Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία Ἱερομ. ΚΥΡΙΛΛΟΥ Ἐπισκόπου, ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΩΝ ΡΟΓΗΡΟΥ, ΗΛΙΚΟΣ, ΟΥΡΒΑΝΟΥ, ΣΙΛΒΑΝΟΥ, ΜΑΜΙΛΛΟΥ, ΗΡΗΝΙΑΣ, ΜΑΚΑΡΙΑΣ ΚΑΙ ΦΗΛΙΚΙΤΗΣ ΤΩΝ ΕΝ ΑΦΡΙΚῌ ΑΘΛΗΣΑΝΤΩΝ. Ψαλλομένη τῇ 8η Μαρτίου


Ἀκολουθία Ἱερομάρτυρος ΚΥΡΙΛΛΟΥ Ἐπισκόπου,
ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤῼ ΜΑΡΤΥΡΩΝ ΡΟΓΗΡΟΥ, ΗΛΙΚΟΣ, ΟΥΡΒΑΝΟΥ, ΣΙΛΒΑΝΟΥ, ΜΑΜΙΛΛΟΥ, ΗΡΗΝΙΑΣ, ΜΑΚΑΡΙΑΣ ΚΑΙ ΦΗΛΙΚΙΤΗΣ ΤΩΝ ΕΝ ΑΦΡΙΚῌ ΑΘΛΗΣΑΝΤΩΝ.
Ψαλλομένη τῇ 8η Μαρτίου
Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β’. Τριήμερος ἀνέστης.
Τιμήσωμεν εὐφήμως πιστοί, Χριστοῦ τὸν Ἱερόαθλον, ἐκβοῶντες· Πάτερ Κύριλλε ἡμῶν, μνημόνευε ἀπαύστως, τῶν ἐκτελούντων ὕμνοις, τὴν σεβασμίαν σου πανήγυριν.
δύλαλον τὸ στόμα τὸ σόν, κτησάμενος ἐν Πνεύματι, εὐσεβείας, ἐξηρεύξω διδαχήν, καὶ τῆς ὁμολογίας, Κύριλλε τὸν λόγον, ἐν τυράννων θράσος ᾔσχυνας.
έρευσας ὁσίως Χριστῷ, καὶ ἤθλησας ὡς ἄσαρκος, ἀφειδήσας, τῶν βασάνων τῆς σαρκός, ἀνθ᾿ ὧν τῆς οὐρανίου, Κύριλλε βασιλείας, τρυφὴν τὴν ἄλληκτον ἀπέλαβες.
Μαρτύρων ὀκταρίθμου χοροῦ, ἡγούμενος ὦ Κύριλλε, ἐπορεύθης, μαρτυρίου τὴν ὁδόν, μεθ᾿ ὧν ἐστεφανώθης, εἰς πόλιν πρωτοτόκων, συνεισελθὼν αὐτοῖς πανεύφημε.
Δόξα. Ἦχος γ’.
ερατεύσας ἀξίως τῆς κλήσεως, καὶ ἐναθλήσας νομίμως, ὡς Ἱεράρχης τετίμησαι, καὶ ὡς Μάρτυς ἐστεφάνωσαι, Κύριλλε Ἱερομάρτυς πανένδοξε. Ὅθεν τὴν μνήμην σου, χαρμονικῶς σήμερον τελοῦντες, οἱ πιστοὶ ἱκετεύομεν· Πρέσβευε μακάριε, σὺν τῇ ὀλβίᾳ ὀγδοάδι, τῶν Μαρτύρων συνάθλων σου, τῷ ἐν Τριάδι προσκυ-νουμένῳ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
ν γυναιξὶν Ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε Ὅν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
ρματι ἐπιβάς, τοῦ θείου μαρτυρίου, Κύριλλε Ἱεράρχα, πρὸς οὐρανῶν ἀνέπτης, δόξαν διαιωνίζουσαν.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιο-σύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Λύθροις μαρτυρικοῖς, τῆς ἀρχιερωσύνης, τὴν χλαῖναν πορφυρώσας, ὡραῖος ἐν τῇ δόξῃ, Χριστοῦ εἰσῆλθες Κύριλλε.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν Κύριος.
Χαίροις ὁ ἀρχηγός, Μαρτύρων ὀγδοάδος, Κύριλλε θεομάκαρ· μεθ᾿ ὧν ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν τὸν Κύριον.
Δόξα. Ἦχος δ’.
ερομάρτυς Κύριλλε, σήμερον ἡ μνήμη σου ἡμῖν, ἀνέτειλεν ἡλίου τηλαυγέστερον· διὸ ἐν αὐτῇ συναθροισθέντες, τὴν ὑμνῳδίαν σοι προσφέρομεν, καὶ Μαρτύρων συναθλητῶν, τὴν ὀγδοάδα ἐπαινοῦντες, ἱκετικῶς ἀνακραυγάζομεν· Πρεσβεύετε μακάριοι, Χριστῷ τῷ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
σαι μς κ τν ναγκν μν, Μτηρ ΧριστοτοΘεοῦ, ἡ τεκοσα τν τν λων Ποιητν, ἵνα πντες κρζωμν Σοι· χαρε μνη προστασα τν ψυχν μν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἐπαινέσωμεν πιστοί, τὸν Ἱεραρχῶν ἐν χορείᾳ, πανευκλεὴν Ἀθλητήν, Κύριλλον τὸν ἔν-δοξον, καὶ ἀνυμνήσωμεν, τὴν αὐτῷ συνεκλάμπουσαν, Μαρτύρων συνάθλων, ὀγδοάδα σήμε-ρον, ἀνακραυγάζοντες· Χαίρετε Χριστοῦ Ἀθλοφόροι, οἱ ἐν μαρτυρίου τῇ πάλῃ, δαιμονίων φάλαγγας νικήσαντες.
λος ἀνακείμενος Χριστῷ, τῷ ἐνανθρω-πήσαντι Λόγῳ, τοῦ προανάρχου Πατρός, καὶ αὐτὸν μιμούμενος, καλῶς ἐποίμανας, τὴν λαχοῦσάν σοι Κύριλλε, θεόλεκτον ποίμνην, ὑπὲρ ἧς καὶ ἤθλησας, ῥώμῃ τῆς πίστεως. Ὅθεν δοξασθεὶς ἐν ὑψίστοις, τοῖς ἐπὶ τῆς γῆς σε τιμῶσι, χάριτός σου δίδου τὰ δωρήματα.
χων Θείου Πνεύματος ἐν σοί, χάριν τὴν σεπτὴν ἐνοικοῦσαν, ὡς καθαρὸς τῇ ψυχῇ, ἐκλογῇ τῇ ἄνωθεν, θεόφρον Κύριλλε, ἐπὶ θρόνου ἐκάθισας, ἀρχιερωσύνης, καὶ αὐτὸν ἐλάμπρυνας, τῷ μαρτυρίῳ σου. Ὅθεν οἱ πιστοί σε τιμῶμεν, καὶ τῷ ἐν Τριάδι Κυρίῳ, πρέσβυν σε θερμότατον προσά-γομεν.
Πόθῳ ὡραιότητος Χριστοῦ, τὴν καθαρωτάτην ψυχήν σου, πνευματικῶς ἐξαφθείς, κόσμου κατεφρόνησας, τῆς ματαιότητος, καὶ τυράννων κατέφλεξας, τῆς μισοθεΐας, πλάνην τὴν ψυχό-λεθρον, τῷ μαρτυρίῳ σου. Ὅθεν τοῖς τιμῶσί σε πόθῳ, Κύριλλε μακάριε αἴτει, τῶν παραπτω-μάτων τὴν συγχώρησιν.
Σήμερον ἀγάλλεται ἡ γῆ, καὶ τὰ ἐπουράνια χαίρει, ἐπιτελοῦντες ὁμοῦ, Κύριλλε πανεύφημε, τῆς θείας μνήμης σου, ἑορτὴν τὴν ὑπέρλαμπρον, τὴν φωταγωγοῦσαν, ἀστραπαῖς τῆς χάριτος, τοὺς ἐκβοῶντάς σοι· Χαίροις Ἱεράρχα καὶ Μάρτυς, ὁ μαρτυρικῆς ὀγδοάδος, ἔνθεος ἀλείπτης πρὸς τὴν ἄθλησιν.
Κύριλλον τιμήσωμεν πιστοί, Ἱερομαρτύρων τὴν δόξαν, καὶ σὺν αὐτῷ Οὐρβανόν, Μακαρίαν, Φήλικα, Ῥογάτον, Μάμιλλον, Σιλβανόν, Ἡρηνίαν τε, καὶ τὴν Φηλικίτην, πρὸς αὐτοὺς κραυγάζοντες, θερμῆς ἐκ πίστεως· Μάρτυρες Χριστοῦ τοῦ Σωτῆρος, ἔλεος, εἰρήνην καὶ χάριν, εὐσεβῶν αἰτεῖσθε τῷ πληρώματι.
Δόξα. Ἦχος βαρύς.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ, καὶ κραταιὸν Ἀθλοφόρον, Κύριλλον τὸν θαυμάσιον, εὐφημή-σωμεν σήμερον, πιστοὶ μεγαλοφώνως· ἱερατεύσας γὰρ ὁσίως τῷ Θεῷ, νομίμως ἐνήθλησε, παραδοὺς βασάνοις τὸ σῶμα, καὶ αἱμάτων τοῖς ῥείθροις, ἱεραρχίας φαιδρύνας τὴν στολήν· νῦν δὲ ἐν Παραδείσῳ τῆς τρυφῆς, σὺν Ἀθλοφόρων συνάθλων ὀγδοάδι, τῆς ἀθανάτου δόξης κοινωνῶν, πρεσβεύει ἀκαταπαύστως, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου Σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό Σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά Σου ἐκτενῶς, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. ι’, 7,6· γ’, 13-15· η’,6,34,35,4,12,14,17,5-9· κβ’,21, 19· ιε’, 4).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν εἰσακούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· Ὅτι ἐγὼ ἡ σοφία κετεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε, τοίνυν ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲ ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.

Προφητείας Ἡσαῒου τὸ Ἀνάγνωσμα
(Κεφ. μγ’, 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι ἀπ᾿ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. ε’, 15-6,3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύ-σουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακο-πραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.
ν αἰνέσει πιστοί, σήμερον κροτήσωμεν, τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, μακαρίζοντες Κύριλλον, τὸν διὰ μαρτυρίου τῶν εἰδώλων, τὸ ἀσθενὲς θριαμβεύσαντα, καὶ ἐχθρῶν μυριάδας θανατώσαντα· νικηφόρος γὰρ ἐν οὐρανοῖς, σὺν συμμαρτύρων Ἀθλοφόρων ὀγδοάδι, τῷ ἐν Τριάδι Θεῷ παριστάμενος, παρ᾿ αὐτοῦ αἰτεῖτε ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Ἦχος β’.
Τῆς Ἐκκλησίας τὸ στερέωμα, ὡς ἀστέρων συνέλευσις φαιδρά, Μάρτυρες Χριστοῦ κατα-λαμπρύνετε, φωστῆρα φαεινὸν ἐν μέσῳ κεκτημένοι, Κύριλλον τὸν σύναθλον Ἐπίσκοπον, Ἱερομαρτύρων τὴν δόξαν καὶ ἀκροθίνιον· διὸ σήμερον οἱ πιστοὶ συνελθόντες, χαίροντες κροτοῦ-μεν ἑόρτια, καὶ δοξάζοντες τὸν ἐν Τριάδι Θεόν, ὁμοφρόνως βοῶμεν· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος, ὁ δι᾿ αὐτῶν παρέχων ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Μεγαλόφρονι γνώμῃ, Χριστὸν ὁμολογήσας, ἐναντίον ἐθνῶν καὶ βασιλέων, ἱερεῖον ἄμωμον ἐγένου, καὶ θῦμα εὐαπόδεκτον, Κύριλλε Πάτερ ἱερώτατε· θανεῖν γὰρ προείλου, ὑπὲρ τοῦ ζῶντος Θεοῦ, καὶ τοῖς τῶν αἱμάτων ῥανίσιν, ἀσεβείας ἔσβεσας πῦρ ἀλλότριον. Ὅθεν ἐν οὐρανοῖς, ἔχων τὸν μισθὸν ἀναφαίρετον, μέμνησο τῶν πίστει εἰλικρινεῖ, εὐφημούντων σου τὸ μαρτύριον, ὅπως εὕρωμεν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α’.
Τὸν στεῤῥόψυχον Ἀθλητήν, καὶ θεόσοφον Ἱεράρχην, τὸν ποιμένα τὸν γνήσιον, οἰκουμένης τὸ στήριγμα, καὶ θαυμάτων τὴν πηγήν, ὡς φωστῆρα παγκόσμιον, Κύριλλον εὐφημήσωμεν· οὗτος γὰρ πλησιφαῶς, ἐν Ἐκκλησίας τῷ στερεώματι ἐξή-στραψεν, ἱεραρχίας λαμπρύνας τὴν στολήν, τῶν αἱμάτων τοῦ μαρτυρίου, τῇ ὑπὲρ νοῦν ὡραιότητι. Ὅθεν πρὸς αὐτὸν ἐκβοήσωμεν· Ἱερομάρτυς πανένδοξε, ἐν ούρανοῖς Χριστῷ παριστάμενος, τοῖς ἐπὶ γῆς τελοῦσί σου τὸ μνημόσυνον, πάρεσο προστάτης ἀκαταίσχυντος, τῇ δυνάμει τῆς δεδο-μένης σοι χάριτος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τόν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων συστήματα, ἐν ψαλμοῖς ἐπαινέ-σωμεν, Ἡρηνίαν, Μάμιλλον, Φηλικίτην τε, καὶ Μακαρίαν τὴν πάνσεμνον, Ρογάτον καὶ Φήλικα, Σιλβανὸν καὶ Οὐρβανόν, καὶ τὸν ἔνδοξον Κύριλλον, τοὺς ἐκλάμψαντας, μαρτυρίου τοῖς ἄθλοις ὡς φωστῆρες, καὶ φωτίζοντας τὴν κτίσιν, φωταγωγίᾳ τῆς χάριτος.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιο-σύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
εράρχης ὡς πάνσοφος, εὐσεβείας τὸ κήρυγμα, τοῖς πανσόφοις λόγοις σου διετρά-νωσας, θεομακάριστε Κύριλλε, καὶ τούτου πι-στούμενος, τὴν σωτήριον ἰσχύν, τῇ σεπτῇ ἐκλογάδι σου, τὸ μαρτύριον, ἀνενδότῳ ἐτέλεσας καρδίᾳ, καὶ ἀπέλαβες θεόθεν, δικαιοσύνης τὸ στέφανον.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμά-στωσεν ὁ Κύριος.
ς κριόν σε ἐπίσημον, ἐκ τῆς ποίμνης χωρί-σαντες, εἰδωλομανίᾳ οἱ ἐπιμένοντες, σφαγῇ σε Πάτερ παρέδωκαν, καὶ θῦμα πανάγιον, ἀρχιθύτην τὸν σοφόν, τῷ Θεῷ σε προσήγαγον· ὃν ἱκέτευε, σὺν Μαρτύρων συνάθλων ὀγδοάδι, ἐκ κινδύνων λυτρωθῆναι, τοὺς εὐφημοῦντάς σε Κύριλλε.
Δόξα. Ἦχος α’.
Τὸν γνήσιον ποιμένα, τῶν θρεμμάτων τοῦ Χριστοῦ, καὶ Μάρτυρα τῆς ἀληθείας, Κύριλλον εὐφημήσωμεν, βοῶντες πρὸς αὐτόν· Ἱερομάρτυς πανσεβάσμιε, ὁ τὴν πίστιν τηρήσας, καὶ τὸν δρό-μον τελέσας, ἐν μαρτυρίου αἵματι, πρέσβευε πρὸς τὸν φιλάνθρωπον Θεόν, σὺν ὀκταρίθμων συμ-μαρτύρων τῷ χορῷ, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
δοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ᾿ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ᾿ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
μπρέψας τὸ πρότερον, ποιμαντικαῖς ἀρεταῖς, ἐξήστραψας ὕστερον, μαρτυρικαῖς ἀγω-γαῖς, τῷ κόσμῳ ὡς ἥλιος, φέγγει τῷ ἀνεσπέρῳ, τῆς σεπτῆς χάριτός σου, Κύριλλε καταυγάζων, Ὀρθοδόξων χορείας· διὸ σὺν ὀγδοάδι σεπτῇ, συνάθλων τιμῶμέν σε.

Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α’. Τὸν τάφον Σου, Σωτήρ.
πέφανεν ἰδού, εὐφροσύνης ἡμέρα, Κυρίλλου τοῦ σοφοῦ, ἡ ὑπέρτιμος μνήμη, ἐν ᾗ πιστοὶ συνέλθωμεν, πρὸς αὐτὸν ἀνακράζοντες· Μάρτυς ἔνδοξε, σὺν ὀγδοάδι συνάθλων, καθικέ-τευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, Θεὸν τὸν φιλάν-θρωπον.
Δόξα. Ὅμοιον.
Μαρτύρων θαυμαστῆς, προεξάρχων χορείας, μετῆλθες τὴν ὁδόν, τοῦ σεπτοῦ μαρτυρίου, ποιμὴν ὡς χριστομίμητος, παναοίδιμε Κύριλλε. Ὅθεν πρέσβευε, νῦν μετ᾿ αὐτῶν τῷ Κυρίῳ, τοῦ δωρήσασθαι, παραπτωμάτων τὴν λύσιν, τοῖς πόθῳ τιμώσί σε.
Καὶ νῦν. Θεοτοκίον.
λπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὅν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ Σε δοξάζουσι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χῦμα ἄνωθεν, σοφίας ἔχων, ποίμνην ἴθυνας, πρὸς σωτηρίου, τὴν ἁγίαν νομὴν Πάτερ Κύριλλε, καὶ ὑπὲρ ταύτης ἐτύθης τὸν δρόμον σου, ἐπιτελέσας Μαρτύρων ἐν αἵματι. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὅμοιον.
Θείας πίστεως, ὑπεροπλίᾳ, δῆμος ὤφθητε, δεδοξασμένος, ἐν σταδίῳ Μαρτύρων  πανεύφημοι, ὁ προεξάρχων Ἐπίσκοπος Κύριλλος, καὶ συμ-μαρτύρων ὀκτάς ἡ θεόλεκτος. Ὅθεν πάντοτε, ὁμοῦ τῷ Χριστῷ πρεσβεύετε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν. Ἀλλὰ τῇ Σῇ πρεσβείᾳ Ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστὸν Ἀρχιποίμενα, ἰχνηλατῶν εὐσεβῶς, ὑπὲρ τῶν προβάτων σου, τὴν ἱεράν σου ψυχήν, ὦ Κύριλλε τέθηκας· ὅθεν διπλοῦν τὸ στέφος, τὸ τῆς ἀθανασίας, ἄνωθεν δεδεγμένος, τὸν Θεὸν ἐκ-δυσώπει, ὑπὲρ τῶν ἐπιτελούντων, τὴν μνήμην σου σήμερον.
Δόξα. Ὅμοιον.
Μαρτύρων ἡγούμενος, τῆς ὀγδοάδος καλῶς, ἀθλήσεως ἤνυσας, καρτερικῶς τὴν ὁδόν, μακάριε Κύριλλε· ὅθεν ἐν τοῖς ὑψίστοις, μετ᾿ αὐτῶν καταπαύσας, πρέσβευε τῷ Δεσπότῃ, δυνατῇ παῤῥησίᾳ, ὑπὲρ τῶν ἐκτελούντων ὑμῶν, τὸ θεῖον μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθα-ρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα Ἁγνὴ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Μαρτυρικόν, τό τῆς κγ´ Ἀπριλίου.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκαν-θήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’.
Στ. Ἐλέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Εὐαγγελικὴν πολιτείαν, ἐπὶ τῆς γῆς ἐνδει-ξάμενος, καὶ ποιμαντικῇ ἐπιστήμῃ, ἐν λογικῷ ποιμνίῳ διαπρέψας, κατ᾿ εἰδώλων τῆς πλάνης, μαρτυρικῶς ἠνδραγάθησας, καὶ στεφάνῳ δόξης ἐστεφανώθης, Κύριλλε Ἱεράρχα πανσεβάσμιε. Διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὸ σεπτόν σου μνημόσυνον.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ’ καὶ τῶν Ἁγίων ὁμοίως εἰς στ’
 Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».
ᾨδὴ α’. Ἦχος πλ. α’. Τῷ Σωτῆρι Θεῷ.
Τῶν Μαρτύρων Χριστοῦ, τὸν ὀγδοάδα πιστοί, σὺν τῷ Κυρίλλῳ εὐφημήσωμεν, ὅτι Θεὸν ἀθλητικῶς εὐαρεστήσαντες, ζωῆς τὴν λαμπρότητα, ἐκληρονόμησαν.
γαπήσας Θεόν, καὶ ἱερεύσας αὐτῷ, ταῖς ἀρεταῖς σου ὥσπερ Ἄγγελος, μαρτυρικῶς πρὸς οὐρανὸν μετέστης Κύριλλε, ἐν ᾧ τῶν καμάτων σου, ἔχεις τὰ ἔπαθλα.
γδοάδος σεπτῆς, Χριστομαρτύρων προ-στάς, ἐν μαρτυρίου ἀγωνίσματι, νῦν μετ᾿ αὐτῶν ἐν τῇ Ἐδὲμ χορεύεις Κύριλλε· διὸ τοῖς τιμῶσί σε, χάριν πρυτάνευε.
Θεοτοκίον.
Κινδυνεύων δεινῶς, ἐν πειρασμοῖς χαλεποῖς, Σοὶ καταφεύγω Θεονύμφευτε· μή με παρίδῃς Ἀγαθὴ τὸν ἀσυνείδητον· οὐκ ἔχω γὰρ Δέσποινα, πλήν Σου βοήθεια.

ᾨδὴ γ’. Δυνάμει τοῦ Σταυροῦ Σου.
Καθεῖλον θεομάχων ὀφρύν, οἱ σὺν Κυρίλλῳ τῷ θεόφρονι, καρτερικῶς διαπρέψαντες, μαρτυ-ρίου ἐν τῷ σκάμματι.
Τυράννου τῇ προστάξει σφοδρῶς, ἐν τῷ σταδίῳ θανατούμενος, τῷ Λυτρωτῇ αἶνον Κύριλλε, ἐκ καρδίας σου ἀνέμελπες.
νδρεία σὺ εὑρέθης γυνή, σαρκὸς βασάνων ἀλογήσασα, τῷ μανικῷ Χριστοῦ ἔρωτι, Ἡρηνίᾳ παμμακάριστε.
Θεοτοκίον.
μνοῦμεν Μαριάμ Σε ἀεί, τὴν ἀπειράνδρως σωματώσασα, τὸν Λυτρωτὴν ἐξ αἱμάτων Σου, εἰς ἀνθρώπων ἀπολύτρωσιν.
Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου, Σωτήρ.
Τὸν πάνσοφον πιστοί, τοῦ Χριστοῦ Ἱεράρχην, καὶ κάλλιστον αὐτοῦ, τῶν θρεμμάτων ποιμένα, τὸν Μάρτυρα πανάριστον, τῇ ἀθλήσει γενόμενον, δεῦτε Κύριλλον, ἀνευφημήσωμεν πάντες, ἵνα λάβωμεν, τούτου ταῖς θείαις πρεσβείαις, πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Προστάτιν πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν Ἁγνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτού-μενοι βοήθειαν, παρὰ Σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.

ᾨδὴ δ’. Ἀκήκοα Κύριε.
ραῖοι γενόμενοι, βασάνων κάλλεσι Μάρτυρες, τῷ ὡραίῳ κάλλει, νῦν Χριστῷ συμπα-ρίστασθαι.
Ψυχὴν ἐκπυρούμενος, τῷ τοῦ Χριστοῦ πόθῳ Κύριλλε, ὡς τρυφὰς ἡγήσω, τὰς βασάνους τοῦ σώματος.
Κυρίλλου ἑπόμενος, τῷ παραδείγματι Μάμιλλε, εἰδωλομανούντων, τὴν μανίαν οὐκ ἔπτηξας.
Θεοτοκίον.
οαῖς τοῦ ἐλέους Σου, ψυχὰς κατάρδευσον Δέσποινα, τῶν μακαριζόντων, τὸν ἀπείρανδρον τόκον Σου.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν Σοι.
Δοξάσαντες πανεύφημοι Μάρτυρες, ἀθλητικῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, τῆς δόξης Τούτου ἐτύχετε.
Τῆς ποίμνης σου κηδόμενος Κύριλλε, ὑπὲρ αὐτῆς, Χριστῷ τῷ Θεῷ σαυτὸν, θυσίαν ζῶσαν προσήγαγες.Παρέδωκας τὸ σῶμά σου μάστιξι, ὦ Σιλβανέ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν δόξαν ὡς προορώμενος.
Θεοτοκίον.
κέτευε ὡς εὔσπλαγχνος Δέσποινα, τὸν Λυτρωτήν, ῥυσθῆναι ἐκ συμφορῶν, τοὺς προσκυνοῦντας τὸν τόκον Σου.

ᾨδὴ στ’. Μαινομένην κλύδωνι.
Στρατευθέντες Μάρτυρες, τῶν αἰώνων τῷ Παμβασιλεῖ, τῶν ἐχθρῶν τὰς φάλαγγας ἐτρέψατε, καὶ κεφαλάς, στεφάνοις νίκης ἐστέφθητε.
ερεῖον ἔμψυχον, προσηνέχθης Κύριλλε Θεῷ, ἀπηνῶς ἀθλήσεως ἐν σκάμματι, τελειωθείς, ὑπὲρ τῆς ποίμνης μακάριε.
Γεωργὸς ὡς ἄριστος, ἀσεβείας πρόῤῥιζον φυτά, Οὐρβανὲ μακάριε ἐξέτεμες, μαρτυρικῇ, ἀξίνῃ κάλλιστα χρώμενος.
Θεοτοκίον.
Λογισμῶν τοῦ χείρονος, καθαρόν μου Ἄχραντε τὸν νοῦν, καὶ καλῶν πρὸς κτῆσίν με διέγειρον, τῆς μητρικῆς, χρηστότητός Σου ἐκφάνσεσι.

Κοντάκιον.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑπερθαύμαστον Χριστοῦ Ἱεράρχην, τὸν ἐποφθέντα κοινωνὸν τῶν Μαρτύρων, καὶ δεδεγμένον ἄνωθεν, τὸν στέφανον διπλοῦν, Κύριλλον τιμήσωμεν, τῶν πιστῶν αἱ χορεῖαι, καὶ αὐτῷ προσδράμωμεν, ἐκ καρδίας βοῶντες· Ἱερομάρτυς πρέσβευε ἀεί, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου.                                                                                                                                                
Ὁ Οἶκος.
Χριστὸν μόνον θέλων, τὸν δι᾿ ἡμᾶς ἐκ Παρθένου νηπιάσαντα· Χριστὸν μόνον ποθῶν, τὸν δι᾿ ἡμᾶς τῷ Σταυρῷ ὑψωθέντα· Χριστὸν μόνον ζητῶν, τὸν τὴν Ἀνάστασιν διδόντα, βροτῶν τῷ γένει ὡς φιλάνθρωπος, πρὸς μαρτυρίου τὸν ἀγῶνα ἐχώρησας, τῶν τυράννων τὸν θυμόν, τὰς βασάνους τε τῆς σαρκός, καὶ τὸν θάνατον εἰς οὐδὲν λογισάμενος, Κύριλλε Ἱερομάρτυς παγκράτιστε. Ὅθεν ἐν πᾶσι δόκιμος φανείς, καὶ ἀρχιερωσύνης τὴν στολήν, τοῖς αἵμασι λαμπροτέραν ἀπεργασάμενος, τοῦ ἐνθέου σου πόθου κατηξιώθης, καὶ τῷ ποθητῷ ἐν δόξῃ παρέστης, Ἱεραρχῶν καὶ Μαρτύρων συνευφραινόμενος τάξεσι, καὶ μετ᾿ αὐτῶν παῤῥησίᾳ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου.
Μηνολόγιον.
Τῇ Η’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κυρίλλου Ἐπισκόπου, μαρτυρήσαντος ἐν Ἀφρικῇ.
Στίχοι.
Κῦρος ὤφθη Κύριλλος τῆς Ἐκκλησίας,
Μαρτυρίου αἵματι στολὴν φοινίξας.
Ὀγδοάτῃ ἐτέλεσε δρόμον Κύριλλος μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥογάτου, Φήλικος, Οὐρβανοῦ, Σιλβανοῦ, Μαμίλλου, Μακαρίας, Ἡρηνίας καὶ Φηλικίτης, τῶν συναθλησάντων τῷ Ἁγίῳ Ἱερομάρτυρι Κυρίλλῳ.
Στίχοι.
Μάρτυρας Χριστοῦ ὀκτὼ γεραίρειν θέμις
Λάμποντας φαιδρῶς φωτὶ Μαρτύρων δόξης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ ἐν καμίνῳ πυρός.
ἐν βασάνοις σφοδροῖς, τοὺς Ἀθλοφόρους ἐνισχύσας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
εραρχίας στολήν, Κύριλλε βάψας αἵματί σου, φωτοειδὴς ἐν αὐλαῖς, χοροβατεῖς τῆς ζωῆς.
ῤῥενωθεῖσα Χριστοῦ, τῇ ἀγαπήσει Φηλικίτη, μαρτυρικῇ τελευτῇ, σὺ ἐνυμφεύθης αὐτῷ.
Θεοτοκίον.
Λύτρωσαι Κόρη ἡμᾶς, τῇ μητρικῇ σου ἀντιλήψει, ἐκ πειρασμῶν χαλεπῶν, καὶ πάσης θλίψεως.

ᾨδὴ η’. Τὸν Ποιητὴν τῆς κτίσεως.
γιασθεὶς τοῖς ἄθλοις σου, Ἁγίων εἰσέδραμες, ἐν θείαις σκηναῖς, Κύριλλε τὴν δόξαν, θεώμενος Κυρίου.
ς φωτισθέντες Πνεύματι, Ῥογῆρε σὺν Φήλικι, ἀθλήσει στεῤῥᾷ, τῆς πολυθεΐας, ἐλύσατε σκοτίαν.
Τὸν Λυτρωτὴν κηρύττουσα, τυράννους διήλεγξας, καὶ εὗρες ζωῆς, Μάρτυς Μακαρία, τὸ πλήρωμα κτανθεῖσα.
Θεοτοκίον.
μβροβλυτεῖς τοῖς δούλοις Σου, χρηστότητος νάματα, Παρθένε Ἁγνή, καὶ ἀποξηραίνεις, βορβόρους ἁμαρτίας.

ᾨδὴ θ’. Σὲ τὴν μακαρίαν.
Σὲ τὸν Ἱεράρχην καὶ Ἀθλητήν, Κύριλλε τιμῶμεν οἱ εὐσεβεῖς· ἡμᾶς δεῦρο ἐκ πάσης, ἀνάγκης λυτρούμενος.
φθης ὀγδοάδος μαρτυρικῆς, Κύριλλε ἀλεί-πτης μεθ᾿ ἧς ἀεί, τὸν Δεσπότην δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε.
Δεῦτε ὀγδοάδα περιφανῶν, μέλψωμεν Μαρτύρων ἵνα αὐτῶν, ταῖς πρεσβείας ῥυσθῶμεν, κινδύνων καὶ θλίψεων.
Θεοτοκίον.
πέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, φάνηθι προστάτις καὶ βοηθός, μητρικῇ Σου ἀγάπῃ, τοῖς εἰς Σὲ ἐλπίζουσιν.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
ν Ἱεράρχαις Μάρτυς, ἐγένου ἄριστος Χριστοῦ, καὶ τὴν κατάπαυσιν ἔσχες, δεδο-ξασμένος ἐν Αὐτῷ. Αὐτῷ οὖν Κύριλλε μάκαρ, πρέσβευε ἵνα σωθῶμεν.
Ἕτερον. Ὅμοιον.
Σὺν Ἀθλοφόρων συνάθλων, τῇ ὀγδοάδι εὐκλεῶς, Κύριλλε Πάτερ χορεύων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰρήνην αἴτει καὶ χάριν, τοῖς εὐλαβῶς σε τιμῶσι.
Θεοτοκίον.
Χρυσοπλοκώτατε Πύργε, καὶ δωδεκάτειχε Πόλις, ἡλιοστάλακτε Θρόνε, Καθέδρα τοῦ Βασι-λέως, ἀκατανόητον θαῦμα ! πῶς γαλουχεῖς τὸν Δεσπότην.

Εἰς τούς Αἴνους. Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου, καὶ θεῖον Μάρτυρα, Κύριλλον δεῦτε πάντες, εὐφημοῦντες ἐν ὕμνοις, μεθ᾿ οὗ καὶ ὀγδοάδα συναθλητῶν, Ἀθλοφόρων κραυγάζοντες· Μάρτυρες θεῖοι ἀπαύστως ὑπὲρ ἡμῶν, τὸν Δεσπότην ἱκετεύετε.
ς γεωργὸς ἀληθείας, Κύριλλε ἔνδοξε, ἐξέτεμες τὴν πλάνην, τῶν ματαίων εἰδώλων, τρα-νώσας σωτηρίου τὴν διδαχήν, θεολόγοις σου ῥήμασι, καὶ δι᾿ αὐτὴν ἐκτελέσας καρτερικῶς, μαρτυρίου τὸ ἀγώνισμα.
ν τῶν πραέων τῇ χώρᾳ, συναυλιζόμενος, ὡς ἄκακος καὶ πρᾶος, Κύριλλε θεομάκαρ, μετὰ τῶν θεοφόρων Ἱεραρχῶν, καὶ Μαρτύρων ἱκέτευε, ἵνα Χριστοῦ κοινωνήσωμεν τῆς χαρᾶς, οἱ πιστῶς σε μακαρίζοντες.
Σὲ ἐθαυμάστωσεν μάκαρ, Χριστὸς ὁ Κύριος, διὰ τοῦ μαρτυρίου, ὡς σοφὸν Ἱεράρχην, καὶ χάριν δέδωκέ σοι θαυματουργεῖν, καὶ ἐξαίρειν τῶν θλίψεων, τοὺς καταφεύγοντας Κύριλλε εὐλαβῶς, τῇ δυνάμει τῆς πρεσβείας σου.
Δόξα. Ἦχος πλ. β´.
ν εὐφημίαις ᾀσμάτων, ἐπαινέσωμεν πιστοί, τοὺς καλλινίκους τῆς πίστεως Μάρτυρας, καὶ πρὸς αὐτοὺς ἅπαντες, ὡς δι᾿ ἑνὸς βοήσωμεν στόματος· Χαίρετε Φήλιξ, Οὐρβανέ, Μάμιλλε, Σιλβανὲ καὶ Ῥογάτε, σὺν Μακαρίᾳ, Ἡρηνίᾳ καὶ Φηλικίτῃ ταῖς σώφροσι· χαίρετε οἱ δεδοξασμένην ὀγδοάδα, μαρτυρικῶς συγκροτήσαντες, Κυρίλλῳ τῷ συναθλητῇ Ἐπισκόπῳ, ἐν μαρτυρίου τῷ δρόμῳ ἀκολουθήσαντες, καὶ εἰδωλικὴν πλάνην καταπα-τήσαντες. Ὡς ἔχοντες παῤῥησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τὸν ἐν ὑμῖν θαυμαστὸν ὡς γέγραπται, πρεσβεύετε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀθλοφόρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ’ καὶ στ’ Ὠιδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ θ’ Μαρτίου, ἐν τῇ μνήμῃ τῶν Ἁγίων Τεσσαρά-κοντα Μαρτύρων.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.
Τὸν ἐν Ἱεράρχαις περιφανή, Μάρτυρα Κυρίου, εὐφημήσωμεν οἱ πιστοί, Κύριλλον τὸν θεῖον, αἰτούμενοι συμφώνως, αὐτοῦ τὴν προστασίαν, ἐν περιστάσεσιν.
νδον τῆς ψυχῆς τὸν Ἰησοῦν, ἔχων ἐνοικοῦντα, χαίρων ἤθλησας δι᾿ αὐτόν, ἔχων συνοδίτας, Μαρτύρων ὀγδοάδα, μεθ᾿ ὧν Χριστὸν δυσώπει, ἔνδοξε Κύριλλε.
Στίχοι.
Κύριλλον, ὦ Κύριλλε Μάρτυς, τὸν Ῥόδου
Φέροντα ἐκ πόθου σοι τὴν ὑμνῳδίαν,
Φύλαττε προστάτευε ἀεὶ καί σκέπε,
Θείαις ἱκεσίαις σου πρὸς τὸν Δεσπότην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου