Ἀκολουθία Ὁσίου ΙΩΑΝΝΟΥ τοῦ Καρπαθίου, ἐπ. Καρπάθου
Ψαλλομένη τῇ 25η Αὐγούστου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, δεῦτε Καρπαθίων οἱ
δῆμοι, πανηγυρίσωμεν, μνήμην τὴν σεβάσμιον, ἀγαλλιώμενοι, Ἰωάννου τοῦ μάκαρος,
τοῦ δίκην ἀστέρος, ἐκ Καρπάθου λάμψαντος, βίου λαμπρότητι, χαίροις πρὸς αὐτὸν
ἐκβοῶντες, σκεῦος οὐρανίων χαρίτων, καὶ τῶν Καρπαθίων ἐγκαλλώπισμα.
Ὅτε κατετρώθης τῷ γλυκεῖ, ἔρωτι τῆς
θείας ἀγάπης, ἐν θεολήπτῳ ψυχῇ, τότε καταλέλοιπας τὰ διαῤῥέοντα, καὶ ἀγῶσιν
ἀσκήσεως, τὸν νοῦν ἐκκα-θάρας, Ἰωάννη Ὅσιε, φωτὸς πεπλήρωσαι. Ὅθεν ἀρετῶν
ὑποφήτης, καὶ Χριστοῦ θεράπων ἐδείχθης, ἐναρέτοις πράξεσι κοσμούμενος.
Λόγῳ καὶ σοφία ἀληθεῖ, Πάτερ Ἰωάννη ἐκλάμπων, δι’
ἐνάρετου ζωῆς, τύπος πρακτι-κώτατος καὶ ὁδηγὸς ἀσφαλής, Μοναστῶν ἐχρημά-τισας,
τούτους ἐπαλείφων, καὶ παραμυθούμενος, πρὸς βίον κρείττονα. Ὅθεν τὴν ἁγίαν σου
μνήμην, ἐν ἀγαλλιάσει τελοῦντες, τὸν σὲ θαυμαστώσαντα δοξάζομεν.
Βίῳ διαπρεπῶν ἱερῷ, καὶ διδασκαλίαις ἁγίαις,
καλλωπιζόμενος, ὤφθης ἐνθεώτατος, ποιμὴν καί πρόεδρος, ἐπινεύσει τῇ ἄνωθεν, τῆς
νήσου Καρπάθου, Ἰωάννη Ὅσιε, μύστα τῆς χάριτος · ὅθεν Καρπαθίων τὰ στίφη, τῇ σῇ
προστασίᾳ καυχώνται, καὶ τὰ σὰ ὑμνοῦσι προτερήματα.
Δόξα. Ἦχος β´.
Τῶν ἀρετῶν γεωργῶν τὸν σπόρον, τῆς ἐν Χριστῷ ὁσίας
ζωῆς, μυσταγωγὸς σοφὸς ἀνα-δέδειξαι, Ἰωάννη θεόληπτε· λόγῳ γὰρ καὶ ἔργῳ,
βεβαίων τὰ κρείττονα, ἀσφαλῶς ἰθύνεις, πρὸς ὁδοὺς σωτηρίας· καὶ καλῶς ποιμάνας,
τὴν λογικὴν σου ποίμνην, ἐπαξίως ἐκομίσω, τῶν καμάτων τὰ γέρα, παρὰ Χριστοῦ τοῦ
Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Εἰς τόν Στίχον.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλην σου τὴν ζωήν, Χριστῷ καθιέρωσας, παμμάκαρ Ἰωάννη,
πλουσίων χαρισμάτων, τὰς δωρεὰς ἀπείληφας.
Στ. Τίμιος ἐναντίον Κυρίου...
Λόγοις σου ἱεροῖς, παραμυθεῖς ἐνθέως, τῶν Μοναστῶν τὰ
στίφη, παμμάκαρ Ἰωάννη, πρὸς ἀρετῆς τὰ σκάμματα.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε...
Χρίσματι μυστικῷ, Καρπάθου ποιμενάρχης, ἐδείχθης
Ἰωάννη, καὶ ταύτην ἐπὶ τρίβους, τῆς σωτηρίας ἴθυνας.
Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, ὁμόδοξε θεότης,
λιταῖς τοῦ Σοῦ Ὁσίου, οἰκτεί-ρησον τοὺς δούλους Σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὅλος ἐν τῇ μορφῇ, τῇ τοῦ Θεοῦ ὧν Κόρη, ὡς σύνθρονος ὁ
Λόγος, σάρκα ἐκ σοῦ λαμβάνει, ἀτρέπτως ὑπὲρ ἔννοιαν.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ἀρετῶν ὑποφήτης, Μοναζόντων διδάσκαλος, καὶ Καρπάθου
πρόεδρος ὤφθης Ἰωάννη Πατὴρ ἡμῶν· βιώσας γὰρ ὡς Ἄγγελος ἐν γῇ, τοῦ Πνεύματος
ηὐγάσθης τῷ φωτὶ, διὰ τοῦτο ὡς θεράποντα τοῦ Χριστοῦ, τιμῶμεν σὲ κραυγά-ζοντες·
δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ
σοῦ, ἡμῖν χάριν καὶ ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Καρπάθου σὲ πρόεδρον καὶ Ἱεράρχην σοφόν, ἡ χάρις
ἀνέδειξεν, ὡς ἀσκητὴν ἱερόν, Ἰωάννη Πατὴρ ἡμῶν· ὅθεν ἱερατεύσας, εὐσεβῶς τῷ
Κυρίῳ, σύσκηνος ἀνεδείχθης, τῶν Ἁγίων Ἀγγέλων, μεθ’ ὧν ἀεὶ δυσώπει, ὑπὲρ τῶν
τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια.
Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος!
Σήμερον φαιδρὰν πανήγυριν, Καρπαθίων δῆμοι, ἐν τῇ θείᾳ
μνήμῃ σου, τελοῦσι χρεωστικῶς, Χριστὸν δοξάζοντες· θεράπων γὰρ ἀληθής, ὢ
Ἰωάννη, Θεοῦ ἀναδέδειξαι, ἀσκήσει θεοπρεπεῖ, καὶ πολιτεία ἀμέμπτῳ κοσμούμενος,
καὶ τοῦ Παρακλήτου σκεῦος, ὤφθης πολυτίμητον, φωτι-σμὸν καὶ εἰρήνην, ταῖς
ψυχαῖς ἡμῶν αἰτούμενος.
Στήλη ἐναρέτων πράξεων, ἡ σὴ πολιτεία, Ἰωάννη Ὅσιε,
ἐδείχθη ὡς ἀληθῶς, πάντας παιδεύουσα, τὰ ἄνω ἐπιποθεῖν, ἵνα ῥυσθῶμεν παθῶν
ἀμαυρώσεως· σοφῶς γὰρ μυσταγωγείς, πρὸς ἀρετῶν ἀναβάσεις τῷ τρόπῳ σου· ἡ τοῦ
Πνεύματος γὰρ χάρις, δαψιλῶς σοι δέδοται, ὡς καθάραντι Πάτερ, τὴν καρδίαν δι’
ἀσκήσεως.
Σὺ τῶν Μοναστῶν διδάσκαλος, Πάτερ Ἰωάννη, ἐν Ἁγίῳ
Πνεύματι, ἐδείχθης καὶ ὁδηγός, καὶ θεῖον στήριγμα· ἐντεῦθεν ἡ σὴ πατρίς,
ἀγαλλιᾶται ποιμένα σὲ ὅσιον, πλουτήσασα ἐκ Θεοῦ, καὶ εὐφροσύνως τίμᾳ σὲ
κραυγάζουσα· χαίροις Καρπαθίων κλέος, καὶ Ὁσίων καύχημα, καὶ μεσίτης καὶ
πρέσβυς, ἡμῶν μέγας πρὸς τὸν Κύριον.
Ἕτερα. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Ἀγγέλων ζωὴν μετὰ σαρκός, Ἰωάννη Ὅσιε, θεοπρεπῶς
μετερχόμενος, πλήρης γεγένησαι, θείων χαρισμάτων, τοῦ Ἁγίου Πνεύματος, καὶ
ὤφθης ἱερὸν παραμύθιον, διδασκαλίαις σου, Μοναζόντων παναοίδιμε, κατευθύνων,
αὐτοὺς πρὸς τὰ κρείττονα.
Καρπάθου ποιμένα ἱερόν, Ἰωάννη Ὅσιε, Χριστὸς ὁ Λόγος σὲ
ἔδειξεν, ὡς θεῖον ὄργανον, τοῦ Εὐαγγελίου, καὶ σοφὸν ἐν ἅπασιν, ἐν βίῳ καὶ ἐν
λόγῳ καὶ πράξεσι· διὸ τὴν μνήμην σου, ἑορτάζοντες αἰτοῦμέν σε, ἱκετεύειν, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καθαρὰς τὸν νοῦν δι’ ἀρετῆς, Ἰωάννη
Ὅσιε, τῆς οὐρανίου λαμπρότητος, τὴν ὡραιότητα, μυστικῶς κατεῖδες, καὶ
προτρέπεις ἅπαντας, πρὸς ταύτης μετοχὴν θείῳ λόγῳ σου, ἧς τελεώτερον, μεταστὰς
τῶν τῄδε Ἅγιε, νῦν μετέχων, καὶ ἡμῶν μνημόνευε.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον ὡς ἀστὴρ ἑωθινὸς ἐπέστη, ἡ τοῦ Ὁσίου Ἰωάννου
μνήμη, τοὺς εὐσεβεῖς κατ-ευφραίνουσα· τῶν γὰρ θείων δωρεῶν τὴν χάριν
ὑπεμφαίνει, τῇ ἐναρέτῳ ζωῇ, καὶ πάντας διε-γείρει, βοᾶν πρὸς αὐτὸν· χαίροις ὁ
δι’ ἀσκητικῶν καμάτων σεαυτὸν καθαγνίσας, καὶ δοχεῖον ἱερόν, τῆς θείας
ἐπιπνοίας γενόμενος· χαίροις ὁ φερω-νύμως προβαλλόμενος τῆς χάριτος τὸν
πλοῦτον, ταῖς σαῖς ὑποθήκαις πᾶσι· χαίροις ὁ τῆς Καρπάθου ποιμήν, καὶ δόξα καὶ
καύχημα, καὶ πάντων ἡμῶν πρὸς Χριστόν, πρεσβευτὴς θερμό-τατος· Ὅν ἐκτενῶς
ἱκέτευε Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε;...
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ
ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιο-σύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βου-λὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου·
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν
ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ
θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος
γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς
δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν
καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας
καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ
ἀγρυ-πνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ
κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σω-φροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν
ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ
τέρατα προ-γινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας·
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί.
Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀνα-παύσει ἔσται.
Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυ-χρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ
ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ,
ἐπλήρωσε χρό-νους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν
ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ
διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ νῆσος Κάρπαθος, Ἰωάννην τὸν
Ὅσιον, βλαστὸν θεῖον σχοῦσα, καὶ θεοφόρον ποιμένα πλουτήσασα· ὡς ἀσκητὴς γὰρ
ἔνθεος, τῷ κόσμῳ διαλάμπει, καὶ ὡς ποιμὴν ἀληθινός, εὐαγγελικαῖς σὲ τρίβοις
καθοδηγεῖ · καὶ δι’ ἀμφοτέρων Χριστῷ εὐαρεστῶν, τύπον καὶ παράδειγμα, καλῶν
ἔργων προβάλλεται, τοῖς θέλουσιν εὐσεβῶς ζῆν, καὶ πιστῶς κραυγάζειν· Κύριε δόξα
Σοι.
Ἦχος β´.
Τῇ ἰσαγγέλῳ ζωῇ σου, ἔξω κόσμου καὶ σαρκὸς γενόμενος,
τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐδέξω, τῇ καθαρωτάτη ψυχή σου, Ἰωάννη Πατὴρ ἡμῶν·
καὶ τῆς θείας παρακλήσεως μετέχων, ἐν τῇ ἑνώσει τοῦ κρείττονος, τοῖς ἀθυμούσι
Μοναχοῖς, ἀντιλήπτωρ ὤφθης, τῷ γλυκασμῷ τῶν λόγων σου, τῆς ἀθυμίας τὴν πικρίαν
ἐξαίρων καὶ τῶν παθῶν τὴν φλόγα σβεννύων· διὸ μακαρίζοντες σὲ κρά-ζομεν, ἐκ
πάσης ἐπηρείας καὶ θλίψεως, ἀνωτέρους φύλαττε, τοὺς ἑορτάζοντας τὴν μνήμην σου,
Ὅσιε.
Ἦχος γ´.
Ἱεραρχίας τὴν στολήν, ἀξίως ἐνδυσάμενος, ἀρχιερεὺς
ὅσιος καὶ ἄκακος, , κατὰ Παῦλον τὸν μέγαν ἐχρημάτισας, Ἰωάννη Πάτερ θεόσοφε ·
καὶ καλῶς ποιμάνας, τὴν ἐμπιστευθεῖσὰν σοι ποίμνην, τοῦ σοῦ βίου τὴν
λαμπρότητα, καὶ τοὺς ἱεροὺς σοῦ καμάτους, ὡς τελείαν προσφοράν, Χριστῷ
προσενήνοχας, ταπεινοφροσύνη κοσμούμενος, καὶ τὰς ἀξίας ἀντιμισθίας ἀπολαβών,
ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος δ´.
Τῆς ἐν Πνεύματι ζωῆς, ὑφηγητὴς ὑπάρχων, Μοναστῶν
ἀλείπτης ὤφθης, καὶ ὁδηγὸς πρακτικώτατος, Ἰωάννη Χριστοῦ θεράπων μακά-ριε· καὶ
τοῖς ἐν Ἰνδίᾳ Μοναχοῖς, τὰς σὰς σοφὰς ὑποθήκας ἐπιστέλλων, ὡς θεοπαράδοτα
λόγια, τὴν ἐξ αὐτῶν ἀθυμίαν διώκεις, καὶ τὸν νοῦν αὐτῶν διεγείρεις πρὸς
πλείονας ἐπιδόσεις, ὡς ἂν τῆς αἰωνίου ζωῆς ἐπιτύχωσι.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις Ἱεράρχην, καὶ ἐν Ἱερεῦσι θεοφόρον
ἀσκητήν, Ἰωάννην τὸν θεόσοφον, πᾶς ὁ τοῦ Θεοῦ λαός, ὕμνοις καὶ ᾠδαῖς
εὐφημήσωμεν· ἀσκητικῶς γὰρ ἀγωνισάμενος, ποιμαντικῶς διέ-πρεψεν, ἐν τῇ τοῦ
Χριστοῦ Ἐκκλησίᾳ· διὸ καὶ Κάρπαθος ἡ νῆσος, τῇ ποιμανσίᾳ αὐτοῦ σεμνυ-νομένη,
καὶ τοῖς λόγοις παιδευομένη, ἀξιόχρεως τὴν μνήμην αὐτοῦ γεραίρει, δοξάζουσα
Χριστόν, τὸν ταῖς πρεσβείαις αὐτοῦ δωρούμενον ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...
Εἰς τόν Στίχον.
Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ θεοφόρος Πατήρ, τὸ τῆς Καρπάθου ἱερὸν
ἐγκαλλώπισμα, Ὁσίων ἡ εὐκο-σμία, τῶν ἀρετῶν ὁ κανών, ταπεινοφροσύνης
ἐνδιαίτημα, ὁ νοῦς ὁ οὐράνιος, ὁ φωτὸς θείου ἔμπλεως, ὁ θείων ἔργων, τῇ ἀσκήσει
ἐκφήνας σου, τὴν πρὸς Κύριον Ἰωάννη ἀγάπησιν· σκεῦος τὸ πολυτίμητον, τῆς θείας
λαμπρότητος, τῶν Μονα-ζόντων ἀλείπτης, τῆς ἀπαθείας θησαύρισμα· Χριστὸν
ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου...
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, τῆς θείας χάριτος τὸ στόμα
τό ἕνθεον, ὁ πράξει καὶ θεωρίᾳ, κεκοσμημένος λαμπρῶς, τῇ καθαρωτάτῃ πολιτείᾳ
σου· σαρκὸς γὰρ τὸ φρόνημα, δι’ ἀγώνων ἀσκή-σεως, ἀπονεκρώσας, ἐνεδύσω ἐν
Πνεύματι, τὴν ἐνέργειαν, ζωῆς Πάτερ τῆς κρείττονος· ὅθεν ψυχῶν τοὺς μώλωπας,
καθαιρεῖς τῷ λόγῳ σου, πρὸς ἀρετῶν ἐπιδόσεις, καθοδηγῶν τοὺς θεό-φρονας, καὶ
πᾶσι πρεσβεύων, ἱλασμὸν καὶ σωτη-ρίαν, καὶ θεῖον ἔλεος.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε,…
Λάμπων τῶν ἀρετῶν τῷ φωτί, λύχνος
πολύ-φωτος ἀσκήσεως πέφηνας, καὶ θεῖος ἀρχιεράρχης, τῆς Ἐκκλησίας Χριστοῦ,
Πάτερ Ἰωάννη ἐχρημάτισας· ἐντεῦθεν ἱέρευσας, τῷ Θεῷ ὥσπερ Ἄγγελος, καὶ
θεοσδότων, χαρισμάτων τὴν ἔλλαμ-ψιν, τῷ ποιμνίῳ σου, διεπόρθμευσας Ὅσιε· ὅθεν
σὲ μακαρίζομεν, καὶ πόθῳ βοῶμεν σοι· ῥῦσαι τὴν νῆσόν σου ταύτην, πάσης ἀνάγκης
καὶ θλίψεως, αἰτούμενος πᾶσι, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τῆς ἐγκρατείας τῷ φωτί, ἱερωσύνης τὴν χλαῖναν,
λαμπροτέραν εἰργάσω, Ἰωάννη Πάτερ Ὅσιε· σὺ γὰρ ὡς Ἄγγελος Θεοῦ, ἐπὶ γῆς
πεπολίτευσαι, πρὸς οὐράνιον πόθον, ἀνάγων τὰς ψυχάς, τῶν πειθομένων τῷ λόγῳ
σου· φερωνύμως γὰρ ὄργανον, τῆς θείας χάριτος ὤφθης, καὶ πάντας παιδεύεις τοῖς
σωτηρίοις δόγμασιν, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ἀρετῶν ὑποφήτης, Μοναζόντων διδάσκαλος, καὶ Καρπάθου
πρόεδρος ὤφθης Ἰωάννη Πατὴρ ἡμῶν· βιώσας γὰρ ὡς Ἄγγελος ἐν γῇ, τοῦ Πνεύματος
ηὐγάσθης τῷ φωτὶ, διὰ τοῦτο ὡς θεράποντα τοῦ Χριστοῦ, τιμῶμεν σὲ κραυγά-ζοντες·
δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ
σοῦ, ἡμῖν χάριν καὶ ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Καρπάθου σὲ πρόεδρον καὶ Ἱεράρχην
σοφόν, ἡ χάρις ἀνέδειξεν, ὡς ἀσκητὴν ἱερόν, Ἰωάννη Πατὴρ ἡμῶν· ὅθεν ἱερατεύσας,
εὐσεβῶς τῷ Κυρίῳ, σύσκηνος ἀνεδείχθης, τῶν Ἁγίων Ἀγγέλων, μεθ’ ὧν ἀεὶ δυσώπει,
ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον…
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Καθαρὰς σου τὸν νοῦν, δι’ ἀσκήσεως θείας, δοχεῖον
ἐκλεκτὸν τῆς Ἁγίας Τριάδος, ἐδείχθης Πάτερ Ὅσιε, καὶ σοφῶς ἐκυβέρνησας, ἢν πεπί-στευσαι,
παρὰ Χριστοῦ Ἐκκλησίαν· ὢ νῦν πρέσβευε, ὢ Ἰωάννη παμμάκαρ, ὑπὲρ τῶν τιμώντων
σε.
Θεοτοκίον.
Ἐκύησας σαρκί, τὸν Ὑπέρθεον Λόγον, ἀφρά-στως ὑπὲρ νοῦν,
μὴ τραπέντα τὴν φύσιν, τὸν κόσμον ἀναπλάττοντα, τῆς φθορᾶς τοῦ Προπά-τορος,
Ἀπειρόγαμε Εὐλογημένη Παρθένε· ὅθεν πάντες Σε, ὡς ἀληθῆ Θεοτόκον, δοξάζομεν
Ἄχραντε.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νήψει νοὸς καὶ ἐγκράτεια ἐκλάμπων, καὶ ταπεινώσει καὶ
λαμπρότητι βίου, ἀρχιερεύς ἐδεί-χθης θεοφόρητος, Ἰωάννη Ὅσιε, Καρπαθίων τὸ
γέρας· ὅθεν Μοναζόντων σε, οἱ χοροὶ εὐφημοῦμεν, ὅτι ταῖς σαῖς ἁγίαις διδαχαῖς,
ῥᾳδίως Πάτερ, Χριστῷ ὁδηγούμεθα.
Θεοτοκίον.
Τὸν ἀκατάληπτον Θεὸν τετοκυῖα,
ἀναλλοιώ-τως καὶ ἀτρέπτως Παρθένε, ἐκ τῆς φθορᾶς τὸν κόσμον ἠλευθέρωσας· ὅθεν
τὴν φθαρεῖσάν μου, ἁμαρτίαις παντοίαις, καίνισον καρδίαν μου, καὶ Χριστῷ
σεσῳσμένον, προσάγαγε μὲ Κόρη δυσω-πῶ, ἵνα δοξάζω, τὴν Σὴν ἀγαθότητα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Καρπάθου ποιμένα σὲ ἐκλεκτόν, ἡ τοῦ Πνεύματος χάρις
τοῦ παντουργοῦ, ἀνέδειξεν Ὅσιε, ὡς θεράποντα ἔνθεον, καὶ λόγῳ καὶ σοφίᾳ, καὶ
θείοις διδάγμασι, καὶ δόγμασιν ἁγίοις, λαμπρῶς διαπρέποντα. Ὅθεν Καρπαθίων, οἱ
χοροὶ Ἰωάννη, τιμῶντες τὴν μνήμην σου, ὡς προστάτην καὶ ἔφορον, ἀνυμνοῦμεν σὲ
κράζοντες· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Ὡς τεκοῦσα τὸν πάντων δημιουργόν, μετὰ σώματος Κόρη
ὑπερφυῶς, ἁπάντων Βασίλισσα, ἀνεδείχθης καὶ Δέσποινα, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ
πάντων προσφύγιον, καὶ σῴζεις τοὺς ἐν πίστει, τῇ σκέπῃ σου σπεύδοντας · ὅθεν
καμέ ῥῦσαι, τῆς παρούσης ἀνάγκης, καὶ σῶσόν με Ἄχραντε, τῆς φορᾶς τοῦ
ἀλάστορος, ἵνα πίστει κραυγάζω Σοι, χαῖρε προστασίᾳ βροτῶν, Θεοτόκε πεπτωκότων
ἔγερσις· χαῖρε τεῖχος καὶ σκέπη, ἡμῶν καὶ βοήθεια.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱερο-κρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς
ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ. . .
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. Τῷ καιρῷ ἐκείνῳ ἐστη ὁ Ἱησοῦς ἐπὶ
τόπου πεδινοῦ... (Ζήτει τῇ ιζ΄ Ἰανουαρίου, τοῦ
Ἁγίου Ἀντωνίου).
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς
ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι.
Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο-καυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλο-καυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ
νῦν. Ταῖς τῆς
Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β´.
Στ. Ἑλεῆμον, ἐλέησον μὲ ὁ Θεός…
Τὴν σὴν κλῆσιν τοῖς ἔργοις σφραγίζεις, Ἰωάννη Πατὴρ
ἡμῶν, θεοπρεπῶς πολιτευσάμενος· τῶ τῆς χάριτος γὰρ λόγῳ, ἀλογίαν παθῶν ἐκ-τρέπεις,
καὶ τῆς ἐν Χριστῷ ζωῆς, τὰς χάριτας ἐκφαίνεις, ὡς τοῦ θείου θελήματος μύστης
θεό-ληπτος. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν Χριστῷ, ἀδια-λείπτως πρέσβευε Ἅγιε, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου,
οὗ ἡ ἀκροστιχὶς : Ὕμνον
προσᾴδω τῷ σοφῷ Ἰωάννῃ. Γερασίμου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ὑμνολογῆσαι τὴν ἁγίαν μνήμην σου, ἐφιε-μένῳ θερμῶς,
Πάτερ Ἰωάννη, θείαν χάριν δίδου μοι, καὶ λόγον μοι χορήγησον, ἵνα μέλψω ἀξίως,
τῶν ἀρετῶν σου τὰς χάριτας, δι’ ὧν περ ὡς φῶς κόσμῳ ἔλαμψας.
Μακρύνας Πάτερ τῆς τοῦ κόσμου
σχέσεως, ἀνεπιστρόφῳ νοΐ, τὴν τῶν Ἀσωμάτων, ὑλικῷ ἐν σώματι, ζωὴν ἁγίαν ἤνυσας,
προσευχαῖς καὶ νηστείαις, καὶ χαρισμάτων τοῦ Πνεύματος, ὄντως Ἰωάννη
πεπλήρωσαι.
Νεκρώσας Πάτερ τῆς σαρκὸς τὸ φρόνημα,
ἀσκητικαῖς ἀγωγαῖς, τὴν ζωοποιούσαν, Πνεύματος ἐνέργειαν, ἐδέξω τῇ καρδίᾳ σου,
καὶ ζωῆς τῆς ἐνθέου, ὑφηγητὴς πρακτικώτατος, ὤφθης Ἰωάννη θεσπέσιε.
Θεοτοκίον.
Ὁ ἐκ μὴ ὄντων πάντα συστησάμενος,
Θεὸς ὁ Ἄναρχος, σάρκα ἐξ ἁγνῶν Σου, Κόρη προσε-λάβετο, αἱμάτων καὶ γεγέννηται,
ὑπὸ χρόνον δι’ οἶκτον, τὰ χρόνιά μου ἰώμενος, πάθη καὶ συν-τρίμματα, Ἄχραντε.
ᾨδὴ γ´. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νοῦν νοημάτων γεηρῶν, δι’ ἐγκρατείας
συντόνου, ἐκκαθάρας Ἰωάννη θεόφρον, δεκτικὸν αὐτὸν σοφέ, τῆς χάριτος τοῦ
Πνεύματος, καὶ θεϊκῆς σοφίας, ὡς ἀληθῶς ἐναπέδειξας.
Παθῶν νεκρώσας τὰς ὁρμάς, ἀσκητικῇ
πολιτείᾳ, ἀπαθείας τὴν στολὴν τὴν ἁγίαν, ἠμφιά-σω μυστικῶς, καὶ Ἱεράρχης Ὅσιος,
ἐδείχθης Ἰωάννη, τῇ προμηθείᾳ τοῦ κρείττονος.
Ῥήμασι Πάτερ ἱεροῖς, τῆς θεοσοφοῦ σου γλώττης, μονασταὶ
οἱ ἐν Ἰνδίᾳ βιοῦντες, ἀθυμίας χαλεπῆς, ἐῤῥύσθησαν γεραίροντες, παμμάκαρ Ἰωάννη,
τὴν δεδομένην σοι ἔλλαμψιν.
Θεοτοκίον.
Ὅρος Σὲ πιὸν καὶ δασύ, οἱ θεηγόροι Προφῆται,
προεκήρυττον Ἁγνὴ Θεομῆτορ ὁ τῶν ὅλων γὰρ Θεός, ἐκ Σοῦ σαρκὶ ἐλήλυθεν, καὶ
ἔσωσε τὸν κόσμον, τῆς τοῦ Ἀδὰμ παραβάσεως.
Κάθισμα. Ἦχος πλ. α´.
Τὸν Συνάναρχον Λόγον.
Ἐγκρατείας ἀγῶσιν ἐμπρεπῶν Ὅσιε, Ἱεράρχης ἐδείχθης τῇ
ἐπινεύσει Χριστοῦ, καὶ ἐποίμανας καλῶς λόγοις καὶ πράξεσι, τὸν περιούσιον λαόν,
Ἰωάννη θαυμαστέ, Καρπάθου τὸ θεῖον κλέος· διὸ τὴν θείαν σου μνήμην, χρεω-στικῶς
πανηγυρίζομεν.
Θεοτοκίον.
Ἀποῤῥήτως τεκοῦσα τὸν Ὑπερούσιον,
οὐσιω-θέντα δι’ οἶκτον τὴν τῶν ἀνθῥώπων μορφήν, ἀνε-καὶνισεν ἡμᾶς τῆς πάλαι
πτώσεως, καὶ ἀνήγαγεν Ἁγνή, ἐξ ἧς πεπτώκαμεν ζωῆς διὸ Σὲ Θεο-γεννῆτορ, ὡς
σωτηρίας αἰτίαν, ὑμνολογοῦμεν καὶ δοξάζομεν.
ᾨδὴ δ´. Σὺ μοι ἰσχύς.
Σῶμα τὸ σόν, καὶ τὴν ψυχὴν ὡς
ἐκάθηρας, Ἰωάννη τῆς προσύλου σχέσεως, Θεῷ ἠνώθης τῷ καθαρῷ, καὶ ταῖς
φωταυγείαις, ταῖς παρ’ Αὐτοῦ φωτιζόμενος, φωστὴρ τῶν Μοναζόντων, ἐχρημά-τισας
θεῖος, καὶ ποιμὴν τῆς Καρπάθου θεόσοφος.
Ἀσκητικῶς, πολιτευσάμενος Ὅσιε, ὡς
ἠρνήσω, κοσμικὴν τερπνότητα, καὶ πληρωθεὶς θείων δωρεῶν, νήψεως ἐργάτης,
θεοειδὴς ἀναδέ-δειξαι, τὸν νοῦν ἡμῶν ἀναγῶν, Ἰωάννη θεόφρον, ἀρετῶν πρὸς
ἀκρώρειαν Ὅσιε.
Δόξης Θεοῦ, ἐπιποθήσας τὴν ἔλλαμψιν, ὑπερήρθης πάσης
ματαιότητος, καὶ νοερῷ Πάτερ ὁμιλῶν, τῷ καθαρωτάτῳ, καὶ πάντων ὄντι ἐπεκεῖνα,
ἐπέτυχες τοῦ πόθου, Ἰωάννη κραυγά-ζων· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Ὡς τοῦ Θεοῦ, θρόνος ὑπέρλαμπρος Δέσποινα, ἐν ἀγκάλαις,
Τοῦτον ὥσπερ νήπιον, σάρκα λαβόντα ἐκ Σοῦ φρικτῶς, φέρεις Θεοτόκε, καὶ
γαλουχεῖς τῷ Σῷ γάλακτι· ὢ δόξης Σου μεγίστης, ἧς ἠξίωσαι Κόρη, ὅτι Μήτηρ Θεοῦ
ἐχρημάτισας.
ᾨδή ε´. Ἵνά τι μὲ ἀπώσω;
Τὸν ἰσάγγελον βίον, Πάτερ ὑπελθὼν
τελείῳ φρονήματι, Μοναστῶν ἀλείπτης, Ἰωάννη σοφὲ ἐχρημάτισας, πρακτικῷ σου
λόγῳ, τούτων ῥυθμί-ζων θεοφόρε, τὴν ζωὴν πρὸς ἀνάβασιν κρείττονα.
Ὡς σοφὸς Ἱεράρχης, καὶ μυσταγωγὸς τῆς
θείας χρηστότητος, Πάτερ Ἰωάννη, ἡμῖν αἴτει πταισμάτων συγχώρησιν, καὶ φωτὸς
ἀΰλου, ἀκτῖ-να θείαν δυσωποῦμεν, οἱ τελοῦντες τὴν πάν-σεπτον μνήμην σου.
Σκεῦος θεῖον ἐγένου, σεαυτὸν καθαρὰς
ἀγῶσιν ἀσκήσεως Πάτερ Ἰωάννη, καὶ ποιμὴν ἀληθῶς θεοφόρητος, τῆς ἐν τῇ Καρπάθῳ,
Χριστοῦ ἁγίας Ἐκκλησίας, ἥτις πόθῳ γεραίρει τὴν μνήμην σου.
Θεοτοκίον.
Ὁ Θεοῦ Θεὸς Λόγος, σάρκα λαβὼν ἐκ σοῦ ὑπὲρ ἔννοιαν,
διπλοῦς κόσμῳ ὤφθη, Θεὸς ἅμα καὶ ἄνθρωπος Δέσποινα, καὶ τὴν σωτηρίαν, ἡμῶν
εἰργάσατο ὁ φύσει, ἀγαθὸς καὶ Φιλάνθρωπος Κύριος.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Φωτὸς πλησθεὶς νοητοῦ, τῇ καθαρᾷ πολιτείᾳ σου,
φωταγωγεῖς ἀληθῶς, λόγων τῇ λαμπρότητι, Ἰωάννη Ὅσιε, τοὺς ἐν τῇ Ἰνδίᾳ, μοναχοὺς
ἐν θείῳ Πνεύματι.
Ὡς θεῖον σὲ ἀρωγόν, καὶ ποιμενάρχην θεόληπτον, ἡ
Κάρπαθος ἀνυμνεῖ, Ἰωάννη Ὅσιε, ἢν σκέπε καὶ φύλαττε, ταῖς σαῖς προστασίαις, ἀπὸ
πάσης περιστάσεως.
Ἱέρευσας ἱερῶς, ὡς Ἱεράρχης θεόσοφος, τῷ πάντων
Δημιουργῷ Ἰωάννη Ὅσιε ὅθεν ἰσοστάσιος, πάντων τῶν Ἁγίων, μετὰ τέλος ὤφθης Ἅγιε.
Θεοτοκίον.
Ὡς τέξασα ἐν σαρκί, τὸν Ὑπερούσιον Κύριον, σαρκός μου
τὸ ἐμπαθές, ἐκκάθαρον Ἄχραντε, καὶ τὸν νοῦν μου λάμπρυνον, τῇ τῆς μετανοίας,
φωταυγείᾳ ἱκετεύω σε.
Κοντάκιον. Ἦχος β´. Τοὺς ἀσφαλεῖς.
Ὡς ἀσκητὴν τῆς εὐσεβείας δόκιμον, καὶ
Ἱεράρχην τοῦ Σωτῆρός ἔνθεον, ἡ νῆσος Κάρπαθος γεραίρει σε, ὦ Ἰωάννη
παμμακάριστε· αὐτὴν γὰρ τῷ σῷ βίῳ καθηγίασας, ὡς βλάστημα αὐτῆς καὶ θεῖον καύχημα,
ἢν φύλαττε πάντοτε πρεσβείαις σου.
Ὁ Οἶκος.
Φερωνύμως τὴν χάριν τοῦ Πνεύματος, ἐκλη-ρώσω τῇ σῇ
καθαρότητι, καὶ χαρίτων ἐδείχθης κειμήλιον, Ἰωάννη σοφὲ τῇ ἀσκήσει σου, ὅτι
ἰσάγγελον ζωήν, διέδραμες μετὰ σαρκός, ὡς ὑπερεῖδες νουνεχῶς, τοῦ κόσμου τὴν ἀπάτην·
ἐντεῦθεν Μοναζόντων διδάσκαλος ὤφθης, ταῖς σαῖς ὑποθήκαις ῥυθμίζων αὐτῶν τὰ
φρονήματα, πρὸς βίον ὑπέρτερον, καὶ ἀποτρέπων ἐξ αὐτῶν, τὰς τοῦ δολίου Βελίαρ
ἐπιβουλάς. Καὶ θεῖος Ἱεράρχης γεγονώς, τῇ ἄνωθεν ψήφῳ, τὴν ἐν Καρπάθῳ ἁγίαν
Ἐκκλησίαν καλῶς ἐποίμανας, λόγοίς σου θείοις καὶ ἐναρέτοις τρόποις· ἥν φύλαττε
πάντοτε πρεσβείαις σου.
Συναξάριον.
Τῇ κε΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου
Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Καρπαθίου, τὸν καὶ Ἐπισκόπου γενόμενον τῆς νήσου
Καρπάθου·
Στὶχοι·
Ἰωάννη χάριτος θείας ἐπλήσθης,
Ὥσπερ ἀσκητὴς καὶ θεῖος Ἱεράρχης.
Εἰκάδι πέμπτη Ἰωάννου ἦτορ γῆθεν νόες ἦραν.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ´. Θεοῦ συγκατάβασις.
Ἀστέρα σὲ πάμφωτον, θείοις χαρίσμασι διαλάμποντα, ἡ
Χριστοῦ Ἐκκλησία, ἡ ἐν Καρπά-θῳ κόσμῳ προβάλλεται, καὶ σὲ ὑμνεῖ Ἰωάννη
κραυγάζουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νοῦν ἔχων λαμπόμενον, ταῖς λαμπηδόσι τῆς θείας χάριτος,
ἀπαστράπτεις ἐν κόσμῳ, σωτη-ριώδη λόγον θεόπνευστε, καὶ καταυγάζεις τοὺς πίστει
κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ναμάτων τοῦ Πνεύματος, πεπληρωμένος βίου λαμπρότητι, ἐκ
χειλέων σου βρύεις, καθάπερ ὕδωρ λόγον σωτήριον, καὶ καταρδεύεις τοὺς πίστει
κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἡλίου τὸ σκήνωμα, δικαιοσύνης τὸ χρυσαυ-γέστατον,
Θεοτόκε Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου πάθεσι, τῇ φωταυγείᾳ Σου λάμπρυναν
κράζουσαν· χαῖρε ἡμῶν προσφυγή, Θεογεννῆτορ Ἁγνή.
ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.
Γέρας σε καὶ διάδημα, κεκτημένη ἡ
Κάρπαθος, Πάτερ Ἰωάννη τὴν ἁγίαν μνήμην σου, γεραίρει βοῶσά σοι· ἐκ πάσης με
ἀπαλλάττε, βλάβης καὶ ἀνάγκης, ἐκβοώσαν Παμμάκαρ· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς
ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐν ἀσκηταῖς περίβλεπτος, Ἰωάννη μακάριε, ταῖς σαῖς
ἐναρέτοις πράξεσι γενόμενος, ποιμὴν ἱερώτατος, Καρπάθου ἐχρημάτισας, πάντας
Καρπαθίους, διεγείρων κραυγάζειν· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥήσεσι τῶν χειλέων σου, τῆς παθῶν ἀμαυρώσεως, τοὺς ἐν
τῇ Ἰνδίᾳ Μοναχοὺς ἀπήλλαξας· σοφία γὰρ Ὅσιε, τῇ θείᾳ λαμπρυ-νόμενος, ἅπαντας
ῥυθμίζεις, εὐσεβῶς τοὺς βοῶ-ντας· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄνευ σπορᾶς συνέλαβες, τὸν Ὑπέρθεον Κύριον, ὡς
ἐκλελεγμένη πρὸ αἰῶνος Πάναγνε, καὶ Τοῦτον γεγέννηκας, ἄνευ φθορᾶς καινίζοντα,
πάντας Θεοτόκε, ἐξ ἀρᾶς τοὺς βοῶντας· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ. Ἐξέστη ἐπὶ τούτῳ.
Στεφάνῳ διαπρεπῶν τῷ τῆς ζωῆς, ὡς τελέσας τὸν δρόμον
τὸν κάλλιστον, ὃν ὁ Σωτήρ, τῇ σῇ Πάτερ ἔθηκε κεφαλή, καὶ δήμοις ἀρι-θμούμενος,
πάντων τῶν ἁγίων Ἰεραρχῶν, ἱκέτευε ἀπαύστως, παμμάκαρ Ἰωάννη, ὑπὲρ τῆς ποίμνης
σου δεόμεθα.
Ἰλύος ἐκκαθάρας τῆς γεηρᾶς, σεαυτὸν Ἰωάννη μακάριε, δι’
ἀρετῆς, καὶ ἀγωνισμάτων ἀσκητικῶν, φωτὸς δοχεῖον γέγονας, καὶ Τριάδος Πάτερ τῆς
Παντουργοῦ, μονὴ καὶ θεῖος οἶκος, ὡς ἡ ἐπαγγελία, ἢν ὁ Σωτὴρ ἡμῖν κατέλιπε.
Μοναῖς ταῖς οὐρανίαις χοροβατῶν, καὶ ὁρῶν τοῦ Χριστοῦ
τὴν λαμπρότητα, καὶ τοῦ φυτοῦ, Πάτερ ἀπολαύων τοῦ τῆς ζωῆς, ὡς Ἱεράρχης ὅσιος,
καὶ τῶν Ἀσωμάτων συγκοινωνός, μὴ παύσῃ ἐποπτεύων, παμμάκαρ Ἰωάννη, ταύτην τὴν
νῆσόν σου δεόμεθα.
Ὁ θεῖος Καρπαθίων μυσταγωγός, καὶ προ-στάτης καὶ
πρέσβυς πρὸς Κύριον, καὶ ἀρωγός, δέξαι Ἰωάννη ἐκδυσωπῶ, ὡς προσφορὰν εὐπρό-σδεκτον,
τὸν παρόντα ὕμνον μου συμπαθῶς, καὶ λῦσον τῶν παθῶν μου, τὴν ζοφερὰν ὁμίχλην,
τῇ φωταυγείᾳ τῆς πρεσβείας σου.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία Μῆτερ Θεοῦ, πολυώνυμε Κόρη πανύμνητε,
σκέπη βροτῶν, σπεῦσον ἐξε-λέσθαι με δυσωπῶ, ἐκ τῶν χειρῶν τοῦ δράκοντος, τοῦ
καταπιεῖν με μανιωδῶς, ζητοῦντος Θεοτόκε, καὶ καθαρὸν τὸν νοῦν μου, πάσης
φαυλότητος καὶ σῶσόν με.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὁ τῆς Καρπάθου Πρόεδρος, καὶ Ἱεράρχης ἔνθεος, ὁ χάριτος
θείας πλήρης, θεόληπτε Ἰωάννη, Θεῷ ἀπαύστως πρέσβευε, πταισμάτων δοῦναι ἄφεσιν,
καὶ ἱλασμὸν καί ἔλεος, τοῖς ἑορτάζουσι Πάτερ, τὴν φωτοφόρον σου μνήμην.
Θεοτοκίον.
Θεὸν ἀφράστως τέξασα, ἡμᾶς ἀνακαι-νίζοντα, ἐκ τῆς
ἀρχαίας κατάρας, δι’ εὐσπλα-γχνίαν Παρθένε, φθορᾶς παθῶν ἀπάλλαξον, καὶ
καίνισον Πανύμνητε, τοὺς Σὲ πιστῶς δοξάζοντας, καὶ τῷ Υἱῷ καὶ Θεῷ Σου,
οἰκείωσαι Θεοτόκε.
Εἰς τους Αἴνους. Ἱστῶμεν στίχους δ’ καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου δεῦτε τιμήσωμεν,
Καρπάθου τὸν ποιμένα, Ἰωάννην τὸν θεῖον· ὁσίως γὰρ ἀμέμπτως καὶ εὐσεβῶς, τῷ Θεῷ
ἱεράτευσε· καὶ νῦν πρεσβεύει διδόναι πᾶσιν ἡμῖν, ἱλασμὸν καὶ θεῖον ἔλεος.
Ἀσκητικῶς μὲν τὸ πρῴην ἀγωνισάμενος,
πολύτιμον δοχεῖον, θείας χάριτος ὤφθης, καὶ εἶτα θεοφόρος Ἀρχιερεύς, Ἰωάννη
γενόμενος, ἐν ἀμφο-τέροις ἐδόξασας τὸν Χριστόν, τοῖς λαμπροῖς σου προτερήμασι.
Ἡ σὲ βλαστήσασα νῆσος Κάρπαθος γάννυ-ται,
τὴν σὴν ἁγίαν μνήμην, Ἰωάννη τελοῦσα, ἢν φύλαττε καὶ σκέπε διὰ παντός, ἀσινῆ
πάσης θλίψεως· ὅτι προστάτην σε μέγαν καὶ βοηθόν, Ἱεράρχα ἐπιγράφεται.
Ταῖς ὑπερφώτοις ἀκτῖσι καταλαμπόμενος, Τριάδος τῆς
Ἁγίας, Ἰωάννη παμμάκαρ, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην
σου, ὡς ἂν ῥυώμεθα πάσης ἐπιφορᾶς, τοῦ δολίου πολεμήτορος.
Δόξα. Ἦχος πλ. α´.
Ὅσιε Πάτερ, τῇ ἰσαγγέλῳ ζωῇ, τῆς ἀπαθείας γεωργήσας τὰ
ἄνθη, εὐωδία Χριστοῦ γέγονας, κατὰ τὸν θεῖον Παῦλον μετάρσιος γὰρ ὤφθης, τῇ τῶν
κρειττόνων ἐπιδόσει, καὶ θείας ἐπιπνοίας, τὴν ἐνέργειαν ἐδέξω· καὶ ἱεραρχικὴν
λειτουργίαν τελέσας, τοῖς ἄνω λειτουργοῖς συνήφθης, καὶ τῆς θείας δόξης
κληρονόμος γέγονας. Ἀλλ’ ὦ Ἰωάννη μακάριε, ἀδιαλείπτως ἱκέτευε, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε....
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά, οἱ Μακαρισμοί καί ἐκ τῶν ὠδῶν ἡ γ’ καί στ’.
Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Ἰωάννου
τοῦ Χρυσοστόμου, (ιγ΄ Νοεμβρίου).
Κοινωνικὸν. Εἰς μνημόσυνον…
Μεγαλυνάριον.
Χαίροις τῆς Καρπάθου θεῖος βλαστός, καὶ ποιμὴν καὶ
κλέος, καὶ μεσίτης πρὸς τὸν Χριστὸν· χαίροις Ἰωάννη, ὁ χάριν θείαν νέμων, τοῖς
πίστει προσιοῦσι, τῇ ἀντιλήψει σου.
Δίστιχον.
Ἰωάννη χάριτος θείας μὲ πλῆσον,
Γεράσιμον μέλψαντα σὴν πολιτείαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου