Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΧΟΡΤΑΪΤΙΣΣΗΣ
Ψαλλομένη τῇ Κυριακῇ τοῦ Θωμᾶ
Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ ΕΝ Τῼ
ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν εἰς τό Κύριε ἐκέκραξα, τὰ παρόντα Στιχηρὰ
προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε προσκυνήσωμεν, Χορταϊτίσσης τὸ ἔκτυπον, τῆς ἁγνῆς
Θεομήτορος, Χριστὸν τὸν Θεάνθρωπον, ἐν Αὐτῆς ἀχράντοις, κόλποις βασταζούσης,
ὅλῃ ἐφέσει τῆς ψυχῆς, βοῶντες· χαῖρε ἡμῶν βοήθεια, τῶν πίστει προστρεχόντων
Σοι, καὶ ἐκζητούντων Σὴν εὔνοιαν, σκέπην Μῆτερ πανύμνητε, καὶ ἑτοίμην
ἀντίληψιν.
Μῆτερ Χορταΐτισσα, ἡ περισκέπουσα πάντοτε, ἐκ τοῦ ὕψους
εὐκλείας Σου, χοροὺς Μητροπόλεως, Κεχαριτωμένη, ἄχραντε Παρθένε, τῆς Νεαπόλεως
ἀεί, καὶ Σταυρουπόλεως καταφεύγοντας, ἑκάστοτε Σῇ χάριτι, εὐλόγει σκέπε καὶ
φύλαττε, καὶ συντήρει ἀπήμονας, τῶν βελῶν τοῦ ἀλάστορος.
Ἄνωθεν κατάπεμψον, ἡμῖν σεμνὴ Χορταΐτισσα, τοῖς λαμπρῶς
μακαρίζουσι, πληθὺν θαυμασίων Σου, Κεχαριτωμένη, οἰκτιρμοὺς Υἱοῦ Σου, καὶ τὸ
ἀμέτρητον Αὐτοῦ, ἔλεος πίστει ἀναβοῶμέν Σοι, καὶ σπεύδομεν ἀείποτε, ἐν
πειρασμοῖς καὶ στενώσεσι, τῇ σεπτῇ προστασίᾳ Σου, εὐσυμπάθητε Δέσποινα.
Ὄρος τὸ πανάγιον, τοῦ Χορταΐτου Μητρόθεε, περισκέπον
τὴν εὔσημον, καὶ εὔανδρον ἔπαλξιν, τῆς Ὀρθοδοξίας, τὴν Θεσσαλονίκην, Σὲ
μεγαλύνει ἀκλινῶς, καὶ τὴν Εἰκόνα Σου κατασπάζεται, Παρθένε Χορταΐτισσα, τῶν ἐν
αὐτῷ ἀγαλλίαμα, μοναζόντων καὶ σέμνωμα, ἀσκητῶν ὁμηγύρεως.
Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Δεῦτε Χριστωνύμων συστήματα, εἰς ὄρος ὑψηλὸν ἀνέλθωμεν,
προσκυνῆσαι τὸ χαριτόβρυτον τῆς Θεοτόκου ἔκτυπον, τῆς κεχαριτωμένης
Χορταϊτίσσης ἐν εὐλαβείᾳ, καὶ ἐν κατανύξει βοῆσαι· ἡ οὐρανόθεν ἐπιβλέπουσα ἐπὶ
τοὺς δούλους Σου, καὶ βοηθοῦσα τοῖς ἐν ἀνάγκαις οὖσι, δεῖξον ἡμῖν τὴν χάριν
Σου, καὶ ῥῦσαι πειρασμῶν καὶ κινδύνων τοὺς Σὲ μακα-ρίζοντας.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ἡ ἀκλινής, τοῦ Χορταΐτου ὄρους,
προστάτις Θεοτόκε, καὶ ἀντιλήπτωρ θεία, Παρθένε Χορταΐ-τισσα.
Στ. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν
πάσῃ γενεᾷ καὶ γενεᾷ.
Δῆμοι τῶν μοναστῶν, τοῦ Χορταΐτου πάλαι, προσέτρεχον Σῇ
σκέπῃ, ὡς νῦν φιλοπαρθένων, χορεῖαι Χορταΐτισσα.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Σπεύδει Σῇ ἀρωγῇ, Νεάπολις Παρθένε,
ὁμοῦ σὺν Σταυρουπόλει, καὶ Χορταΐτου κώμῃ, ἐν δίναις Χορταΐτισσα.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, ὁ πάντας κατοικτίρων, καὶ ἐλεῶν
ἀπαύστως, Τριὰς Ὑπεραγία, συνάναρχε καὶ σύνθρονε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ ἀρωγός, καὶ σκέπη Χορταΐτου, σεμνὴ Θεογεννῆτορ,
τῶν Σοὶ καταφευγόντων, ἀπαύστως Χορταΐτισσα.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Τῆς Ἑορτῆς.
Ἦχος βαρὺς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ
τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλει-σμένων, τοῖς Μαθηταῖς
ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ
μέγα Σου ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς
Θεοτόκου.
Ἦχος πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Ὁδηγήτρια
πάντων πιστῶν πρὸς θέωσιν, ἴθυνον τρίβους Σῶν δούλων, πρὸς σωστικὰς ἀτραπούς,
Χορταΐτισσα τῶν πίστει δεομένων Σου· σκέπε θεόθεν ἀκλινῶς, καὶ ἁγίαζε ἡμᾶς,
Εἰκόνα Σου προσκυνοῦντας, τὴν χαριτόβρυτον Μῆτερ, Θεογεννῆτορ παντευλόγητε.
Τό Χριστὸς
Ἀνέστη καὶ
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ εὐλογῆσαι τὸν
Ἱερέα, τό Χριστὸς ἀνέστη ἐκ γ', τὸν Προοιμιακὸν Ψαλμόν καὶ τὸ πρῶτον
Κάθισμα τοῦ Ψαλτηρίου· εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχ. ι' καὶ ψάλλομεν
Στιχηρὰ Ἰδιόμελα δ’ τῆς Ἑορτῆς.
Ἦχος α'. Ποίημα Ἰωάννου
Μοναχοῦ.
Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν
συνη-θροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν
μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας Ἁγίου Πνεύματος, προσμένειν τε προσέ-ταξας,
καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν·
διὸ βοῶμέν Σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα Σοι.
Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς Σου
Κύριε, ὤφθης τοῖς Μαθηταῖς Σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς
εἰρήνη ὑμῖν· τῷ ἀπιστοῦντι Μαθητῇ τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον
πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα Σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν
μετ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς
ῥηθεῖσιν αὐτῷ· ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ Ἀγαθέ,
ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν Σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς
μώλωπας· ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ Σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ
ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ
ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε·
δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ
Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν, ὁ
Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Καὶ Στιχηρὰ Προσόμοια στ’ τῆς Θεοτόκου.
Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Θεοτόκε ἁγνή, Μῆτερ Χορταΐτισσα, Εἰκόνος Σου
τῆς μορφῆς, τὸ θεῖον ἔκτυπον, παρέχει Χριστιανοῖς, τοῖς προσκυνοῦσιν αὐτὸ Σὴν
ἀντίληψιν, βοήθειαν ἀκλινῆ, καὶ ἀρωγὴν ἐν δειναῖς περιστάσεσι, Κεχαριτωμένη
ὕμνοις, Σὲ τοῖς μακαρίζουσι, καὶ δοξάζουσι πίστει, τὸν Υἱόν Σου Μητροπάρθενε.
Βαβαὶ τῶν Σῶν θαυμασίων Ἁγνή! Χορταΐτου ὄρους, μοναστῶν σκηνώματος,
ὑπάρχοντος ἱεροῦ, ἡ ἐναργὴς καὶ ἑτοίμη βοήθεια, ἐπώφθης Μῆτερ Θεοῦ, ἡ ἐφορῶσα
θεόθεν οἰκέτας Σου, καὶ Μητρόπολιν ἐξόχως, ἄρτι Νεαπόλεως, Χορταΐτισσα κόσμου,
προσφυγὴ καὶ Σταυρουπόλεως.
Τὸ Σὸν σεβάσμιον ἔκτυπον, πόθῳ προσκυνοῦντες, Μῆτερ
Χορταΐτισσα, οἱ δῆμοι τῶν εὐσεβῶν, ἐν κατανύξει ψυχῆς, κραυγάζομεν Ἀγαθή·
σπεῦσον ἡμῖν βοηθῆσαι τοῖς στένουσι, καὶ ἐν βίου τρικυμίαις, φεῦ τοῖς
θαλαττεύουσι, Θεοκῦμον νοσοῦσιν, ἡ παρέχουσα ἰάματα.
Ἕτερα. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Ἁπάντων πιστῶν καταφυγή, Μῆτερ Χορταΐτισσα, ἡ
περισκέπουσα πάντοτε, Σοὶ τοὺς προσφεύγοντας, καὶ ἐκδεχομένους, Σὴν θερμὴν
ἀντίληψιν, ἑτοίμην ἀρωγὴν καὶ βοήθειαν, ἐν περιστάσεσιν, ἐπευλόγει καὶ ἁγίαζε,
τῶν προσφύγων, Σῆς χάριτος σύλλογον.
Εἰκόνος Σου ἔκτυπον σεπτόν, ἐπομβρίζον πάντοτε, νοσοῦσι
πᾶσιν ἰάματα, Θεογεννήτρια, Χορταΐτου ὄρους, ἡ φρουρὸς ἡ ἄγρυπνος, καὶ πάντων ἡ
προστάτις τῶν δούλων Σου, κατασπαζόμενοι, Χορταΐτισσα Σῆς χάριτος, καὶ
προνοίας, ἀεὶ ἀπολαύομεν.
Ὁδήγει Σοὺς δούλους ἀπλανῶς, πρὸς ζωὴν ἀμείνονα, καὶ
ἀρετῆς ὁλοκλήρωσιν, τοὺς προσκυ-νοῦντάς Σου, τὴν σεπτὴν Εἰκόνα, Μῆτερ
Χορταΐτισσα, σεμνὴ Χριστιανῶν Ὁδηγήτρια, πόλου πρὸς δώματα, Χορταΐτου ὄρους
σέμνωμα, καὶ ταμεῖον, ἀσύλητον χάριτος.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἐναργῆ Σου ἀντίληψιν καὶ ἀπλανῆ ποδη-γεσίαν
ὁμολογοῦντες, τρανῶς μακαρίζομέν Σε Χορταΐτισσα Θεοτόκε, καὶ πανευλαβῶς προσκυ-νοῦντες
Εἰκόνος Σου τὸ ἔκτυπον, βοῶμέν Σοι ἐκ πίστεως· ἡ τοῦ Ὑψίστου Θεοῦ φιλόστοργος
Μήτηρ, ἡ συμπαθοῦσα ἀνθρώπων τὸ γένος, καὶ διασώζουσα ἀπὸ κινδύνων τοὺς εἰς Σὲ
καταφεύγοντας, λῦσον ἡμῶν ἀθυμίας τὴν ζάλην, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς
ἡμῶν.
Καὶ
νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Τῶν θυρῶν
κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ
εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τὸν Δεσπότην, ἴδω
τὴν πλευράν, ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα· ἴδω τὴν πληγήν, ἐξ ἧς
ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος· ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ
ὀστέα· ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα Σοι.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας: Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στ.
Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στ. Καὶ γὰρ
ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. ΜΑ΄).
Τάδε λέγει Κύριος· ἐγκαινίζεσθε πρός
με νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν, ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα,
τότε κρίσιν ἀναγγειλάτωσαν. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν
αὐτήν, κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; Δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς
ἐκστήσει, καὶ δώσει εἰς γῆν τὰς μαχαίρας, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν
ποδῶν αὐτοῦ, οὐχ ἤρξει. Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα; ἐκάλεσεν αὐτήν, ὁ
καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.
Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν, ἤγγισαν καὶ ἤλθοσαν
ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ· Σὺ δὲ Ἰσραήλ,
παῖς μου, Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ’
ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· παῖς μου εἶ,
ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε, μὴ φοβοῦ, μετὰ σοῦ εἰμι, μὴ πλανῶ, ἐγὼ
γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. Μ΄).
Τάδε λέγει Κύριος· Ἐπ’ ὄρος ὑψηλὸν
ἀνάβηθι, ὁ εὐαγγελιζόμενος , ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σοι, ὁ εὐαγγελιζόμενος
Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Εἰπὲ ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ Θεὸς ὑμῶν,
ἰδοὺ Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυριαρχίας,
ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτοῦ, ὡς ποιμὴν
ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν κόλπῳ
αὐτοῦ βαστάσει, ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ
ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη
σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ
ἐγένετο, ὃς συμβιβάσει αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο, καὶ συνεβίβασεν
αὐτόν, ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; ἢ τίς
προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ; εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου,
καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται; ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα
τὰ τετράποδα, οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη, ὡς οὐδὲν εἰσί, καὶ
εἰς οὐδὲν ἐλογίσθησαν αὐτῷ.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ.
μγ΄ 27, Μδ΄, 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ
ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ
τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με
κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς·
καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη
ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς
Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος
κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης
εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν
ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης
δόξης ὁ οἶκος Κυρίου.
Εἰς τὴν Λιτήν.
Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς. Ἦχος
α'.
Ἐξανατείλας τοῦ τάφου, τριήμερος
Κύριε, τῆς ἀθανασίας τὴν ἔλλαμψιν, τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου ἐδωρήσω·
ὅθεν τοῖς Μαθηταῖς ἐπιστάς, τῶν θυρῶν κεκλεισμένων, τῷ Θωμᾷ ἐβόας· φέρε τὸν
δάκτυλόν σου Ἀπόστολε, καὶ ἶδε τὰς χεῖράς μου, καὶ φέρει τὴν δεξιάν σου, καὶ
βάλε εἰς τὴν πλευράν μου· ὁ δὲ ψηλαφήσας Σε εὐσεβῶς, τὴν Σὴν οἰκονομίαν
μεμυσταγώγηται, καὶ τῆς Ἀναστάσεώς Σου τὰ θαυμάσια εὐαγγελίζεται πᾶσι
κραυγάζων· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Εὐφραίνεσθε φιλοπάρθενοι πάντες,
συνελθόντες μεγαλῦναι τὴν Κυρίαν Θεοτόκον, καὶ προσκυνῆσαι Αὐτῆς τὸ
χαριτόβρυτον ἔκτυπον, οὕτω κραυγάζοντες· Χορταΐτισσα κεχαριτωμένη, ἡ ἀπλανῶς ἐξ
ὕψους εὐκλείας Σου, ὁδηγοῦσα πρὸς ἀρετῆς τελείωσιν τοὺς οἰκέτας Σου, δεῖξον
ἡμῖν τὴν δύσβατον καὶ στενὴν ἀτραπὸν τῆς θεώσεως.
Τῆς
Ἑορτῆς. Ἦχος β΄.
Τίς λαλήσει
τὰς δυναστείας Σου Κύριε; ἢ τίς ὑμνήσει ἀξίως, τῆς Σῆς πτωχείας τὸ μέγεθος; Σὺ
γὰρ ὑπεράνω ὧν ἀρχῆς, σάρκα παθητὴν ἠμφιάσω, ἐν ᾗ τὰ σωτήρια Πάθη, ἑκὼν
ὑποστάς, τὸν Θωμᾶν ἐρευνῆσαί Σε ἠξίωσας. Μὴ παρὼν γὰρ ἐν τῇ πρώτῃ Σου, πρὸς
τοὺς Μαθητὰς ἐπιφανείᾳ, ἐν τῇ δευτέρᾳ τρανῶς Σὲ ὡμολόγησε, ζωῆς καὶ θανάτου
κυριεύοντα.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Εὐλαβῶς
Χριστώνυμοι κατασπασώμεθα, τὸ χαριτόβρυτον ἔκτυπον τῆς Χορταϊτίσσης Θεοτόκου,
ἀπλανῶς τῆς ὁδηγούσης τοὺς αὐτὴν μεγαλύνοντας, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, καὶ
Αὐτῇ ἐν εὐλαβείᾳ βοήσωμεν· πυξὶς εὐσεβῶν σωτηρίας ἀλάνθαστε, βακτηρίᾳ τῶν
μητρικῶν Σου δεήσεσιν, ἴθυνον καὶ πάντας τοὺς Σοὶ καταφεύγοντας, πρὸς χαρὰν τὴν
ἐν τῷ Υἱῷ Σου ἀτελεύτητον.
Τῆς Θεοτόκου. Ἦχος γ’.
Τὴν ἀγκαλιζομένην χερσὶν εὐσεβῶν τὰ
συστή-ματα, καὶ ἐκ τοῦ ὄρους τοῦ Χορταΐτου περι-σκέπουσαν, σὺν δήμοις Νεαπόλεως
καὶ Σταυρου-πόλεως, πάντας τοὺς εἰς αὐτὴν καταφεύγοντας, Κυρίαν Χορταΐτισσαν
μακαρίσωμεν, καὶ Αὐτῇ ἐν εὐλαβείᾳ βοήσωμεν· ἀκαταίσχυντε ἐλπὶς καὶ προστασία,,
τῶν προστρεχόντων Σοι ἑκάστοτε, σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου, καὶ
κρῦψον ἐν ταῖς ἀγκάλαις Σου, τοὺς ἐκτεθειμένους εἰς τὴν μανίαν τοῦ ἀλάστορος.
Τῆς
Ἑορτῆς. Ἦχος δ΄.
Κύριε, τῇ ἀστέκτῳ τῆς Σῆς θεότητος
αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν, τὴν
πλευρὰν τραυμάτων Σου χειρῶν καὶ ἐξεγύμνωσας, καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς
δεικνύων, ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· ὃν τρόπον ἐν ἐμοὶ
καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν· τῷ δὲ
διστάζοντι Μαθητῇ, προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· ἐρευνήσας ἅπαντα,
δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε· ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρί, τῆς Σῆς διπλῆς οὐσίας,
ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα
Σοι.
Τῆς Θεοτόκου. Ὁ αὐτός.
Ἐν τῇ πάλαι ποτὲ περιδόξῳ Σου Μάνδρᾳ
ἐν Χορταΐτῃ, ἁγιασθεῖσαν διὰ τῶν ἀσκητικῶν ἱδρώτων πληθύος Πατέρων, ἐν οἷς καὶ
Βλασίου καὶ Φωτίου τῶν πνευματοφόρων, τὴν θαυματουργὸν Εἰκόνα Σου εὐλαβῶς
ἀσπαζόμενοι, καὶ τὰ μεγαλεῖά Σου μεγαλύνοντες Χορταΐτισσα Μῆτερ, τὰς μητρικὰς
λιτάς Σου ἐκδεχόμεθα κράζοντες· ἡ καταφυγὴ καὶ προστασία τοῦ ἀνθρωπίνου γένους,
μὴ παύσῃ δεομένη τοῦ εὐϊλάτου Τόκου Σου, ὑπὲρ εἰρήνης τοῦ Κόρμου, καὶ σωτηρίας
τῶν ψυχῶν ἡμῶν.
Τῆς
Ἑορτῆς. Ἦχος πλ. δ'
Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει
Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον, καὶ γίνου
μοι πιστός, καὶ μὴ γίνου ἄπιστος· ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου,
μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος· Εὔσπλαγχνε, δόξα Σοι.
Δόξα. Τῆς Θεοτόκου. Ὁ
αὐτός.
Τὴν ἱλαρότητα τῆς μορφῆς Σου
θεώμενοι, ἐν τῷ γειτονοῦντι τῆς Θεσσαλονίκης ὄρος τοῦ Χορταΐτου, τοῦ αὐτὴν
ὑδροδοτοῦντος καὶ φρουροῦντος, καὶ αὐτῇ εὐλαβῶς προσπίπτοντες, τῶν Σῶν οὐρανίων
δωρεῶν ἀπολαύομεν, Χορταΐτισσα Θεοκῦμον, καὶ οὕτω κραυγάζομεν· ἡ ἐναργῶς
βοηθοῦσα τοῖς οἰκέταις Σου, δαψιλῶς ἡμᾶς ἐλεοῦσα, καὶ ἀπλανῶς ὁδηγοῦσα πρὸς
πνευματκὴν ὁλοκλήρωσιν, ῥῦσαι κινδύνων ἐσομένων καὶ παγίδων τοῦ ὄφεως, τοὺς τὸν
Υἱόν Σου καθαρᾷ καρδίᾳ καὶ χείλεσι δοξάζοντας.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Ἀνατολίου.
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν
συνυ-θροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν,
λέγει τῷ Θωμᾷ· δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων· ἔκτεινόν σου τὴν
χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν
ἐκ νεκρῶν μου Ἀνάστασιν.
Εἰς
τὸν Στίχον,
Στιχηρὰ
Ἰδιόμελα. Τῆς Ἑορτῆς. Ἦχος δ'.
Ὢ τοῦ παραδόξου θαύματος! ἀπιστία
πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω·
ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἐγνώρισεν
ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ, ὁ
Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Στ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν
Θεόν σου Σιών.
Ὢ τοῦ
παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν
τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, οὐ κατεφλέχθη τῇ ψηλαφήσει·
τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ
βαθέων ψυχῆς· ὁ Δεσπότης Σύ μου εἶ καὶ Θεός, ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα Σοι.
Στ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Ὢ τοῦ παραδόξου θαύματος! Ἰωάννης
στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσ-ψηλαφῆσαι κατηξιώθη· ἀλλ' ὁ
μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει· τὴν οἰκονομίαν ὁ δέ ἠξίωται
μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς τῆς Ἐγέρσεως Αὐτοῦ,
ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Δόξα. Τῆς Θεοτόκου. Ἦχος πλ. α΄.
Δεῦτε πιστοὶ πνευματικῶς εὐωχούμενοι, τρυφή-σωμεν τῶν
δαψιλῶν δωρεῶν τῆς ἀόκνου προστασίας, τῆς κεχαριτωμένης Χορταϊτίσσης Θεοτόκου,
καὶ Αὐτῇ ἐν κατανύξει βοήσωμεν· ἡ φιλοστόργως βρεφο-κρατοῦσα τὸν ἄφραστον Τόκον
Σου, Ὃν ἀνηρότως ἐν μήτρᾳ Σου συνέλαβες, μὴ ἐλλίπῃς Αὐτὸν ἡμῖν ἱλεουμένη, τοῖς
μεγαλύνουσι πόθῳ τὸ πλῆθος τῶν θαυμασίων Σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Φιλάνθρωπε,
μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ὅτι ἐμακροθύμησας, ὑπὸ
Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων Σε
πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον
ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν Σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Ἑορτῆς.
Ἦχος βαρὺς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ
τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλει-σμένων, τοῖς Μαθηταῖς
ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ
μέγα Σου ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς
Θεοτόκου.
Ἦχος πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Ὁδηγήτρια πάντων πιστῶν πρὸς θέωσιν,
ἴθυνον τρίβους Σῶν δούλων, πρὸς σωστικὰς ἀτραπούς, Χορταΐτισσα τῶν πίστει
δεομένων Σου· σκέπε θεόθεν ἀκλινῶς, καὶ ἁγίαζε ἡμᾶς, Εἰκόνα Σου προσκυνοῦντας,
τὴν χαριτόβρυτον Μῆτερ, Θεογεννῆτορ παντευλόγητε.
Τό Χριστὸς Ἀνέστη…
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Ὁ Ἑξάψαλμος, τό Θεὸς
Κύριος, ἡ
συνήθης Στιχολογία, ἀντὶ δὲ τοῦ Ἀμώμου, ὁ Πολυέλεος, διὰ τὴν Δεσποτικὴν Ἑορτήν.
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Θεοτόκου.
Ἦχος
α'. Τὸν Τάφον Σου, Σωτήρ.
Σεπτὴ καταφυγή, δεομένων Σου πάντων,
Παρθένε ἀγαθή, Χορταΐτισσα Μῆτερ, μὴ παύσῃ τοὺς δούλους Σου, ἐφορῶσα καὶ
σκέπουσα, ἐκ τοῦ ὕψους Σου, εὐκλείας Θεογεννῆτορ, Ὁδηγήτρια, ἀπλανε-στάτη
ἁπάντων, σπευδόντων Σῇ χάριτι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ
αὐτός. Τοῦ λίθου σφραγισθέντος.
Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν
Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης
κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς
χεῖρας, καὶ τῆς ἀχράντου Σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ·
φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ Σὲ παθητός.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Θεοτόκου. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ Μάνδρα σεμνύντεται τοῦ Χορταΐτου
ἀεί, τῇ θείᾳ Εἰκόνι Σου Βρεφοκρατοῦσα ἁγνή, Κυρία Μητρόθεε, ἔφορε καὶ ἀκέστορ,
ταχινὴ Σῶν προσφύγων, στήριγμα ἀδυνάτων, Χορταΐτισσα πάντων, σπευδόντων Σῇ
θερμῇ ἀρωγῇ, βίου ἐν κλύδωσι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἦχος
α'. Τὸν τάφον Σου, Σωτήρ.
Τὴν δόξαν Σου
Χριστέ, ὁ Θωμᾶς θεωρήσας, τὴν σάρκωσιν τὴν Σήν, ὀρθοδόξως κηρύττει· χειρὶ γὰρ
ψηλαφήσας Σου, τὴν πλευρὰν τὴν ἀκήρατον, ἀνιμήσατο, θεολογίας τὸν ὅρον,
ἀνακράζων Σοι· Σύ μου Θεὸς Ζωοδότα, ὑπάρχει καὶ Κύριος.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα τῆς Θεοτόκου.
Ἦχος
γ΄. Τὴν ὡραιότητα.
Τὴν
Χορταΐτισσαν, τὴν πολυΰμνητον, ἐγκωμιά-σωμεν, Θεογεννήτορα, περιοικίδος οἱ
πιστοὶ ἐκθύμως Θεσσαλονίκης, ὡς φρουρὸν καὶ πρόμαχον, ἐν δειναῖς περιστάσεσιν,
καὶ Αὐτῆς τὸ ἔκτυπον, τὸ σεπτὸν ἀσπαζόμενοι, βοήσωμεν ἐκ μέσης καρδίας· χαῖρε
παντὸς τοῦ κόσμου σκέπη.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἦχος
α'. Τὸν τάφον Σου, Σωτήρ.
Ἰδών μου τὴν
πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος
ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀῤῥήτως· ὁ δὲ
Δίδυμος, πεισθεὶς ἐβόα τῷ κτίστῃ· Θεός μου εἶ καὶ Κύριος. (Δίς).
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς
ζωογονίαν.
Προκείμενον. Ἐπαίνει Ἱερουσαλὴμ τὸν
Κύριον, αἴνει τὸν Θεόν σου Σιών.
Στ. Ὅτι
ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Εὐαγγέλιον κατὰ Ματθαῖον
(Ἑωθινὸν Α').
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς
ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν
ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ
ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται
ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Πεντηκοστάριον. Ἦχος β’.
Στ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ
Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα
ἔλεος.
Εἶτα οἱ Κανόνες, οἱ δύο
τῆς Ἑορτῆς ἐκ τοῦ Πεντηκοσταρίου καὶ τῆς Θεοτόκου, οὗ ἡ ἀκρο-στιχίς: Χορταΐτισσα,
ὁδήγει με πρὸς σωτηρίαν. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ
στόμα μου.
Χαρᾶς πάντων
ἔμπλησον, καρδίας τῶν προσ-τρεχόντων Σοι, σεμνὴ Χορταΐτισσα, ἡ τὴν Χαρὰν τὴν
Ζωήν, καὶ Ἀνάστασιν, ἡμῶν ἐν τῇ γαστρί Σου, ἀφράστως κυήσασα, Θεογεννήτρια.
Οὐράνωσον
φρόνημα, πιστῶν κατασπαζομένων Σου, Εἰκόνος ἐκτύπωμα, τὸ ἱερὸν καὶ σεπτόν,
Χορταΐτισσα, σεμνὴ Θεοκυῆτορ, πληροῦν πάντας χάριτος, θείας Σου Ἄχραντε.
Ῥανίδας
ἀπόσμηξον, ἡμῶν τοῦ βίου τῶν θλίψεων, τῷ μάκτρῳ δεήσεων, Σῶν διαθέρμων Ἁγνή,
Χορταΐτισσα, πρὸς τὸν Μονογενῆ Σου, Χριστὸν Παντοκράτορα, τὸν Πανευΐλατον.
Τοὺς δούλους Σου φύλαττε, ἀπαύστως
Θεογεννήτρια, πιστῶς προσκυνοῦντάς Σου, τὴν παναγίαν μορφήν, Χορταΐτισσα, σαφῶς
Θεσσα-λονίκης, περίοικον σκέπουσαν, καὶ ἁγιάζουσαν.
Καταβασία.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου
πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον
ᾄδοντας.
ᾨδὴ
γ'. Τοὺς
Σοὺς ὑμνολόγους.
Ἁγνὴ
Χορταΐτισσα Παρθένε, κινήσεις ἡ παύουσα σαρκός, τῶν πίστει προστρεχόντων Σοι,
Σοὺς δούλους περιτείχισον, ὡς τεῖχος ἀπροσμάχητον, αὐτῶν τοὺς πόθῳ ὑμνοῦντάς
Σε.
Ἱλέωσαι τὸν μονογενῆ Σου, ἡμῖν
Χορταΐτισσα σεμνή, ἐν πίστει ἀναβαίνουσιν, εἰς ὄρους Σου φερώνυμον, μορφῆς Σου
κατασπάσασθαι, τὸ χαριτόβρυτον ἔκτυπον.
Τὸ ὄρος κοσμεῖ τοῦ Χορταΐτου, Κισσοῦ
χρόνων τῶν Βυζαντινῶν, Εἰκών Σου ἡ σεβάσμιος, Παρθένε Χορταΐτισσα, καὶ ἁγιάζει
ἅπαντας, τῇ ἀντιλήψει Σου σπεύδοντας.
Ἰδεῖν Χορταΐτισσα Υἱοῦ Σου, ἀξίωσον
κάλλος τῆς μορφῆς, ἐν οὐρανίοις δώμασι, τοὺς σπεύδοντας ἀσπάσασθαι, Εἰκόνος Σου
τὸ ἔκτυπον, τὸ χαριτόβρυτον Δέσποινα.
Καταβασία.
Δεῦτε πόμα
πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ
τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ
Ὑπερμάχῳ.
Πανευλαβῶς Χορταϊτίσσης τὸ ἐκτύπωμα,
τὸ ἱερὸν τῆς ἀγλαοῦς Θεογεννήτορος, προσκυνήσωμεν οἱ δῆμοι τῶν Χριστωνύμων,
ἀπλανῶς καθοδηγούσης πρὸς τελείωσιν, Νεαπόλεως πιστοὺς καὶ Σταυρουπόλεως, πόθῳ
κράζοντας· Χαίροις κόσμου διάσωσμα.
Ὁ Οἶκος.
Ἄχραντε Θεοτόκε, Χορταΐτισσα Μῆτερ,
ἡμῶν καταφυγὴ ἐν κινδύνοις, καὶ προστάτις ἐν τοῖς πειρασμοῖς, ἴθυνον Σοὺς
δούλους πρὸς νομὰς χάριτος, τοὺς πίστει προσιόντας Σοι, καὶ ὕμνοις μελιχροῖς
βοῶντας·
Χαῖρε, ἰθύντειρα Σῶν προσφύγων·
χαῖρε, μεσίτρια τῶν Σῶν δούλων.
Χαῖρε, Χορταΐτου τοῦ ὄρους ἀγλάϊσμα·
χαῖρε, φιλοχρίστου λαοῦ σεμνολόγημα.
Χαῖρε, ὄλβος πολυτίμητος,
Σταυρουπόλεως πιστῶν·
χαῖρε, τεῖχος Μητροπόλεως, Νεαπόλεως στεῤῥόν.
Χαῖρε, τῶν εὐσεβούντων ταχινὴ
ἀντιλῆπτορ·
χαῖρε, τῶν Χριστωνύμων ἐν ἀνάγκαις συλλῆπτορ.
Χαῖρε, φρουρὸς Σῶν δούλων
ἀνύστακτος·
χαῖρε, πυρσὸς ἁγνείας ἀείφωτος.
Χαῖρε, ἡμῶν ἀρωγὸς ἐν ταῖς μάχαις·
χαῖρε, πιστῶν βοηθὸς ἐν ταῖς δίναις.
Χαίροις, κόσμου διάσωσμα.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης
σήμερον.
Δεῦτε προσκυνήσωμεν, Χορταϊτίσσης, τὸ
σεπτὸν ἐκτύπωμα, Θεοῦ τοῦ Λόγου τῆς Μητρός, τῆς ὁδηγούσης ἀείποτε, πιστῶν
χορείας, πρὸς πόλου σκηνώματα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἦχος
α'. Τὸν τάφον Σου, Σωτήρ.
Τὴν δόξαν Σου Χριστέ, ὁ Θωμᾶς
θεωρήσας, τὴν σάρκωσιν τὴν Σήν, ὀρθοδόξως κηρύττει, χειρὶ γὰρ ψηλαφήσας Σου,
τὴν πλευρὰν τὴν ἀκήρατον, ἀνιμήσατο, θεολογίας τὸν ὅρον, ἀνακράζων Σοι· Σύ μου
Θεὸς Ζωοδότα, ὑπάρχει καὶ Κύριος.
ᾨδὴ
δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Σὲ καμνόντων
προστασίαν, Χορταΐτισσα μέλπο-μεν, τὴν περιφρουροῦσαν, ὄρος ὑψηλὸν καταγώγιον,
τῆς ἀρετῆς ἀσκητῶς ὑπῆρξαν Δέσποινα, Παμμακάριστε, καὶ προσευχῆς ἐργαστήριον.
Σωτηρίας πρὸς σκηνώσεις, ὁδηγὸς
Χορταΐτισσα, πέλεις οἰκετῶν Σου, καὶ χειραγωγὸς πρὸς τελείωσιν, πνευματικὴν ὡς
Φωτίου οὐρανόφρονος, Μάνδρας κτήτορος, τοῦ Ἀκαπνίου Μητρόθεε.
Ἀσκουμένων ὡραιότης, θαυμαστὴ
Χορταΐτισσα, τῶν ἐν τοῖς σπηλαίοις, ταῖς ὀπαῖς τῆς γῆς καὶ τοῖς ὄρεσι,
δοξολογούντων ἀπαύστως τὸν Θεάνθρωπον, πόθον αὔξησον, τῶν Σὲ τιμώντων πρὸς
θέωσιν.
Ὀμβροτόκος ὡς νεφέλη, ἐπομβρίζεις
ἑκάστοτε, ἐκ τῆς Σῆς εὐκλείας, ὕψος ὑετὸν τῆς Σῆς χάριτος, τοῖς προσκυνοῦσιν ἐν
πίστει Χορταΐτισσα, τὴν Εἰκόνα Σου, ψυχὰς αὐχμώσας δροσίζουσαν.
Καταβασία.
Ἐπὶ τῆς
θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον
Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς
παντοδύναμος.
ᾨδὴ
ε'. Ἐξέστη
τὰ σύμπαντα.
Δυνάμει
δεήσεων, θεοπειθῶν Σου Δέσποινα, τὰς ἀδυναμίας οἰκετῶν Σου, καὶ ἀσθενείας, εἰς
ῥῶσιν διηνεκῆ, μετάτρεψον τῶν πανευλαβῶς, προσκυνού-ντων ἔκτυπον, Σῆς μορφῆς
Χορταΐτισσα.
Ἡ πάντων τῶν δούλων Σου, Παρθένε
Ὁδηγήτρια, Μῆτερ Χορταΐτισσα πρὸς τρίβους, τῆς ἀφθαρσίας, δεῖξον Σὴν χάριν
ἡμῖν, πιστῶς προσκυνοῦσι Σὴν μορφήν, ὄρος ἁγιάζουσαν, Χορταΐτου τὸ πάνσεπτον.
Γαυρίαμα δράκοντος, τὸ ἐπηρμένον
δούλους Σου, Μῆτερ καταξίωσον πατῆσαι, τοὺς καθ’ ἑκάστην, βαθμίδας τῆς ἀρετῆς,
ποθοῦντας Παρθένε ἀνελθεῖν, θαυμαστὴ Μητρόθεε, εὐκλεὲς Χορταΐτισσα.
Ἐκτύπωμα πάνσεπτον, ὡς ὄλβον τῆς
Εἰκόνος Σου, ἔχει Χορταΐτου τὸ σεμνεῖον, καὶ ὡς δοχεῖον, τῶν τοῦ Θεοῦ δωρεῶν,
πολύτιμον Μῆτερ ἀγλαή, θεῖον ἀγαλλίαμα, εὐσεβῶν Χορταΐτισσα.
Καταβασία.
Ὀρθρίσωμεν
ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν
ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνα-τέλλοντα.
ᾨδὴ
ς'. Τὴν
θείαν ταύτην.
Ἰάσεις βρύει ἀείποτε, ὡς φρέαρ
ἀκεσώδυνον Δέσποινα, θεῖόν Σου ἔκτυπον, ὃ Χορταΐτισσα Ἄχραντε, ἐν ἄκρᾳ
εὐλαβείᾳ, κατασπαζόμεθα.
Μετὰ Φωτίου
τοῦ μάκαρος, ἐν ὄρει Χορταΐτου ἀσκήσαντος, Θεογεννήτρια, τοῦ Θετταλοῦ καθικέ-τευε,
Χριστὸν ὑπὲρ προσφύγων, Σῶν Χορταΐτισσα.
Ἐλέους κρήνη
ἀκένωτε, κιρνῶσα μὴ ἐλλίπῃς τοὺς δούλους Σου, πίστεως νάματα, σωτηριώδη τοὺς
σπεύδοντας, Εἰκόνα προσκυνῆσαι, Σὴν Χορταΐτισσα.
Πορείαν
δεῖξον ἀπάγουσαν, πιστοῖς πρὸς ἀρετὴν Χορταΐτισσα, τοῖς εὐφημοῦσί Σε, ὡς ἀπλανῆ
Ὁδηγήτριαν, καὶ ποδηγὸν πρὸς δόμους, αἰωνιότητος.
Καταβασία.
Κατῆλθες
ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους
πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Κοντάκιον.
Ἦχος πλ. δ'.
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν
Σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς
εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα Σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Ὁ
Οἶκος.
Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην
τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ
τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ
πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα
τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ
ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ
τοῦ Πάσχα, τὰ ἐγκαίνια ἑορτάζομεν τῆς Χριστοῦ Ἀναστάσεως καὶ τὴν τοῦ ἁγίου
Ἀποστόλου Θωμᾶ ψηλάφησιν.
Εἰ νηδύος
κλείς, ἢ τάφου μὴ κωλύει,
Σὴν Σῶτερ
ὁρμὴν κλεὶς θυρῶν πῶς κωλύσει;
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος
τῆς Παναγίας τῆς Χορταϊτίσσης, ἀπλανῶς τῆς ὁδηγούσης πιστοὺς πρὸς σωτηρίαν.
Χορταΐτισσα, δεῖξον ἡμῖν Σὴν χάριν,
καὶ τρίβον ἀπάγουσαν πρὸς ἀφθαρσίαν.
Ταῖς τῆς
Σῆς Ἀχράντος Μητρός καὶ τοῦ Σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν,
ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Οὐκ ἐλάτρευσαν.
Ῥῦσαι θλίψεων καὶ λυπηρῶν τοὺς
δούλους Σου Θεογεννήτρια, ἡ τῶν ἁπάντων χαρά, τοὺς πίστει προστρέχοντας, τῇ
ἀντιλήψει Σου, Χορταΐτισσα, παραμυθία Δέσποινα, εὐσεβῶν ἐναργεστάτη.
Οὐ παυόμεθα οἱ δοῦλοί Σου ἑκάστοτε Σὲ
μακαρίζοντες, ὡς ἀρωγὸν ἐν δεινοῖς, πιστῶν καὶ ἰάτειραν, νοσούντων ἄχραντε,
Χορταΐτισσα, ἡ πάντων θεραπεύουσα, ἀνιάτους ἀλγηδόνας.
Σκότους δίωξον, χαμαιζηλίας δούλων
Σου, Θεογεννήτρια, δεήσεών Σου αὐγαῖς, πρὸς φέγγος τὸ ἄδυτον, Υἱὸν τὸν θεῖόν
Σου, Χορταΐτισσα, φωτίζοντα τὰ σύμπαντα, εἰς αἰῶνας τῶν αἰώνων.
Σοῦ τὸ ἔκτυπον, Παρθένε Χορταΐτισσα,
κατασπαζόμενοι, ἐν εὐλαβείᾳ πολλῇ, προστρέχομεν χάριτι, τῇ Σῇ ἑκάστοτε, καὶ Σὴν
ἄγρυπνον, ὁμολογοῦμεν πρόνοιαν, ἀρωγὴν καὶ προστασίαν.
Καταβασία.
Ὁ Παῖδας
ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ
θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ
ὑπερένδοξος.
ᾨδὴ
η'. Παῖδας εὐαγεῖς.
Ὡς χειραγωγὸν πρὸς ἀπαθείας,
σκηνώματα Σὲ ὑμνοῦμεν Χορταΐτισσα, σταθηρὰν ἰθύντειραν, πρὸς ζωὴν ἀμείνονα, καὶ
ὁδηγὸν πρὸς θέωσιν, Θεο-γεννήτρια, καὶ πόθῳ, προσκυνοῦμεν Εἰκόνα, Σοῦ τὴν
σεβασμίαν, ἐν ἄκρᾳ εὐλαβείᾳ.
Τεῖχος ἀῤῥαγὲς πολεμουμένων, προπύργιον
ἐν ταῖς μάχαις κατ’ ἀλάστορος, Μῆτερ καὶ ἀνάχωμα, πρὸς πιστῶν διάσωσιν, ἐκ τῶν
ἐφόδων δαίμονος, Σὲ μακαρίζομεν, βροτῶν, ὡς σωτηρίας αἰτία, Χορταΐτου ὄρους,
ἀκέστορ καὶ Κυρία.
Ἥδιστος ὑπάρχεις οἰκετῶν Σου,
πανύμνητε γλυκασμὸς τῶν προσκυνούντων Σου, Μῆτερ Χορταΐτισσα, Σῆς μορφῆς
σεβάσμιον, ἐκτύπωμα τῶν θλίψεων, διῶκον τάχιστα, πικρίαν, Θεοκῦμον Παρθένε,
κεχαριτωμένη, πιστῶν παραμυθία.
Ῥῦσαι ἐσομένων καταιγίδων, ἀλάστορος
προσ-βολῶν καὶ ἐπιθέσεων, μητρικαῖς πρεσβείαις Σου, πρὸς τὸν πανοικτίρμονα,
Υἱόν Σου πανευΐλατον, παντελεήμονα, καὶ ἄγαν, εὐσυμπάθητον Μῆτερ, Χορταΐτου
φύλαξ, ἀνύστακτε τοῦ ὄρους.
Αἰνοῦμεν,
εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Καταβασία.
Αὕτη ἡ
κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή,
καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Ἅπας γηγενής.
Ὁδήγησον Σοὺς
δούλους, πρὸς οὐρανῶν σκηνώ-σεις, καὶ δόμους ἀφθαρσίας, τοὺς μακαρίζοντάς Σε,
ὡς ὄρους Χορταΐτου, Θεογεννῆτορ σκέπην.
Ἴασαι ἡμῶν, ἐπώδυνα τραύματα, ταχὺ
ἐπούλωσον, τὰς πληγὰς Μητρόθεε, πυοῤῥοούσας, οἴμοι ἑκάστοτε, καὶ τὰ δεινὰ
θεράπευσον, ἄλγη τῶν δούλων Σου, τῶν σπευδόντων, Μῆτερ Χορταΐτισσα, τῇ Σῇ σκέπῃ
προνοίᾳ καὶ χάριτι.
Εὐλόγει οὐρανόθεν, καὶ στήριζε Σοὺς
δούλους, ἐν πάσῃ περιστάσει, Κυρία Θεοτόκε, τοῦ Χορταΐτου φύλαξ, καὶ ἐναργὲς
ἀκέστορ.
Ἄνωθεν ἡμῖν, ἀφθόνως κατάπεμψον, τῆς
προστα-σίας Σου, ὄμβρον Χορταΐτισσα, καὶ τὰς ἀνίκμους, ἡμῶν κατάρδευσον,
καρδίας τῶν ἐν ᾄσμασι, μεγα-λυνόντων Σε, καὶ Εἰκόνα, Σοῦ τὴν χαριτόβρυτον,
εὐλαβῶς προσκυνούντων Μητρόθεε.
Ἡ χάρις Σου ἀπαύστως, ἡμᾶς
καθαγιάζει, τοὺς κατασπαζομένους, τὴν θείαν Σου Εἰκόνα, Μονῇ ἐν Χορταΐτου,
Κυρία Θεοτόκε.
Νύκτα τῶν παθῶν, ἡμῶν ἀποδίωξον, φωτὶ
Σῆς χάριτος, καὶ ταχὺ ἀνάτειλον, τῆς ἀπαθείας, ἦμαρ φωτόλαμπρον, εὐλογημένη
Δέσποινα, ἐκδυσωποῦμέν Σε, Θεοτόκε, Μῆτερ Χορταΐτισσα, σωτηρίας μερόπων ἡ
πρόξενος.
Χορταϊτίσσης
πάντες, Εἰκόνι τῇ ἁγίᾳ, τῇ ἐκχεούσῃ πᾶσι, τῶν ἰαμάτων ῥεῖθρα, προσπέσωμεν ἐν
πίστει, τῶν Χριστωνύμων δῆμοι.
Χαῖρε ταχινή, προστάτις τῶν δούλων
Σου, ἐν περιστάσεσι, χαῖρε κόσμου στήριγμα, ἐν ἀσθενείαις, τοῦ φεῦ καθεύδοντος,
χαῖρε θερμὴ ἀντίληψις, καὶ καταφύγιον, τῶν καμνόντων, Μῆτερ Χορταΐτισσα,
Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Καταβασία.
Φωτίζου,
φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ
ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Τό Ἅγιος Κύριος ὁ Θεὸς
ἡμῶν... ἐκ γ'.
Ἐξαποστειλάρια.
Τῆς Ἑορτῆς.
Ἦχος
γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς
πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει,
καὶ ζῶντα κήρυττε Θεόν.
Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις
χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου
βοῶντος· ὁ Κύριος καὶ Θεός μου.
Τῆς Θεοτόκου.
Βρεφοκρατοῦσα
Δέσποινα, Κυρία Μητροπάρθενε, τὴν Σὴν ἁγίαν Εἰκόνα, πανευλαβῶς προσκυνοῦντες,
Παρθένε Χορταΐτισσα, πληρούμεθα Σῆς χάριτος, καὶ σθένους καὶ δυνάμεως, τὸν
μυσαρὸν θριαμβεῦσαι, ἐχθρὸν βροτεῖον τοῦ γένους.
Εἰς
τοὺς Αἴνους. Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια β' τῆςἙορτῆς.
Ἦχος
α'. Πανεύφημοι Μάρτυρες
Μετὰ τὴν ἐκ τάφου Σου φρικτήν,
Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος, οὕτω
κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους Σου,
χαροποιῶν αὐτούς, καὶ εὐθές Σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.
Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν
ἡνίκα Σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ Σῇ Ἀναστάσει, καὶ τοῖς
κατιδοῦσί Σε, ἐβόα· εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν Αὐτοῦ, καὶ τῶν
ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.
Καὶ τῆς Θεοτόκου. Ὁ αὐτός.
Τῶν οὐρανίων Ταγμάτων.
Χορταϊτίσσης Παρθένου σεπτὸν ἐκτύπωμα, ἐν πίστει προσκυνοῦντες, οἱ πιστοὶ ἐκβοῶμεν· ἡ πάντων τῶν ἀνθρώπων καταφυγή, ἐν δειναῖς περιστάσεσι, βοήθει πᾶσι προσφεύγουσι ταπεινῶς, τῇ ἑτοίμῃ προστασίᾳ Σου.
Ἐν Χορταΐτου τῷ ὄρει μορφὴν τὴν πάνσεπτον, σεπτῆς Ὁδηγητρίας, εὐσεβῶς προσκυνοῦντες, βοή-σωμεν ἐν πίστει· Μῆτερ Θεοῦ, Χορταΐτισσα πάναγνε, ὁδήγει πάντας τοὺς δούλους Σου ἀπλανῶς, πρὸς οὐράνια σκηνώματα.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν διανοίγουσαν ἡμῖν προθύμως μητρικὰς ἀγκάλας, καὶ δεχομένην ἐν αὐταῖς ἡμᾶς μετα-νοοῦντας, μεγαλύνωμεν Κυρίαν Χορταΐτισσαν, ὡς φιλόστοργον πάντων μητέρα, καὶ ἐν κατανύξει αὐτῇ βοήσωμεν· εὐλογημένη Θεοτόκε, ἡ τὸν ἀχώρητον παντὶ ἐν δραξί Σου βαστάζουσα, μὴ διαλλίπῃς θερμῶς Αὐτὸν ἱκετεύουσα, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μεθ' ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς Σου
Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς Σου, κεκλεισμένων
τῶν θυρῶν, τὴν εἰρήνην Σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους
ἔδειξας· δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου
πλευράν· ὁ δὲ πεισθεὶς ἐβόα Σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις
Μεγαλυνάριον.
Τῆς Ἑορτῆς.
Θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς,
ἐπέστης Σωτήρ μου τὴν εἰρήνην σου δοὺς αὐτοῖς, ὅθεν ὁ Θωμᾶς σε, δακτύλῳ
ψηλαφήσας, ἐβόα· Σὺ Θεός μου, πέλεις καὶ Κύριος.
Καὶ τῆς Θεοτόκου.
Χαίροις Χορταΐτισσα θαυμαστή,
Κεχαριτωμένη, ἱκετῶν Σου καταφυγή, βίου ἐν ἀνάγκαις, σπευδόντων Χορταΐτου, εἰς
Μάνδραν προσκυνῆσαι, Σοῦ θεῖον ἔκτυπον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου