Παρασκευή 12 Ιουνίου 2015

Ἀκολουθία Ὁσ. ΘΕΟΔΩΡΟΥ τοῦ Στουδίτου Νοε. 11


Ἀκολουθία Ὁσίου ΘΕΟΔΩΡΟΥ τοῦ Στουδίτου
Ψαλλομένη τῇ 11η Νοεμβρίου 


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. δ'.
ᾪ τοῦ Παραδόξου θαύματος
Πάτερ ἀληθῶς φερώνυμε, τὰς ὑπὲρ νοῦν δω-ρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι Θεόδωρε, καὶ πλεονάσας μάκαρ τὸ τάλαντον, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον καλούσης σε, τοῦ νυμφῶνος, ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἐμφανιζόμενος. (Δίς).
Πάτερ Πατέρων Θεόδωρε, σὺ μοναζόντων πλη-θύν, τῷ Χριστῷ προσενήνοχας, σωτηρίας αἴτιος, γεγονὼς χριστομίμητος, διδασκαλίαις ἀγλαϊζόμε-νος, καὶ προστασίαις ψυχῶν κοσμούμενος, στόμα δεικνύμενος, τοῦ Κυρίου πάνσοφε, προφητικῶς, ᾧ νῦν παριστάμενος, ἡμῶν μνημόνευε. (Δίς).
Χάρις δαψιλὴς τοῦ Πνεύματος, ἱερομύστα σα-φῶς, ἐξεχύθη σοῖς χείλεσι, καὶ πηγὴν ἀνέβλυσε, διδαγμάτων Θεόδωρε, τῆς εὐσεβείας δείξασα πρόμαχον, τῆς ἀληθείας σφοδρὸν συνήγορον, στῦ-λον ἑδραίωμα, ὀρθοδόξου πίστεως, μοναδικοῦ, βίου ἀκριβέστατον, κανόνα πάνσοφε. (Δίς).
Δόξα. Ἦχος β΄.
Τῷ ἐκ προγόνων χαρίσματι τῆς εὐσεβείας, τὴν τῆς προαιρέσεώς σου συνάψας συνεργίαν, διὰ τὸν ὄντως ἐραστὸν Χριστόν, τὸν σταυρόν σου ἦρας, τίμιε Πάτερ, τύπον γεγονὼς μοναδικῆς βιοτῆς· ὅθεν, ὡς χριστόγραφον στηλογραφίαν ὁ Θεός σε ἀνεβίβασεν εἰς τὴν διδασκαλικὴν καθέδραν, ἀφ’ ἧς πλουτοδότως ἀναβρύεις τὰς παρακλήσεις τῆς Χάριτος, ἃς οἱ πιστοὶ ἀντλοῦντες θεοδιψάστως, τὸν σὲ δοξάσαντα ὑμνοῦμεν, μάκαρ Θεόδωρε.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο κατα-φλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτει-λεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργε-τηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλο-κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς.
Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυ-ρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν. Ἦχος α΄.
λοτελῶς τὸν Χριστὸν ἀπὸ παιδὸς ἀγαπήσας, τούτῳ προσκεκόλλησαι, ἀκλινῶς Θεόδωρε, καὶ τὸ τοῦ βίου δυσαχθὲς ἀποῤῥίψας φορτίον, σταυρὸν ἐξελέξω τὸν τοῦ ἁγίου Σχήματος· ὅθεν ἓν γενόμενος μετὰ τοῦ Κυρίου, τοῦτον ἀδιαλείπτως ἀνέπνεις, καὶ ἐναργῶς ἐφανέρους τοῖς παμπλη-θέσι σου μαθηταῖς· Αὐτὸν ἱκέτευε παμμακάριστε Ὅσιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Μακρύνων ἐμάκρυνας πανοικεὶ ἐν ἐρήμῳ, διὰ τὸν ἠγαπημένον σοι Ἰησοῦν, πλατύνας δὲ τὸ στόμα τῆς θεοφιλοῦς ψυχῆς σου, ἐδέξω διὰ τῆς παιδαγωγίας τοῦ θείου Πλάτωνος, τὸ πλήρωμα τῆς ἄνωθεν θεολογίας· ὅθεν ὀρθοδόξως ὡμολο-γήσας ὑπὲρ τῶν σεπτῶν εἰκόνων, στῦλος φανεὶς ἀκατάσειστος καὶ ἑδραίωμα τῆς ἀληθείας. Πρέσβευε Θεόδωρε πανάριστε, καὶ ἡμᾶς διατηρεῖν ἀμόλυντον τὸ κατ’ εἰκόνα, ὃ ἐκ Θεοῦ ἐλάβομεν.
Ἦχος γ΄.
Σύγκρασις πληθύος ἀρετῶν ἀνεδείχθης Θεό-δωρε θεόφρον, καὶ ταμεῖον ἀδαπάνητον χριστο-ειδοῦς διδασκαλίας, λόγοις τε καὶ ἐπιστολαῖς ἐν Χριστῷ καταρτίζων τὸ λογικόν σου ποίμνιον, μεθ’ οὗ σύμπασα ἡ Ἐκκλησία εὐγνωμόνως ἐπαινεῖ, ὡς σιτοδότην ψυχοτρόφον καὶ καθηγητὴν θεοκινού-μενον.
Ἦχος δ΄.
λον σου τὸν νοῦν ἐν οὐρανοῖς κολλήσας, ξένον καὶ πάροικον εἶχες σεαυτόν, ὁσιώτατε Θεόδωρε· διὸ τοῦ Κυρίου πᾶσαν τὴν γῆν κατοι-κητήριον θεωρῶν, οὐκ ἐδειλίασας τὰς συχνὰς ἐξορίας τῶν ὑπερεχόντων ἀνόμων, καὶ ὢν συνε-σταυρωμένος τῷ Χριστῷ, ὡς ἐν τρυφῇ μυστικῇ ταῖς πικραῖς βασάνοις ἔχαιρες· ἱκέτευε, Πάτερ δεόμεθα, καὶ ἡμᾶς ἄνω ἔχειν τὸν νοῦν καὶ τὰ φρονήματα.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν τῆς ψυχῆς σου πίνακα ἀμόλυντον Θεόδωρε τηρήσας, τὸν Χριστὸν ἔσχες ἐν αὐτῷ καλλιγράφον μονώτατον, σοὶ ἀχειροποιήτως ἀποτυπώσαντα τὴν εἰκόνα Αὐτοῦ, ᾗ ἀκριβῶς συνεμορφώθης· ὅθεν, πάσῃ δυνάμει ἀγωνισάμενος ὑπὲρ τῆς χρωμα-τουργικῆς τῶν Πατέρων θεολογίας, θλίψεις ἀδιαλείπτους ὑπήνεγκας καὶ μαρτύριον πολυχρό-νιον, ἄγαλμα θεόγλυπτον τοῖς μονασταῖς δειχθείς, καὶ ἀσκήσεως χριστοχάρακτος ὑποτύπωσις, πάντας ψυχοδυνάμως στηρίζων ταῖς θεοβλύτοις διδασκαλίαις σου· διό σε κατὰ χρέος σήμερον τιμῶντες, δεόμεθά σου ὁσιώτατε· τήρησον καὶ ἡμᾶς ταῖς εὐχαῖς σου νήφοντάς τε καὶ καθα-ρεύοντας.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρω-τής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύ-δουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
ίψας, τῶν κοσμικῶν ἀνδρικῶς, τὴν μὴ οὐδό-λως ὠφελοῦσαν προσπάθειαν, προθύμως καθυπε-τάγης, τῷ σῷ πατρὶ ὡς Θεῷ, καὶ σταυρὸν ἀνῆλθες τῆς ἀσκήσεως, ἀγάπη γὰρ πέφυκε, μοχθηρῶν ὑπεραίρεσθαι, καὶ ἀντιδώρως, οἰκειοῦν πρὸς τὸν κτίσαντα, πάντα ἄνθρωπον, τὸν αὐτῇ συζευγνύ-μενον· ἥνπερ Πάτερ Θεόδωρε, ὡς βάσιν μονάζου-σι, ἐπιχορήγει πλουσίως, ὡς ταύτης θεῖον κειμήλιον, γινώσκεις γὰρ ὅτι, τῆς ἀγάπης ἀμοι-ροῦντες, ματαίως τρέχομεν.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
φθης, ὁμολογίας στεῤῥός, καὶ ἀκλινέστατος ἐργάτης Θεόδωρε, τιμήσας γὰρ τοῦ Κυρίου, καὶ τῶν Ἁγίων Αὐτοῦ, ἱερὰς εἰκόνας τύπος γέγονας, ἡμῖν προσκυνήσεως, σχετικῆς ὡς Βασίλειος, σα-φῶς διδάσκει, καὶ προτρέπεται ἅπαντας, τοὺς πιστεύοντας τῶν Πατέρων διδάγμασι· ὅθεν λαβὼν τὰ ἔπαθλα, καὶ βλέπων τὸν πρότυπον, καθαρω-τάτῃ ψυχῇ σου, ὑπὲρ ἡμῶν ἐκδυσώπησον, Αὐτοῦ τὴν εἰκόνα, ἐν ἡμῖν ἁγνῶς καθαίρειν, καὶ ἁγιάζειν τε.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
ραν, τὴν τελευταίαν ὁρᾶν, καὶ μνημονεύειν τοῦ Κριτοῦ τὴν ἀδέκαστον, ἀείποτε παρουσίαν, Πάτερ τοὺς σοὺς φοιτητάς, ἐνουθέτεις θείαις κατηχήσεσι, τῶν ἄνω ἐφίεσθαι, γεηρῶν δὲ ἀπέ-χεσθαι, Χριστῷ κολλᾶσθαι καὶ δουλεύειν ἀείποτε, ἵνα λήψωνται, τῆς ζωῆς στέφη ἄφθαρτα· ὅθεν θεῖε Θεόδωρε, εὐχαῖς σου ἀξίωσον, καὶ τοὺς τιμῶντάς σε πόθῳ, πρὸ ὀφθαλμῶν ἔχειν θάνατον, καὶ πάθη διώκων, τιμητικῇ μνήμῃ Κυρίου, κατὰ τοὺς λόγους σου.
Δόξα. Ἦχος πλ. β΄.
Τὰς τοῦ Κυρίου δωρεὰς γινώσκοντες Πάτερ Θεόδωρε, εἰς τὸν αἰῶνα ἀνεπιφθόνως ἐπεκτεινο-μένας, Αὐτὸν δοξάζομεν διὰ τὴν σὴν θεοφιλίαν· δῶρον γάρ σε ἀνέθηκεν τῇ Ἐκκλησίᾳ ὡς προνοούμενος αὐτῆς, σάλπιγγα ἀναδείξας τε Ὀρθοδοξίας, τῶν Ἁγίων γλυκύτατον ὑμνητήν, τῆς ἀκριβείας τῆς πίστεως ὑπέρμαχον, καὶ τῆς θείας ἀγαπήσεως βίβλον ζῶσαν· ὅθεν εὐλαβῶς τὴν μνήμην σου τιμῶντες, τούτου δεόμεθα· στήριξον Δέσποτα τὴν κληρονομίαν σου ἀσάλευτον, ταῖς πρεσβείαις τοῦ Ὁσίου Σου.
Καὶ νῦν. Θεοτοκίον.
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος πλ. δ'.
ρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μονα-ζόντων θεόπνευστον ἐγκαλλώπισμα, Θεόδωρε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.





















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
χάρις τοῦ Χριστοῦ, γενεάν σου τρισμάκαρ, ἐσφράγισε τρανῶς, ἐφελκύσαντα πάντας, εἰς βίον ἀσκήσεως, καὶ ἀγῶνας τῆς πίστεως, σὲ δὲ μέγι-στον, τῶν μοναζόντων ἀλείπτην, καὶ τοῦ δόγμα-τος, ἀκαταμάχητον στῦλον, ἀνέδειξε Θεόδωρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθέ-νον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Πορευόμενος ὁδόν, τῶν τοῦ Κυρίου ἐντολῶν, μοναζόντων ὁδηγός, ἐδείχθης Πάτερ ἀσφαλής, καὶ τῶν δογμάτων ὑπέρμαχος θεοφόρος· ἁγνῶς συσταυρωθείς, τῷ σῷ Δεσπότῃ Χριστῷ, ἠρνήθης παντελῶς, πᾶσαν τοῦ κόσμου τρυφήν, ὁμολογή-σας δὲ θείαν οἰκονομίαν, ὑπερορίας μετέσχηκας· διὸ συμφώνως, ἡ Ἐκκλησία, εὐγνωμονεῖ σε Θεό-δωρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.  

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
ποστόλων χορείαν ζηλοτυπῶν, τὴν Μονὴ τοῦ Στουδίου ὡς ἀληθῶς, Θεόδωρε ἔδειξας, ταύτης θεῖον ἀπείκασμα, ἀκριβείᾳ δὲ μείξας, ἀγάπην θεάρεστον, τὰς ψυχὰς τῶν σῶν τέκνων, ἐκάθηρας ἄριστα· ὅθεν ποιμενάρχης, ἀνεφάνης χριστόπνους, σοφαῖς διακρίσεσιν, ὁδηγῶν ὑπηκόους σοι, πρὸς ἀπάθειαν σύντομον, δογμάτων δὲ Κυρίου τρανός, θεολόγος Πάτερ ἀναδέδειξαι, ἐν χαρᾷ μαρτυρίου, βαστάσας τὰ στίγματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’
αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱερο-κρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγελίον Ὁσιακόν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύμα-τι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλο-καυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλέησόν με ὁ Θεός...
Ταῖς πρακτικαῖς σου ἀρεταῖς, τὸ πῦρ τῆς θείας ἀγάπης, ἐν τῇ ψυχῇ ἄσβεστον κρατήσας ἄχρι τέλους Θεόδωρε, καὶ τοῖς ῥείθροις τῶν διδα-σκαλιῶν σου, διαθρέψας πλήθη μοναστῶν, ὡς ἄλλος Μωϋσῆς τῆς χάριτος, ἐξήγαγες τούτους εἰς γῆν τῆς ἐπαγγελίας· ὅθεν καὶ ἡμᾶς Ὁσιώτατε, αὔξησον ταῖς πατρικαῖς σου διδαχαῖς, καὶ τὸν ἔσω ἄνθρωπον χριστοπρεπῶς εἰς σωτηριώδη μίμησιν, τοῦ Δεσπότου κατεύθυνον.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Τὸν κλεινὸν Θεόδωρον ἐν ᾄσμασι τοῖσδε γεραίρω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Ταῖς φωτοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενος, ὁλολαμπὴς στῦλος, Πάτερ ἐχρη-μάτισας, καθοδηγῶν Θεσπέσιε, πρὸς τὴν γῆν θεο-φρόνως, ἐπαγγελίας τούς σπεύδοντας, μύστα τῶν ἀρρήτων Θεόδωρε.
λοσχερῶς ταῖς ἀνενδότοις νεύσεσι, πρὸς τὸν Θεὸν ἐκδημῶν, πρὸ τελευτῆς ὤφθης, ζωηφόρον νέκρωσιν, ἐνδεδυμένος Ὅσιε, καὶ ζωὴν τὴν ἀγήρω, νῦν ἐπαξίως ἀπείληφας, Πάτερ θεοφόρε Θεόδωρε.
Νενικηκὼς τὰ τῶν παθῶν σκιρτήματα, τὰς τῶν τυράννων ὁρμάς, νεανικῶς Μάκαρ, πάσας ἐξε-φαύλισας, πεπαρρησιασμένῃ ψυχῇ, τοῦ Χριστοῦ τὴν εἰκόνα, τιμᾶν διδάσκων Θεόδωρε, καὶ τὰ τῶν Ἁγίων μορφώματα.
Κεκαθαρμένῃ διανοίᾳ πάνσοφε, ταῖς θεοπνεύστοις Γραφαῖς, προσομιλῶν πλοῦτον, ἀρετῶν συνήθροισας, καὶ εὐσεβείας δόγματα, θεωρίαν πλουτήσας, καὶ βίου μάκαρ λαμπρότητα, λάμψας ἀμφοτέρωθεν Ὅσιε.
Θεοτοκίον.
Λόγον Θεοῦ σωματωθέντα τέτοκας, τὸν πρὶν ἀσώματον, θεανδρικῶς κόσμῳ, συναναστρεφόμε-νον, ὑπερφυῶς Πανάμωμε, Θεοτόκε Παρθένε· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.

ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς.
Νενευρωμένος τοῦ Χριστοῦ, Παμμάκαρ τῇ παντευχίᾳ, τῶν πληγῶν τὰς ἀλγηδόνας ὑπέστης, μαστιζόμενος δεινῶς, καὶ σκότει καθειργνύμενος, ὡς κοινωνὸς δὲ Πάθους, καὶ Βασιλείας γεγένησαι.
Θεοφορούμενος σαφῶς, καὶ ζήλῳ πεπυρσευ-μένος, τὰς βεβήλους διδαχὰς τῶν ἀφρόνων, διαλέλυκας ταῖς σαῖς, διδασκαλίαις Πάνσοφε, τὴν ἐκ Θεοῦ χάριν, Θεόδωρε κατεπλούτησας.
ν θεωρίαις πρακτικός, ἐν πράξεσι θεολόγος, ἐχρημάτισας Θεόδωρε Πάτερ, ἀσκητὴς διδακτι-κός, Ἱερομάρτυς ἔνδοξος, Ὀρθοδοξίας στῦλος, τῆς Ἐκκλησίας ἑδραίωμα.
Θεοτοκίον.
συναΐδιος Πατρί, καὶ Πνεύματι Θεός, Λόγος, ἀναπλάσαι βουληθεὶς τὸν γενάρχην, καθ' ὑπόστα-σιν αὐτόν, ἐκ σοῦ Ἁγνὴ συνέλαβεν, ἁγιωτέραν πάντων, σὲ Θεομῆτορ εὑράμενος.

Κάθισμα, τοῦ Ὁσίου. Ἦχος γ' Θείας πίστεως.
Θεῖα δόγματα καταπλουτήσας, πίστιν ἔσωσας Ὀρθοδοξίας, προκινδυνεύσας ὑπὲρ ταύτης Θεό-δωρε, ἐν ἐξορίαις ἀθλήσας καὶ μάστιξιν, ἐν φυλακαῖς καρτερήσας τὴν κάκωσιν· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέ-χουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθα-ρον πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.

ᾨδὴ δ'. Σύ μου ἰσχύς.
Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμε, ταῖς πλουσίαις, χάρισι λαμπόμενος, ὡς τὴν πηγήν, ἔχων ἀληθῶς, τῶν ἀπαυγασμάτων, τῶν τῇ δε μάκαρ Θεόδωρε· ἐντεῦθεν Διδασκάλων, Ἀσκητῶν καὶ Μαρτύρων, συγχορεύειν τοῖς δήμοις ἠξίωσαι.
τῆς στερρᾶς, καὶ καρτερᾶς σου ἐντάσεως! ᾗ τυράννων, θράσος κατεπάτησας, δι' ἦς σαφῶς, σὺ τὴν ὑπὲρ νοῦν, τῆς ἀγαθαρχίας ἐσχάτην μακα-ριότητα, κατέλαβες θεόφρον, ἀσωμάτοις συμ-ψάλλων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
ῆμα Θεοῦ, σοὶ ἐνοικῆσαν φανότατα, τῶν δο-γμάτων, πάνσοφε Θεόδωρε, τοὺς ποταμοὺς βρύει δαψιλῶς, οἷς νῦν ἐντρυφῶντες, οἱ φοιτηταί σου θεόπνευστε, βοῶμεν εὐχαρίστως, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
λον ἐν σοί, ἀνακαινίζει τὸν ἄνθρωπον, ὅλως ὅλῳ, Πάναγνε ἑνούμενος, ὁ πατρικούς, κόλπους μὴ λιπών, καὶ τὴν σὴν γαστέρα, οἰκῆσαι κατά-δεξάμενος, ὁ πλούτῳ εὐσπλαγχνίας, ἑκουσίως πτωχεύσας, καὶ πλουτήσας τὸν κόσμον Θεότητι.

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω.
Νοῦν ψυχήν τε καὶ σῶμα, λόγῳ καθηράμενος, ναὸς πανέντιμος, τοῦ Θεοῦ τῶν ὅλων, ἐχρη-μάτισας Πάτερ Θεόδωρε, εὐωδίας θῦμα, ὅλον σαυτὸν Χριστῷ προσφέρων, ἱερεύς καὶ θυσία γενόμενος.
λλαμπόμενος μάκαρ, αἴγλῃ τῇ τοῦ Πνεύματος, πᾶσιν ἀπήστραψας, θεολόγῳ γλώσσῃ, τῆς Τριάδος τὸ φέγγος τὸ ἄχραντον, τῆς σαρκώσεώς τε, τῆς ὑπὲρ νοῦν τοῦ Θεοῦ Λόγου, τὸ ἀπόρρητον Πάτερ μυστήριον.
Νοερῶς τοῖς Ἀγγέλοις, νῦν συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, καὶ τὴν σὴν τιμῶντας, πανευκλεῆ καὶ θείαν μνήμην, παμμα-κάριστε μάκαρ Θεόδωρε.
Θεοτοκίον.
νεκφράστῳ Παρθένε, τρόπῳ ἐνοικήσας σοι, ἄνθρωπος γίνεται, ὁ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀναλάμψας τὸν δ' ἄνθρωπον, ἐκ φθορᾶς λυτροῦται, καὶ πρὸς ζωὴν καὶ ἀφθαρσίαν, ἐπανάγει ὡς μόνος φιλάνθρωπος.

ᾨδὴ ς'. Ἱλάσθητί μοι.
Σωφρόνως σου τὴν ζωήν, Θεόδωρε μάκαρ ἤνυσας, δικαιοσύνῃ σαφῶς, ἀνδρείᾳ φρονήσει τε, τερπνότατον ὄχημα, ἀρετῶν ἡρμόσω, σεαυτῷ θεόφρον, Ὅσιε.
Μυρίζουσιν εὐπρεπῶς, δογμάτων οἱ θεῖοι λόγοι σου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, αἱρέσεων ἅπαντας, ἀνάγουσι Πάνσοφε, τῆς ὀρθοδοξίας, πρὸς μετάρσιον ἀκρότητα.
νέτειλέ σοι τὸ φῶς, καὶ τούτου Πάτερ ἡ σύζυγος, νῦν εὐφροσύνη σαφῶς· ὡς φοίνιξ γὰρ ἤνθησας, Παμμάκαρ Θεόδωρε, καὶ καθάπερ κέδρος, ἐπληθύνθης ἀξιάγαστε.
Θεοτοκίον.
Σωθείημεν διὰ σοῦ, θεογεννῆτορ Πανάμωμε, καὶ τύχοιμεν ἀληθῶς, τῆς θείας ἐλλάμψεως, Θεο-τόκε Ἄχραντε, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκω-θέντος Υἱοῦ τοῦ Θεοῦ.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Τὸν ἀσκητικόν, ἰσάγγελόν τε βίον σου, τοῖς ἀθλητικοῖς, ἐφαίδρυνας παλαίσμασι, καὶ Ἀγγέλοις σύσκηνος, θεομάκαρ ὤφθης Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἀκαταμάχητον ἰσχὺν καὶ σθένος οὐρανόθεν, νῦν μοι παράσχου ὦ Τριάς. Σὺ γὰρ ἁπάντων χορηγὸς τῶν τελείων καὶ ἀγαθῶν ἐξ ὕψους δωρημάτων, ἐνίσχυσόν με πανσέβαστε τοῦ λοιποῦ πράξεσιν ἐναρέτοις ἀεὶ εὐαρεστεῖν σοι, πρᾶττειν τε καὶ λέγειν ὁμοῦ, καὶ μὴ ὡς τὴν ἄκαρπόν με συκῆν ἐκκόψῃς, φύλλοις δὲ μόνον κομπάζουσαν, νῦν δὲ ὑψίθρονε Τριάς, καὶ μονόσεπτε, τὰς βαρβαρικὰς κοίμησον ἐφόδους, τὰς νῦν ὠμῶς κατὰ τῆς Ἐκκλησίας ἐπεγειρομένας, λόγοις καταπράϋνων ἀῤῥήτοις, οἷς μόνος οἶδας τῇ σοφῇ σου προνοίᾳ, καὶ τῷ βάθει τῶν πολλῶν σου κριμάτων, πᾶν ἰσχύεις τῷ παντοδυνάμῳ σου προστάγμάτι, ὅπως καὶ ἡμεῖς ἐν ἀνέσει γενόμενοι ἐν ἀκυμάντῳ λιμένι αἰνοῦμεν καὶ εὐλογοῦμεν σὲ τὸν Δεσπότην καὶ Θεὸν τοῦ παντός, εἰς αἰῶνας ἀπεράντους, εὐχαῖς Θεοδώρου, ὃν ἐδόξασας ἐπὶ γῆς πλουσίοις ἔργοις ὁμοῦ καὶ θαύμασιν. 

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρὸς ἡμῶν Θεοδώρου, Ἡγουμένου τῶν Στουδίου.
Πολλὰς ἀμοιβάς, Θεόδωρε τρισμάκαρ,
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
δὼν ὁ προγνώστης σου, τῆς διανοίας τὴν καθαρότητα, λογικῶν σε προβάτων, καθηγεμόνα Πάτερ προβάλλεται, ᾧ νῦν παμμάκαρ, κραυγάζεις Θεόδωρε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὸ θεῖον εἰκόνισμα, μορφῆς τρισμάκαρ τῆς ἀνθρωπίνης Χριστοῦ, προσκυνῶν διετέλεις, τοῖς θεομάχοις ἀντιταττόμενος, μέχρι θανάτου, καὶ ψάλλων Θεόδωρε· εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
λόγος σου ἅλατι, διηρτυμένος ὤφθη Θεόδωρε, καὶ ὁ βίος σου Πάτερ, λελαμπρυσμένος αἴγλῃ τοῦ Πνεύματος, ᾧ νῦν ἀστράπτων, βοᾷς ἀγαλλόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
δοὺ νῦν πεπλήρωται, Δαυΐδ τοῦ θείου ἡ θεία πρόρρησις, λιτανεύουσιν ὄντως, τῷ σῷ προσώπῳ Θεογεννῆτορ Ἁγνή, οἱ κεκτημένοι τὸν πλοῦτον τῆς χάριτος, καὶ εὐλογοῦσι Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.
Σεσοβημένους ἔδειξας, θεοφόρε Θεόδωρε, τοὺς ἐφευρετὰς τῶν δυσσεβῶν αἱρέσεων, διδάσκων τὴν ἄχραντον, τιμητικῶς εἰκόνα Χριστοῦ, σέβειν προ-σκυνεῖν τε, καὶ τιμᾶν θεοφρόνως, καὶ μέλπειν τῷ Δεσπότῃ, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Διὰ παντὸς τοῦ βίου σου, θεοφόρε Θεόδωρε, τῆς Ὀρθοδοξίας, ὁδηγὸς γεγένησαι, φωστὴρ φαει-νότατος, θεοειδὴς διδάσκαλος, τύπος μονα-στῶν, καὶ ἀκριβὴς νομογράφος, διδάσκων ἀνα-μέλπειν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
πὶ τῆς γῆς ἠγώνισαι, εὐσεβείας διδάσκαλος, καὶ τῆς ἀληθείας, ἀψευδὴς συνήγορος, Παμμάκαρ γενόμενος, ἐν οὐρανοῖς δὲ δῶρον Θεοῦ, τῆς δικαιοσύνης ἀνεδήσω στεφάνους, τὸν δρόμον ἐκτελέσας, καὶ τὴν πίστιν τηρήσας, Χριστὸν δοξολογήσας, εἰς πάντας τοὺς αἰῶνας.
Γνώσει τὸν νοῦν ἐλάμπρυνας, σωφροσύνῃ τὴν ἔφεσιν, καὶ τὸ θυμικὸν δὲ τῇ ἀνδρείᾳ ἔζωσας, ἰθύνας Θεόδωρε, δικαιοσύνῃ πάνσοφε, ἱερο-πρεπῶς τὰς ψυχικάς σου δυνάμεις, συμφώνως ἀναμέλπων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Εὐλογημένη Δέσποινα, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τῶν ἐπὶ πάντων Κόρη Ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος· ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.
οαῖς σου τῶν δακρύων ὡς Ἀσκητής, καὶ πηγαῖς τῶν αἱμάτων ὡς Μάρτυς Χριστοῦ, ἐκλαμπρυνθείς, λάμπεις ἑκατέρωθεν τηλαυγῶς, δικαιοσύνην Ὅσιε, περιβεβλημένος ὡς Ἱερεύς, τῶν θείων ἀνακτόρων, χορεύων ἐνδοτάτῳ, περὶ Θεὸν Πάτερ Θεόδωρε.
γίως σου τὸν δρόμον διαδραμών, ἐν Ἁγίων ἁγίοις σκηνώμασι, νῦν κατοικεῖς, στέφος ἀφθαρσίας ἀπειληφώς, καὶ βασιλείας ἔνδυμα, μεγαλοπρεπές τε καὶ ἱερόν, ἐν οἷς ἠγλαϊσμένος, Θεόδωρε παρέστης, τῷ σῷ Δεσπότῃ ἀγαλλόμενος.
δεῖν κατηξιώθης τῶν ἀγαθῶν, τὴν πηγὴν θεοφόρε Θεόδωρε, ὡς μετελθών, βίον ἐνθεώτατον ἀληθῶς, καὶ τῆς τοῦ κόσμου σχέσεως, διὰ πολιτείας εἰλικρινοῦς, τόν νοῦν ἐλευθερώσας, καὶ Μάρτυς στεφηφόρος, γεγενημένος ὤφθης ἄριστος.
ημάτων σου ὁ φθόγγος δῶρον Θεοῦ, ἐπὶ πάσας ἠκούσθη πανεύφημε, οἷα βροντή, τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὡς ποταμοὶ δὲ βρύουσι, τῶν σῶν διδαγμάτων αἱ διδαχαί, Θεόδωρε· διὸ σε, ὡς θεῖον θεηγόρον, νῦν ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον.
ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὁ νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις
πὲρ τῶν θείων εἰκόνων, ὑπέμεινας πᾶσαν θλίψιν, βασάνους καὶ ἐξορίας· διὸ διπλοῦν καὶ τὸ στέφος, ἐκ δεξιᾶς τοῦ Ὑψίστου, ἐδέξω Ὅσιε Πάτερ.
Θεοτοκίον.
ν σοὶ πανάχραντε Κόρη, ἐθεωρήθησαν ὄντως, αἱ τοῦ Κυρίου πορεῖαι, καὶ τοὺς βροτοὺς ὁδηγοῦσιν, ἔνθα χορεῖαι Ἀγγέλων, καὶ πάντων Ἁγίων δῆμοι.

Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
σεπτή σου πανήγυρις, τοῖς μονάζουσι γίνεται, Πάτερ θεοδώρητε πηγὴ χάριτος, ἐν γὰρ τοῖς θείοις λογίοις σου, τρυφῶντες εὑρίσκουσιν, ὥσπερ βρέφη στερεάν, τὴν τροφὴν αὐξανόμενοι, εἰς ἀγάπησιν, τοῦ Χριστοῦ, Ὃν δυσώπει ἐκ παντοίων, συμπτωμάτων καὶ κινδύνων, τούτους φυλάττειν ἀπήμονας.
ωσφόρος χριστόφωτος, ἀνεδείχθης Θεόδωρε, θείας ἐπιλάμψεσιν αὐγαζόμενος, ἐξ ὧν ἀφθόνως μετέδωκας, ψυχαῖς τῶν συνόντων σοι, κατηχῶν αὐτοὺς σοφῶς, καὶ Ἀγγέλους δεικνύμενος, ὑποθήκαις σου, ὡς καλὸς οἰκονόμος τοῦ Κυρίου, καὶ χριστόπνους ποιμενάρχης, Μονῆς Στουδίου τὸ καύχημα.
μὲν κόσμος ἀγάλλεται, ἐν ὑλαίοις τοῖς πράγμασι, μοναζόντων σύλλογος δὲ εὐφραίνεται, ὑπογραμμόν σε Θεόδωρε, καὶ τύπον ἀσκήσεως, καὶ ἀγάπης πρὸς Θεόν, ἀκριβείας τε πρότυπον, ἔχων ἔκλαμπρον· πατρικαῖς ὑποθήκαις σου δὲ πλέει, ἀκυμάντων καὶ ἀφόβως, τὸ τῆς ἀσκήσεως πέλαγος.
Τοῦ Προδρόμου ὁμότροπος, ἀνεδείχθης Θεό-δωρε, ἐξελέγξας ἄνακτα τὸν παράνομον, καὶ διωγμοὺς ἐκαρτέρησας, τηρῶν τὴν ἀκρίβειαν, θείων νόμων καὶ θεσμῶν, δι’ ἀγάπην Κυρίου σου, Ὃν ἱκέτευε, σὺν πληθύϊ ἁγίων φοιτητῶν σου, καὶ ἡμᾶς ἐν ἀκριβείᾳ, τηρεῖν Αὐτοῦ τὰ ἐντάλματα.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε φιλοπάτορσιν ὕμνοις, τὸν καθηγητὴν τῆς εὐσεβείας, καὶ ταμειοῦχον τῶν χαρίτων, Θεό-δωρον τὸν Στοδίου, πνευματικῶς οἱ πιστοὶ ἐγκω-μιάσωμεν. Οὗτος γὰρ πόθον ἐπὶ πόθῳ προστιθείς, καὶ ἔρωτα τῷ  ἔρωτι, ἠξιώθη ἰσοβίως τῆς Χριστοῦ ὁμολογίας. Τὸ κατ’ εἰκόνα δὲ καταστίλψας ἐπι-μελῶς, εἰς τὸ καθ’ ὁμοίωσιν θεοδυνάμως ἀνελή-λυθε· ὅθεν καὶ ποιμὴν χριστοειδὴς ἀναδειχθείς, ζωηρῶν ῥευμάτων ποταμοὺς ἀνέβλυσεν· ὀφλητι-κῶς οὖν τὴν αἴνεσιν προσάγοντες αὐτῷ ἀνακρά-ξωμεν· Πάτερ τρισόλβιε, τῇ μυστικῇ σου ῥάβδῳ ὁδήγησον καὶ ἠμᾶς, εἰς τὴν οὐράνιον κατάπαυσιν.

Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις εὐσεβείας μυσταγωγέ, καὶ μονήρους βίου μυστηπόλε καὶ ὁδηγέ· χαίροις ὁ ἐκτρέφων, τῇ δωρεᾷ τοῦ λόγου, Θεόδωρε παμμάκαρ, τοὺς προσιόντας σοι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου