Ἀκολουθία Μάρτυρος ΜΥΡΟΠΗΣ, ὁσ. Νικηφόρου Χίου
Ψαλλομένη τῇ 2α Δεκεμβρίου
Ποίημα Ὁσίου Νικηφόρου τοῦ Χίου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας, δευτεροῦντες αὐτά.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Μύρα προσεκόμισας Χριστῷ, παρθενίαν ἄσπι-λον, καὶ τοὺς
ἱδρῶτας τῶν πόνων σου, θείως βιώσασα, πάνσεμνε Μυρόπη, εἶτα καὶ τὸ αἷμά σου,
καὶ ὅλην σεαυτὴν ὁλοκάρπωμα, καὶ θῦμα ἄμωμον· ὅθεν δόξης σέ ἠξίωσε, σὺν
Δικαίων, καὶ Μαρτύρων τάγμασι. (Δίς).
Ἐν σοὶ διεσώθη ἀκριβῶς, Μυρόπη πανεύφημε, τὸ κατ’
εἰκόνα ἀλώβητον, ἐνθέοις πράξεσι, καὶ θεομιμήτως, εἰς τὸ καθ’ ὁμοιώσιν, ἀνῆλθες
ἀρετῶν ἐπιδείξεσιν, εἶτα καὶ αἵμασι, μαρτυρίου κατε-φοίνιξας, τὴν στολήν σου,
καὶ Χριστῷ προσήνεξαι. (Δίς).
Τοὺς ἄθλους ἰδοῦσα τοῦ κλεινοῦ, Ἰσιδώρου ἔσπευσας,
τούτους Μυρόπη μιμήσασθαι· ὅθεν τὸ λείψανον, τούτου ἀφελοῦσα, ἔτυχες τοῦ πόθου
σου, ἀθλήσασα λαμπρῶς καλλιπάρθενε, καὶ ἐρυ-θρᾷ στολῇ τῶν αἱμάτων σου
ἀνέδραμες, οἷα Νύμφη Χριστῷ τῷ Νυμφίῳ σου. (Δίς).
Δόξα. Ἦχος β΄.
Εἰς ὀσμὴν τῶν μύρων σου δραμοῦσα Χριστέ, Μυρόπη ἡ
πανθαύμαστος, τὰ δυσώδη πάθη τῆς σαρκός, ἐγκρατείᾳ νήψει καὶ προσευχῇ ἀπε-νέκρωσας,
δάκρυσί τε ἐμπόνοις τὴν ψυχὴν ἐκκαθάρασα, εἰς τὸ στάδιον ἥλασας τῆς ἀθλή-σεως,
καὶ τοῖς οἰκείοις αἵμασι φοινιχθεῖσα, νύμφη ὡραία, παρθενία καὶ μαρτυρίῳ
κεκοσμημένη, Σοὶ τῷ ἀκηράτῳ καὶ ἀθανάτῳ Νυμφίῳ προσήνεκται· καὶ παρὰ τῆς Σῆς
ζωαρχικῆς διττῷ στέφει καταστεφθεῖσα δεξιᾶς, αἰτεῖται μετὰ παῤῥησίας ὑπὲρ ἡμῶν,
τὸ μέγα Σου ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ
ἡ βάτος οὐκ ἐκαίετο κατα-φλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας·
ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτει-λεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ
σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ.λα', 10-20, 25).
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει;
τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν
εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει
δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα
ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε
κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς
ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀπο-σβέννυται ὅλην τὴν
νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ
πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ
ἐξέτεινε πτωχῷ. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσα-το, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλο-κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Ἀσκήσει τὸ σῶμα Μυρόπη κατατήξασα,
καὶ τὴν ψυχὴν ἀρετῶν τῇ ἰσχύϊ νευρώσασα, ἀπτοήτως ὑπεισῆλθες τοῦ Μαρτυρίου τὸ
στάδιον, καὶ ἀνδρικῶς ἀγωνισαμένη, τυράννων καθεῖλες τὴν ὀφρύν, τῇ εὐτολμίᾳ τῶν
λόγων σου, καὶ τὸν Χριστὸν Θεὸν εἶναι τοῦ σύμπαντος ἀνακηρύξασα, θάνατον
ἀθανασίας πρόξενον εἴληφας ὑπὲρ Αὐτοῦ, ᾧ
μὴ ἐλλίπῃς πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἀμέμπτως βιώσασα, καὶ ἀθλητικῶς
τελειω-θεῖσα, Μυρόπη πανεύφημε, ἐπάξιον ἐδέξω παρὰ Θεοῦ τῆς ἀφθαρσίας τὸν
στέφανον· καὶ νῦν μετὰ τῶν Μαρτύρων, τῷ θείῳ θρόνῳ παρισταμένη, καὶ τῶν ἀπ’
αἰῶνος ἐκλεκτῶν, θεουμένη τε κατὰ μέθεξιν, καὶ τῆς ἐκεῖθεν ἀπαυγαζούσης δόξης
τε καὶ λαμπρότητος πληρουμένη, μέμνησο καὶ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ
τελούντων, τὴν ἀεισέ-βαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ
Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν
σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε,
κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν
κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρον, δεχομένη εὐλαβῶς, πᾶσι τοῖς
πιστοῖς ἐχορήγεις, ἀφθόνως πάνσεμνε, ἐκ τοῦ θείου μνήματος, τῆς Ἑρμιόνης ποτέ,
καὶ ἐκ τούτου τῆς κλήσεως, ἔτυχες Μυρόπη, ἀλλὰ καὶ τὸ αἷμά σου μύρου
ἀλάβαστρον, ὄντως, τῷ Κυρίῳ προσήξας, διὰ τοῦ σεπτοῦ μαρτυρίου, Μάρτυς Ἀθληφόρε
τῷ Νυμφίῳ σου.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅλην, ἀπεκάθῃρας σαυτήν, πράξεσιν
ἐνθέοις καὶ ἔργοις, παντὸς σαρκὸς μολυσμοῦ, καὶ πνεύματος πάνσεπτε, ᾀεὶ
σχολάζουσα, θεωρίαις ταῖς κρείττοσι, καὶ ἀπαγομένη, ὅλην σου τὴν ἔφεσιν εἰς
οὐρανὸν ἀπὸ γῆς· ὅθεν, καὶ ζωῆς τῆς προσκαίρου, οὐκ ἐφείσω ὅλως Μυρόπη, ἀλλὰ
θάνατον προέκρινας ἑκούσιον.
Στ. Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθηνε τὰ διαβήματά μου.
Σῶμα,
Ἰσιδώρου τὸ σεπτόν, ἔλαθες Μυρόπη λαβοῦσα, τοὺς τούτου φύλακας, καὶ πόθῳ μυρί-σασα,
τοῦτο ἐκήδευσας, τοῖς ζητοῦσι δὲ οἴκοθεν, ἐδήλωσας αὖθις· ὅθεν ὡς ὑπεύθυνος τῷ
ἱταμῷ δικαστῇ, ἤχθης, καὶ ἐξήλεγξας τούτου, λόγων εὐτολμίᾳ θεόφρον, τὴν
ταλαιπωρίαν καὶ ἀσέβειαν.
Δόξα. Ἦχος γ΄.
Γενναίῳ φρονήματι, καὶ ἀπτοήτῳ
καρδία, παραστάσα τῷ τυράννῳ, τοιαῦτα ἀπεκρίθης δια-πράξασθαι, καταφρονοῦσα καὶ
καταπτύουσα, τὴν ἐκείνου ταλαιπωρίαν καὶ ἀθεότητα· δι’ ὃ καὶ τύπτεσθαι ἀφειδῶς
ῥοπάλοις κελεύσαντος, καὶ ἀνὰ πᾶσαν τὴν πόλιν, ἀπὸ πλοκάμων τῆς κεφαλῆς
περιάγεσθαι, ἔφερες ἀγαλλομένη στεῤῥόψυχε, τὴν ἐν οὐρανοῖς ἀποσκοποῦσα
μακαριότητα· ἧς καὶ τυχοῦσα καὶ ἀπολαύουσα ἤδη, μέμνησο καὶ ἡμῶν, τῶν ἐκ πόθου
τοὺς ἄθλους ὑμνούντων σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει
δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων
ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ Σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος
ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον.
Ἦχος
α’. Τῆς ἐρήμου πολίτης.
Καλλιμάρτυς Μυρόπη, καὶ Χριστοῦ Νύμφη
ἄφθορε, νῦν Αὐτῷ παρεστῶσα ὡς ὡραία καὶ πάγκαλος, ὡς λίθους φαιδροὺς καὶ
διαυγεῖς, τὰ στίγματα φέρουσα σαρκός, καὶ αἱμάτων τὴν πορφύραν ὡς βασιλὶς
περικειμένη ἔνδοξε, δυσώπει Αὐτὸν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σου,
ὕμνοις ἐπινικίοις καὶ ῷδαῖς τὴν θείαν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ
φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ.
Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν
Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν. Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καλλιπάρθενον, Μυρόπην ᾄσμασι, καὶ καλλιμάρτυρα,
ἀνευφημήσωμεν, τὴν ἐκλεκτὴν Νύμφην Χριστοῦ, τοῦ ἀκηράτου Νυμφίου· ἥνπερ
εἰσεδέξατο, εἰς παστάδα οὐράνιον, καὶ χορείᾳ ἥνωσε, τῶν παρθένων κατέχουσαν,
φαιδρὰν τὴν τῆς ἁγνείας λαμπάδα, ἐν τῷ νυμφῶνι τῷ ἀφθάρτῳ.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας Σου, καὶ
τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας Σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα Σοι Θεοτόκε·
ποῖόν Σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω Σε; ἀπορῶ καὶ ἐξίσταμαι·
διὸ ὡς προσετάγην βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν Τάφον Σου, Σωτήρ.
Νεάνις ἐκλεκτή, ἀδιάφθορος κόρη, παρθένος ἀληθής, καὶ
ἀμώμητος νύμφη, Μυρόπη ἡ πανεύ-φημος, ἀρετῶν τῇ λαμπρότητι, καὶ ἀθλήσεως,
κεκοσμημένη ποικίλως, θείοις στίγμασι, τῷ Βασιλεῖ τῶν ἁπάντων, Χριστὲ Σοὶ
προσήνεκται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνά-στησον ἡμᾶς,
πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ
πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς
δούλους Σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς ἀνυποίστους αἰκισμοὺς οὓς ὑπέστης, καὶ κεφαλῆς τὰς
ἀλγηδόνας Μυρόπη, ἃς γηθομένη ἔφερες ἀοίδιμε, ἐν τῷ περιάγεσθαι, ἀνὰ πᾶσαν τὴν
πόλιν, ἀπὸ τῶν τριχῶν τῶν σῶν, ἀπηνῶς συρομένη, καὶ τὴν εἱρκτὴν καὶ θάνατον
Χριστῷ, εἰς ἱκεσίαν ὑπὲρ ἡμῶν πρότεινε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ
ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα
βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων,
μὴ ἀπο-στρέψῃς Σοὺς δούλους κενούς· Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς
ζωογονίαν.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας
μου καὶ κατεύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, εἰς Γυναῖκα Μάρτυρα.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο-καυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλο-καυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου...
Καὶ
νῦν. Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. α΄.
Στ. Ἐλέησόν με ὁ Θεός...
Ἀμέμπτως βιώσασα, καὶ ἀθλητικῶς
τελειω-θεῖσα, Μυρόπη πανεύφημε, ἐπάξιον ἐδέξω παρὰ Θεοῦ τῆς ἀφθαρσίας τὸν
στέφανον· καὶ νῦν μετὰ τῶν Μαρτύρων, τῷ θείῳ θρόνῳ παρισταμένη, καὶ τῶν ἀπ’
αἰῶνος ἐκλεκτῶν, θεουμένη τε κατὰ μέθεξιν, καὶ τῆς ἐκεῖθεν ἀπαυγαζούσης δόξης
τε καὶ λαμπρότητος πληρουμένη, μέμνησο καὶ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ
τελούντων, τὴν ἀει-σέβαστον μνήμην σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Δυσώδης καὶ βέβηλος, ἐγὼ ὑπάρχων, Μυρόπη φερώνυμε, τὴν
ἁγνὴν καὶ ἄμωμον, καὶ εὐωδίαν Χριστοῦ, σὲ εὐφημῆσαι ἐγχειρῶ, ἀλλά μοι σύγγνωθι.
Ποθοῦντι οὖν ᾄσμασι, τῆς σῆς Μυρόπης ὑμνῆσαι ἀθλήσεως,
τοὺς ἀγῶνας χάριν μοι, ἐξ ὑψωμάτων ἱερῶν, κατάπεμψον ταῖς σαῖς λιταῖς,
θεοχαρίτωτε.
Τηροῦσα ἀλώβητον, τὸ κατ’ εἰκόνα, Θεοῦ καὶ ὁμοίωσιν, ἐκ
παιδὸς ἀοίδιμε, ἠξίωσαι κοινωνός, τῶν παθημάτων τοῦ Χριστοῦ, γενέσθαι ἔνδοξε.
Θεοτοκίον.
Τὸ φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με
λύτρωσαι, καὶ βασάνων Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος, ὑμνῶ τὰ
μεγαλεῖά Σου.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τῷ θείῳ τάφῳ προσεδρεύουσα, τῷ τῆς
Ἑρμιόνης Μυρόπη σεπτή, τὸ ἀναβλύζον ἐξ αὐτοῦ, θεῖον μύρον διένειμες, καὶ ἐκ
τούτου κλῆσιν εἴληφας, τὴν ὄντως φερώνυμον.
Τοῦ διωγμοῦ κατακρατήσαντος, πᾶσαν τὴν Ἀσίαν καὶ δὴ καὶ
τὴν σέ, ἐναγκαμένην ἀπηνῶς, τὴν περίπτυστον Ἔφεσον, τῆς μητρὸς πατρίδα εὕρηκας,
τὴν Χίον προσφύγιον.
Τῇ προσευχῇ ἀεὶ σχολάζουσα, καὶ τῇ ἐγκρατείᾳ καὶ νήψει
σεμνῇ, τὰς ἀκαθέκτους τῶν παθῶν, ὁρμὰς πάσας ἐνέκρωσας, καὶ Χριστοῦ μύρον
γεγένησαι, βίου καθαρότητι.
Τῷ θείῳ πόθῳ καὶ τῷ ἔρωτι, τῷ τοῦ Ἀθλοφόρου Μυρόπη
σεμνή, κατασχεθεῖσα τὴν ψυχὴν Ἰσιδώρου ἀπέβαλες, πάντα φόβον καὶ τὸ λείψανον,
τὸ τούτου ἀφήρπασας.
Θεοτοκίον.
Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον
καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ
βοήθεια.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Αἰκισμῶν τοῖς στίγμασι, πεποικιλμένη, καὶ βαφαῖς
αἱμάτων σου, πεφοινιγμένη νοερῶς, Χριστοῦ ἐν δόξῃ παρίστασαι, τῷ θείῳ θρόνῳ,
Μυρόπη ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ
λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν
ἀνυμνούντων Σε, Κόρη πανύμνητε.
ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ὡς μέγα σου τὸ ἔργον, καὶ λίαν θαυμαστόν, πῶς εἰς μέσον
ἥλασας λειψάνου τῶν φρουρῶν, καὶ ἀφελοῦσα Μυρόπη, ὡς εὐψυχίας, ἡρέμα πάνυ, καὶ
οὐκ ἔγνωσαν τὸ δράμα, οἱ τηροῦντες τοῦτο στεῤῥόψυχε.
Τοῦ πόθου σου τυχοῦσα, Μυρόπη
θαυμαστή, καὶ τὸ θεῖον λείψανον κατέχουσα χερσίν, ὕμνεις ηὐλόγεις ἐδόξαζες ἐκ
καρδίας, Θεοῦ τὸ δῶρον τὸν Ἰσίδωρον καὶ πίστει, περιπτυσομένη ἐμύριζες.
Κηδεύσας ἐντίμως, τὸ σῶμα τό σεπτόν,
ἔχαιρες κατέχουσα ὡς θεῖον θησαυρόν, ἀλλὰ μαθοῦσα ζητεῖσθαι πρὸς τοῦ τυράννου,
τοῦτο συλῆσαι, ἔφησας τοῖς ἑρευνῶσι μηδὲν πτοηθεῖσα τὸν θάνατον.
Θεοτοκίον.
Παρθένε Παναγία ἀμόλυντε σκηνή,
μολυνθέντα πταίσμασι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν Σου ῥανίσι καθαρωτάταις,
καὶ δός μοι χεῖρα βοηθείας ἵνα κράζω· δόξα Σοι Ἁγνὴ θεοδόξαστε.
ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην.
Ἀνδρικῷ φρονήματι γενναίᾳ ψυχῇ, ἔστης ἀπτοήτως Μυρόπη
πανθαύμαστε, πρὸ τῆς τυράννου σοβαρότητος, καὶ καθωμολόγεις τὸ σῶμα κεκλοφέναι.
Ὢ θαῦμα πῶς οὐκ ἔπτηξας τὸ λίαν σοβαρόν, καὶ τὸ ἰταμὸν
τοῦ τυράννου καὶ ἄγριον, καὶ τὴν μανίαν καὶ ἀπήνειαν, θαυμαστὴ Μυρόπη, ἀλλ’
ἤλεγξας εὐτόλμως;
Πῶς τοῦτο ἐτόλμησας εἰπόντος τοῦ δεινοῦ, ἔφης
ἀνδρειόφρον τὴν σὴν καταπτύουσα, ταλαιπωρίαν καὶ ἀσέβειαν, ὦ τῶν σῶν Μυρόπη,
λόγων τῆς εὐτολμίας;
Θεοτοκίον.
Δυσώπησον Ὅν ἔτεκες Παρθένε ὑπὲρ νοῦν, σώζεσθαι τοὺς
πίστει Σοὶ κράζοντας· χαῖρε Παρθένε παναμώμητε, χαῖρε εὐλογημένη, τοῦ κόσμου
προστασία.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ὑπερβαίνει ἀληθῶς, καὶ ὑπέρκειται ἡ σή, παῤῥησία ἡ
πολλή, τὴν ἐκ λόγων τεχνικῶν, παράστασιν, καὶ διατύπωσιν ἀξιάγαστε.
Τίς ἰσχύσει ἐξειπεῖν, καὶ δηλῶσαι ἱκανῶς, καὶ ἐκφράσαι
ἐναργῶς, τὸν σὸν πόθον πρὸς Χριστόν, πανεύφημε; δι’ ὃν θανάτου κατευμεγέθησας.
Τὸ ἀπτόητον τῆς σῆς, ἀξιάγαστε ψυχῆς, καὶ τῶν λόγων ἡ
πολλή, εὐτολμία τὸν δεινόν, ἐξέμυναν, τύραννον Μάρτυς ὃν ἐμυκτήρισας.
Θεοτοκίον.
Εὐδοκία τοῦ Πατρός, ἐσαρκώθη ὁ Υἱός, διὰ Πνεύματος
Θεοῦ, ἐν τῇ μήτρᾳ Σου Ἁγνή, καὶ ἔσωσε τὴν πρὶν εἰκόνα, Θεοκυῆτορ σαφῶς.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Φερωνύμως ἄφθονα, ὦ Ἀθληφόρε Μυρόπη, μῦρα βρύεις
χάριτας, τὰς τῶν θαυμάτων καὶ νέμεις, ἅπασι, τοῖς δεομένοις καὶ ἐκζητοῦσι,
πίστει τε, καὶ εὐλαβείᾳ προσερχομένοις, τῇ σορῷ σου τῇ πανσέπτῳ, ἥτις κατέχει
Μάρτυς, τὴν κόνιν τὴν σήν.
Ὁ Οἶκος.
Ὡς νυμφευθεῖσα τῷ Χριστῷ, διὰ βίου καθα-ρότητος, καὶ
ἀθλήσεως λαμπρότητος, καλλι-πάρθενε Μυρόπη ἀξιάγαστε, θαυμάτων χάριτας βρύεις
φερωνύμως ὡς μῦρα, καὶ νέμεις πᾶσι τοῖς πίστει καὶ πόθῳ, τῇ παντίμῳ σορῷ σου
προσιοῦσι· ἀνεκφοίτητος γὰρ ἐν αὐτῇ μένει ἡ τοῦ Ἁγίου Πνεύματος χάρις, ὡς ἐν
ἑαυτῇ κατεχούσῃ, τὴν ἱερὰν κόνιν τὴν σήν.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος
Μυρόπης.
Ὄντως μύρον πέφηνε Χριστῷ Μυρόπη,
Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.
Αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σώσον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Ἡ κάμινος, Σωτὴρ, ἐδροσίζετο.
Κελεύσαντος ῥοπάλοις μαστίζεσθαι, τοῦ ἰταμοῦ τυράννου
τὸ σῶμά σου, ὑπήνεγκας τοὺς πικρούς, καὶ ἀλγεινοὺς αἰκισμούς.
Τὸ σῶμά σου πληγαῖς κατεξαίνετο, ῥοαῖς δὲ τῶν αἱμάτων
ἐχραίνετο, ἀλλὰ τῷ πόθῳ Χριστοῦ, ἤνεγκας πάντα στεῤῥῶς.
Βαφαῖς ταῖς ἐξ αἱμάτων ἐφοίνιξας,
στολὴν παρθενικὴν παναοίδιμε, καὶ ἐνυμφεύθης Χριστῷ τῷ Βασιλεῖ τοῦ παντός.
Θεοτοκίον.
Νεφέλην Σε γινώσκω Θεόνυμφε, τὸν
Ἥλιον τῆς δόξης κυήσασαν, φωταγωγοῦντα πάντα, τὰ νυκτώδη μου ἐγκλήματα.
ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Νουμέριον ᾔσχυνας, τὸν ἄμοιρον νοός,
καὶ ὅλως παράφρονα, καὶ θῆρα ἰταμόν, τὸν κελεύσαντά σε, εἰς αἰσχύνην τὴν σήν,
ἀπὸ τῶν πλοκάμων ἕλκεσθαι ἐν τῇ πόλει.
Αἰκίζοντες ἅπαν σου, τὸ σῶμα ἀφειδῶς,
καὶ ἕλκοντες βίᾳ σε ἐκ τῶν τῆς κεφαλῆς, πλοκάμων Παρθένε τοῦ θανάτου ἐγγύς,
εἴασαν Μυρόπη ἐν τῷ δεσμωτηρίῳ.
Νυκτὸς εὐχομένης σου, θερμῶς ἐν τῇ εἱρκτῇ, φῶς μέγα
ἐπέλαμψε, καὶ Ἄγγελοι φαιδροί, ἐπέστησαν ἄφνω, καὶ ὁ σὸς ποθητός, Ἰσίδωρος ἔφη,
εἰρήνη σοι Μυρόπη.
Θεοτοκίον.
Ἀνάστησον κείμενον εἰς βάθη με κακῶν, τοὺς νῦν
πολεμοῦντάς με πολέμησον ἐχθρούς· τρω-θεῖσαν ἀτόποις ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ
παρίδῃς, ἀλλ’ οἴκτειρον καὶ σῶσον.
ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Τὴν λαμπροτάτην ψυχήν σου, ἡ τῶν Ἀγγέλων χορεία, σὺν
Ἰσιδώρῳ τῷ κλεινῷ, μετ’ εἰρήνης λαβόντες, ἀνήγαγεν εἰς οὐρανούς, Χριστῷ τῷ
Νυμφίῳ σου ὡς ἄμωμον, Ὅς συνέταξε ταύτην ταῖς παρθένοις, εἰς παστάδα νοητήν.
Τῆς ἀληθοῦς ἀφθορίας, τὴν φανωτάτην λαμπάδα, κατέχουσα
ἐν ταῖς χερσί, καὶ διάδημα κάλλους, καὶ ἀλουργίδα μυστικήν, χρωσθεῖσαν βαφαῖς
ταῖς τῶν αἱμάτων σου, Ἀθληφόρε λαμπρῶς περικειμένη, βασιλεύεις σὺν Χριστῷ.
Τῶν αἰκισμῶν τὰς ὀδύνας, καὶ ἑλκηθμούς, τῶν πλοκάμων,
καὶ σπαραγμοὺς τῆς κεφαλῆς, καὶ αἱμάτων τὴν χύσιν, καὶ τὰ τοῦ σώμματος παντός,
πανίερα στίγματα προσάγαγε τῷ Χριστῷ, εἰς πρεσβείαν ὑπὲρ πάντων, τῶν τιμώντων
σε πιστῶς.
Θεοτοκίον.
Φιλαμαρτύμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ
κριτήριον Ἁγνή, τὸ ἀδέκαστον τρέμω· ἐν ᾧ με τήρησον ταῖς Σαῖς, ἁγίαις δεήσεσι
Θεόνυμφε, ἀκατάκριτον ὅπως ὡς προστάτην, μακαρίζω Σε Ἁγνή.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Διήνυσας τὸν δρόμον, πάνυ ζεούσῃ τῇ ψυχῇ, τοῦ μαρτυρίου
θεόφρον, καὶ νῦν οἰκεῖς τοῦ οὐρανοῦ, τοὺς ἀκηράτους νυμφῶνας, Παρθενο-μάρτυς
Μυρόπη.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά,
Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν
αἰωνίων βασάνων.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ Χριστῷ θείῳ ἔρωτι, τετρωμένη πανεύφημε, χαίρουσα
εἰσέδραμες εἰς τὸ στάδιον, τοῦ μαρτυρίου καὶ ἤνεγκας, αἰκίας καὶ τραύματα, καὶ
κατέβαλες ἐχθρῶν, τὴν ὀφρὺν καὶ τὸ φρύαγμα, τῇ ἐνστάσει σου, Ἀθληφόρε Μυρόπη
καὶ τὸ στέφος, ἐκομίσω καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐπάξια. (Δίς).
Τὸ πανίερον λείψανον, Ἰσιδώρου πανθαύμα-στε, ἀνδρικῶς
ἁρπάσασα καὶ κηδεύσασα, καὶ ὡς προστάτην πλουτήσασα, αὐτὸν ἀκαταίσχυντον, τὸν
λαμπρὸν ἐν Ἀθληταῖς, ὑπεισῆλθες τὰ σκάμματα, τῆς ἀθλήσεως, καλλιμάρτυς Μυρόπη
ὃς ἐπέστη, ἐν εἱρκτῇ σοι βεβλημένη, θείαν εἰρήνην δωρούμενος.
Τοὺς τελοῦντας τὴν μνήμην σου, καὶ τοὺς ἄθλους
γεραίροντας, σκέπε φρούρει φύλαττε ταῖς πρεσβείαις σου, ταῖς εὐπροσδέκτοις πρὸς
Κύριον, Μυρόπη πανεύφημε, καλλιμάρτυς τοῦ Χριστοῦ, Ἀθληφόρε ἀήττητε, καὶ
περίδοξε, ἐκ παντοίων δεινῶν τε καὶ κινδύνων, καὶ λοιμοῦ τοῦ φρικα-λαίου, ᾀεὶ
τὴν ἔφοδον κώλυε.
Δόξα. Ἦχος πλ. δ΄.
Μάγους ἀστὴρ ὁδηγήσας, δωροφόρους σοὶ τῷ νοητῷ τῆς
δικαιοσύνης Ἡλίῳ παρέστησε, Χριστὲ ὁ Θεός, ὑπὲρ ἡμῶν νηπιάσαντι· τὸ φῶς δὲ τοῦ
θείου νόμου τὴν καλλιπάρθενον Μυρόπην ποδηγετή-σασαν, ἐν δεξιᾷ καθημένῳ τοῦ
Πατρός· ἀντὶ μὲν χρυσοῦ, τὴν τῆς παρθενίας λαμπρότητα· ἀντὶ δὲ λιβάνου,
φερωνύμως τὰ μύρα τῶν ἀρετῶν· καὶ ἀντὶ σμύρνης, τὸν ὑπὲρ Σοῦ ἑκούσιον θάνατον,
δωροφοροῦσαν ἀνήγαγεν· ἧς ταῖς εὐπροσδέκτοις πρεσβείαις, καὶ ἡμᾶς ἀξίωσον
τηρῆσαι τὰς σωτη-ρίους Σου ἐντολάς, καὶ σῶσον ὡς Ἀγαθὸς καὶ Φιλάνθρωπος.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα
σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι
χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει
σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου