκήνωμα, καὶ χριστοκήρυκα θεῖον, Τούνομ
εὐτάκτοις ἐν ὕμνοις.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἄγαρ υἱῶν ἀσεβείας καὶ πλάνης κήρυκα, τὸν
μεταμορφωθέντα, εἰς Χριστοῦ εὐσεβείας, διδάσκα-λον ἐν ἄκρᾳ ῥιπῇ ὀφθαλμοῦ,
Τούνομ ὕμνοις τιμήσω-μεν, ὡς Ἀθλητῶν ἰσοστάσιον καὶ Λῃστοῦ, τοῦ Ἁγίου
ὁμοδίαιτον.
Φωτὸς Ἁγίου ὑψόθεν σεπτὴν κατάβασιν, ἐπὶ τοῦ
Πατριάρχου, Σωφρονίου λαμπάδας, ἰδὼν τὴν ὑπὲρ λόγον Τούνομ στεῤῥέ, ἐκ τοῦ
πύργου τεμένους σου, Χριστοῦ ἐκήρυξας πίστιν τὴν ἱεράν, καὶ ὑπὲρ αὐτῆς ἐνήθλησας.
Ἀγαλλομένῃ καρδίᾳ τὴν θείαν μνήμην σου, ἐν
Ἱεροσολύμοις, οἱ πιστοὶ ἐκτελοῦντες, βοῶμεν· παῤῥησίαν πρὸς τὸν Χριστόν, Τούνομ
Μάρτυς περίλαμπρε, ὡς ἔχων πρέσβευε πᾶσιν ἡμῖν αὐτοῦ, καταπέμψαι θεῖον ἔλεος.
Τὴν τῶν λειψάνων σου θήκην κατασπαζόμενοι, Μεγάλης
Παναγίας, ἐν Μονῇ τῇ πανσέπτῳ, δεόμεθά σου Τούνομ περικλεές, ἀσινῆ διαφύλαττε,
ἐκ τῶν ἀπίστων μανίας σαῖς προσευχαῖς, Ὀρθοδόξων τὰ συστήματα.
Δόξα. Ἦχος πλ. α΄.
Τῶν Ἱεροσολύμων τὸν Μάρτυρα, ὡς ῥόδον ἐξ ἀκανθῶν ἐκφυὲν
ἀνυμνήσωμεν, τὸ εὐωδιάσαν τὴν ὑφήλιον μαρτυρικῇ αὐτοῦ ὁμολογίᾳ κράζοντες·
Τούνομ θεοδόξαστε, ὁ τὸ στέφος τῆς ἐνδεκάτης ὥρας δεξάμενος ἐκ χειρῶν Κυρίου,
τοῦ νέμοντος τὰ γέρα τῷ ἐσχάτῳ καθάπερ τῷ πρώτῳ, καὶ ἀξιωθεὶς ἀπολαῦσαι τοῦ
ξύλου τῆς ζωῆς ἐν οὐρανίῳ λειμῶνι, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων τὴν
μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ τὸ ὄνομα τοῦ Χριστοῦ, καθομολογήσας, ὅτε
εἶδες τὸ θεῖον Φῶς, Τούνομ καλλιμάρτυς, λαμπάδας Ὀρθοδόξων, ἀνάπτων καὶ
Μαρτύρων, στέφος δεξάμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου