Ἀκολουθία Ὁσιομαρτύρων ΙΑΚΩΒΟΥ, ΔΙΟΝΥΣΙΟΥ καί ΙΑΚΩΒΟΥ.
Ψαλλομένη τῇ 2α Νοεμβρίου
Ποίημα ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Στιχολογοῦμεν
τό Μακάριος
ἀνήρ. Εἰς δὲ τό Κύριε
ἐκέκραξα, ἱσττῶμεν
στίχους η’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος.
Σ
|
ήμερον
φαιδρῶς ἀγάλλονται, τῶν Ἀγγέλων τάξεις, Ἀποστόλων σύλλογος, Προφῆται σὺν
Ἀσκηταῖς, καὶ θείοις Μάρτυσιν, ἀπάντησιν τὴν σεπτήν, τοῦ Ἰακώβου ψυχῆς
σεμνυνόμενοι, ἀσπάζεται ἡ Τριάς, τὸ τοῦ Ἄθω ἐντρύφημα, καὶ κατακοσμεῖ στεφάνοις,
καὶ δοξάζει θαύμασιν, ὡς πιστὸν ὑπηρέτην, ὡς ἐργάτην δοκιμώτατον.
Β
|
αβαὶ τῆς σῆς
καρτερίας σοφέ, ἥν ὑπέστης ὄντως, Ἰάκωβε μέγιστε, ὥσπερ υἱὸς πατρικόν, πληρῶσαι
θέλημα! κινδύνους καὶ πειρασμούς, ἐκ ψευδαδέλφων μυρίους ὑπήνεγκας, καὶ τέλος
ἀθλητικῷ, κοσμηθείς μάκαρ στεφάνῳ ἀνέδραμες, πρὸς τῶν ἐφετῶν τὸ ἄκρον, σὺν τοῖς
θείοις μύσταις σου, ἐν χοροῖς, Ἀσωμάτων, δι’ αἰῶνος ἀγαλλόμενος.
Τ
|
ὴν σὴν
γεραίρουσιν ἄθλησιν, Μοναστῶν τὰ πλήθη, καὶ μιγάδων τάγματα, καὶ τῶν εὐσεβῶν,
νῦν τὰ συστήματα, ἀγάλλονται σὺν αὐτοῖς, ἐπὶ τῇ θείᾳ σοῦ δόξῃ οἱ Ἄγγελοι,
προσπίπτουσι Ἱερεῖς, σὺν Πατριάρχαις καὶ χαῖρέ σοι λέγουσι, τῶν Ἀσκητῶν τὸ κλέος, καὶ Μαρτύρων καύχημα,
Προφητῶν Ἀποστόλων, ὁ ὁμότροπος Ἰάκωβος.
Ἄ
|
λλος Βαπτιστὴς
ἐλήλυθας, λόγοις τε καὶ ἔργοις, πρὸς λαὸν χριστώνυμον, ἐλέγχων καὶ νουθετῶν, ὡς
θεοπρόβλητος, ἵνα εἰσάξης αὐτῷ, τῆς μετανοίας τὸ μέγα Μυστήριον, διὸ καὶ ἀθλητικὸν
τέλος ἐδέξω καθ’ ὁ ἰσαπόστολος· μιμητὰ Χριστοῦ μου χαῖρε, ἔνδοξε Ἰάκωβε, σὺν τοῖς
Μύσταις καί φρούρει, τοὺς τὴν μνήμην σου γεραίροντας.
Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου
κληθείς.
Τ
|
οὺς σοὺς
ἀγῶνας Ἰάκωβε θεόφρον, πάλην καὶ τὴν ἄθλησιν, τίς ἐξειπεῖν γηγενῶν; Ἀγγέλων
φύσιν ἐξέπληξαν, καὶ τῶν δαιμόνων, φάλαγγας πάσας κατετροπώσαντο· σὺ γὰρ τὸ
ὑστέρημα, Χριστοῦ ἐπλήρωσας, καὶ τῇ σαρκί σου τὰ στίγματα, τούτου ἐδέξω, σκεῦος
ὠφθείς συ θεῖον τοῦ Πνεύματος, τῶν Ἀποστόλων ὡς ὁμότροπος, ὡς σοφὸς ὑποφήτης
τῆς Χάριτος, Ἀσκητῶν ὡς διόπτρα, καὶ Μαρτύρων ὡς ἐκσφράγισμα.
Ὁ
|
τῆς ἀγάπης Χριστοῦ πεπληρωμένος, ὅτε σὲ ὁ
ἔνθεος, ἔρως κατέπεισε, τὴν κοσμικὴν ἀθλιότητα, καταφρονῆσαι, καὶ τὰς ματαίας
τέρψεις τοῦ σώματος, τότε διεσκόρπισας, πτωχοῖς, τὸν πλοῦτόν σου, καὶ πρὸς τὸ
Ἅγιον ἔδραμες, σὺ Πάτερ Ὅρος, ἐν εὐτελείας θείῳ προσχήματι· ὅθεν Τριάδος οἶκος
γέγονας, σωφροσύνης ἀνδρείας ἐκτύπωμα, καὶ φρονήσεως θείας, ἐνδιαίτημα
τερπνότατον.
Ὁ
|
φρυκτωρίαις φαιδραῖς πεπυρσευμένος, ὅτε δι’
ἀσκήσεως, πάθη ἐνέκρωσας, καὶ πρὸς τὴν θείαν ἀγάπησιν, δι᾿ ἀπαθείας, ὡς ἐν
φλογίνῳ ἅρματι ἔφθασας, τότε σὺ τοῦ Πνεύματος, μύστης τετέλεσαι, πρὸς θεωρίας
κοσμούμενος, καὶ εἰσηγήσεις, τῶν ἀποῤῥήτων θείων ἐμφάσεων· ὅθεν ἐπέμφθης ὡς
Ἀπόστολος, τοῦ κηρύξαι τῷ κόσμῳ μετάνοιαν, καὶ ἀθλήσας ἀνῆλθες, εἰς νυμφῶνα τὸν
οὐράνιον.
Ὁ
|
φωτισθεὶς ταῖς τοῦ Πνεύματος ἀκτῖσιν, ὅτε σὲ ὁ
ἔνθεος, ἔρως ἐζήλωσε, καὶ εἰς ἐπίγνωσιν εἵλκυσε, διὰ τοῦ ὄντως, Νήφωνος θείου τοῦ
Ἀρχιποίμενος, τότε χαίρων ἔδραμες, καθάπερ ἔλαφος, εἰς τὰ ἐν Ἄθῳ σκηνώματα, ἐν οἷς
ἐγένου, πολλῶν ἀλείπτης μάκαρ Ἰάκωβε· ὅθεν ἐδέξω θείας χάριτας, τοῦ ἰᾶσθαι τὰς νόσους
τῷ λόγῳ σου, καὶ ἐλαύνειν δαιμόνων, ἐξ ἀνθρώπων τὴν κακόνοιαν.
Δόξα. Ἦχος πλ΄. β΄.
Δ
|
εῦτε πιστοί, τὴν σεβάσμιον ἄθλησιν τοῦ θεοκήρυκος Ἰακώβου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι τὴν σεπτὴν τελείωσιν τοῦ θεοφόρου Πατρὸς ἡμῶν, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι, πρὸς εὐωχίαν τῶν μεγάλων ἀγώνων αὐτοῦ, ἀσματικοῖς ἐγκωμίοις, ἀπαύστως ἐκβοῆσαι πρὸς αὐτόν· Χαίροις ἐκμαγεῖον ἀκριβέστατον, τῆς ἀρχετύπου εἰκόνος, ὁ πασῶν ἀρετῶν τὰς ἰδέας, ἀπομαξάμενος ἐνθεώτατα, καὶ τοῦ Πνεύματος γενόμενος ἀκηλίδωτον ἔσοπτρον. Χαίροις ὁ δοξάσας Χριστόν, τοῖς
ἀθλητικοῖς σου καμάτοις, καὶ ἀντάλλαγμα γενόμενος τῷ πάθει τοῦ Δεσπότου. Ἀλλὰ καὶ νῦν Πατὴρ ἡμῶν Ἰάκωβε, παῤῥησίαν ὡς
ἔχων πρὸς Χριστὸν τὸν σὲ δοξάσαντα, ἐκμειλίσσων μὴ παύσῃ, σὺν τῷ ὁμωνύμῳ σοῦ
μαθητῇ καὶ συναθλητῇ Ἰακώβῳ, καί Διονυσίῳ τῷ στεῤῥῷ ἀκολούθῳ καὶ μύστῃ, ὑπὲρ
τῆς πεποθημένης ποίμνης ὑμῶν, διαφυλαχθῆναι αὐτήν, ἐκπαντοίων δεινῶν
περιστάσεων.
Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Σ
|
ήμερον τὰ
στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν Θεόπαιδα
Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν
προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ
καὶ Θεοῦ τῶν ὅλων. Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου
τιμῶσαι, τὴν σεβάσμιον πρόοδον. Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς
συνακολουθήσατε, τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν
πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ
Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τ
|
άδε λέγει
Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς
ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν
τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι
μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε,
καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός,
καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα
καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δ
|
ικαίων ψυχαὶ
ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δ
|
ίκαιοι εἰς
τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Ἀ
|
νέτειλε
σήμερον ἡμέρα εὐφρόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος, ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσα
λαμπηδόνας, τοῦ Ὁσιομάρτυρος καὶ καθηγητοῦ ἡμῶν Ἰακώβου, πᾶσαν ἡλικίαν καὶ
φύσιν συγκαλοῦσα πρὸς εὐωχίαν μυστικήν· δεῦτε οὖν ἀντλήσωμεν πόμα σωτήριον,
εὐφραῖνον καὶ φωτίζον καρδίαν καὶ διάνοιαν, καὶ νέφη ἐκδιῶκον τῶν παθῶν, καὶ
πρὸς αὐτὸν εὐφήμοις λόγοις εἴπωμεν· ὁ δεσμὰ καὶ μάστιγας καὶ ἀγχόνην, ὑπὲρ τῆς
ἀληθείας ὑπομείνας, σὺν τοῖς δυσὶ συνάθλοις σου καὶ μαθηταῖς, πρέσβευε Χριστῷ
τῷ Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σώσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β´.
Ν
|
εοφανῶν
ἀστέρων ἐπιδημία, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατεφαίδρυνε, ἥ καὶ νυμφικῶς
ἀγαλλομένη, τοῖς καινοπρεπέσι τούτων ἁμαρύγμασι, χορείαν συγκροτεῖ παράδοξον,
Ἀγγέλων καὶ ἀνθρώπων ἐπιστατούντων· πρότερον γὰρ τὴν σάρκα σταυρώσαντες, τοῖς
πόνοις τῆς ἀσκήσεως, ὕστερον μετασχεῖν ἠξιώθησαν τοῦ πάθους τοῦ Δεσπότου. Διὸ
καὶ τῆς αὐτοῦ Βασιλείας, συγκοινωνοὶ γενόμενοι, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος δ´.
Π
|
ρὸ τῆς σῆς
ἀθλήσεως, ἀσπαζόμενος τοὺς συνδεσμίους σου μαθητάς, ἔλεγες ἐν τῇ εἱρκτῇ, ἡ
Ἀβραμιαία κεφαλὴ· ἤγγικεν ἡ ὥρα τῆς ἀναλύσεως ἡμῶν τέκνα, ὅπως δοξασθῇ ὁ Θεὸς
ἐν ἡμῖν, καὶ ἡμεῖς ἐν αὐτῷ· μὴ οὖν μέλλετε, ἀλλ᾿ ἀποστολικὼς περιζώσασθε τὴν
ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἀναστάντες δεῦτε ἀκολουθεῖτέ μοι, ὅπως συγκοινωνοὶ
γένησθε τῆς σφαγῆς τοῦ Ἰσαάκ. Σήμερον γὰρ αἱ τῶν οὐρανῶν πύλαι ἠνοίχθησαν, καὶ
πᾶσα ἡ τῶν πρωτοτόκων Ἐκκλησία, εἰς ἀπάντησιν ἐξέρχεται· ἡ Τριὰς δὲ ὁ Θεὸς
ἡμῶν, τοὺς στεφάνους τῆς ἀθλήσεως καὶ τὰ γέρα ἑτοιμάζει ἡμῖν· ἄγωμεν οὖν
ἐντεῦθεν, χαίροντες δεξώμεθα τὸ τέλος τῆς ἀθλήσεως.
Ἦχος πλ. α´.
Δ
|
εῦτε
φιλομάρτυρες πάντες, καὶ τοῦ Ὁσιομάρτυρος Ἰακώβου ἀκόλουθοι, καθαρθῶμεν τὰς
φρένας, καὶ ὀψόμεθα, τὶ συνεβουλεύσατο κατὰ τῶν Δικαίων, ὁ ἀνοσιουργότροπος
πρόμαχος τῆς ἀσεβείας· σήμερον γὰρ τοὺς ἀνευθύνους, ὡς ὑπευθύνους κατεδίκασε
θανάτῳ, καὶ συλλαμβάνονται ὡς κατάκριτοι, δέσμιοι τοῦ κρεμασθῆναι· ὅθεν πρὸς
ἀλλήλους εὐχαρίστως ἔλεγον οἱ Ἅγιοι· Τί ἡμῖν ἡδύτερον, ἤ ποθεινότερον, τοῦ
Χριστοῦ γενέσθαι μιμητὰς καὶ συνάθλους; Αὐτὸς ἄνωθεν χορηγήσει τὰς χάριτας
ἀφθόνως· ἀντὶ τῶν δεσμῶν καὶ μαστίγων, δόξαν ἄφθαρτον, ἀντὶ τῆς ἀγχόνης καὶ τοῦ
θανάτου, ζωὴν αἰώνιον, ἀντὶ τῆς πρὸς αὐτὸν ἀγάπης, τοῖς θαύμασι δοξάσει·
ἀκολουθήσωμεν οὖν ἔκραζον οἱ θεόφρονες Μύσται καλῷ Διδασκάλῳ, ὅπως σὺν αὐτῷ
ἀποθάνωμεν καὶ ζήσωμεν, καὶ γένοιτο ἡ θυσία ἡμῶν εὐπρόσδεκτος ἐνώπιον Κυρίου! Ὤ
καρτερὰς ἐνστάσεως! Ὤ ψυχῶν ἀδαμαντίνων καὶ στεῤῥών! Πῶς ὑπεδέξαντο χαίροντες
τὸ τέλος τῆς ἀθλήσεως; Πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
Δόξα. Ἦχος πλ. δ´.
Τ
|
ῶν ἀρετῶν
σου Πάτερ τὰ τρόπαια, τίς ἐπαξίως διηγήσεται; Ποῖον δὲ στόμα τὴν καρτερίαν σου
Μάρτυς ἀπεφθέγξεται; Βάθος γὰρ ἀθεώρητον τῆς οὐρανίου γνώσεως ἐφάνης, καὶ
λαμπρὸς ὑπέρμαχος τῆς ἀληθείας ἐδείχθης, ψυχὴν ἀδάμαντος στεῤῥοτέραν
κτησάμενος· διὸ τὴν φύσιν ὑπερβέβηκας κατ᾿ ἄμφω, Πατέρων κλέος θεόσοφε Ἰάκωβε,
Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Μαρτύρων. Παῤῥησίαν οὖν ἔχων πρὸς Χριστὸν
τὸν σὲ δοξάσαντα, μὴ παύσῃ ἐκτενῶς ἱκετεύων, σὺν Ἰακώβῳ τε καὶ Διονυσίῳ, τοῖς
στεῤῥοῖς σου συνάθλοις, τοῦ οἰκτειρῆσαι καὶ σώσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Δ
|
έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χ
|
αίροις τῶν
Ἀσκητῶν κορωνίς, τῶν Ἀποστόλων συνεργάτης Ἰάκωβε, τὸ σθένος τῶν Ὀρθοδόξων, ὁ
τῶν πιστῶν στηριγμός, μετανοίας κῆρυξ καὶ διδάσκαλος· υἱὸς θείας χάριτος, τῆς
βροντῆς ἤ καὶ δεύτερος, ὅς τὰς ἐλλάμψεις, τὰς ἀΰλους δεχόμενος, καὶ λαμπόμενος,
δαδουχεὶς τοὺς τιμῶντάς σε. Πάτερ φιλοστοργότατε, Ποιμὴν Χριστομίμητε, μὴ
διαλείπῃς πρεσβεύων, μετὰ τῶν θείων συνάθλων σου, Χριστῷ καταπέμψαι, ταῖς
ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τῶν
Ὁσίων αὐτοῦ.
Χ
|
αίροις τῶν
μοναζόντων φωστήρ, τῶν οὐρανίων μυστηρίων Διδάσκαλος, τὸ στόμα τῆς ἀληθείας, ὁ
τῆς σοφίας κρατήρ, μετανοίας κῆρυξ ὦ Ἰάκωβε, πυρὸς φωτεινότερος, καὶ πῦρ πνέων
τῇ χάριτι, ὁ καταυγάζων, τῶν πιστῶν τὴν διάνοιαν, τῶν ἀπίστων δέ, καταφλέγων τὰ
πρόσωπα· στῦλος ὁ προηγούμενος, νεφέλη σκιάζουσα, τῶν εὐσεβῶν παρατάξεις, μὴ
ἀποκάμῃς ἑκάστοτε, Χριστὸν ἱκετεύειν,
ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Μακάριος
ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χ
|
αίρετε
Παρακλήτου μοναί, θεολογίας τὰ σειρήνια θέλγητρα, οἱ κύκλοι πασῶν χαρίτων,
περιοχαὶ θαυμασταί, δωρεῶν παντοίων τῶν τοῦ Πνεύματος· ἡμῶν τὰ προπύργια, καὶ ἡ
δόξα ἡ ἄῤῥητος, οἱ τοῦ Δεσπότου, μιμηταὶ ἀξιάγαστοι, καὶ Ἀγγέλων τε, συμπολῖται
καὶ σύμμορφοι· Πάρεστε τοίνυν Ἅγιοι, σὺν θείοις στρατεύμασι, μέσον ἡμῶν τῶν
ὑμνούντων τὰς εὐφημίας δεχόμενοι, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν
πεμφθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. ·Ἦχος πλ. δ΄.
Ἐ
|
ν τεθρίππῳ ἅρματι
τῶν ἀρετῶν ἐπιβάς, ὁ τοῦ Πνεύματος Μύστης Ἰάκωβος, ἔφθασε τὴν οὐράνιον πόλιν,
ἐν ᾗ Θεὸς στηρίζεται· τοῖς Ἀγγέλοις δὲ συμμυηθείς, τῶν ἀποῤῥήτων Μυστηρίων τὴν
γνῶσιν, μυστικῶς μὲν τῷ νῷ διετύπωσε, τὴν ὁμοδύναμον φύσιν τῆς κρυφιογνώστου
Τριάδος, τῷ δὲ θείῳ δακτύλῳ ἐγγραφέντα, τῆς καρδίας ταῖς πλαξί, τὸν τῆς χάριτος
θεοτύπωτον νόμον ἐδέξατο, ἄλλος ἐπιστήθιος χρηματίσας, τὰ μεγαλεία τοῦ Θεοῦ ἐν
Πνεύματι κατεβρόντησε· διὸ οἱ τοῖς ἀσκητικοῖς αὐτοῦ ἐγκαυχώμενοι καμάτοις,
φιλοπάτορες παῖδες, ἀπαύστως ὄντως εἴπωμεν· Ἁγιώτατε Πάτερ, ἀμέσως παρεστὼς τῇ
Τριάδι, σὺν Ἰακώβῳ καὶ Διονυσίω, τοῖς συναθληταῖς σου καὶ μύσταις, μὴ κάμητε
πρεσβεύειν, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἀνευφημοῦντων, τὴν σεβάσμιον ὑμῶν ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον·
Ὁ
|
Δαβὶδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν
ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾧ τὰ πέρατα σήμερον ἑορτάζοντα,
δοξολογούσι σὲ ἅπαντα, τήν γὰρ πρὸ τόκου
Παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον. Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν
τῷ Ναῷ εἰσερχομένην ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σὲ Δέσποινα· καί τὰ Ἅγια
τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς
ψαλμικὼς βοῶμέν σοι· ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν, δωρηθῆναι ἡμῖν
τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀ
|
γγελικῶς ἐπὶ
τῆς γῆς διαπρέψας, τῶν Ἀποστόλων ἀνεδέξω τὴν χάριν, καὶ μετανοίας κήρυξ καὶ
διδάσκαλος πεμφθείς, ἔδειξας τοῖς θέλουσι, σωτηρίας τὴν τρίβον· ὅθεν καὶ πρὸς
ἄθλησιν, παρετάξω γενναίως, σὺν τοῖς στεῤῥοῖς συνάθλοις σου σοφέ, Ὁσιομάρτυς
Ἰάκωβε μέγιστε.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ
|
μέρα
φωταυγής, ἐξανέτειλεν ὄντως, ἡ μνήμη τοῦ σοφοῦ, Ἰακώβου τοῦ πάντας, εὐήχους
ὕμνους ἕλκουσα, τοὺς αὐτοῦ καὶ τὰ τρόπαια· ὅθεν σπεύσωμεν, ἀσματικῶς εὐφημήσαι,
ὡς θεόσδοτον, καὶ κυβερνήτην τῆς ποίμνης, ὡς ἔνθεον ἤδυσμα.
Δόξα. Ὅμοιον.
Μ
|
εθέξει
Προφητῶν, Ἀποστόλων, Μαρτύρων, Ὁσίων καὶ λοιπῶν, ἐκ Θεοῦ ἀπεστάλης, κηρύξαι ἃ
ἐκήρυξαν, καὶ παθεῖν ὥσπερ ἔπαθον· ὅθεν ἔτρεχον, ἄπειρα πλήθη μιγάδων, ὅπως τύχωσι,
τῆς τῶν παθῶν θεραπείας, καὶ χάριν ἀντλήσωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
|
μέρα
μυστική, ἀνεδείχθης Κυρία, τὸν Ἥλιον Χριστόν, καταυγάζουσα πᾶσι, τοῖς ζόφῳ
ἀπογνώσεως, καθημένοις Θεόνυμφε· ὅθεν ἅπαντες, οἱ διά σοῦ φωτισθέντες,
μακαρίζομεν, χρεωστικῶς ὡς αἰτίαν, βροτῶν ἀναπλάσεως.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωοήφ.
Κ
|
ατεπλάγησαν
βροτοί, τοὺς ὑπὲρ φύσιν πειρασμούς, καὶ Ἀγγέλων στρατιαί, ἐξεθαμβοῦντο ἐπὶ σοί,
πῶς ὡς ἀσώματος ὤφθης ἐν τῷ σαρκίῳ, σπόγγος καθαρός, ἀναμαξάμενος, πάντων ἀρετάς,
τῶν θεοσοφῶν ἀνδρῶν, καὶ ἐχρημάτισας ἔνθεον εἶδος, πρὸς τὸ ἀρχαῖον ἀρχέτυπον,
ἀπεξεσμένος, Ὁσιομάρτυς, Ἰάκωβε ἔνδοξε.
Δόξα. Ὅμοιον.
Κ
|
ατεπλάγησαν
ἐν σοί, οἱ ἐν τῷ Ἄθῳ Μονασταί, Ἱερεῖς Ἀρχιερεῖς, καὶ πᾶσα βρότειος ψυχή, ὅτι
καὶ χάριν ἐδέξω τῆς προφητείας· τοὺς μὲν γὰρ ὁδηγῶν, εἰς τὰ σωτήρια, τοὺς δὲ
ἐπιτιμῶν, διὰ τὸ τόλμημα, τοὺς δὲ ἑτέρους ἅπαντας ἀσμένως, ἐχειραγώγεις ὡς
φιλόστοργος· ὢ θείας αἴγλης, ἦς ἠξιώθης, θεοῤῥῆμον Ἰάκωβε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀ
|
ναβόησον
Δαβίδ, τίς ἡ παροῦσα ἑορτή, ἢν ἀνύμνησάς ποτε, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς
θυγατέρα θεόπαιδα καὶ Παρθένον; ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ μυστικῶς,
παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς· καὶ θαυμαστὴν ἐργάζου καὶ
παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν· ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας
ἡ πρόξενος.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἧχος γ΄. Θείας πίστεως.
Θ
|
είας
χάριτος, ἠξιωμένος, θανεῖν ἔσπευσας, ὑπὸ ἀνόμων, μιμητὴς τοῦ Σωτῆρος γενόμενος·
τὴν γὰρ Μωάμεθ θρησκείαν ἐφαύλισας, καὶ τὴν Ὀρθόδοξον πίστιν ἐτράνωσας· Πάτερ
Ἰάκωβε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Τῆν ὡραιότητα.
Τ
|
ὸ
ἀμετάθετον, τῆς καρτερίας σου, ὁ ἄφρων τύραννος, ὁρῶν Ἰάκωβε, εἰς τὴν ἀγχόνης
τελευτήν, κελεύει σὲ παραδοῦναι· ὅθεν τοὺς ἰδίους σου, μαθητὰς ἐστερέωσας,
στήσας ἑκατέρωθεν, καὶ Θεὸν συνεδόξασας· συμμετασχὼν δὲ τῶν θείων Μυστηρίων,
τέλος συνεῦρες τὸ μακάριον.
Καὶ
νῦν. Θεοτοκίον.
Τ
|
ὰς
ἀμαυρότητας, νοός μου Πάναγνε, πάσας ἐξάλειψον, ὡς φωτοπάροχος, ταῖς τοῦ Ὁσίου
σου λιταῖς, καὶ δὸς μοι πηγὰς δακρύων, ὅπως καλλυνόμενος, ἑορτὴν εἰς τὰ Ἅγια, τῶν
Ἁγίων Ἄχραντε, τῆς εἰσόδου σου ὄψομαι· δι’ ἧς ἡ σωτηρία τοῦ κόσμου, ἀρχὴν
λαμβάνει τῇ προόδῳ σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’
αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς
χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς
ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος
τῶν Ὁσίων Αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ
πάντων...
Εὐαγγέλιον
Ὁσιακόν ἤ καί Μαρτυρικόν.
Ὁ Ν´ Ψαλμός.
Ἐ
|
λέησόν με, ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου.
Ἐπὶ πλεῖον
πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν
ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ
ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης
με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι
τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω
ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ
χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε
ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῶν Ὁσιάθλων...
Καὶ
νῦν. Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός...
Ἡ
|
τοῦ Θείου Πνεύματος ἐπιφοιτήσασα χάρις ἐν σοί,
οὐρανὸν ἔμψυχον τὴν καθαράν σου καρδίαν διετέλεσεν, ἐν ᾗ μετὰ Πατρὸς καὶ
Πνεύματος ὁ Λόγος ἐνῴκησε, καὶ χάρις σοι διττὴ δεδώρηται, ζῶντι καὶ μετὰ
θάνατον, ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς συμπολιτεύεσθαι, μετὰ Ἀγγέλων συναγαλλόμενος,
καὶ μετὰ τῶν εὐφημούντων σε συνευφραινόμενος· ἀλλ᾿ ὦ Πατέρων ἥδυστον ἐντρύφημα,
πρεσβυτικαῖς σου πτέρυξιν ἀγκάλισον ἡμᾶς, ὡς ὄρνις νεοσσούς, ὅπως τὰς δεινὰς
περιστάσεις ἐκφύγωμεν, καὶ τύχοιμεν δεκταῖς σου πρεσβείαις, τῶν αἰωνίων ἀγαθῶν,
Πάτερ Ἰάκωβε.
Κανόνες. Ὁ Κανὼν τῆς
Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ τοῦ Ἁγίου δύο εἰς η΄.
Κανὼν
πρῶτος. Ποίημα ἁγίου Νικόδημου τοῦ Ἁγιορείτου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀ
|
σμάτων τὴν
σάλπιγγα, ἀσματικῶς ἀναλάβωμεν, κροτοῦντες ἐν ᾄσμασι, τὴν ἱερὰν τελετήν, τοῦ
θεόφρονος, καὶ θείου Ἰακώβου, τοῦ πᾶσαν εὐφράναντος, φύσιν τῇ χάριτι.
Σ
|
οφίας τοῦ
Πνεύματος, τὸν ἐραστὴν ἀνυμνήσωμεν, ὡς Μύστην τῆς χάριτος, ὡς συνεργάτην
πιστόν, τοῦ κηρύγματος, τῶν θείων Ἀποστόλων, ὡς θεῖον ἐντρύφημα, τῆς Ἐκκλησίας
Χριστοῦ.
Μ
|
αρτύρων
ὡράϊσμα, καὶ Ἀσκητῶν ἀγαλλίαμα, ταμεῖον τοῦ Πνεύματος, τῶν χαρισμάτων πηγή,
ἐξανέτειλας, ὡς ὄρθρος ὡς ἡμέρα, φαιδρύνων τὴν ποίμνην σου, σὺν τοῖς συνάθλοις
σου.
Θεοτοκίον.
Θ
|
εοῦ
ἐνδιαίτημα, καὶ λογικὸς σὺ Παράδεισος, καὶ ἔμψυχος θάλαμος, τοῦ ἀχώρητου Ἁγνή,
καὶ παλάτιον, καὶ κλίνη ἀνεδείχθης, καὶ θρόνος πυρίμορφος, Πάναγνε Δέσποινα.
Ἕτερος
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἄνευ Θεοτοκίων. Ἆθλα γεραίρω πατρικὰ Ἰακώβου.
ᾨδὴ
α´. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Α
|
ὐτοσοφία τῷ
Πᾳτρὶ συνάναρχε, τῶν ἀγαθῶν χορηγέ, τὴν ὑλικὴν σχέσιν, τοῦ νοός μου σκέδασον,
τῷ φωτουργῶ σου Πνεύματι, ἀρχομένου νῦν μέλψαι, τοῦ Ἰακώβου τὰ σκάμματα, καὶ
λαμπροὺς ἀγῶνας καὶ τρόπαια.
Θ
|
αυματουργίαι
θαυμασταὶ ἠκούσθησαν, ἐκ τοῦ αἰῶνος σοφέ, νῦν δὲ τὰ σὰ Πάτερ, οὐκ ἐλάττω
πέφυκε· τῶν γὰρ παθῶν τὴν θάλασσαν, ἀπαθείας τῇ ῥάβδῳ, τέμνων ἀβρόχως
διέπλευσας, εἰς τὴν θείαν γῆν καὶ σωτήριον.
Λ
|
ελαμπρυσμένος
γεγονὼς Ἰάκωβε, ταῖς θεϊκαῖς ἀστραπαῖς, τὴν πρακτικὴν Πάτερ, περαιώσας κλίμακα,
εἰς θεωρίαν ἔφθασας, ἐντυχὼν τῇ Τριάδι, καὶ σεαυτὸν ἐνδιαίτημα, ταύτης φωτεινὸν
ἀπετέλεσας.
Θεοτοκίον.
Θ
|
οκυῆτορ
Μαριὰμ θεώσεως, ἔτυχεν ὄντως ἐκ σοῦ, ἡ ταπεινὴ φύσις, τῶν βροτῶν καὶ ῥέουσα· ἐν
σοί γὰρ ἐνυμφεύσατο, ὁ Θεός μου τὴν σάρκα, ἐνυποστάτως καὶ ἔλαμψε, πᾶσαν τῶν
βροτῶν φύσιν Δέσποινα.
ᾨδὴ
γ´. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Ἀ
|
νέτειλε
σήμερον ἡμέρα, θαυμάτων ἀστράπτουσα βολάς, ὥσπερ αἰθὴρ κατάστερος, τοὺς ἱεροὺς
ἀγῶνάς σου, καὶ ἆθλα τὰ ἐξαίσια, Ὁσιομάρτυς ἐκλάμπουσα.
Φ
|
ῶς σὺ
δευτερεῦον τῆς Τριάδος, καὶ ἄδυτος ἥλιος δειχθείς, μὴ φλέγων τοῖς πυρσεύμασιν,
ἀλλ᾿ ἱλαρύνων Ἰάκωβε, καὶ ἀγαθύνων πρόσωπα, τῶν εὐσεβῶς ἀνυμνούντων σε.
Ἐ
|
λαία
κατάκαρπος ἐφάνης, κυπρίζουσα ἄμπελος σοφέ, ἐν ταῖς αὐλαῖς τοῦ Κτίστου σου,
φωτιστικαῖς τοῦ Πνεύματος, ὑπερεκβλύζων χάρισι, σὺν τοῖς Ὁσίοις συνάθλοις σου,
Θεοτοκίον.
Ε
|
ὐρύχωρον
σκήνωμα Παρθένε, ἐγένου Σοφίας τοῦ Θεοῦ, τῆς ἀνθρωπίνης φύσεως, καὶ θείας
χωνευτήριον, ἐν ᾧ ἡ θεία ἕνωσις, ἐνυποστάτως ἐγένετο.
Ἄλλος.
Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀ
|
σκητικαῖς
προκαθαρθείς, ἐπαγωγαῖς θεοφόρε, τῶν Ἀγγέλων ἐμυήθης τὴν γνῶσιν, καὶ τοῦ
Πνεύματος σοφέ, σὺ μαθητὴς γενόμενος, οὐκ ἐξ ἀνθρώπων οἶδας, ὥσπερ ὁ Παῦλος τὴν
παίδευσιν.
Γ
|
εωργικὸν
ὁμοιωθείς, ἐπὶ τὴν ἅλωνα πτύον, τῶν ἀνθρώπων ἐῤῥυθμίσω τὰς πράξεις· τὸ βαρὺ τῶν
ἐντολῶν, εἰς θησαυροὺς ἀπέθηκας, τὸ δὲ τῶν ἔργων κοῦφον, δίκην ἀχύρου
ἐτέφρωσας.
Ἐ
|
ν ἀπαθείᾳ σε
εὑρών, τῇ τοῦ θανάτου μελέτῃ, οὐκ ἐνίσχυσεν ὁ πλάνος γυμνῶσαι, τὴν ψυχήν σου
τὴν φαιδράν, τοῦ θεϊκοῦ ἐνδύματος, ὥσπερ τὸ πρῶτον οἴμοι! ἄνθρωπον οὗτος
ἐγύμνωσεν.
Ῥ
|
ωμαλεότητι
ψυχῆς, τοῦ πονηροῦ τὰς ἐνέδρας, ὡς νηπίων ἐλογίσω σὺ βέλη· πολυτρόποις γὰρ
μορφαῖς, αὐτός σοι ὤφθη Ἰάκωβε, φῶς ὑποκρίνων εἶναι, σκότος ὑπάρχων ὁ δείλαιος.
Θεοτοκίον.
Ε
|
ὑρυχωρότατον
Θεοῦ τοῦ ἀχώρητου δοχεῖον, σὺ τὸ χρέος τῆς Προμήτορος Εὔας, ἀνταπέδωκας Ἁγνή· δίχα
φθορᾶς γὰρ ἔτεκες, τὸν τῶν ἁπάντων Κτίστην, οὐ κατὰ φύσιν ἤ ἔκστασιν.
Κάθισμα. Ἦχος πλ. δ΄.
Τὴν
Σοφίαν καὶ Λόγον.
Ε
|
ἰς τὸ ὄρος
ἀνῆλθες τὸ νοητόν, καὶ τὸν γνόφον ὑπέδυς τὸν μυστικόν, τὰ βάθη τοῦ Πνεύματος,
ἐμυήθης Ἰάκωβε, μυστικῶς τυπώσας, Τριάδος τὴν ἕνωσιν, ἐν πλαξὶ καρδίας, δακτύλῳ
θεότητος. Ὅθεν τοῦ Δεσπότου, ἠξιώθης βαστᾶσαι, τὰ στίγματα Ὅσιε, καὶ τὸν
θάνατον ὕστερον, σὺν δυσὶ τοῖς συνάθλοις σου. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Ὅμοιον.
Τ
|
ὴν ῥοώδη
ἀπείπω Πάτερ σκηνήν, καὶ τὸν νοῦν σου ἐφύλαξας ἀμιγῆ, γεώδους συγχύσεως, ὡς
σοφὸς καὶ συνέπλεξας, τὴν σειρὰν τὴν θείαν, ἱδρῶσι καὶ σκάμμασιν, εἰς Θεὸν
ἀνῆλθες, ἀθλήσεως ἅρματι· ὅθεν καὶ θαυμάτων, αὐτουργὸς ἀνεδείχθης, τὰ πάθη Ἰάκωβε,
θεραπεύων θεόσοφε, τῶν ἐν πίστει βοώντων σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἡ
|
λιόμορφον
ἅρμα Δαβιτικόν, πορφυρόστρωτε κλίνη βασιλική, θάλαμε χρυσόπλοκε, θεοκόσμητον
σκήνωμα, ἀπλανὴς ὑπάρχεις σὺ σφαῖρα θεόνυμφε, τῶν χαρίτων κύκλος, ἁπάντων τοῦ
Πνεύματος, κόσμε ἡ κοσμοῦσα, ἀκοσμίαν τοῦ κόσμου, τοῦ γένους περίδοξον, εὐγενὲς
ἐγκαλλώπισμα, μὴ ἐλίπῃς δεόμεθα, πρεσβεύειν τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων,
ἄφεσιν δωρήσαθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον Τόκον σου.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥ
|
ητορεύουσα
οὑ σθένει, τῶν βροτῶν γλῶσσα ἅπασα, εὐφημεῖν ἀξίως, πόνους τοὺς στεῤῥοὺς καὶ τὰ
σκάμματα, τοῦ Ἰακώβου τοῦ θείου, καὶ τὰ θαύματα, καὶ τὴν ἄπειρον, δόξαν ἧς νῦν
κατηξίωται.
Ὢ
|
θαυμάτων παραδόξων! ὁ βροτὸς πῶς τεθέωται; πῶς
Τριάδος ὤφθη, ἅρμα φωτεινὸν καὶ πυρίπνοον; τῶν ἀποῤῥήτων ἐπόπτης, πῶς ἐγένετο,
μετὰ σώματος, ἔτι συζῶν ὡς ἀσώματος;
Σ
|
τήλη ἔμψυχος
καὶ ἔμπνους, ἀρετῶν ἀναδέδειξαι, ἀγαθῶν ἁπάντων, θεῖος θησαυρὸς ὦ Ἰάκωβε, καὶ
καταγώγιον ὄντως, πολυέραστον, τοῦ δὲ Πνεύματος, ὤφθης σεπτὸν ἐνδιαίτημα.
Θεοτοκίον.
Ὁ
|
θεόγραφος ὁ τόμος, ἡ καθέδρα ἡ ἔνθεος, οὐρανοῦ
τὸ τέρας, καὶ τῆς γῆς τὸ γέρας τὸ ἀφθάρτον, τοῦ συναλλάγματος ὄντως, ἡ
πανήγυρις, ἡ Πανύμνητος, Κόρη φαιδρῶς ἀνυμνείσθω μοι.
Ἄλλος. Σύ μου ἰσχύς Κύριε.
Ἀ
|
γγελικήν, σὺ
πολιτείαν κτησάμενος, θεοφόρε, ἔτι μετὰ σώματος, ἐπὶ τῆς γῆς, εἶχες σοῦ τὸν
νοῦν, ἄνω μετ’ Ἀγγέλων, τὸν Κτίστην μάκαρ δοξάζοντα· διὸ καὶ συναθλήσας, μετὰ
τῶν μαθητῶν σου, εἰς μονὰς ἀκηράτους συνήρθητε.
Ἴ
|
δον ἐν γῇ,
παῖδες Ἑβραίων ἐξαίσια, τῆς ἐρήμου ὄφιν θεραπεύοντα, τὰς ὠτειλάς, τῶν
τραυματιῶν, ἡμεῖς δὲ οὐ τύπον, ἐγκάρσιον προσπηγνύμενον, ἀλλ᾿ ἀληθείᾳ ὄφιν,
διολέσαντα πλῆθος, καὶ ὑπεῖκόν σοι· θαῦμα ἀνήκουστον!
Ῥ
|
εύματα σῶν,
Πάτερ δακρύων ἐξήρανε, παθημάτων, ἄβυσσον καὶ ἔβλυσεν, ἐν τῇ ξηρᾷ, πόμα
καθαρόν, πηγὴν γλυκυτάτην, τὸ ῥεῦμα δὲ τῶν αἱμάτων σου, ἀπέπνυξε τὸν πλάνον,
καὶ κραυγάζειν με πείθει· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Ὁ
|
Πλαστουργός, εὕρατο ἐκ τοῦ αἰῶνός σε, ἐν
κοιλάδι, κρίνον καθαρώτατον, ταῖς ἀρεταῖς, λάμπουσαν Σεμνή, βάθει τῆς ἁγνείας,
εὐρύτητι τῆς σεμνότητας, καὶ ὕψωσε τῷ γένει, τῶν ἀνθρώπων· διό σε, ὡς Μητέρα
τοῦ Κτίστου δοξάζομεν.
ᾨδή ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ
|
κῆρυξ τῆς χάριτος, ἡ ἀστραπὴ τοῦ Πνεύματος,
στόμα τὸ πυρίπνοον καὶ θεῖον, μάχαιρα ὄντως ἀεὶ φρουροῦσα πιστούς, ἀπίστους δὲ
σφάττουσα δεινῶς, ὕμνοις ἀνυμνείσθω νῦν, ὁ θεόφρων Ἰάκωβος.
Ἰ
|
δοὺ σοι
προσπίπτομεν, ἐν εὐφροσύνῃ λέγοντες· χαῖρε θεαυγέστατον σὺ στόμα, ἔσοπτρον
θεῖον τῶν οὐρανίων Νοῶν· βεβαίωσις χαῖρε τῶν πιστῶν· χαῖρε ἐνθεώτατον,
μετανοίας ἐντρύφημα.
Π
|
ιπτόντων
ἀνόρθωσις, ἁμαρτανόντων ἔγερσις, ὤφθης καὶ θειότατος προστάτης, καὶ ἀντιλήπτωρ
τῶν προστρεχόντων σοι, πρεσβεία τε θεία καὶ θερμή, μέγιστε Ἰάκωβε, μετανοίας
ἐχέγγυον.
Θεοτοκίον.
Φ
|
ωτὸς
καταγώγιον, τοῦ οὐρανίου γέγονας, γνώρισμα τῆς χάριτος τῆς θείας, τόνος
Μαρτύρων κατὰ τῆς πλάνης σφοδρός, ταμεῖον προνοίας θεϊκῆς, ὕμνοις ἡ Πανύμνητος,
ἀνυμνείσθω σὺν Μάρτυσιν.
Ἄλλος. Ἵνα τί μὲ ἀπώσω.
Ὡ
|
ραιώθης
ἡδύνθης, ἐκ τῆς συνοικήσεως Πάτερ τοῦ Πνεύματος, καὶ ὡς φοῖνιξ ἤρθης, ἐν ταῖς
θείαις αὐλαῖς κατοικῶν ἀεί· σὺν δυσὶ συνάθλοις, καὶ Θεωνᾷ τῷ Ἱεράρχῃ, καὶ
προσφιλεῖ μαθητῇ σου Ἰάκωβε.
Π
|
ατρικὸν ἐπληρώσω,
Θέλημα Ἰάκωβε οἷα διάδοχος, γεγονὼς ὁ θέσει, πρὸς τὸν φύσει Θεόν τε καὶ Κύριον,
καὶ αὐτοῦ τὰ πάθη, καὶ τὸν σταυρὸν κατηξιώθης, ὑπομείναι καὶ θάνατον δέξασθαι.
Ἀ
|
βραὰμ τὴν
ἀγάπην, ἔσχες πρὸς τὸν Κύριον Πάτερ φιλόστοργε, καὶ οἱ θεῖοι παῖδες, Ἰσαὰκ τὸ
ὑπήκοον ἔτυχον, οὓς γυμνάσας μάκαρ, εἰς τὴν σφαγὴν τοῦ μαρτυρίου, ὡς εὐῶδες
θυμίαμα ἔφερες.
Θεοτοκίον.
Φ
|
ωτεινήν σε
νεφέλην, φέρουσαν τόν ἄδυτον ἥλιον
Δέσποινα, οἱ βροτοὶ ἰδόντες, ἀνυμνοῦμεν καὶ πόθῳ γεραίρομεν· τὴν γὰρ ἀμορφίαν,
τὴν ἐν Ἐδὲμ ἀμαυρωθεῖσαν, ἀνεμόρφωσας θείαις λαμπρότησιν.
ᾨδὴ στ´. Τὴν θέιαν ταύτην καὶ πάντιμον.
Τ
|
οῦ θείου
Λόγου τὸν κήρυκα, τοῦ Πνεύματος τὸν μύστην τὸν μέγιστον, τὸ θεοσήμαντον,
ὄργανον δεῦτε ὑμνήσωμεν, Ἰάκωβον ἀξίως, τὸν οὐρανόφρονα.
Ἐ
|
φάνης στῦλος
πυρίμορφος, τοῖς σκότει ἀγνωσίας ὑπάρχουσι, πρὸς ἀπαθείας γῆν, καθοδηγὼν
ἐμμελέστατα, καὶ πρὸς τὴν θείαν τρῖβον, καὶ ἐπουράνιον.
Ῥ
|
ητόρων ὤφθης
δεινότερος, τὰ θεία ῥητορεύων ἐντάλματα, ὡς θεοδίδακτος, ὡς ἀποῤῥήτων
Διδάσκαλος, ὡς ὁπλοθήκη νέα, τῆς θείας χάριτος.
Θεοτοκίον.
Ἁ
|
γνείας ὤφθης
ἐκσφράγισμα, καὶ τύπος παρθενίας θεόληπτος, συγκαταβάσει σου, χώρα ὁλόφωτος
Δέσποινα, ἐν ᾗ Θεὸς τὴν σάρκα, κατενυμφεύσατο.
Ἄλλος. Ἱλάσθητί μοι Σωτήρ.
Τ
|
ὸ ὄρος τὸ
νοητόν, κατέλαβες δι’ ἀσκήσεως, καὶ κύψας εἰς τοῦ Θεοῦ,
τὰ θεία μυστήρια,
μυστικῶς ἐτύπωσας, ἐν τῇ σῇ
καρδίᾳ, τῆς
Τριάδος τὸ ὁμότιμον.
Ῥ
|
ευσάτωσαν
ἀληθῶς, τὰ μέλη σου ἀγαλλίασιν, τὸ μύρον τὸ μυστικόν, ἀξίως βαστάσαντα· σὺ ὀσμὴ
γὰρ Πνεύματος, ἀνεδείχθης Πάτερ, γλυκασμὸς καὶ θεία ἔφεσις.
Ἱ
|
δρῶτες
Δεσποτικοί, Ἀδὰμ ἱδρῶτας κατέπαυσαν, ἱδρὼς δὲ καὶ αἷμα σου, ψυχήν σου ἡγίασαν·
λουτρὸν γὰρ ἐλούσατο, ὁ δευτέροις ῥύποις, οὐ μολύνεται Ἰάκωβε.
Θεοτοκίον.
Ἀ
|
σμάτων ᾆσμα
σὺ εἶ θεοχαρίτωτε Δέσποινα, ·Ἀγγέλων ἡ καλλονή, βροτῶν ἡ ἀνάπλασις· Θεὸν γὰρ
ἐγέννησας, σεσωματωμένον, τὸν τὰς φύσεις μεταπλάττοντα.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τ
|
ῆς μετανοίας
τὴν λαμπρὰν καὶ θείαν σάλπιγγα, φιλανθρωπίας τοῦ Θεοῦ τὸν νέον κήρυκα,
ἀνυμνήσωμεν Ἰάκωβον ἐπαξίως. Τοῦ Κυρίου, τὸν βαστάσαντα τὰ στίγματα, καὶ
πληρώσαντα Ἁγίων τὸ ὑστέρημα. Ὅθεν εἴπωμεν· Χαίροις,
Πάτερ Ἰάκωβε.
Ὁ Οἶκος.
Ἄ
|
γγελος
ἀνεδείχθης, ἐπὶ γῆς διατριβῶν, μετὰ σώματος Ἰακώβε θεῖε· τὰ γὰρ θεία προκρίνας
ἐν γῇ, ἔσχες συμβίωσιν θεϊκὴν ἔνδοξε· διὸ πάντες θαμβούμενοι, σοὶ μέλπομεν ἐκ
πόθου τάδε·
Χαῖρε,
ἁγνείας σεπτὸν δοχεῖον·
χαῖρε,
Τριάδος σεπτῆς ταμεῖον.
Χαῖρε,
μοναζόντων Ἁγίων ἐκσφράγισμα·
χαιρε, τῶν
Μαρτύρων τὸ θεῖον συμπέρασμα.
Χαῖρε,
θάλασσα γαλήνιος ἐννοιῶν πνευματικῶν·
χαῖρε,
πέλαγος εὐρύχωρον μυστηρίων θεϊκῶν.
Χαῖρε, ὅτι
τὰ πάθη τοῦ Δεσπότου ἐδέξω·
χαῖρε, ὅτι
τὴν χάριν Ἀποστόλων ἠμείψω.
Χαῖρε, πυρὸς
ἀΰλου ἀπαύγασμα·
χαῖρε, φωτὸς
Τριάδος τὸ ἔξαλμα.
Χαῖρε, δι᾿
οὗ Υἱὸς Θεοῦ ἐδοξάσθη·
χαῖρε, δι᾿
οὗ τέκνα τῆς Ἄγαρ ᾐσχύνθη.
Χαίροις,
Πάτερ Ἰάκωβε.
Συναξάριον.
Τῇ α΄ τοῦ
αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἰακώβου τοῦ Νέου, τοῦ δι’ ἀγχόνης
τελειωθέντος ἐν ἔτει 1520.
Στίχοι.
Τριάδα
ποθήσας Ἰάκωβος πόθῳ,
Αὐτῇ
ἀνέδραμε σὺν Μαθηταῖς δύο.
Σχοινίῳ
ἀρθεὶς θάνε μέσον δύο φίλων Ἰάκωβος.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Διακόνου Ἰακώβου, μαθητοῦ καὶ συναθλητοῦ τοῦ Ἁγίου
Ἰακώβου, τοῦ δι᾿ ἀγχόνης τελειωθέντος.
Στίχοι.
Σεαυτὸν
ἱέρευσας ἱερῶς Πάτερ,
Καὶ θυσία
δέδεξαι δεκτὴ Κυρίῳ.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μοναχοῦ Διονυσίου, μαθητοῦ καὶ συναθλητοῦ τοῦ Ἁγίου
Ἰακώβου, τοῦ δι’ ἀγχόνης τελειωθέντος.
Στίχοι.
Ὑπηρετῶν
τράπεζαν ἀρίστως κάτω,
Τῆς οὐρανίου
θεῖος ἄρτος ἀνέθης.
Εἰς
τοὺς τρεῖς Ὁσιομάρτυρας, Στίχοι.
Τοὺς τρεῖς
Ὁσίους θανατοῦσιν ἀγχόνῃ,
Ἐχθροὶ
κάκιστοι τῆς Ἁγίας Τριάδος.
Ἰάκωβον κατὰ
πρώτην ἠδ᾿ ἐτάρους ἀγχόνη ἦγξαν.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Οὐκ ἐλάτρευσαν.
Ἀ
|
ληθείας σε,
κρατῆρα τὸν οὐράνιον, δεῦτε θεόφρονες, ἀνευφημήσωμεν νῦν, σοφίας τοῦ Πνεύματος,
οἶκον τὸν πάγχρυσον, καὶ βοήσωμεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ξ
|
ύλον
γνώσεως, ἐφάνης καὶ παράδεισος, ἔμψυχος Ὅσιε, τῆς Ἐκκλησίας Χριστοῦ, ἐντρύφημα
πάντερπνον, ἥδυσμα ἔνθεον, ὅθεν κράζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ν
|
υμφοστόλε,
τῶν Ἁγίων θεοκόσμητε, τὸ ἐργαστήριον, τῶν Μυστηρίων Θεοῦ, ἡ θεία πανήγυρις, τοῦ
συναλλάγματος, ὑπερύμνητε, εὐλογημένη Δέσποινα, τῶν πιστῶν ἡ σωτηρία.
Ἄλλος. Θεοῦ συγκατάβασιν.
Κ
|
ηρύττων
Ἰάκωβε, μέσῳ Τρικκάλων καὶ Μετεώρων τε, ἦλθες εἰς Αἰτωλίαν, κατασκηνώσας τῇ τοῦ
Προδρόμου Μονῇ, καί Ἀναλήψεως χῶρον
ἡγίασας, στηρίζων γένος ἡμῶν, ἔργοις θαυμάτων πολλῶν.
Α
|
ὐγάζοντι ἐν
τῇ γῇ, λαμπροῖς ἐν ἔργοις καὶ ἀγωνίσμασι, καὶ τὴν δόξαν Κυρίου, πλατεῖα γλώττῃ
διηγουμένῳ σοι, οὐρανοφοίτης Ἀρχάγγελος πέμπεται, διὰ τῶν ἄρτων δηλῶν, τὴν τοῦ
θανάτου τομήν.
Ἰ
|
δοὺ γόνυ
κλίνομεν, ἐν ὕμνοις θείοις καὶ ἐγκωμίοις σοφέ, σῇ Ἁγίᾳ Εἰκόνι, καὶ σοῖς
λειψάνοις ὡςσοῦ ἐνώπιον, τῶν δὲ μελῶν σου, τὰ ἔνδοξα στίγματα, διὰ τὴν πίστιν
Χριστοῦ, Πάτερ σεβόμεθα.
Θεοτοκίον.
Ν
|
υμφὼν εἶ
ὁλόφωτος, ἐν ᾧ τὴν σάρκα κατενυμφεύσατο ὁ Θεός, χρονικῶς δὲ τὸ εἶναι, οὐ κατὰ
φύσιν, οὐδὲ προσθήκην λαβών, ἀλλὰ ἑνώσει μία καθυπόστασιν, εὐλογημένη σεμνή,
Παρθενομῆτορ Ἁγνῇ.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ὅ
|
ρος Ἀσκητῶν,
στήλη Μαρτύρων, ὁ λύχνος τῆς εὐσεβείας ὁ ἑπτάφωτος, θεῖόν τε ὀχύρωμα, πάριθι
ὑμνούμενος, ἐκ τῶν ἀΰλων στάσεων, μέσον τῶν δούλων σου, δεχόμενος ἀξίως τοὺς
ὕμνους, καὶ τὰς εὐφημίας, Ἰάκωβε τρισμάκαρ.
Χ
|
είμαῤῥος
ζωῆς τῆς ἀϊδίου, καὶ κρήνη τοῦ Παραδείσου χαριτόβρυτος, φρέαρ ζῶντος ὕδατος,
ποτίζων τὴν ποίμνην σου καὶ ποταμὸς χρυσόῤῥειθρος, ὤφθης Ἰάκωβε, πλουτίζων
ἁγιάζων εὐφραίνων, τοὺς δοξολογούντας, τὴν μνήμην σου ἀπαύστως.
Ῥ
|
ήτωρ σὺ
Πατρὸς Υἱοῦ καί Λόγου, καὶ στόμα θεοχαρίτωτον τοῦ Πνεύματος, γλῶσσα ἡ οὐράνιος,
φωνὴ θεοσήμαντος, τῶν ἀνεκφράστων ὄργανον, ὤφθης Ἰάκωβε· τὸν Κύριον ὑμνεῖτε
κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἥ
|
διστον
ἐντρύφημα Παρθένε, καὶ ἄσμα τῆς οὐρανίου ἀναδέδειξαι, φύσεως Πανύμνητε, κάλλος
ἐνθεώτατον, ταῖς ἀρεταῖς ἀστράπτουσα, κόσμου τὰ πέρατα· διὸ σὲ Θεοτόκε
ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, ὡς πάντων σωτηρίαν.
Ἄλλος. Ἑπταπλασίως κάμινον.
Ἀ
|
σχημόνως
ἑλκόμενος, ὁ Ἀγγέλοις αἰδέσιμος, ὁ Ὁσιομάρτυς Ἰάκωβος πρὸς θάνατον, ὡς πάλαι ὁ
Κύριος, ἐν τῷ τοῦ πάθους θείῳ καιρῷ, τὸν Ἰησοῦν, τοῖς φοιτηταῖς ἀνεβόα, οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κ
|
αθωραΐσθης
ἔνδοξε, σὺ τιμῶν τὰ ὑπέρτιμα, πάθη τοῦ Χριστοῦ καὶ τὸν αὐχένα σχοινίῳ δεθεὶς
ἀπηώρησαι, ἐπὶ τοῦ ξύλου μέσῳ τῶν σῶν, φίλων μαθητῶν, μιμητικῶς Χριστομύστα,
θαμώνων ὡραΐζων, τοὺς βοῶντας ἐν πίστει· Θεὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ὢ
|
θαυμαστοῦ δανείσματος, καὶ φρικτοῦ
ἀνταλλάγματος! τοῖς Δεσποτικοῖς τὰ δουλικὰ συνάπτονται, παθήματα σήμερον, ἐκ
τῶν οἰκείων ἕκαστος δούς, χάριτας πλουτίζων, ὁ Δεσπότης τὸν λάτρην, βοώντα
εὐχαρίστως· τὴν θυσίαν τῶν παίδων, προσδέχου Παντοκράτορ, ὡς Ἰσαὰκ τὸ πάλαι.
Θεοτοκίον.
Ἡ
|
μυροθήκη Δέσποινα, ἡ τὸ μύρον ἐκβλύσασα, τὸ
ὑπερφυὲς καὶ μυστικὸν τῆς χάριτος, ὁ πᾶσαν διώδευσε, τὴν οἰκουμένην θείαις
ὀσμαῖς, ἡ φιλοτιμία, ἡ κοινὴ τῶν κτισμάτων, Μαρία ἡ θεόπαις, ἥν ὑμνοῦσιν αἱ
τάξεις, Ἀγγέλων καὶ ἀνθρώπων, ὑμνείσθω εἰς αἰῶνας.
Μετὰ
δὲ τὴν Τιμιωτέραν, ψάλλονται ἅμα καὶ τὰ παρόντα Μεγαλυνάρια.
Π
|
ᾶσαι τῶν
Ἀγγέλων αἱ στρατιαί, καὶ τῶν Ἀποστόλων, Προφητῶν τε θεῖος χορός, δῆμος τῶν
Ὁσίων καὶ σύλλογος Μαρτύρων, ὑμνοῦσί σου τὴν μνήμην, μάκαρ Ἰάκωβε.
Φ
|
ύλαττε τοὺς
δούλους σου ἐν παντί, τοὺς μεμενηκότας, εὐκτηρίῳ σου τῷ σεπτῷ, ῥῦσαι τῶν
παγίδων, ἐχθροῦ τοῦ βροτοκτόνου, καὶ τῷ Θεῷ παράδως, ταῖς ἱκεσίαις σου.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Ἔ
|
ξαλμα φωτός,
Τριάδος ἀπαύγασμα, σέλας λαμπρότατον, ἥλιε ὁλόφωτε, αἰθέρος ἄστρον, ὤφθης
παγκόσμιον, τοὺς ὀφθαλμοὺς τοῦ πνεύματος, ἡμῶν φωτίζων σύ, καὶ φαιδρύνων,
πρόσωπα Ἰάκωβε, τῶν ἐκ πόθου τιμώντων τὴν μνήμην σου.
Ὡ
|
ς ἐπαινετής,
ὀσμῆς τῶν ὀστέων σου Πάτερ Ἰάκωβε! ὡς τοῦ Παραδείσου γάρ, ἢ θείου κήπου, ἄνθη
ἐμπνέουσι, καὶ τοὺς πιστοὺς εὐφραίνουσιν, ἀρωματίζοντα, ὡς Λιβάνου, κρίνα ὡς
μυρίπνοα, κιναμώμου καὶ σμύρνης ὀσφράδια.
Σ
|
ὺ ἡμῶν
τροφεύς, Διδάσκαλος ἄριστος, Πατὴρ φιλόστοργος, ἡμεῖς δὲ φιλόπατροι, σοῦ παῖδες
ὕμνους, ἀφιεροῦμέν σοι, και ἐγκωμίων ᾄσματα, καὶ σοῦ δεόμεθα· μὴ ἐλλίπῃς, μετὰ
τῶν συνάθλων σου, δι᾿ ἡμᾶς ἱκετεύειν τὸν Κύριον.
Θεοτοκίον.
Σ
|
ὺ ἡμῶν ζωή,
ἐλπὶς καὶ ἀντίληψις, Θεογεννήτρια, κόσμος πολυέραστος, Ἀγγέλων ᾄσμα, ὕμνος
θεόνυμφε, τῶν Ἀποστόλων ἄπαυστος, καὶ τῶν Ὁσίων τε, καὶ Μαρτύρων, στέφος
ἀχειρόπλοκον, μὴ ἐλλείπῃς φυλάττειν τὴν ποίμνην σου.
Ἄλλος.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Β
|
αδίσας τὴν
ἑβδόμην ἀθλητικῶς, τὴν ὀγδόην σοφῶς ἐσαββάτισας, ὅπου τὸ σόν, ἵσταται πολίτευμα
Ἰησοῦς, ἡ γλυκυτάτη ἔφεσις, τῶν πολλῶν ἀγώνων καὶ ὀδυνῶν, ἀνάπαυσις ἡ θεία, ὁ
μέγας στεφοδότης, ἔνθα λαμπρῶς σὲ ὑπεδέξατο.
Ο
|
ἱ παῖδες
ἀτενίζοντες ἐπὶ σέ, ὡς προστάτην τροφέα σοι λέγομεν· Πάτερ σοφέ, φάνηθι
προσνέμων τὰς δωρεάς, τῶν αἰτημάτων πάντοτε, τῇ ἀσφαλέστατῃ σῇ ἀρωγῇ, ἐξαίρων
ἐκ κινδύνων, παθῶν χαλεπωτάτων, καὶ αἰωνίας τε κολάσεως.
Ἀ
|
χθεὶς εἰς
Διδυμότειχον σὺν δυσί, μαθηταῖς σου ἐκήρυξας ὄνομα, τὸ τοῦ Χριστοῦ·
Ἀδριανουπόλει εἶτα πεμφθείς, σφοδρὰς βασάνους ἤνεγκας, Σουλτάνῳ παρεστὼς τῶν
Ὀθωμανῶν, καὶ θάνατον ὑπέστης, φρικτόν τὸν δι’ ἀγχόνης, σὺν τοῖς συνάθλοις σου
Ἰάκωβε.
Θεοτοκίον.
Σ
|
υμπέρασμα
Θεόλεκτον Προφητῶν, Ἀποστόλων Μαρτύρων τὸ κήρυγμα, τῶν Ἀσκητῶν, τύπος
καθαρότητος καὶ σεπτόν, τῶν Ἀρχαγγέλων καύχημα, καὶ τῆς θεαρχίας καταγωγή,
πτωχῆς ἐκ διανοίας, προσδέχου Θεοτόκε, μετ᾿ εὐμενείας τὸ ἐφύμνιον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀ
|
γάλλου
τέρπου σήμερον, τὸ τῶν ὀρέων καύχημα, ὁ ἱερώτατος Ἄθως, ὁ ἀρδευθεὶς πανταχόθεν,
τοῖς τῶν Ὁσίων δάκρυσιν, ἀσκήσει διαλαμψάντων, μεθ’ ὧν καὶ ὁ παμμέγιστος,
Ἰάκωβος εἶς τῶν πρώτων, ὑπάρχει σοι ἐν Ὁσίοις, καὶ Μάρτυσι σὺν τοῖς Μύσταις.
Ἕτερον. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Τ
|
οὺς
θαυμαστοὺς ἀγῶνάς σου, καὶ τὴν ἄσκησιν Πάτερ, τὴν πάλην καὶ τὰ τρόπαια, καὶ τὴν
ἄθλησιν πάντες, γεραίρομεν ἐγκωμίοις, Ἀθλητὰ Ἰάκωβε, ὡς καύχημα σῆς πατρίδος·
εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, καὶ κηρύττουσι τρανῶς, οἱ μυηθέντες σὴν δόξαν.
Θεοτοκίον.
Π
|
αντάνασσα
Πανύμνητε, Θεομῆτορ Παρθένε, τὸ ἅρμα τοῦ Παντάνακτος, τοῦ Θεοῦ μου καθέδρα, ὁ
χρυσοκόλλητος δίφρος, τοῦ φωτὸς τὸ σκήνωμα, ἡ ὁλόφωτος Κόρη, αὔρα ἡ πνευματική,
ἡ ἰθύνουσα πιστούς, πρὸς τὸν γαλήνιον ὅρμον.
Εἰς
τοὺς Αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τ
|
ὸ θεόκροτον
ὄργανον, τὴν κιθάραν τοῦ Πνεύματος, τοῦ Χριστοῦ τὴν εὔηχον θείαν σάλπιγγα, τῆς
μετανοίας τὸν κήρυκα, τὸν νοῦν τὸν οὐράνιον, τῶν ψυχῶν τὸν γλυκασμόν, τὴν
κινύραν τὴν ἔνθεον, εὐφημήσωμεν, ἐπαξίως ἐν ὕμνοις ὡς προστάτην, ὁδηγὸν καὶ
κυβερνήτην, τὸν θεοφόρον Ἰάκωβον.
Τ
|
ῶν χαρίτων
τὸν θάλαμον, καὶ τὴν λύραν τοῦ Πνεύματος, τὸ γλυκὺ καὶ πάντερπνον φῶς τῆς
χάριτος, ἅλας τὸ θεῖον καὶ νόστιμον, τὸ στόμα τὸ πάγχρυσον, μυστηρίων οὐρανοῦ,
τὸ βιβλίον τὸ ἔμψυχον, τὸν διάκοσμον, Ἀθλητῶν καὶ τὸ κλέος τῶν Ὁσίων,
ἀνυμνήσωμεν συμφώνως, τὸν Χριστομύστην Ἰάκωβον.
Τ
|
ὴν λαμπάδα
τὴν τρίφωτον, τὴν σφενδόνην τὴν τρίπλοκον, οὐρανοῦ τὴν τρίχρωμον ἴριν ἅπαντες,
ἐν εὐφροσύνῃ τιμήσωμεν, τὴν πόλιν τὴν τρίτειχον, ἁρμονίαν τὴν λαμπράν, τῆς
ἀγάπης τὸν σύνδεσμον, τὸν χρυσόπλοκον, καὶ τριόροφον οἶκον τῆς Τριάδος, τὸν
Ἰάκωβον τὸν θεῖον, σὺν τοῖς αὐτοῦ ἀκολούθοις τε.
Τ
|
ῇ σαρκὶ μὲν
ὡς Ἄγγελος, τῇ ψυχῇ δὲ μετέωρος, ὤφθης ἐν τῷ βίῳ σου Πάτερ Ὅσιε· τῆς γὰρ σαρκὸς
μὴ φεισάμενος, ἑώρας τὰ ἄϋλα, τῶν ἐνύλων ἀποστάς, καὶ προέγνως τὰ μέλλοντα,
θεῖα χάριτι, τῇ ἐν σοὶ ἐνοικούσῃ ὡς δοχεῖον, καθαρὸν τοῦ Παναγίου, Πνεύματος
μάκαρ Ἰάκωβε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐ
|
ν τῇ σεπτῇ
Ἀναστασίας Μονῇ, ὁ θεόφρων Ἰάκωβος, πάντας τοὺς πνευματικοὺς δαιτημόνας, τῆς
νοητῆς αὐτοῦ πανδαισίας, συγκαλεῖται ἐν ὑψηλῷ κηρύγματι λέγων· ἴδετε ναὸν οὐκ
ἐμόν, ὃς κατέχει τὸ σῶμά μου, ἴδετε μονὴν οὐκ ἐμήν, εἰς ἥν οἰκεῖ μου τὰ
λείψανα, ξένοις ἐπιδέδεγμαι, ἀλλ᾿ οἰκείοις ἐπέτυχον διὸ καὶ χορηγεῖται πᾶσιν
ἀφθόνως οὐρανόθεν ἡ χάρις, καὶ διττὸν τὸ πλούσιον ἔλεος, εἰς ἀπόλαυσιν καὶ ζωὴν
αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον. Δέσποινα πρόσδεξαι.
Μ
|
ετὰ τὸ
τεχθῆναί σε, θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ τοῦ Κυρίου, τοῦ ἀνατραφῆναι
εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν
Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ
Ἅγιον ἐν σοὶ σκηνώσαν. Διὸ Ἄσπιλε Ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη,
Μήτηρ Θεοῦ, σῶζε τὸ γένος ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν
Τὰ
Τυπικά. Τὴν γ΄ καὶ τὴν στ΄ ᾠδὴν εἰς τοὺς Μακαρισμούς.
Εὐαγγέλιον
καὶ Ἀπόστολον εἰς Ὁσιομάρτυρας.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Ἕτερα Προσόμοια τοῦ Ὁσιομάρτυρος, ψαλλόμενα ὅπου
βούλεται ὁ Προεστώς. Ποίημα Ἁγίου Νικόδημου τοῦ Ἁγιορείτου. Ἦχος α´. Τῶν
οὐρανίων ταγμάτων.
Χ
|
όρευε τέρπου
ἀγάλλου, τοῦ Ἰακώβου πατρίς, κώμη τῆς Καστορίας, σὺν τῷ Διδυμοτείχῳ, καὶ
Ἀδριανούπολει· ἡ πρώτη μέν, ὅτι σόν ἐστι βλάστημα, αἱ ἄλλαι δὲ ὅτι αἵμασι τοῖς
αὐτοῦ, καὶ ἀθλήσει ἡγιάσθητε.
Δ
|
ιδυμοτείχου
ἁμιλλωμένου, Ἀδριανουπόλει τανῦν, κώμη τῆς Καστορίας, καυχωμένη κραυγάζει· ἐμόν
ἐστι τὸ κλέος, ἐξ ἐμοῦ γάρ, ὁ Ἰάκωβος ἤνθησε, καθάπερ εὔοσμον ῥόδον· ὅθεν ἐμοί,
ὑμεῖς ἄμφω ὑποκύψατε.
Ὑ
|
πολαβοῦσα δὲ
ἐφῇ, Δοχειαρίου Μονή· καλῶς μὲν ἡ πατρίς σε, γενηθῆναι μητέρα, σὺ εἶπας Ἰακώβου,
ἀλλὰ κᾀγώ, πνευματικῶς ἀνεγέννησα, τοῦτον στολήν τε ἐνέδυσα ἀγγελικήν, ἀρετῆς τ᾿
ἁπάσης εἴδεσι.
Π
|
αύσατε λέγει
τὴν ἔριν, καὶ εἰρηνεύσατε, Μονὴ Ἀναστασίας, τῆς Φαρμακολυτρίας· εἰ γὰρ καὶ
Ἰακώβου, ἡ μὲν τροφός, ἡ δὲ μήτηρ γεγένησθε, ἀλλ’ ἐγὼ τοῦτον ἐν οἴκῳ ἐμῷ
νεκρόν, ὄλβον μέγαν φέρω πάντοτε.
Δόξα. Ἦχος α΄.
Μ
|
ακεδονίας αἱ
πόλεις, καὶ Ἑλλὰς σύμπασα, ἀγαλλιώνται ἐν τῇ μνήμῃ σου, Ὁσιομάρτυς Ἰάκωβε· Ἄθως
δὲ ὁ περίδοξος, τὸ τῶν Ὁσίων ἐνδιαίτημα, πνευματικῶς σὲ ἐκθρέψας, καὶ τῷ Χριστῷ
σὲ ἄμωμον προσαγαγὼν θῦμα, τοῖς ὁσίοις καυχᾶται ἀγῶσί σου· πλέον δὲ πάντων
εὐφραίνεται ἡ ἄνω Ἱερουσαλήμ, ἡ τῶν Πρωτοτόκων ἐκλεκτὴ Μητρόπολις, τὴν
ἡγιασμένην σου κατέχουσα ψυχήν, πεποικιλμένην καὶ τεθεωμένην, ταῖς κατὰ μέθεξιν
χάρισι· καὶ ἡμεῖς τὴν ἁγίαν σου τελοῦντες μνήμην, εὐφροσύνης πληρούμεθα, τῷ
Σωτῆρι βοῶντες· Κύριε δόξα Σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου