Πέμπτη 11 Ιουνίου 2015

Ἀκολουθία Ὁσ. ΙΩΑΝΝΟΥ τοῦ Ξένου Ψαλλομένη τῇ 20η Σεπτεμβρίου

Ἀκολουθία Ὁσίου ΙΩΑΝΝΟΥ τοῦ Ξένου
Ψαλλομένη τῇ 20η Σεπτεμβρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τόν Προοιμιακόν τό  Μακάριος ἀνήρ· εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν προσόμοια τῆς ἑορτῆς τοῦ Σταυροῦ δ΄ καὶ τοῦ Ὁσίου δ΄.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
λην τὴν διάνοιαν, διαπαντὸς τῷ Κυρίῳ, Πάτερ ἀναθέμενος, καὶ τοῖς Τούτου ἵχνεσιν ἠκολούθησας, τῆς σαρκὸς ἅπασαν, προσπάθειαν μάκαρ, ἀπεκρούσω τὴν ἐγκράτειαν, περιελόμενος, τῆς ψυχῆς ζωώσας τὸ φρόνημα· διὸ τῆς ἀλήκτου, τρυφῆς κατηξιώθης ἐν Χριστῷ, ἐν παῤῤησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδε-γμένος, Ἰωάννη πάνσοφε, αἰσθητῶς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτίνας τῶν θαυμάτων σου, διό σὲ ἔνδοξε, ἐν τοῖς σοῖς ἀγῶσιν ἐδόξασεν, ὡς θεῖον καὶ θεόληπτον, ὁ Θεὸς τῆς δόξης καὶ Κύριος· ὅθεν τὰς ἰάσεις, ἀφθόνως παρεχόμενος ἡμῖν, ἐν παῤῤησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δεῦτε προσκυνήσωμεν, πιστοὶ ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σῶμα τεθησαύρισται, τοῦ παμμάκαρος, ὅ τερπνοῖς ᾄσμασι, ἐν ψαλμοῖς καί ὕμνοις, τιμήσωμεν κραυγάζοντες τοὺς ἐν ἀνάγκαις, ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σωρόν, καὶ τὴν σὴν κόνιν σεβόμεθα, μύρον ἀναβλύζουσαν.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε νῆσος ἡ Κρήτη, μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν, ἥν καὶ νῦν βράβευσον, τὴν εἰρήνην Πάτερ, καὶ τροπαίων αὐτὴν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, πρεσβείαις σου Πάτερ ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως, λῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παῤῤησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
σιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος, ὅθεν πᾶσι ἐβόας· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον. Μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὐρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων. Οὗ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρε-φήσεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προ-νομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θάνατον. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελλον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἄμωμον ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καυχηματῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίου εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψω-θήσεται πόλις, στόματα δὲ ἀσεβῶν κατα-σκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀνα-παύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυ-χρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Πνευματικὴν  πανήγυριν,  κροτήσωμεν  φιλέορτοι σήμερον, ἐν τῇ εὐσήμῳ ἑορτῆ τοῦ θεοφόρου Πατρός. Οὗτος γὰρ τῇ τοῦ Σταυροῦ συμμαχίᾳ, τὸν πτερνίσαντα τὸν Ἀδὰμ ἐχθρόν, τοῖς ποσὶν αὐτοῦ κατεπάτησε. Τὸν γὰρ Σταυρὸν ἀράμενος, τὴν τεθλιμμένην καὶ στενὴν τρίβον καλῶς διήνυσε. Καὶ νῦν πρὸς πλάτος Παραδείσου σὺν Ἀγγέλοις ἐπαγάλλεται, πρεσβείαν ποιούμε-νος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων τὴν ἱερὰν καὶ φωτοφόρον αὐτοῦ πανήγυριν.
Ἦχος β΄.
γάπησας Ἰωάννη, τὴν ἀνωτάτην φιλοσοφίαν καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα. Καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ θεῖον ἀνεδείχθης, καὶ ὤν ἀεὶ ἡνωμένος Φωτὶ φῶς προσελάμβανες, καὶ τρανώτερον τοῦ μακαρίου ἔτυχες τέλους, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν ζωοπάροχον νέκρωσιν ἐνδυθεὶς Ἰωάννη, καὶ ὡς γνήσιος μύστης ἐκμιμησάμενος, ὅλον ἐνέκρωσας σεαυτόν, καὶ τῷ κόσμῳ θεόφρον τεθνηκώς, τὴν ἐν Χριστῷ ζωήν, εὗρες ὄντως τὴν ἀκήρατον· ἀλλ’ ἡμᾶς ἐκ τῶν παθῶν κινδυνεύοντας ψυχικῶς εἰς θάνατον, νῦν ἀνάστησον καὶ ταῖς ἐπισκέψεσι τῶν σῶν ἀκοιμήτων πρεσβειῶν ἐνίσχυσον ἡμᾶς, τοῦ Θεοῦ τὴν δεξιὰν ἐφ’ ἡμᾶς ἐπικαλούμενος.
Δόξα. Ἦχος πλ. α΄.
σιε Πάτερ, οὐκ ἔδωκας ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας καὶ σεαυτὸν ἠτοίμασας τοῦ Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς μονὴν παρά σοι ἐποιήσατο, καὶ τῆς Ὁμοουσίου Τριάδος θεράπων γενόμενος, Ἰωάννη μακάριε, πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον, Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
γκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυ-μάτισας, καὶ τὰς τούτου φάλαγγας κατετρό-πωσας· διὸ τῆς νίκης ἀπέλαβες βραβεῖα μακάριε, παρ’ Αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος, Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύ-νων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Στ. Τίμιος ἐναντίον Κυρίου...
Θεωρείας τῆς κρείττονος, ἐπιβὰς παμμα-κάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περὶ ὧν ἐν τῷ σώματι παρεῖδες, καὶ ἄϋλον πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, Θείῳ Πνεύματι, ὁδηγούμενος Πάτερ Ἰωάννη, ὁδηγὸς κανὼν καὶ τύπος, γέγονας πίστει περίδοξος.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόφρον μακαριώτατε, Πάτερ ἐν Κρήτῃ ἐνέφανας, ὁδύνας κακώσεων καὶ τὸ σκότος τῶν παθῶν, Ἰωάννη πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν παναοίδιμον μνήμην σου.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ἰωάννη Πατὴρ ἡμῶν. Διά σοῦ γὰρ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε καὶ Ὁσίων. Μἐθ’ ὧν πρέσβευε τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος α΄.
Τῆς ἐρήμου πολίτης.
Τῆς Κρήτης τὸν γόνον, καὶ ἀσκητῶν ἐγκαλλώπισμα, ναῶν παμπόλλων ἱδρυτήν, Ἰωάννη τὸν Ὅσιον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν χαρμονικῶς· σῶζε ταῖς λιταῖς σου τοὺς τὴν μνήμην σου τελοῦντας καὶ βοῶντάς σοι· Δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῶ ἐνεργοῦντι διά σου πᾶσιν ἰάματα.
Ἀπόλυσις.





















ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν.Κάθισμα.
Ἦχος α΄. Τὸν Τάφον Σου, Σωτήρ.
μνοῦμεν τὴν σεπτήν, καὶ ἁγίαν σου μνήμην, τὴν πᾶσι τοῖς πιστοῖς, χορηγοῦσαν ἀφθόνως, τὴν ἴασιν μακάριε, τοῖς ἐκ πόθου κραυγάζουσι, σῶσον Ἅγιε, ἡμᾶς τοὺς δούλους σου πάντας, ταῖς πρεσβείαις σου, πρὸς τὸν Θεὸν Ἰωάννη, τῆς Κρήτης ὑπέρμαχε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν,
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν πιστῶν προΐστασαι, σκέπων, φρουρῶν τούτους μάκαρ, ἀπὸ πάσης θλίψεως ἀπολυ-τρούμενος σοφέ, ἐρημιτῶν ἐγκαλλώπισμα, κλέος καὶ δόξα Ἰωάννη Ὅσιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χαίροις ἔχουσα Κρητῶν νῆσος, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσα πηγὰς τῶν ἰάσεων, καὶ διασώζουσαν πάντας ἐκ θλίψεων, τούς σοί προστρέχοντας Πάτερ ἐκ πίστεως, Ἰωάννη Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλαὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπε-ξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου...
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...

Εὐαγγέλιον Ὁσιακόν, ἐκ τοῦ κατά Ματθαῖον. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη... (Ζήτει τῇ 17η Ἰανουαρίου).

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Θεία χάρις ἀπῃώρητο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, Ἰωάννη Πατὴρ ἡμῶν· διὸ καὶ εἰς ὁσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν ἰαμάτων τὴν ἴασιν ἀρυόμενοι· ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οἱ Κανόνες· τῆς ἑορτῆς.
Κανών του Αγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
θελξέ σε ὁ πόθος ὁ Δεσποτικός, καὶ τὰς τοῦ σώματος ἡδονὰς κατέλειψας, ἐν Χριστῷ Ἰωάννη μακάριε.
ρθης Πάτερ πρὸς ὕψος, καὶ διαπεράσας τὸ μεσότειχον τῆς ἀκτίστου οὐσίας, καθαρῶς Ἰωάννη μακάριε.
Αἴγλην ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ σου δεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν τὴν ἀχλὺν τῶν παθῶν ἐξηφάνισας.
Θεοτοκίον.
Γένος ἀδαμιαῖον πρὸς τὴν ὑπὲρ νοῦν μακαριότητα, διὰ Σοῦ ἀνηγμένον, Θεοτόκε, ἀξίως δοξάζει Σε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Πῦρ τὸ τῆς θεότητος, ἐνστερνισάμενος Ὅσιε, καὶ καθαρθείς, ἄνθραξ Ἰωάννη, ἐπὶ γῆς ἐχρηματίσας.
Ζῶν νεκρὸς λελόγισαι, τῇ ἀποτάξει τοῦ σώματος, διὸ θανὼν ζῇς μετὰ Ἀγγέλων Ἰωάννη μακάριε.
Θησαυρὸν πολύτιμον, ἡ τῶν Κρητῶν κληρου-χία σε, ἔχει σοφέ, καὶ τοῖς τῶν λειψάνων θαυμα-σίοις φαιδρύνεται.
Θεοτοκίον.
Κλίμακά Σε Πάναγνε, ὁ Ἰακὼβ ἐθεάσατο, δι’ ἧς Χριστός, τὴν φθαρεῖσαν φύσιν, καταβὰς ἠλευθέρωσε.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Λαμπρυνθεὶς τῇ χάριτι, καὶ ἀληθείᾳ, τὸ τῆς Κρήτης πλήρωμα, φωταγωγεῖς πανευσεβῶς, ἀει-μακάριστε Ὅσιε· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπί Σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψει, ἡ πάντων βοήθεια.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ληθῶς ἐφιέμενος, γνώσεως μακάριε πράξει γέγονας, θεωρίας ἡ ἐπίβασις, τοὺς τῆς Κρήτης λήρους παρωσάμενος.
ρετίσω μακάριε, εὐαγγελικοῖς προστάγμα-σιν ἕπεσθαι, τὸν Σταυρόν σου γὰρ ἀράμενος, Ἰωάννη χαίρων ἠκολούθησας.
Ταπεινώσεως πτέρυξι, τὰς τοῦ δυσμενοῦς παγίδας συνέτριψας, Ἰωάννη καὶ ὑψούμενος, οὐρανοπολίτης ἐχρημάτισας.
Θεοτοκίον.
λασμὸν ἡμῖν δώρησαι, τῶν ἁγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον Σου, ὁ Θεὸς πρεσβείας τῆς τεκούσης Σε.
Ὠδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι.
μφρόνως τὰς αἰσθήσεις τοῦ σώματος, κυβερνήσας στήλη ἐχρημάτισας, τῶν ἀρετῶν παμμακάριστε.
Τὸν καύσωνα ἐβάστασας, ἀοίδιμε τῆς ἡμέρας, χαρᾶς κατηξιώθης τῆς τοῦ Δεσπότου Ὅσιε.
Ναοὺς πανευκλεεῖς ἀνεστήλωσας, τοῦ Κυρίου, ναὸς ζῶν καὶ ἔμψυχος, χρηματίσας θεσπέσιε.
Θεοτοκίον.
Ζωὴν ἡμῖν ἐβλάστησας, Ἄχραντε Θεοτόκε, τὸν Κτίστην καὶ Κύριον ζωοποιοῦντα τὰ σύμπαντα.
ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.
σάγγελον βιῴσας ἐπὶ γῆς, βίον Ὅσιε, θείοις χαρίσμασιν, ἐκοσμήθης δεξιᾷ Παντοκράτορος.
γκράτειαν ἀένναον, εὐχὴν κτησάμενος Ὅσιε, ἀγάπην ἀθόλωτον, ἀκηλίδωτον Θεοῦ, ὥφθης σκήνωμα.
Τοῦ ὄφεως Χριστὲ ἡ προσβολή, οὐ τῷ λόγῳ ἔθελξέ Σου τὸν θεράποντα, οὐ τὸ πῦρ τῶν πειρασμῶν κατεπτόησεν.
Θεοτοκίον.
λόγος τοῦ Θεοῦ Σε τῆς βροντῆς, Θεοτόκε, ἔδειξεν οὐράνιον κλίμακα, διὰ Σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκε.
Κοντάκιον. Ἐπεφάνης σήμερον.
ς ἀστέρα μέγαν σε, Κρήτη ἡ νῆσος, κεκτημένη Ὅσιε, ταῖς τῶν θαυμάτων σου βολαῖς, φωτιζομένῃ κραυγάζει σοι, σῶσον τοὺς πίστει τιμῶντας, Ἰωάννη τὴν μνήμην σου.
Ὁ Οἶκος.
Τὸν τοῦ Κυρίου ἐραστήν, τῆς Κρήτης τὸν προστάτην, θαυμάτων τὸν ταμίαν ἀνευφημήσωμεν πιστῶς. Οὗτος γὰρ ὡς ἥλιος ἐξέλαμψε, καὶ ναοὺς παμπόλλους ἀνήγειρε φωτίζων τοὺς ἐν τῇ ἰδίᾳ πατρίδι ἐν σκότει παθῶν καὶ ἁμαρτιῶν ὑπάρχοντας καὶ ἐκδιώκων τὴν τῶν δαιμόνων ζοφερὰν πλάνην· διὸ καὶ ποταμοὺς θαυμάτων ἐκβλύζει καὶ πάντων τὰς προσευχὰς ῥωννύει τῶν ἐκβοώντων αὐτῷ· σῶζε τοὺς πίστει τιμῶντας Ἰωάννη τὴν μνήμην σου.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Κυρ Ἰωάννου τοῦ Ξένου, τοῦ ἐν Κρήτῃ διαλάμψαντος.
Στίχοι·
Ὁ Ἰωάννης ἐκ γῆς ἀναχωρήσας,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Λῆξε βίου Ἰωάννης εἴκαδι τῆ εἰκοστῇ ψυχὴν δίδως.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
δονὰς θανατώσας, καὶ θυμὸν χαλινώσας, ὦ παμακάριστε, ἐδέξω τὸ βραβεῖον τῆς ἄνω κληρουχίας, Ἰωάννη θεσπέσιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ρετῶν τὴν ἀρίστην, ἀκλινῶς διοδεύσας, Ἰωάννη πανόσιε, πρὸς πόλιν εἰσελαύνεις, Ἐδὲμ τῆς ἀκηράτου, μελῳδῶν εὐφραινόμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῆς Τριάδος τὴν δόξαν, εὐσεβῶς καταγγείλας, ὦ παμμακάριστε, φωτὶ τῷ τρισηλίῳ, τρυφᾶν ἐπαναπαύει, Ἰωάννη Ὅσιε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
άβδος ἔφυς Παρθένε, Ἰεσσαὶ ἐκ τῆς ῥίζης ἡ παμμακάριστος, καρπὸν ἀνθηφοροῦσαν, σωτήριον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Τὸν ἐνισχύσαντα θαυμαστῶς, πρὸς ἀγῶνας ἀσκητικοὺς τὸν Ὅσιον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὴν τῶν Ἀγγέλων ἐπὶ τῆς γῆς πολιτείαν, ἠρετίσω παμμάκαρ Ἰωάννη, ἐν ἐπουρανίοις αὐλίζει εἰς αἰῶνας.
Θίασος χαίρει, τῶν μοναστῶν, καὶ χορεύει τῶν Ὁσίων δῆμος Ἰωάννη, στέφος γὰρ ἐδέξω τῆς νίκης ἐπαξίως.
Θεοτοκίον.
περφυῶς, τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν λόγον τέτοκας Παρθένε, ὅθεν Σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
μνήμη σου ἀξίως, Πάτερ Ἰωάννη, εὐφραίνει πάντα τῆς γῆς τὰ πληρώματα, ἥν ἐτησίως τιμῶντας ἡμᾶς περίσωζε.
Τοὺς πίστει ἐκτελοῦντας, Ὅσιε τὴν μνήμην, τὴν ἀξιέπαινόν σου καθικέτευε, ἐκ τῶν σκανδάλων ῥυσθῆναι τοῦ πολεμήτορος.
Τῷ θρόνῳ τοῦ Δεσπότου, μάκαρ Ἰωάννη, Τούτου ἀεὶ παριστάμενος Ὅσιε, μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ τῶν δούλων σου.
Θεοτοκίον.
Ψαλμοῖς Σε ἀνυμνοῦμεν, Κεχαριτωμένη, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν, Σὺ γὰρ ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.

Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
λην σαφῶς δεξάμενος, τὴν τρισήλιον αἴγλην, τῆς θεαρχίας πάνσοφε νῦν θεὸς χρηματίζεις, Θεοῦ τοῦ Παντοκράτορος, Ὅν δυσώπει ῥυσθῆναι, κινδύνων τε καὶ θλίψεων, Ἰωάννη παμμάκαρ, καὶ τὴν σεπτήν, καὶ φωσφόρον μνήμην σου ἐκτελοῦντας, τῆς Κρήτης ἐγκαλλώπισμα, ἀσκητῶν ὡραιότης.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
θήκη ἔνθα σου κεῖται, τὸ εὐκλεέστατον σῶμα, χάριτας βλύζει τοῖς πᾶσι, τῶν ἰαμάτων δαψιλῶς, τοῖς προσιοῦσιν ἐν πίστει, μακάριε Ἰωάννη.
Καὶ τοῦ Τιμίου Σταυροῦ.
Σταυρὸς ὁ φύλαξ...

Εἰς τοὺς Αἴνους.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἐφετῶν ἀπολαύων, ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει ἐκτελούντων μνήμην τὴν σήν, Ἰωάννη Πατὴρ ἡμῶν, καὶ τῶ ναῷ σου τῷ θείῳ πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε.
ξω σαρκὸς καὶ τοῦ κόσμου, ταῖς ἀρεταῖς γεγονώς, καὶ δι’ αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον τῆς δόξης Πάτερ σοφέ, Ἰωάννη μακάριε, καὶ ἰαμάτων ἐδείχθης θεία πηγή, παρ’ Αὐτοῦ θεόφρον Ὅσιε.
πὲρ ἡμῶν τῶν ἐν πίστει, σοῦ τὴν πανένδοξον, καὶ φωτοφόρον μνήμην, ἐκτελούντων μὴ παύσῃ, μάκαρ Ἰωάννη τὸν Λυτρωτήν, ἱκετεύων καὶ Κύριον, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρα-σμῶν, καὶ πυρὸς τοῦ αἰωνίζοντος.
πολυεύφημος Κρήτη σήμερον χαίρουσα, ἐν τῇ σορῷ σου Πάτερ, ἐγκωμίοις γεραίρει, αὕτη ἀεννάως βρύει καὶ γάρ, τὰς ἰάσεις τοῖς κάμνουσι, τῆς αὐτῆς πόθῳ προσχαύουσι καὶ θερμῶς, σῶσον Ἅγιε κραυγάζουσι.
Δόξα. Ἦχος α΄.
Δεῦτε πιστοὶ συνελθόντες ἐνθέως, ἐν τῇ μνήμῃ σήμερον τοῦ θεοφόρου Πατρός, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, καὶ ἐν φωνῇ ἀγαλλιάσεως βοήσωμεν λέγοντες. Χαίροις ὁ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων ἀράμενος, καὶ ἐν αὐτῷ τὸν παλαιὸν σὺν ταῖς ἐπιθυμίαις συσταυρώσας ἄνθρωπον. Χαίροις φωστὴρ τῆς Κρήτης παμφα-έστατε, καὶ τῶν ἐν αὐτῇ παθῶν καὶ κινδύνων ἀπαλλαγὴ καὶ ἀγαλλίαμα φαιδρόν. Χαίροις νοσούντων ἐπίσκεψις καὶ θλιβομένων χαρὰ καὶ ἀγαλλίασις. Τοὺς ἐκτελοῦντας τὴν μνήμην σου ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως λύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Πάτερ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Σήμερον ὡς ἀληθῶς...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἀπὸ τοῦ Κανόνος τοῦ Σταυροῦ ὠδὴ γ΄, ἀπὸ δὲ τοῦ Ἁγίου ἡ στ΄.
Ἀπόστολος εἰς Ὅσιον (Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματος...).
Εὐαγγέλιον Ὁσιακόν, ἐκ τοῦ κατά Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τῇ 17η Ἰανουαρίου).
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.
Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός, καὶ τῶν μοναζόντων ἀντιλήπτωρ τε καὶ φρουρός· χαίροις ὁ τῆς θείας, Ὅσιε Ἰωάννη, Μονῆς Μυριοκεφάλων, κτίτωρ γενόμενος.
Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῆς Θεοτόκου ναοὺς ἔκτισας ἀγαθέ, καὶ ἑτέρους ἄλλους, ναοὺς δὲ ἀνεγείρας, Ὅσιε Ἰωάννη, σκέπε τοὺς δούλους σου.
Ζήλῳ θείῳ μάκαρ πυρποληθείς, ἐκ θείου Ἀγγέλου, φωνὴν ἤκουσας ὡς βροντήν, καὶ φῶς ἰδὼν μέγα, Μυριοκεφάλων ὄρος, ὦδε ναὸν ἐγείρεις τῆς Θεομήτορος.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, μάκαρ Ἰωάννη, τοὺς πιστοὺς ἡμῶν ἀδελφούς, ἐξαιρέτως πάντας, τοὺς τὸν ναὸν τιμῶντας, τῆς πανυπερεν-δόξου Ἀντιφωνήτριας.
Δεῦτε τὸν τῆς Κρήτης θεῖον βλαστόν, Ἰωάννην ὄντως ἀνυμνήσωμεν εὐσεβῶς, τὸν κτίσαντα πόθῳ, ναὸν τῆς Θεοτόκου, τῶν Μυριο-κεφάλων Ἀντιφωνήτριας.
Χαίροις ὁ τὸν θεῖον ἄρας σοφέ, Σταυρὸν τοῦ Κυρίου ἠκολούθησας σὺν αὐτῷ· χαίροις ὁ τῆς θείας, Μονῆς Μυριοκεφάλων, Ὅσιε Ἰωάννη κτίτωρ γενόμενος.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Μῆτερ Θεοτόκε, Ὀρθοδόξους Χριστιανούς, ἐξαιρέτως πάντας, ἐν τῷ ναῷ τιμῶντας, τὴν ἱερὰν μονήν σου Ἀντιφωνήτριαν.
Χαίροις ὦ Παντάνασσα Μαριάμ, Μήτηρ τοῦ Κυρίου, καὶ Σωτῆρος ἡμῶν Χριστοῦ, φύλαττε καὶ σκέπε, τοὺς δούλους Σου Κυρία, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ...


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου